De Humero iis Modis Prolapso quos Hippocrates non Vidit

Galen

De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829

    Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προβάτων βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λεπτύνονται· τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχεῖαν
    356
    τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς βραχεῖας πόας οὐ δύνανται.

    Πρόβατα νῦν εἷπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·

  1. Πολλά τέ οἱ πρόβατ’ ἐστί.
  2. βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.

    Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφώδοντα ἐόντα. δύναται μὲν γὰρ σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχεῖαν

    357
    πόην ὑποβάλλειν τοὺς ὀδόντας καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ πόῃ μᾶλλον ἢ τῇ βαθείῃ. καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείας, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθεῖαν. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη·

  1. ὡς δ’ ὁπότ’ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν.
  2. ὅτι ἀσμενωτάτη τοῖσι αὐτοῖσιν ἡ βαθεῖα πόη φαίνεται. ἀτὰρ καὶ ἄλλως ὁ βοῦς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων, διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ, διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοΐ μάλιστα. πλείω δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστι. περὶ οὗ νῦν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, ὡς θᾶσσον ἐμπίπτειν ἢ τοῖσιν εὖ σεσαρκωμένοισι καὶ ἧσσον ἐπιφλεγμαίνουσι τοῖσιν ὑγροῖσι καὶ τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισι.

358

Τὸ σαρκάζειν ἔνιοι μὲν δηλοῦν φασι συνάγειν ἀλλήλοις τὰ χείλη σφοδρῶς οὕτως, ὡς δύνασθαι καὶ ἀποσπᾶσθαί τι βοτάνης μέρος ὑπ’ αὐτῶν, ἔνιοι δὲ τὸ τοῖς ὀδοῦσι τὸ κάτω μετὰ τοῦ ἄνω ἐργάζεσθαι ταὐτὸ, ἐπειδὴ καὶ οἱ σαρκάζοντές τινες δάκνουσι τοῖς ὀδοῦσι τὸ χεῖλος. ἀλλ’ ἐκεῖνοι μὲν τοῖς ἄνωθεν ὀδοῦσι τὸ κάτω χεῖλος δάκνουσι, τὰ δὲ μηρυκίζοντα τὸν κάτω στοῖχον μόνον ἔχοντα τῶν ὀδόντων, χρῆσθαι πρὸς τοὺς δάκνοντας διότι μὲν ὠνόμασται, φασὶ, σαρκάζειν, ἐπειδὴ καὶ σαρκοφαγοῦντα τοῖς ζώοις ἑκατέροις χρῆται· καὶ τούτοις ἔοικε τὰ συμφραζόμενα τῇ λέξει μαρτυρεῖν, οὐ τὰ· μηρυκίζοντα τῶν ζώων εἰρηκότος αὐτοῦ σαρκάζειν, ἀλλὰ τὰ τοὺς δύο τῶν ὀδόντων ἔχοντα στοίχους ἃ καλοῦσιν ἀμφόδοντα. ταῦτα μὲν δύναται καὶ τὰς βραχείας νέμεσθαι πόας, τουτέστι βοτάνας, οἷον ἵπποι καὶ ὄνοι καὶ ἡμίονοι. τῶν δὲ τὸν ἕνα στοῖχον ἐχόντων ἐκεῖνα μόνα δύνανται, οἷς λεπτὴ τοῦ χείλους ἐστὶ προβολὴ καὶ διὰ τοῦτο

359
μόνοι τῶν βοτάνας ἐσθιόντων ζώων οἱ βόες ἀποροῦσι τροφῆς ἐν χειμῶνι, διότι μήτε σαρκάζειν δύνανται τὴν βραχεῖαν πόαν, τουτέστι τοῖς ὀδοῦσιν ἀποτέμνειν αὐτὴν, μηδὲ τοῖς χείλεσι παραλαμβάνειν δύνασθαι τὴν βραχεῖαν πόαν ὁμοίως αἰξὶ καὶ προβάτοις. ταῦτα μὲν οὖν τὰ τρία γένη τῶν ζώων ἔχει χηλάς. μώνυχα δέ ἐστι τὰ ἀμφόδοντα, συνῃρημένου τοῦ ὀνόματος, ὥς φασιν οἱ τὰς ἐτυμολογίας τιμῶντες, ἐκ τοῦ μονώνυχας, ἐπειδήπερ ἔχουσιν ὄνων ὄνυχας. τοιοῦτον γὰρ ἐν τοῖς ὅπλοις ἔχουσι ζώοις, οἷς ἐστὶ τὸ κατ’ ἄκρους τοὺς πόδας, οἷον ἀνθρώποις οἱ ὄνυχες, καὶ ἧσσον ἐπιφλεγμαίνει τούτοις, ὅτι καὶ ῥᾷον ἐκπίπτει. τούτῳ γὰρ ἕπεται καὶ τὸ τὸ ἐμβάλλεσθαι, τούτοις δ’ αὖ πάλιν τὸ μικρὰν ἢ μηδ’ ὅλως ἕπεσθαι φλεγμονήν. ἐν γὰρ ταῖς βιαίοις ἐκπτώσεσιν, ὥσπερ καὶ ταῖς ἐμβολαῖς, ὀδύναι γίνονται τοῖς μυσὶν, αἷς ἕπονται φλεγμοναί.

360
Καὶ ἧσσόν γε δέδειται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου, μὴ ξὺν φλεγμονῇ δὲ, οὕτως ἂν ὀλισθηρὸν εἴη. μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν.

Ἅπαντα δύναται λέγειν διττὸν ὄντα χρόνον τόν τε μετὰ τὴν ἐμβολὴν εὐθέως, ἐν ᾧ θεραπεύονται τὰ φλεγμαίνοντα μόρια καὶ τὸν τῆς διαδεχομένης αὐτὸν ἑξῆς ἀοχλήτου καταστάσεως. ὁ μὲν γὰρ μετὰ τὴν ἐμβολὴν εὐθέως, ὅταν μετὰ φλεγμονῆς ᾖ, δι’ αὐτὴν ἐκείνην ἔχει ἐσφιγμένον τὸ ἄρθρον, ὡς καὶ αὐτὸς εἴρηκεν, ὁ δὲ μετὰ τὴν θεραπείαν ὅτι σύντονός ἐστιν ἐπὶ τῶν τοιούτων ἀνθρώπων ἡ τῶν μυῶν οὐσία καὶ ὅτι διὰ τὰς ἐπιγινομένας φλεγμονὰς μεγάλας οὔσας ὑπολείπεταί τις ἐν τοῖς μυσὶ σκληρότης, ὡς ὑπὸ δεσμοῦ σφίγγεται τὸ ἄρθρον.

361
Καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων αἱ τῶν λεπτῶν μυξωδέστεραί εἰσιν ἢ αἱ τῶν παχέων. ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον. διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν εἰ μή τι ἢ πλέον ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο· οἷσι μὲν οὖν ὅταν ἐκπέσῃ τὸ ἄρθρον καὶ μὴ ἐπιφλεγμήνῃ τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται. οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελεῖσθαι. ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων. τοῖσι τοιούτοισιν ἐκπίπτει καὶ αὖθις μᾶλλον καὶ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, τοῦτο κατὰ πάντα τῷ ἀνθρώπῳ οὕτως ἔχει καὶ μάλιστα κατ’ ὦμον καὶ κατὰ γόνυ. μάλιστα γὰρ οὖν καὶ ὀλισθαίνῃ ταῦτα. οἶσι δ’ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. τοὺς οὖν τοιούτους ἰᾶσθαι
362
χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ὑποδέοντα. ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσαντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον. τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα, οὕτω γὰρ ἂν οἵη ἑκάστῳ εἴη χωρίου, ἐς ὃ ὄλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. χρὴ δὲ ὅταν ἐπιδήσῃς τὸν ὦμον ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα.

Ὅσοι διὰ λιμὸν ἢ διὰ πολιορκίαν ἢ πένθος ἢ λύπην ἢ ἀνορεξίαν ἐνδεῶς προσφερόμενοι τροφὴν ἐλεπτύνθησαν, οὐκ εὐθέως αἱ σάρκες αὐτοῖς γίνονται ξηραὶ, καθάπερ τοῖς ὑπὸ τέχνης ὀρθῶς λελιμαγχημένοις. ἀλλ’ ὑγροτέρας τοὐπίπαν ἐν ἁπάσαις εἴρηκε περιστάσεσιν ἀποτελούσας συντήξεων τινῶν ἐν αὐταῖς γιγνομένων διὰ τὴν ἔνδειαν. οἶς δὲ καὶ λυπεῖσθαι πρόσεστι καὶ μᾶλλον οὗτοι συντήκονται δὴ καὶ

363
μελεδόνας οἱ ποιηταὶ τὰς λύπας καλοῦσιν ἐν ἴσῳ τὰ μέλη ἐδούσας καὶ κατεσθιούσας. συντήκεται δὲ ἐν αὐταῖς ἥ τε πιμελὴ πᾶσα καὶ ὅση μαλθακὴ καὶ ὅση νεοπαγής ἐστι σάρξ. ὅταν δὲ ἰατρὸς ἑκὼν ἰσχνότερον ἐργάζηταί τι, σῶμα μέν εὑρημένοις τε τοῦτο πράττῃ καὶ μετὰ τοῦτο τρίβει ὅτε χρή. εἴ τις γένοιτο σύντηξις, ἐκκενοῦν αὐτὴν εἴτε διὰ τῶν ἱδρώτων αἰσθητῶς ἢ λόγῳ θεωρητῶς κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν. εἰκὸς δὲ δήπου καὶ τῶν ἐδεσμάτων τε καὶ πομάτων οὐκ ἀμελῶς ἔχειν αὐτὸν, ἀλλὰ καὶ διὰ τούτων ἐπιχειρεῖν εὐλύτους ἐργάζεσθαι τὰς ἐκκρίσεις ἁπάσας, οὐ μόνον ὅσαι διὰ τῆς γαστρὸς, ἀλλὰ καὶ διὰ τῶν οὔρων γιγνομένας. οὕτω γὰρ ἂν μάλιστα πανταχόθεν, εἴ τις εἵη κατὰ τὸ σῶμα διὰ τὴν σύντηξιν ὑγρότης περὶ τὴν κένωσιν ἔξω τοῦ σώματος ποιοῖτο. μένουσα γὰρ ἔνδον ὑπομυξώδεις τῷ χρόνῳ τὰς σάρκας ἐργάζεται, κατὰ τὴν ἄδηλον διαπνοὴν ἄνευ τῶν ἄλλων μᾶλλον γιγνομένην. ὅσον μὲν γὰρ ἀκριβῶς λεπτόν ἐστι καὶ ὀῤῥῶδες ἐν τοῖς συντήγμασιν ἀπέρχεταί τε καὶ διαφορεῖται. τὸ δὲ ὑποπαχύτερον ὑπομένει μόνον, ὅπερ
364
ἑνὶ τῷ χρόνῳ γλισχρότητά τινα προσλαμβάνον ὅμοιον μύξῃ γίγνεται.

Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχέως καὶ λιπαρῶς. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰατρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτοῦ ὀνόματος οὐ τὸ αὐτὸ ἀποβαίνει. καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις χαλαρώτερον τοῦ καιροῦ ἐὸν καὶ λύσειεν ἄρθρον σκληρότερον τοῦ καιροῦ ἐόν. ἄλλα διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθακοῖσι χρὴ χερσὶν ἀνατρίβειν, συμφέρει γὰρ καὶ ἄλλως πρῃέως.

Εἰς τὸ μηδὲν ὑπολειφθῆναι λείψανον τῆς φλεγμονῆς σκιῤῥῶδες ἐπιτήδειός ἐστιν ἡσύχως τε καὶ λιπαρῶς ἡ τρίψις γιγνομένη. χρὴ δ’ αὐτὴν ποιεῖσθαι πολυειδῶς, περιφέρεσθαι τὰς χεῖρας ἄνωθέν τε κάτω καὶ κάτωθεν ἄνω·

365
κἄπειτα λοξὰς οὐ κάτωθεν ἄνω μόνον, ἀλλὰ καὶ ἄνωθεν κάτω. καὶ μὲν δὴ καὶ τὰς ἐν κύκλῳ τε καὶ οἷον ἐγκαρσίας ἀπό τε τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ αὖθις ἐπ’ ἐκείνων ἐπὶ τὰ δεξιὰ, χάριν τοῦ τὰς ἶνας ἁπάσας μαλάττεσθαι τῶν μυῶν. τὸ γὰρ τῆς ἀνατρίψεως ὄνομα τοῖς παλαιοῖς ἀντὶ τοῦ τῆς τρίψεως ἐλέγετο. μὴ τοίνυν ὑπονοήσῃς πῶς ἔδοξάν τινες ἀξιοῦν αὐτὸν ἐκ τῶν κάτω μερῶν ἄνω ποιεῖσθαι τὴν φορὰν τῶν χειρῶν, ὁπότε τὸν ὦμον ἀνατρίβομεν, ἀλλὰ τὸ ἀνατρίβειν αὐτὸ συμβαίνει ὅλου τοῦ γένους τῶν τρίψεων ὂν δηλωτικὸν οὐ μιᾶς διαφορᾶς τῆς κάτωθεν ἄνω. δῆλον δὲ τοῦτο ποιεῖ λέγων αὐτὸς, ἀλλὰ διώρισται περὶ ἀνατρίψεως ἐν ἄλλῳ λόγῳ· οὐ γὰρ δήπου τὸν περὶ μιᾶς διαφορᾶς λόγον ἐρεῖν ἐπαγγέλλεται, τὰς ἄλλας λιπών. καὶ μέντοι κἀν τῷ κατ’ ἰητρεῖον ἁπάσας ἐδήλωσεν αὐτὰς ὀνομάζων κἀκεῖ τὸ γένος ὅλον, ἀνάτριψις δύναται λύσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι καὶ τὰ τούτοις ἐφεξῆς, ὑπὲρ ὧν ἐν
366
τε τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασι λέλεκται καὶ μέντοι κατὰ τὴν ὑγιεινὴν πραγματείαν εἴρηται τελεώτατα.

Τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινήσεται. καθίσταται δὲ πάντα τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ’ ἐν ἐλάσσονι.

Οὐδέν ἐστι χρησιμώτερον τῆς τοιαύτης κινήσεως ἐν παρακμαζούσαις φλεγμοναῖς. λύει γὰρ αὐτῶν τὸ λείψανον ἅπαν, ἐξ οὗ πέφυκεν ἀμεληθέντος ἀγκυλοῦσθαί τε καὶ δεσμεῖσθαι τὰ ἄρθρα, καλοῦσι γὰρ ἑκατέρως τὸ πάθημα.

Γινώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τούτοισι χρὴ τοῖσι σημείοισι.
367

Κἀν τῷ περὶ τῶν ἀγμῶν ἐπὶ τοὺς ἁμαρτάνοντας ἧκε τῷ λόγῳ προτέρους καὶ νῦν οὕτω πράξας, ἐπειδὴ συνάψας τῷ πρὸς ἐκείνους ἐλέγχῳ καὶ περὶ τῆς ἐμβολῆς εἶπεν, οὐ μόνον ἑπομένοις τοῖς εἰρημένοις, ἀλλὰ καὶ μαρτυροῦσιν, ἐπ’ ἐκείνην ἀφίκετο προτέραν, εἶθ’ ἑξῆς νῦν διδάσκει τὰ γνωρίσματα τοῦ κατ’ ὦμον ὀλισθήματος. ἐπὶ μὲν τῶν ἔργων τῆς τέχνης ἐξ ἀνάγκης προηγούμενα, κατὰ δὲ τὴν διδασκαλίαν οὐκ ἐξ ἀνάγκης. ἔστω δέ σοι τὸ γνώρισμα τῶν ἑπομένων ἢ προηγουμένων ἐξ ἀνάγκης τὸ μὴ δύνασθαι καλῶς ἤτοι πραχθῆναι τὸ ἑπόμενον ἔργον ἢ νοηθῆναι τὸ μάθημα, πρὶν γνωρισθῆναι τὸ ἡγούμενον. ἡ τοίνυν ἐμβολὴ τῶν ἐξηρθρηκότων πρὸ μὲν τοῦ νοηθῆναι τὴν μετάστασιν τοῦ ἐκπεσόντος εἰς τὶ χωρίον ἐγένετο, διδαχθῆναι σαφῶς οὐ δύναται, πρὶν μέντοι τὰ σημεῖα μαθεῖν αὐτῆς, ἐγχωρεῖ διδαχθῆναι. μόνον γοῦν τοῦτο μεμαθηκότος ἐν ἀρχῇ τοῦ λόγου τὸ γίγνεσθαι τὴν ἔκπτωσιν εἰς μασχάλην, αὐτοί γ· ἐπινοῆσαι τὴν ἐμβολὴν ἐδυνάμεθα καὶ διδάσκοντος ἑτέρου μαθεῖν, οὐ μὴν ἄνευ τοῦ γνῶναι σαφῶς ὅτι εἰς μασχάλην

368
ἔκπτωσις γίγνεται πρὸ τοῦ γνῶναι τὴν φύσιν ἅπασαν τῆς διαρθρώσεως. εἰ μὲν οὖν τις εἰπὼν ἐμβολὴν ἐφεξῆς διδάσκει ποίας διαφορὰς ὀλισθήματος εἴρηκεν ἐμβολὴν, ἐναλλάττει τάξιν ἀναγκαίαν, ὥσπερ εἰ καὶ ὅσον τις ἐπὶ τὴν διαφορὰν τῆς ἐκπτώσεως ἀφικόμενος ἐν τῇ διδασκαλίᾳ πρότερον αὐτῆς ἐπὶ τὴν φύσιν ἔρχεται τῆς διαρθρώσεως. εἰ γὰρ ὅλως ἐνόησέ τις ὅπως εἰς μασχάλην ἔκπτωσις γίγνεται περιττὸν αὐτῷ διδάσκεσθαι τὴν φύσιν τῆς διαρθρώσεως. εἰ, δὲ πρώτην μὲν ἀκουστέον, ὡς μάθοι ταύτην ὁποία τίς ἐστιν, ἐφεξῆς δὲ τὴν ἔκπτωσιν, οὐδὲν ἐνδεῖ τοῦτο πρὸς τὴν τῆς ἐμβολῆς διδασκαλίαν. ἀμέλει καὶ νῦν ἡμῖν οὐδὲν ἐνενόησεν εἰς τὴν τῶν ἐμβολῶν νόησιν ἡ τῶν σημείων ἄγνοια καὶ τοῦτο ἐν πάσῃ διδασκαλίᾳ θεραπείας ἐστί. δύναται γάρ τις ἥπατος φλεγμονῆς διδάσκεσθαι θεραπείαν ἢ κοιλίας ἢ νεφρῶν ἢ κώλου πρὸ τῆς διαγνώσεως τῶν ἐν αὐτοῖς παθῶν, οὐ μὴν θεραπεῦσαι δύναται πρὸ τῆς διαγνώσεως, ὥσπερ οὐ κατὰ μέθοδον ἢ εὑρεῖν τὴν θεραπείαν ἢ διδαχθῆναι πρὸς
369
ἑτέρου, πρὶν ἀκριβῶς γνῶναι τοῦ θεραπευομένου μορίου τὴν φύσιν.

Τοῦτο μὲν ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς μήτ’ ἀλλότρια ἄρθρα καθορῶντα.

Τὸ ἀκριβῶς ἴσον ἑκατέρωθεν ἐκ δεξιῶν γε καὶ ἀριστερῶν δίκαιον ὠνόμασεν, ἐπεὶ δὲ τῶν κώλων ἰδέαι διαφέρουσαι τοῖς ἀνθρώποις εἰσὶν, ἀξιοῖ παραβάλλεσθαι τὸ τοῦ πεπονθότος αὐτοῦ κῶλον ὁμόζυγον ἐξ ἐκείνου τε τεκμαίρεσθαι πόσον ἐξήλλακται τοῦ κατὰ φύσιν.

370
Ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν, ἄλλα τὰ αὐτὰ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι.

Τοὺς ἐκκείμενα καὶ προὔχοντα κεκτημένους τὰ ἄρθρα κέκληκεν ἐξάρθρους ἐν αὐτῷ τῷ κατὰ φύσιν ἔχειν.

Καὶ τοῦτο εἰρήσεται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν. διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν.

Οὐχ ἁπλῶς ἅπασαν ἄγνοιαν ὀνομάζει παρασύνεσιν, ἀλλὰ τὴν παρακειμένην τε καὶ τὴν πλησιάζουσαν τῇ γνώσει. διδάξει δ’ αὐτὸς διὰ τῶν ἐφεξῆς, ὅπως ἐξαπατᾶσθαι συμβαίνει τοῖς ἐνίοτε παραβάλλουσι τὸ ἐφεξῆς τὸ ὑγιὲς τῷ πεπονθότι.

371
Πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ ὑπ’ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων. ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθιστάναι, ἐς οἶά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται. προξυνιέναι δὲ δεῖ οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρὴ, ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη, πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου ὀστέου ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.

Μίαν μὲν τήνδε παρασύνεσιν, ὧς αὐτὸς ὠνόμασεν, ἐδίδαξεν ἐν τῷ νῦν λόγῳ περὶ τὰ σχήματα γιγνομένην, ἐνίοτε γὰρ οὐ δύνανταί τινα σχήματα περιτιθέναι τοῖς πεπονθόσι κώλοις. οἱ κάμνοντες δὲ οὐ δι’ ἔκπτωσιν ἄρθρου τοῦτο πάσχουσι, ἀλλὰ δι’ ὀδύνην ἢ σύστασιν μυός. ἐφεξῆς δὲ ἑτέραν ἄγνοιαν διδάσκει.

372
Παραξύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστι.

Τὸ κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεσθαι τὸ χωρίον, ἔχειν τινὰ διαμαρτίαν φησὶν, ἣν ὕστερον ἐρεῖν ἐπαγγέλλεται. γίγνεται γὰρ ἐνίοτε τοῦτο διασπασθείσης τῆς κλειδὸς ἀπὸ τῆς ὠμοπλάτης.