In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ ἀποσημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ πύου ἢ τοῦ τόπου οὐκ ἀποσημαίνει.

Καὶ διττῶς γέγραπται ἡ κατὰ τὸν ἀφορισμὸν ἑρμηνεία καὶ διττῶς αὐτὴν ἐξηγοῦνται καὶ λόγον ἡ ἑκατέρα τῶν τε γραφῶν ἔχει καί τῶν ἐξηγήσεων. καὶ γὰρ καὶ διὰ τὴν τοῦ πύου παχύτητα καὶ διὰ τὴν τοῦ τόπου κατακρύπτεται πολλάκις ἡ διάγνωσις τοῦ περιεχομένου κατά τι χωρίον πύου. δεόντως οὖν τινὲς μὲν ἔγραψαν τούτοισι διὰ

66
παχύτητα τοῦ τόπου οὐκ ἀποσημαίνει, τινὲς δὲ τούτοισι διὰ παχύτητα τοῦ πύου.

Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι πονηρόν.

Ἐνδείκνυται γὰρ ἡ σκληρότης τηνικαῦτα φλεγμονὴν ἢ σκίῤῥον εἶναι κατὰ τὸ σπλάγχνον, ὡς ἄνευ γε ταύτης ἐγχωρεῖ μὲν καὶ δι’ ἔμφραξιν αὐτοῦ γεγονέναι τὸν ἴκτερον, ἐγχωρεῖ δὲ καὶ τῆς φύσεως κριτικῶς ἀπωσαμένης εἰς τὸ δέρμα τὸν ἐν ταῖς φλεψὶ πλεονάζοντα χυμόν.

Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν ἐπιγιγνομένης μακρῆς δυσεντερίης ἢ ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη καὶ ἀπόλλυνται.
67

Ἐχρῆν τούτου προτετάχθαι τὸν ἀφορισμὸν ἐκεῖνον, καθ’ ὅν φησι· τοῖς σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν. ἀλλ’ οὗτος μὲν ἐν τοῖς ἑξῆς ἐστὶ μετὰ τέσσαρας ἄλλους μέσους, ἡμῖν δ’ ἀναγκαῖον αὐτοῦ ἤδη μνημονεῦσαι. ὅσοι γὰρ σπληνώδεις εἰσὶ, τουτέστι ὅσοι σπλῆνα χρονίως ἐσκληρυσμένον ἔχουσι, τούτοις ἐπιγινομένη δυσεντερία λύει τὴν διάθεσιν. ὅσον γε κατὰ τὸν λόγον τῆς μεταστάσεώς τε καὶ κενώσεως τῶν ἐμπεπλασμένων τῷ σπληνὶ παχέων τε καὶ μελαγχολικῶν χυμῶν ἀποτελεσθῇ. ἀλλ’ ἐπεὶ πολλάκις ὑπὲρ τὸ σύμμετρον αἱ τοιαῦται κενώσεις ἐκτεινόμεναι βλαβεραὶ τοῖς κάμνουσι γίνονται, δεόντως ὁ Ἱπποκράτης ἐδήλωσεν ἐς ὅ τι τελευτᾷν πέφυκεν ἄμετρος δυσεντερία, τοιαύταις ἐπιγινομένη διαθέσεσι· κακωθέντων γάρ τοι τῶν ἐντέρων ὑπὸ τῆς διόδου τῶν μοχθηρῶν χυμῶν, ἥ τε δύναμις αὐτῶν κάμνει καὶ ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀπόλλυται. διὰ τοῦτο οὖν ἡ λειεντερία καὶ ὁ ὕδερος ἐπιγίνονται. λειεντερία μὲν ἐπὶ τῇ τῶν ἐντέρων κακώσει μόνῃ· ὁ δ’ ὕδερος κατὰ συμπάθειάν τε ἥπατος καὶ σπληνὸς καὶ πάντως τοῦ γένους τῶν φλεβῶν.

68
Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεὸς ἐπιγίγνεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται οἱ τοιοῦτοι, ἢν μὴ πυρετοῦ ἐπιγινομένου ἅλις τὸ οὖρον ῥυῇ.

Κατὰ τὸν εἰλεὸν οὐδὲν μὲν διεξέρχεται κάτω, οὐδ’ ἂν δριμυτέρῳ κλύσματι χρήσηταί τις, ἔμετος δὲ κόπρου ἐπιγίνεται τοῖς ὀλεθρίοις αὐτῶν εἰλεοῖς. ὅτι μὲν οὖν ἀποκεκλεισμένης τῆς κάτω διεξόδου γίνεται τὸ πάθος, ὅτι τε περὶ τὰ λεπτὰ τῶν ἐντέρων, οὐ τὰ παχέα, σχεδὸν ἅπασιν ὡμολόγηται. καὶ μὲν δὴ καὶ ὅτι διὰ φλεγμονὴν ἔμφραξις ἤτοι κόπρου σκληρᾶς ἢ γλίσχρων ὑγρῶν καὶ παχέων γίνεται λέλεκται πολλοῖς. ἐμοὶ δὲ δοκεῖ καὶ φλεγμονὴν ἢ σκίῤῥον ἢ ἀπόστημα δύνασθαι τὴν στενοχωρίαν ἐργάζεσθαι τοιαύτην, ὥστε μηδὲν κάτω διεξέρχεσθαι δύνασθαι. τὸ δ’ ὑφ’ ὑγρῶν παχέων ἢ γλίσχρων οὐ πάνυ τι δοκεῖ πιθανὸν εἶναι. τίθει δ’, εἰ βούλει, καὶ τοῦτο καὶ εἴ τι πρὸς τούτῳ λέγοιεν ἕτερον, ἀλλ’ ἐκεῖνό γε τὸ σχεδὸν ἅπασι δόξαν, ὅσοι τοὺς ἀφορισμοὺς

69
ἐξηγήσαντο, πάνυ μοι δοκεῖ τῶν ἀπιθάνων εἶναι. λέγουσι γὰρ ὅτι τῆς κύστεως φλεγμαινούσης στενοχωρίαν ἔν τισι τῶν ἐντέρων ἐκ τῆς παραθλίψεως γινομένην ἐπιφέρειν τὸ πάθος τὸν εἰλεόν. ἐγὼ δὲ πλείστους μοι δοκῶ καθ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἑωρακέναι, τοὺς μὲν κινδυνεύσαντας μόνον, οὐκ ὀλίγους δὲ καὶ ἀποθανόντας ἐξ ἐπισχέσεως οὔρων, ἐναργῶς ἅπασι φαινομένης τηνικαῦτα κατὰ περιγραφὴν ἰδίαν μεγίστης τῆς κύστεως, ὡς διατετάσθαι μὲν ἐσχάτως, ὀδυνᾶσθαι δὲ ὡς εἰκὸς ἐπὶ τῇ διατάσει, καὶ τούτων οὐδεὶς εἰλεώδης ἐγένετο. πῶς ἂν οὖν τίς ποτε πεισθῇ διὰ φλεγμονὴν κύστεως ἐντέρου στενοχωρουμένου γίνεσθαί ποτε τὸν εἰλεὸν οὐ μᾶλλον ἢ κατὰ τὸν ὄγκον τῆς μήτρας τὸν ἐν τῇ κυήσει· καίτοι μέχρι τῶν ὑποχονδρίων ὁ κατ’ ἐκείνην ὄγκος ἀνατείνεται καὶ μᾶλλον θλίβειν τε καὶ στενοχωρεῖν δύναται τὰ λεπτὰ τῶν ἐντέρων. ἡ δὲ κύστις εἰς ὄγκον ἀρθεῖσα θλίβειν μόνον οἵα τ’ ἐστὶ τὸ ἀπευθυσμένον. ἀτοπώτερον δ’ ἔνιοι λέγουσι τὸ διὰ τὸν ἐπιγινόμενον πυρετὸν ὠφελεῖσθαι τὸν εἰλεόν. ὁ μὲν γὰρ
70
πυρετὸς ἐπί τινι φλεγμονὴ τῆς κύστεως εἰκότως ἂν γένοιτο καὶ ὅσῳ ἂν μείζων ᾖ καὶ χαλεπώτερον, τοσοῦτον εἰκὸς κἀκεῖ ἂν αὐξάνεσθαι σύμπτωμα ὑπάρχοντα τῆς φλεγμονῆς. ὁ δ’ εἰλεὸς, ὡς αὐτοὶ λέγουσιν, ἐπὶ τῇ φλεγμονῇ συνέστηκε καὶ μόνην ἐλπίδα λύσεως ἔχει τὴν παῦλαν τῆς φλεγμονῆς, ᾗ καὶ τὸν πυρετὸν ἀναγκαῖόν ἐστι συμπραΰνεσθαι. σημεῖον οὖν ἀγαθὸν ἔστω τῆς λύσεως ἐπὶ τῶν κατὰ τὸν εἰλεὸν παθημάτων πραϋνόμενος ὁ πυρετὸς ἢ λυόμενος, οὔτε δὲ ἐστι σημεῖον ἢ αἴτιον ἀγαθὸν ἐπιγιγνόμενος ἢ αὐξανόμενος. ἴσμεν γὰρ ἐκεῖνα μόνα τῶν νοσημάτων ὀνινάμενα πρὸς τῶν πυρετῶν, ὅσα κατὰ ψύξιν σύνεστι ποτὲ μὲν αὐτὴν μόνην, ἐνίοτε δὲ ἅμα χυμοῖς ὠμοῖς καὶ φλεγματώδεσιν ἢ φυσώδει πνεύματι βέλτιον οὖν ἀγνοεῖν ὁμολογεῖν, ὅπως εἴρηται τὰ κατὰ τὸν ἀφορισμὸν τοῦτον ὑφ’ Ἱπποκράτους. οὔτε γὰρ ὁ λόγος ἐνδείκνυται τὴν ἀλήθειαν αὐτῶν οὔθ’ ἡ πεῖρα διδάσκει, τρίτον δ’ οὐδὲν ἔχομεν ἄλλο πρὸς πίστιν, εἴ γε μὴ ὦπταί ποτε τοιοῦτος ἄῤῥωστος οὔθ’ ὑφ’ Ἱπποκράτους οὔθ’ ὑφ’
71
ἄλλου τινός· οὔτε γὰρ εἰ γνήσιός ἐστιν ὁ ἀφορισμὸς εἰπεῖν ἔχω. πλῆθος οὖν ὠμῶν καὶ παχέων χυμῶν ἅμα ψύξει σφοδρᾷ βέλτιόν ἐστιν ὑποτίθεσθαι τῶν εἰρημένων συμπτωμάτων αἴτιον· οὕτως γὰρ ἂν μόνος ὅ τε πυρετὸς ἴαμα γένοιτο τῆς διαθέσεως ἥ τε τῶν εἰργομένων οὔρων κένωσις. οὕτως γὰρ εἴωθε παχέα καὶ πολλὰ καὶ ἀθρόα κενοῦσθαι πεττομένων αὐτῶν.

Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται ἢ μακρότερον χρόνον ἴσχουσιν ἀνάγκη ὀστέον ἀφίστασθαι καὶ τὰς οὐλὰς κοίλας γίγνεσθαι.

Ὁκόσα χρονίζει τῶν ἑλκῶν, ἤτοι μηδ’ ὅλως οὐλῆς αὐτοῖς ἐπιγιγνομένης ἢ κἂν ἐπιγένηται, πάλιν ἀναλυομένης, οὐδὲν ἁμαρτανόντων δηλονότι κατὰ τὴν θεραπείαν τῶν ἰατρῶν, ἀναγκαῖόν ἐστιν ἤτοι δι’ ἐπιῤῥοήν τινα μοχθηρῶν ὑγρῶν ἢ τὴν ἐν αὐτῷ τῷ μορίῳ διάθεσιν ἐν χρόνῳ κατασκευασθεῖσαν

72
ἐκ τῶν ἐπιῤῥεόντων ὑγρῶν ἢ διά τι πάθος ὀστοῦ φθειρομένου κατὰ τὸ χωρίον ἐκεῖνο γίνεσθαι δυσίατα. τὰ μὲν ἄλλα τῶν ἑλκῶν ἀεὶ μείζω καὶ χείρω γίνεται, καὶ σύμπαντα ταῦτα φαγεδαίνας ἐκάλουν οἱ παλαιοί. διορίζεσθαι δ’ ὕστερον ἐπεχείρησαν ἔνιοι προσηγορίαις ἕκαστον ἰδίαις, ἔνια μὲν αὐτῶν χειρώνεια καλοῦντες, ἔνια δὲ τηλέφεια, φαγεδαίνας δ’ ἄλλα, καί τινες ἔτι ἄλλας περιεργοτέρας ἐπιφέροντες προσηγορίας. ἀλλ’ ἡμῖν ἀρκέσει τῶν μὲν ἐπιλαμβανομένων τι τοῦ πέριξ χωρίου τὰ μὲν ἕρπητας ὀνομάζειν, ὅταν ἐπιπολῆς ᾖ καὶ κατ’ αὐτὸ τὸ δέρμα, τὰ δὲ φαγεδαίνας, ὅσα καὶ τὴν ὑποκειμένην διαφθείρει σάρκα. τὸ γὰρ σηπεδονῶδες ὑπό τινων ὀνομαζόμενον ἕλκος οὐχ ἕλκους ἐστὶ διαφορά τις ἴδιος, ἀλλ’ ἐπιπλεγμένον πάθος ἐξ ἕλκους τε καὶ σηπεδόνος. ἴσμεν δ’ ὅτι καὶ χωρὶς ἕλκους αὐτὴ καθ’ ἑαυτὴν ἡ σηπεδὼν ἐν πολλοῖς τῶν μορίων συνίσταται. καλεῖται δέ τι καὶ ἄνθραξ ἕλκος ἐσχαρῶδες, ἅμα πολλῇ τῇ τῶν πέριξ σωμάτων φλογώσει. ταυτὶ μὲν οὖν ἰδίαν ἔσχηκε προσηγορίαν, ὅ τε ἄνθραξ καὶ ἡ φαγέδαινα
73
καὶ ὁ ἕρπης. ὅσα δ’ ἕλκη γίνεται χωρὶς τῶν εἰρημένων συμπτωμάτων, αὐτὰ καθ’ ἑαυτὰ προσαγορεύειν ἔθος ἐστὶ τοῖς παλαιοῖς, αὐτὸ τοῦτο μόνον ἕλκη περὶ ὧν καὶ νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει διδάσκοντι ὡς ὅσα τοιαῦτα τῶν ἑλκῶν ἐστὶν, εἰς χρόνον ἐκπίπτει πλείονα. φαίνεται δὲ καὶ ἡ πεῖρα τῷ λόγῳ μαρτυροῦσα καὶ πολλάκις γε πολλὰ τῶν τοιούτων ἑλκῶν συνουλωθέντα. μετὰ χρόνον οὐ πολὺν ἀναφλεγμαίνειν τε καὶ αὖθις ἀναῤῥήγνυσθαι λυομένης αὐτῶν τῆς οὐλῆς. γίνεται δὲ τοῦτο διὰ τοιάνδε τινὰ αἰτίαν, ὅταν ἐκ τῶν προσφερομένων φαρμάκων ἡ κατὰ τοῦ πεπονθότος ὀστοῦ σὰρξ ἐπικειμένη ξηρανθεῖσα συνουλωθῇ, παραχρῆμα μὲν ταχέως ὑγιάζεσθαι δοκεῖ, κατὰ βραχὺ δὲ πάλιν, ἰχῶρός τινος ἐπιῤῥέοντος ἐκ τοῦ φθειρομένου κατὰ τὸ βάθος ὀστοῦ, φλεγμονή τέ τις αὖθις ἐπιγίνεται καὶ πύου γένεσις ἕπεται, διαβιβρώσκοντος μὲν τὴν ὅλην ἐπιφάνειαν, δάκνοντος δὲ τὴν σάρκα. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἴασίς ἐστιν; οὐκ ἄλλη τις, ἀλλ’ ἣν αὐτὸς μὲν εἶπεν ἐν τῷ
74
περὶ ἑλκῶν βιβλίῳ, ἡμεῖς δ’ ἀπεδείξαμεν ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ξηραίνεσθαι μὲν γὰρ ἕλκη πάντα δεῖται, μάλιστα δ’ ἐφ’ ὧν ὀστοῦν πέπονθεν. ὅρος δέ ἐστι τῆς ξηρότητος ἀποστῆναι τὸ πεπονθὸς αὐτοῦ μέρος. εἰκότως δὲ καὶ τὰς οὐλὰς εἰς τοσοῦτον συμβαίνει γίνεσθαι κοίλας, εἰς ὅσον ἂν ἥκῃ πάχους τὸ ἀποστάν.

Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης ἀπόλλυνται.

Ὑβοὺς καὶ κυφοὺς εἴωθεν ὀνομάζειν Ἱπποκράτης οὓς ἅπαντες οἱ νῦν ἄνθρωποι προσαγορεύουσι κυρτούς. καὶ γὰρ καὶ ὄντως ἡ ῥάχις αὐτοῖς εἰς τοὐπίσω γίνεται κυρτή τῷ μὲν οὖν κυρτῷ τὸ κοῖλον ἀντικειμένως λέγεται, τῷ ὑβῷ τε καὶ κυφῷ τὸ λορδόν. ἀλλὰ ταῦτα μὲν ἐπὶ μόνης τῆς ῥάχεως, ἐκεῖνα δ’ ἐπὶ πάντων λέγουσιν οἱ Ἕλληνες. ὅπως δ’ ἡ κύφωσις γίνεται διῆλθεν αὐτὸς ἐν τῷ

75
περὶ ἄρθρων βιβλίῳ, καθάπερ καὶ περὶ λορδώσεώς τε καὶ σκολιώσεως καὶ σείσεως. ἴδια γὰρ ἐξαίρετα ῥάχεως πάθη ταῦτα καὶ χρὴ τὸν βουλόμενον ἐπιστήμονα γενέσθαι τῶν παθῶν τῶνδε τοῖς ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένοις ἐπὶ πλέον ὁμιλῆσαι. νῦν δ’ ἡμεῖς ἐροῦμεν ὅσα χρήσιμά εἰσιν εἰς τὸν προκείμενον ἀφορισμόν. ὑβοῦται ῥάχις ἔστιν ὅτε μὲν καὶ διά τινα πληγὴν ἢ κατάπτωσιν, ὑβοῦται δὲ καὶ διά τινα φύματα σκληρὰ συστάντα κατὰ τὴν πρόσω χώραν, ὑφ’ ὧν φυμάτων, ὅταν μὲν εἷς σπόνδυλος ἐλχθῇ πρόσω, λορδοῦται κατ’ αὐτὸν ἡ ῥάχις, οὕτω δὲ κᾀν πλείους ὦσιν ἐφεξῆς ἀλλήλων. ὅταν δὲ μὴ συνεχεῖς ὦσιν ἀλλήλων οἱ τεινόμενοι σπόνδυλοι, κύφωσις γίνεται τοσοῦτον χωρούντων ὀπίσω τῶν μελῶν, ὅσον εἴσω κατεκάμφθησαν οἱ ταθέντες. ὁρᾶται γοῦν ἐπὶ πάντων τοῦτο τῶν σκληρῶν μετρίως γινόμενον, οἷον καλάμων καὶ λύγων καὶ ῥάβδων, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ λέγεται περὶ αὐτῶν ἐπὶ πλέον ἐν ταῖς ἐξηγήσεσι ταῖς εἰς τὸ περὶ τῶν ἄρθρων βιβλίον. ἀλλὰ
76
νῦν γε τοὺς πρὸ τῆς ἥβης ὑβωθέντας ἐπ’ ἄσθματι καὶ βηχὶ διαφθείρεσθαί φησι ταχέως. οὐ γὰρ ἐθέλει τούτοις ὁ θώραξ, ὡς αὐτὸς ἔφη, ἐφεξῆς συναύξεσθαι καὶ διὰ τοῦτο στενοχωρία πολλὴ γίνεται τοῖς ἀναπνευστικοῖς ὀργάνοις. ἅπασι μὲν κοινὸν τοῖς αὐτομάτως ὑβωθεῖσι, τουτέστιν οἷς ἄνευ πληγῆς ἢ καταπτώσεως ἔπαθεν ἡ ῥάχις, ἐπὶ φύμασι σκληροῖς ἢ δυσσέπτοις γίνεσθαι τοιούτοις. διαφορᾶς δ’ οὔσης πολλῆς ἐν τοῖς φύμασι κατά τε τὸν ὄγκον καὶ τὴν σκληρότητα καὶ τὸ χωρίον ἐν ᾧ συνέστη, τὰ μὲν ἐπὶ σκληροῖς τε ἅμα καὶ μεγάλοις συστάντα δυσπνουστέρους αὐτίκα τοὺς ἀνθρώπους ἐργάζεται, τὰ δὲ μεθιέντα τι τῆς ἐν αὐτοῖς ὑγρότητος εἰς τὰς τραχείας ἀρτηρίας βηχώδεις ἀποτελοῦσι τοὺς ἀνθρώπους. ἀλλὰ ταῦτα μὲν ὅσα μεθίησιν ὑγρότητος ἀκριβῶς ἐστὶ σκληρὰ καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐκπυῆσαί ποτε καὶ διαφθεῖραι τὸν ἄνθρωπον· ὅσα δ’ οὐ μεθίησιν, ὑπὸ παχέων γίνεται χυμῶν καὶ διὰ τοῦτό ἐστιν ἄπεπτά τε καὶ σκληρὰ καὶ πολλῷ χρόνῳ μένοντα χωρὶς τοῦ διαπυΐσκειν ἐπιτρέπει ζῆς τὸν ἄνθρωπον. ὅσα δ’, ὡς ἔφην
77
ἅμα βηχὶ τὴν γένεσιν ἔσχεν, ἐπείγεται πρὸς τὴν διαπύησιν καὶ διὰ τοῦτό ἐστιν ὀλέθρια. οὕτω δὲ καὶ ὅσα μετὰ δυσπνοίας ἐγένετο θανατώδη τοῖς ἔτ’ αὐξανομένοις· ἤτοι γὰρ μεγάλα ταῦτ’ ἔστιν ἢ ἐν ἐπικαίρῳ χωρίῳ τοῦ θώρακος. ὅταν οὖν ὁ μὲν πνεύμων ἅμα τῇ καρδίᾳ τοῖς τοιούτοις αὐξάνηται, σμικρύνηται δ’ ἡ περιέχουσα χώρα, μήτ’ αὐξανομένων τῶν πλευρῶν, ἔν τε τῷ κάμπτεσθαι διὰ τὴν ὕβωσιν ὅλον τὸν θώρακα στενότερον ἐργαζομένων, ἀναγκαῖόν ἐστιν ἐν τάχει τοιαύτην αὐτοῖς γίνεσθαι τὴν δυσπνοίαν ὡς διαφθεῖραι τὸν ἄνθρωπον. ὅπου γὰρ οὐδέπω τῆς κυφώσεως ἐπιγιγνομένης ἐπὶ μόνοις τοῖς παρὰ φύσιν ὄγκοις ἐδύσπνουν, τί χρὴ προσδοκῆσαι τῶν μὲν φυμάτων αὐξηθέντων τῷ χρόνῳ, στενωθέντος δὲ τοῦ θώρακος; ὅτι μέντοι πολλῶν οὐσῶν δυσπνοιῶν ἆσθμα προσαγορεύειν Ἱπποκράτης εἴωθεν ἐκείνην μόνην ἐν ᾗ συμβαίνει πυκνοῦσθαι τὴν ἀναπνοὴν ἱκανῶς εὔδηλον παντί. καλοῦσι γοῦν οὕτω καὶ νῦν οἱ ἄνθρωποι τὸ ἄσθμαίνειν ἐν δρόμοις τε καὶ γυμνασίοις
78
συντόνοις γιγνόμενον. οἱ δὲ μεθ’ Ἱπποκράτους καὶ πάθος τι χρόνιον ἔνιοι μὲν ἁπλῶς ἆσθμα προσαγορεύουσιν, ἔνιοι δὲ καὶ ὀρθόπνοιαν, ὅταν ἄνευ πυρετοῦ διὰ παντὸς οὕτω δυσπνέωσιν οἱ κάμνοντες.

Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη συμφέρει τουτέους τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν χρή.

Πρόδηλον ὅτι περὶ τῶν ὑγιαινόντων μὲν ἔτι, νοσησόντων δὲ εἰ μὴ κενωθεῖεν, ὁ λόγος αὐτῷ νῦν ἔστι. τούτους γὰρ φθάνειν χρὴ κενοῦν ἦρος εἰσβάλλοντος ἤτοι διὰ φλεβοτομίας, εἰ πληθωρικοῖς ἁλίσκονται νοσήμασιν, ἢ διὰ καθάρσεως, εἰ τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν οὕτως ἀνόσους πολλοὺς φυλάττομεν ἐτῶν ἤδη πολλῶν ἔμπροσθεν καθ’ ἕκαστον ἐνιαυτὸν ἀεὶ νοσοῦντας, ἀλλὰ καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην ἔτι καὶ μήπω περὶ τοῖς ἀρθροῖς εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη

79
πολλῶν ἐκωλύσαμεν γενέσθαι. κατά τε τὸν αὐτὸν τρόπον αἵματος πτύσιν ἐπιληψίαν, μελαγχολίαν, ἀποπληξίαν καὶ ἄλλα τὰ τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν. ἡ μὲν οὖν φλεβοτομία κοινὸν βοήθημά ἐστι τῶν πληθωρικῶν νοσημάτων, ἡ κάθαρσις δὲ, οὑτωσὶ μὲν ἀκοῦσαι, κατὰ γένος ἕν τι βοήθημά ἐστιν, οὐ μὴν κατ’ εἶδός γε ἀκοῦσαι. ἐνίοις μὲν γὰρ συμφέρει τοὺς φλεγματώδεις κενοῦσθαι χυμοὺς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικοὺς, ἐνίοις δὲ ὀῤῥῶδες περίττωμα κατά γε τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεται παθῶν οὐσίαν. οἷον αὐτίκα τις μελαγχολίᾳ ἁλίσκεται καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ θαῦμά ἐστιν ἰδεῖν ὅπως ἤδη καὶ αὐτὸς ἀρχομένου τοῦ πάθους διαγινώσκει τε τὴν πρώτην γένεσιν εὐθὺς καὶ καλέσας με κενοῦταί τε τὰ μέλαινα καὶ παραχρῆμα παύεται τῆς μελαγχολίας. καὶ συμβαίνει γε τούτῳ διὰ τῆς καθάρσεως ἄμφω ταῦτα χρηστὰ, τό τε καθαίρεσθαι τὰ περιττὰ καὶ τὸ τῇ δριμύτητι τῶν ἐκκρινομένων ἀναστομωθεῖσαν ἐπὶ βραχὺ
80
τὴν αἱμοῤῥοΐδα συνεκκρίνειν τε καὶ αὐτὴν αἵματος μοχθηροῦ. συνήθους γὰρ οὔσης αὐτῷ τῆς τοιαύτης ἐκκρίσεως, εἶτ’ ἐπισχεθείσης ἡ μελαγχολία συνέστηκε. καθαίρω τοιγαροῦν αὐτὸν, οὐκ ἦρος μόνον, ἀλλὰ φθινοπώρου καὶ, ὡς εἰ καταφρονήσας ἐνίοτε ἐνταῦθα μὴ φθάσειε καθαρθῆναι, τῶν τοῦ πάθους αἰσθάνεται συμπτωμάτων. οὕτω δὲ καὶ γυναῖκά τινα καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶν, καρκινώδη ποτὲ ὄγκον ἐν μαστῷ ἔχουσαν ἰασάμην, ἰσχυρῶς κενώσας, πολλάκις διὰ φαρμάκου καθαίροντος μέλανα καὶ εἰ παραλειφθείῃ ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται καὶ οὕτως αὕτη μετακαλουμένη με παραχρῆμα κελεύει καθαίρειν. ἐλέφαντα δὲ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διὰ φλεβοτομίας καὶ καθάρσεως ἰασάμην. ἑκάστου δὲ ἔτους ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις, ἐλλειφθείσης δ’ αὐτῆς αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελαγχολικῶν χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀσθματικὰ καὶ ἀποπληκτικὰ τῶν
81
φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν. ἄλλος δέ τις ὥρᾳ θέρους ἀεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξεν, ὠχρὰν χολὴν ὑφ’ ἡμῶν φθάνων καθαίρεσθαι κατὰ τὴν τοῦ ἦρος τελευτήν. οὕτω γὰρ καὶ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦσθαι, ὡς τοὺς ἐπιληπτικούς τε καὶ ἀποπληκτικοὺς καὶ ἀρθριτικούς τε καὶ μελαγχολικοὺς, ὅσοι τε ἄλλοι διὰ πάχος χυμῶν νοσοῦσιν, εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι, περὶ ὧν ἁπάντων ἰδίᾳ μοι γέγραπται κατὰ τὴν πραγματείαν ἐκείνην, ἐν ᾗ γέγραπται περὶ τῶν δεομένων ἦρος ὥρᾳ κενοῦσθαι. μόριον δέ ἐστιν αὕτη τῆς ὅλης ὑγιεινῆς πραγματείας.

Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν.

Ὀλίγον ἔμπροσθεν ἐξηγησάμην τὸν ἀφορισμὸν τοῦτον, ἡνίκα τὸν λόγον ἐποιούμην ὑπὲρ τοῦ γεγραμμένου τόνδε τὸν τρόπον·

82
ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν ἐπιγιγνομένης μακρῆς τῆς δυσεντερίης ὕδροψ ἐπιγίνεται ἢ λειεντερίη καὶ ἀπόλλυνται. οὔκουν ἔτι δεήσει τῷδε τῷ νῦν προχειρισθέντι νεωτέρας ἐξηγήσεως.

Ὁκόσα ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίστανται.

Αἱ κατὰ τοὺς ποδαγρικοὺς φλεγμοναὶ ῥεύματος εἰς τὰ τῶν ποδῶν ἄρθρα κατασκήπτοντος γίνονται. δέχονται δὲ τὸ ῥεῦμα τοῦτο πρῶτον μὲν αἱ χῶραι τῶν διατρώσεων, ἔπειτα δὲ τὰ πέριξ πάντα μέχρι καὶ τοῦ δέρματος. οὕτω δὲ πληροῦσθαί φαμεν τὰς διαρθρώσεις, εὔδηλον ὅτι τοὺς περικειμένους αὐταῖς ἔξωθεν κύκλῳ συνδέσμους ἀναγκαῖόν ἐστι τείνεσθαι. τὰ μέντοι νεῦρα καὶ τοὺς τένοντας οὐκ εἰκὸς φλεγμαίνειν αὐτοῖς, ἀλλὰ μόνον τῷ συνεκτείνεσθαι ταῖς συναρθρώσεσιν ὀδυνᾶσθαι. δῆλον δὲ ἐκ τοῦ μηδέποτε

83
ὁρᾶσθαι σπασθέντα ποδαγρὸν, ὅπερ εἴωθεν ἕπεσθαι συνεχέστατα νεύρων τε καὶ τενόντων φλεγμοναῖς. ἄλλως τε τῆς ἰάσεως αὐτοῖς σκοπὸς κοινός ἐστι πρὸς τὰ φλεγμήναντα πάντα. διαφορηθῆναι γὰρ χρὴ τὸ ῥυὲν εἰς τοὺς πόδας, εἰ μὲν λεπτὸν εἴη κατὰ τὴν σύστασιν ἐλάττονι χρόνῳ, παχὺ δ’ ὑπάρχον ἢ γλίσχρον πλείονι, καὶ πολὺ ἔτι μᾶλλον, εἰ γλίσχρον ἅμα τε εἴη καὶ παχὺ, δεήσεται χρόνου μακροτέρου. ποῤῥωτέρω μέντοι τῶν μ΄ ἡμερῶν οὐκ ἂν ἐκταθείη τῆς φλεγμονῆς ἡ θεραπεία, τοῦ τ’ ἰατροῦ δηλονότι πράττοντος ὀρθῶς ἅπαντα καὶ κάμνοντος εὐπαθοῦς ὑπάρχοντος. ἡ δ’ ἐν τοῖς σαρκώδεσι μορίοις φλεγμονὴ τῷ τῶν ὀξέων ὑποπέπτωκεν ὅρῳ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, ἐπειδὴ μανωτέρα τέ ἐστι καὶ μαλακωτέρα τῆς τῶν συνδεσμῶν καὶ νεύρων φύσεως ἡ τῆς σαρκὸς οὐσία. διὰ τοῦτο δὲ καὶ φλεγμαίνειν ἄρχεται βραδύτερον ἥ τε τῶν τενόντων καὶ συνδέσμων καὶ νεύρων φύσις, ὅταν τρωθῇ, καὶ πρὸς τὴν ἀκμὴν τῆς φλεγμονῆς ἀφικνεῖται χρόνῳ πλείονι καὶ θεραπεύεται βραδύτερον. ᾧ γὰρ λόγῳ μόγις εἰς ἑαυτὰ παραδέχεταί τι
84
τῆς ἔξωθεν ὑγρότητος, ὄντα πυκνὰ καὶ σκληρὰ τὰ τοιαῦτα μόρια, τῷ τοιούτῳ λόγῳ καὶ μεθίησι μόγις. διὰ τοῦτο οὖν καὶ ταῖς ποδαγρικαῖς φλεγμοναῖς ὁ Ἱπποκράτης ὅρον ἔθετο λύσεως παντελοῦς οὐ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν, ἀλλὰ τὴν τεσσαρακοστήν. ἐπειδὴ τά τε ἐν ταῖς διαρθρώσεσιν ὑγρὰ διὰ τῶν περιεχόντων αὐτὰ συνδέσμων ἀτμοειδῶς ἐκκενωθῆναι χρὴ καὶ τοὺς συνδέσμους κατὰ τὰ ἐμπεσόντα αὐτοῖς. μέμνηται δὲ κἀν τῷ προγνωστικῷ τῆς τεσσαρακοστῆς ἡμέρας, ὡς ἂν αὐτῇ κρινομένων ὅσα μήτ’ ἀκριβῶς ἐστιν ἤδη χρόνια καὶ τὸν τῶν ὀξέων ὑπερεκπέπτωκεν ὅρον. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ.

Ὁκόσοισιν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.
85

Εἰκότως πυρέττουσιν ἐγκεφάλου διακοπέντος, τῷ κοινῷ λόγῳ, καθ’ ὃν ἅπαντος μορίου κυρίου φλεγμήναντος ἕπεται πυρετός. ὁ δὲ τῆς χολῆς ἔμετος γίνεται διὰ τὴν πρὸς τὸν ἐγκέφαλον κοινωνίαν συμπασχούσης τῆς γαστρὸς καὶ μάλιστα τοῦ στόματος αὐτῆς, εἰς ὃ καταπέφυκεν ἐξ ἐγκεφάλου συζυγία τις ἀξιολόγων νεύρων. εἴωθε μὲν οὖν καὶ ἄλλως ἐπί γε μεγάλοις ἀλγήμασι καὶ λύπαις ἰσχυραῖς συῤῥεῖν εἰς τὴν γαστέρα χολῶδες περίττωμα, πολὺ δ’ ἔτι μᾶλλον ὅταν ἀῤῥωστήσῃ. φέρεται γὰρ εἰς τὰ τοιαῦτα τῶν γειτνιώντων αὐτοῖς μορίων τὰ περιττώματα καὶ μάλισθ’ ὅσα λεπτὰ ταῖς συστάσεσίν ἐστιν, οἷονπερ αὐτὸ τὸ χολῶδες ὑπάρχον ὑγρὸν καὶ σὺν αὐτῷ πᾶν ὅσον ὀῤῥῶδες ὑγρὸν, ὃ δὴ καὶ μίγνυται πολλάκις ἐμούντων τῇ χολῇ καὶ πάνυ σπάνιόν ἐστιν, ἀκριβῆ χολὴν ἄνευ περιττώματος ὀῤῥώδους ἐμουμένην θεάσασθαι. φαίνεται δὲ καὶ ἐν τοῖς ὑγιαίνουσιν, ὅταν ἐπὶ πλέον ἀσιτήσωσι καὶ μάλισθ’ ὅσοι χολωδέστεροι τοὺς τοιούτους χυμοὺς ἡ γαστὴρ δεχομένη. δηλοῦσι δὲ τοῦτο αἵ τε δήξεις αὐτοῖς καὶ οἱ ἔμετοι. οὐ μόνον δὲ ἐγκεφάλου

86
τρωθέντος ἐμοῦσι χολὴν, ἀλλὰ καὶ τῆς περικειμένης αὐτῷ σκληρᾶς μήνιγγος, ἥτις κατὰ πολλὰ μέρη συμφυὴς ὑπάρχουσα τῷ ἐγκεφάλῳ τάχιστα μεταδίδωσιν αὐτῷ τῶν ἑαυτῆς παθημάτων. οἱ δ’ Ἐρασιστράτιοι τὰς μήνιγγας τῶν νεύρων ἀρχὰς τιθέμενοι, διὰ μὲν τὴν ἑαυτῆς φύσιν ἐροῦσι τὴν παχεῖαν μήνιγγα ταῦτα ἐπιφέρειν τὰ συμπτώματα μόνην τρωθεῖσαν. εἰ δὲ καὶ πρὸς τὸν ἐγκέφαλόν ποτε ἡ τρῶσις ἐξίκοιτο, τῷ φθάνειν ἀμφοτέρας προτιτρώσκεσθαι τὰς μήνιγγας, οὕτω φήσουσι τὴν τῶν εἰρημένων γένεσιν ἀκολουθεῖν παθημάτων. Ἐρασιστρατείους δ’ ἔφην ἐρεῖν ταῦτα καὶ οὐκ αὐτὸν Ἐρασίστρατον. ὅτι πρεσβύτης ὢν ἤδη καθ’ ὃν χρόνον αὐτοί φασι τὰ τῶν διαιρέσεων αὐτῷ γεγράφθαι βιβλία, τὸν ἐγκέφαλον ἀπεφήνατο τῶν νεύρων ἀρχὴν ὑπάρχειν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν.

87
Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαίφνης ὀδύναι γίνονται ἐν τῇ κεφαλῇ καὶ παραχρῆμα ἄφωνοι γίνονται καὶ ῥέγχουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.

Ἀφώνους εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν οὐχ οἷς ἡ φωνὴ μόνη βέβλαπται, κατ’ ἐξοχὴν δέ τινα τῇ ταύτης βλάβῃ συνεπινοεῖν ἡμᾶς ἐνδείκνυται πάσας τὰς κατὰ προαίρεσιν ἐνεργείας· ἐνίοτε μὲν οὖν ἐκείνων βεβλαμμένων οὐκ ἀπόλωλεν ἡ αἴσθησις. αὐτὸς γοῦν ἔφη τοὺς ἀφώνους αἰσθανομένους συμβαίνειν γίνεσθαι, πολλάκις δὲ ἄμφω πέπονθεν, ὅπερ ἀποπληξίαν ὀνομάζουσιν. ἔστι δὲ καὶ ταύτης αὐτῆς ἡ μὲν ἀσθενὴς, ἡ δὲ ἰσχυρά. καὶ διὰ τοῦτο εἶπε, λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηίδιον. ἔοικε δὲ νῦν τῆς ἰσχυρᾶς ἀποπληξίας γνώρισμα προστεθεικέναι τὸ ῥέγχειν, ὃ καὶ τοῖς βαθέως ὑπνοῦσι γίνεται κατὰ

88
τὴν τῆς διαθέσεως ὁμοιότητα, καθ’ ἕτερον μὲν τρόπον ἑκατέροις, ὅμως οὖν ἔχωσί τι κακὸν, ᾖ ἕπεται τὸ ῥέγχειν. ἔστι δὲ τὸ κοινὸν ἀμφοῖν ἡ ἀῤῥωστία τῆς τῶν νεύρων ἐνεργείας. καὶ λέλεκται περὶ τούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ. νυνὶ δ’ ὅσον εἰς τὸν ἀφορισμὸν ἀναγκαῖον εἰρήσεται· οἷς ἂν ὑγιαίνουσιν ἐξαίφνης ὀδύνη τις ἐν τῇ κεφαλῇ γένηται, μάλιστα εἰς πνεῦμα φυσῶδες ἀναφέρειν χρὴ τὴν αἰτίαν. ἤδη δὲ καὶ εἰς πλῆθος ὕλης ἀθρόως ἐπιῤῥεούσης, ἥντινα καὶ νῦν εἰς τὸν ἐγκέφαλον ἐνηνέχθαι δηλοῖ τὰ μετὰ τὴν ὀδύνην γινόμενα συμπτώματα, δι’ ὧν ὅτι φλεγματική τίς ἐστιν ἡ ὕλη συνεμφαίνεται. καὶ διὰ τοῦτο ὁ πυρετὸς ἐπιγινόμενος λύει τὴν διάθεσιν ὡς ἂν ἐκθερμαίνων τε καὶ λεπτύνων καὶ διαφορῶν τό τε φυσῶδες πνεῦμα καὶ τοὺς φλεγματικοὺς χυμούς. γίνεται δὲ τοῦτο ποτὲ μὲν τρισὶν ἢ τετράσιν ἡμέραις, ποτὲ δὲ καὶ πλείοσι, οὐ μὴν ἐξωτέρω γε τῶν ἑπτὰ, διότι κύριον
89
τὸ μέρος· οὐκ ἀνέχεται δὲ τὰ τοιαῦτα μόρια χρονίων τε ἅμα καὶ ἰσχυρῶν διαθέσεων, ὡς ἐπιδέδεικται πολλάκις.

Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται ξυμβαλλομένων τῶν βλεφάρων τοῦ λευκοῦ, μὴ ἐκ διαῤῥοίης ἐόν τε ἢ ἐκ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.

Ἤτοι διὰ ξηρότητα τῶν βλεφάρων ἢ διὰ τῆς κενούσης αὐτὰ δυνάμεως ἀσθένειαν ὑποφαίνεταί τι τοῦ λευκοῦ, μὴ δυναμένων ἀκριβῶς κλείεσθαι τῶν ὀφθαλμῶν. διὰ τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὰς διαῤῥοίας τῆς φαρμακοποσίας, ὅπερ ἐστὶ κατὰ τὰς καθαιρόντων φαρμάκων πόσεις, ὑποφαίνεταί τι τοῦ λευκοῦ τῶν ὀφθαλμῶν, ὅταν ὑπνοῦντες τύχωσι. ξηραίνεται γὰρ ἅπαν τὸ σῶμα καὶ ἡ δύναμις ἀσθενὴς γίνεται κατὰ τὰς τοιαύτας κενώσεις. ἐπισυμβαίνει δὲ

90
πλεῖον ἐν τοῖς βλεφάροις ἡ ξηρότης, ὅτι φύσει ξηρά. καθάπερ οὖν αἱ βύρσαι ξηρανθεῖσαι δυσεπέκταντοι γίνονται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ τοιαῦτα μόρια. καὶ μὲν δὴ καὶ ὅτι καμνούσης τῆς δυνάμεως, οὐ μόνον ἀδυνατοῦσιν ἀκριβῶς κλείειν τοὺς ὀφθαλμοὺς, ἀλλὰ καὶ τὸ στόμα καὶ διὰ τοῦτο κοιμῶνται χάσκοντες εὔδηλον ἅπαντι τῷ γε προσέχειν βουληθέντι τῇ φύσει τοῦ πράγματος τὸν νοῦν.

Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι ἀσφαλέστεραι, αἱ δὲ μετὰ σπουδῆς ἐπισφαλέστεραι.

Οὐδεμία μὲν ἀσφαλής ἐστι παραφροσύνη, σφαλεραὶ δ’ ἧττον αἱ μετὰ γέλωτος, ὡς αἵ γε θρασεῖαι, καθάπερ αὐτὸς ὀνομάζει σφαλερώτεραι πασῶν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν εἰσιν αἱ μετὰ σπουδῆς· γίνονται δὲ πᾶσαι μὲν ἐγκεφάλου πάσχοντος, εἴτε οὖν πρῶτόν τε καὶ καθ’ ἑαυτὸν εἴτε κατὰ συμπάθειαν. ἀλλήλων δὲ διαφέρουσι ταῖς ἐργαζομέναις

91
αὐτὰς αἰτίαις. ὅσαι μὲν γὰρ ὑπὸ θερμασίας γίνονται μόνης ἄνευ μοχθηροῦ χυμοῦ, παραπλήσιαί πώς εἰσι ταῖς ἐπὶ οἴνου πόσεσι· ὅσαι δ’ ἐπὶ τῇ ξανθῇ χολῇ μετὰ σπουδῆς ἐπιτελοῦνται. συγκαυθείσης δ’ αὐτῆς ἐπὶ πλέον ὡς μελαγχολικωτέραν ὑπάρχειν ἤδη, μανιώδεις ἱκανῶς αἱ παραφροσύναι γίνονται. μεμνῆσθαι γὰρ χρὴ τῶν περὶ τῆς μελαίνης χολῆς ἐν ἄλλοις διωρισμένων, ὡς ἡ μὲν ὑπεροπτηθείσης γίνεται τῆς ξανθῆς χολῆς, ἥπερ δὴ καὶ χαλεπωτάτη παντοίως ἐστὶν, ἡ δ’ ἐκ τῆς τοῦ αἵματος, ὡς ἂν εἴποι τὶς, ἰλύος καὶ τρυγός. παχυτέρᾳ μὲν ἐκείνη τῇ συστάσει, πολὺ δὲ ἀπολειπομένη τῷ μοχθηρῷ τῆς ποιότητος. εἴρηται δὲ καὶ ὅτι τὴν οἷον τρύγα τοῦ αἵματος ἀκριβολογούμενοι μὲν οὐδέπω μέλαιναν χολὴν ὀνομάζομεν, ἀλλὰ μελαγχολικὸν χυμὸν, καταχρώμενοι δὲ τοῖς ὀνόμασι καὶ μέλαιναν ἔστιν ὅτε καλοῦμεν, ἐπειδὴ μικρὸν ὕστερον ἔσεσθαι μέλλει μέλαινα μὴ φθασάντων κενῶσαι.

92
Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ κακόν.

Τὰ παιδία πολλάκις ὁρᾶται κατὰ τὸν τοῦ κλαίειν καιρὸν εἰσπνέοντα διακεκομμένην πνοὴν, ἱσταμένου μεταξὺ τοῦ θώρακος, εἶτ’ αὖθις τὸ λεῖπον προστιθέντος, ὅπερ αὐτὸς ἐν ἐπιδημίαις ὡδί πως εἶπε· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπὶ εἰσπνέουσι, καὶ γίνεται τοῦτο ποτὲ μὲν διὰ κάματον τῆς δυνάμεως, ποτὲ δὲ διὰ τὴν τῶν ὀργάνων σκληρότητα, ποτὲ δὲ ἀμφοῖν συνελθόντων, ἔστι δ’ ὅτε καὶ διὰ σπασμώδη τινὰ τῶν μυῶν τοῦ θώρακος διάθεσιν. ἥ τε γὰρ ἀσθενὴς δύναμις ὅταν εἰς ἅπαξ ἀδυνατήσῃ διαστεῖλαι τὸν θώρακα τοσοῦτον ὅσῳ δεῖται τὸ ζῶον, ἵσταται μεταξὺ κατὰ τὴν ἐνέργειαν ἀναπαυομένη πρότερον, εἶθ’ οὕτως αὖθις ἐξορμᾷ. τότε σκληρὸν ὄργανον οὐχ ἑπόμενον ἑτοίμως ὁμοίως τῇ διαστελλούσῃ δυνάμει, κραδαινόμενον ὑπ’ αὐτῆς βιαίως διαστέλλεται. περὶ δὲ τῆς σπασμώδους διαθέσεως τί δεῖ καὶ

93
λέγειν ὡς τοιαύτην ἀναπνοὴν ἐργάζεται; ψύξεως μὲν οὖν καταλαβούσης ἤτοι τοὺς μῦς τοῦ θώρακος ἢ καὶ τὰ νεῦρα, σκληρότης ἄν τις ἐν τοῖς ὀργάνοις γεννηθείη καὶ σπασμώδης κίνησις, ἣν ὅ τε πυρετὸς ἰᾶσθαι πέφυκε καὶ τὰ θερμὰ βοηθήματα. πυρετοῦ δὲ σὺν τούτοις ὄντος οὐκ ἐγχωρεῖ ψύξιν αἰτιᾶσθαι τῶν κατὰ τὸν θώρακα μυῶν ἢ νεύρων· ἀλλ’ ἤτοι σκληρότητα γεγενημένην ἢ δυνάμεως ἀῤῥωστίαν ἢ σπασμώδη διάθεσιν. ὅ τι δ’ ἂν ᾖ τούτων, οὐκ ἀγαθόν ἐστιν ἐν ὀξεῖ νοσήματι συμβαίνειν. εἰ μὲν οὖν κατὰ μόνης τῆς εἰρημένης κινήσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἡ κλαυθμώδης ἀναπνοὴ λέλεκται πρὸς αὐτοῦ, τέλος ἔχει τὰ τῆς ἐξηγήσεως· εἰ δὲ καὶ μετὰ τοιούτου τινὸς ψόφου βούλεται τὴν εἰρημένην αὐτῷ ἀναπνοὴν συμβαίνειν, ὁποία τοῖς κλαίουσι γίνεται καὶ πρὸς τοῖς εἰρημένοις αἰτίοις ἐνδείξεταί τινα διάθεσιν ὀδυνώδη, καθ’ ἣν οἷον οἰμώζοντες ἢ στένοντες ἢ μικτόν τινα ἐξ ἀμφοῖν ἀποτελοῦντες ψόφον ἀναπνέουσι οὕτως.

94
Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πολύ.

Τὰ ποδαγρικὰ καθάπερ καὶ τἄλλα πάντα ἀρθριτικὰ τοῦ ἦρος αὐξάνεται καὶ διὰ τοῦτ’ αὐτὸς ἔμπροσθεν ἐν τῷ τῶν ἠρινῶν νοσημάτων καταλόγῳ τῶν ἀρθριτικῶν ἐμνημόνευσεν, ἐν οἷς δηλονότι περιέχεται καὶ τὰ ποδαγρικά. παροξύνεταί γε μὴν ἐνίοτέ τε καὶ κατὰ τὸ φθινόπωρον οἷς ἂν ἐν τῷ θέρει κατὰ τὴν ὀπώραν συναρθροισθῇ τις κακοχυμία. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἑκάστου τῶν μορίων, ὥσπερ ἄλλαι τινὲς ὑπάρχουσαι δυνάμεις οὕτω καὶ ἡ τῶν λυπούντων ἀποκριτικὴ δύναμις. λυπεῖ δὲ τὰ μὲν τῷ πλήθει βαρύνοντα, τὰ δ’ ἀνιῶντα τῷ τῆς ποιότητος ἀλλοτρίῳ. κατ’ ἄμφω μὲν οὖν ταῦτα τοῖς ἐν τῷ χειμῶνι μοχθηρῶς διαιτηθεῖσι παροξύνεται τὰ χρόνια τῶν παθῶν, ἦρος ὥρᾳ χεομένων τῶν χυμῶν,

95
εἶτα ἐπὶ τοὺς ἀσθενεῖς τόπους ἀπὸ τῶν ἰσχυροτέρων ἀπωθουμένων, καθ’ ἕτερον δὲ μόνον ἐν φθινοπώρῳ.

Τοῖσι μελαγχολικοῖσι νοσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψεες ἢ ἀποπληξίην τοῦ σώματος ἢ σπασμὸν ἢ μανίην ἢ τύφλωσιν σημαίνουσι.

Γίνονται μὲν καὶ διὰ φλεγματικὸν χυμὸν ἀποπληξίαι τε καὶ σπασμοὶ καὶ πηρώσεις ὀφθαλμῶν. γίνονται δὲ διὰ μελαγχολικὸν, ἐπειδὴ κοινόν ἐστιν ἐν ἀμφοτέροις τὸ πάθος. οὐ μὴν τό γε τῆς μανίας ἐστὶ κοινόν· οὐδέποτε γὰρ ἐπὶ φλεγματικῷ χυμῷ τὸ πάθος τοῦτο συνίσταται, δεομένου γε πρὸς τὴν γένεσιν ἐρεθίζοντός τε καὶ δάκνοντος χυμοῦ. τοιοῦτοι δέ εἰσιν ὁ μὲν τῆς ξανθῆς χολῆς διὰ τὸ πᾶν, ὁ μελαγχολικὸς δὲ οὐ διὰ παντός, ἀλλὰ ὅταν πλέον ἤτοι συγκαυθεὶς ἢ διασαπεὶς ἐπικτήσηταί κακοήθη δριμύτητα.

96
Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.

Οὐ πᾶσαν ἀποπληξίαν, ἀλλὰ τὴν προειρημένην μόνην, ἥτις ἐπὶ μελαίνῃ μόνῃ συνίσταται χολῇ, συμβαίνει γίνεσθαι τοῖς τὴν εἰρημένην ἄγουσιν ἡλικίαν, ὅτι πλεονάζει μάλιστα κατ’ αὐτὴν ὁ τῆς μελαίνης χυμὸς, ὥσπερ κἀν τῷ φθινοπώρῳ. ἁπλῶς δ’ ἀποφηναμένῳ πλείους γέροντες γίνονται ἀπόπληκτοι. εἴπερ οὖν ἀληθὴς ὁ λόγος ἔσεσθαι μέλλοι, συναπτέον αὐτὸν τῷ κατὰ τὸν προειρημένον ἀφορισμὸν, ὡς εἰ καὶ οὕτως εἴρητο τοῖσι μελαγχολικοῖσι νοσήμασιν, ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες, ἀποπληξίην τοῦ σώματος, ἥτις καταλαμβάνει τοὺς ἀπὸ τεσσαράκοντα ἐτέων μέχρις ἑξήκοντα.

Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.
97

Διὰ τὴν βραχυλογίαν δόξει ψευδὴς ὁ ἀφορισμὸς εἶναι τοῖς μὴ καλῶς ἀκούσασιν αὐτοῦ. τὸ γὰρ λεγόμενόν ἐστι τοιοῦτον· ὅταν ἐκπέσῃ, τουτέστιν ὅταν γυμνωθῇ καὶ προκύψῃ τοῦ περιτοναίου τὸ ἐπίπλοον, οὐκ ἐνδέχεται τοῦτο καταχθὲν ὑγιὲς καὶ σῶον μεῖναι. καθάπερ εἰ καὶ ἄλλο τι προκύψειεν, οἷον ἔντερον ἢ σπλάγχνου λοβός. ἐκεῖναι μὲν γὰρ εἰ μὴ πολλῷ χρόνῳ καταψυχθείη, τὴν ἀρχαίαν ἀπολαμβάνει κρᾶσιν, ἐπουλωθείσης τῆς γεγενημένης κατὰ τὸ ἐπιγάστριον διαιρέσεως. ἐπίπλοον δὲ κἂν ἐλαχίστῳ χρόνῳ γυμνωθείη, σήπεται καταχθὲν, δι’ ἣν αἰτίαν καὶ τέμνουσιν αὐτοῦ τὸ γυμνωθὲν οἱ ἰατροί. ταύτην οὖν ἔχει ὁ ἀφορισμὸς τὴν γνώμην, ἀδιοριστότερον εἰρημένος κατὰ λελεγμένην λέξιν, εἰ δέ τίς φησιν ὡς ἑώρακέ ποτε πρὸς βραχὺν χρόνον τὸ ἐπίπλοον ἐκπεσὸν, ἔπειτα καταχθὲν μὴ σαπῆναι, τὸ μὲν διηνεκὲς τῆς Ἱπποκράτους ἀποφάσεως ἀναιρήσει, φυλάξαι δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ, καὶ κοινόν ἐστι τοῦτο τῷ ἀφορισμῷ πρὸς ἄλλους ὑφ’ Ἱπποκράτους εἰρημένον, ἐν σχήματι

98
λέξεως τὸ διηνεκὲς ἐνδεικνύμενον, καίτοι γε οὐκ ἀποβαινόντων ἀεὶ τῶν πραγμάτων ὡσαύτως, ἀλλ’ ἐν σπανίῳ ποτὲ καὶ ἐναντίως.

Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.

Ἀθροίζεται πολλάκις ἐν τοῖς ἄρθροις χυμὸς φλεγματώδης, ὃν ὀνομάζει μύξαν, ὑφ’ οὗ διαβρεχόμενοι τῆς διαρθρώσεως οἱ σύνδεσμοι χαλαρώτεροι γίνονται καὶ διὰ τοῦτο ἐξίσταται ῥᾳδίως τὴν κοιλότητα τὸ ἄρθρον, ἐμπίπτει τε πάλιν οὐ χαλεπῶς, ἃ δὴ καὶ νῦν φησι τοῖς οὕτω διακειμένοις ἰσχιαδικοῖς συμβαίνειν. ὅταν δ’ εἴπῃ, τὸ ἰσχίον ἐξίστασθαι, τὸ κατ’ ἰσχίον ἄρθρον ἀκουστέον, ὡς κἀν τῷ περὶ ἄρθρων ἔλεγεν, ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον ἐν ἴσῳ τῷ κατ’ ὦμον ἄρθρον.

99
Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι φθίνει τὸ σκέλος καὶ χωλοῦνται, ἢν μὴ καυθῶσιν.

Οὐ χρὴ χωρίζειν τὸν ἀφορισμὸν τοῦτον τοῦ προγεγραμμένου, συνάπτοντας δ’ αὐτοὺς εἰς ἕνα λόγον οὕτως ἀκούειν. βούλεται γὰρ λέγειν ὅτι τοῖς ἰσχιαδικοῖς, οἷς διὰ τὸ πλῆθος τῆς μύξης ἐξίσταται τὸ ἄρθρον, ἐμπίπτει τε πάλιν, ἀναγκαῖόν ἐστιν ἐν χρόνῳ φθίνειν τὸ σκέλος, ἂν μὴ φθάσαντες τῇ καύσει ξηράνωμεν τὴν μύξαν, ὅπερ κἀν τῷ περὶ ἄρθρων συνεβούλευε πράττειν ἐπὶ τοῦ συνεχῶς ἐκπίπτοντος βραχίονος. καὶ γὰρ καὶ νῦν ἡ αὐτὴ τοῦ λόγου δύναμίς ἐστι καίειν συμβουλεύοντος αὐτοῦ κατ’ ἰσχίον, ὡς ἐν τῷ περὶ ἄρθρων ἐδίδασκεν, ὅπως ἐκδαπανηθῇ τε τὸ μυξῶδες ἥ τε χαλαρότης τοῦ δέρματος, εἰς ἣν ὠλίσθανε τὸ ἄρθρον ὑπὸ τῆς καύσεως εἰς συντονίαν ἀχθεῖσα, σφίγγει τε καὶ κωλύει μεθίστασθαι, ὡς εἴ γε διὰ τὸ πλῆθος τῆς

100
μύξεως ἐπὶ πλεῖον ἐξεστηκὸς μένει τὸ ἰσχίον, ἔστι μὲν δήπου τοῦτο χωλεία τοῦ σκέλους. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης αὐτῇ καὶ ἀτροφία, καθ’ ὃ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τῶν κατὰ φύσιν ἐστερήθη κινήσεων.