In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Τοῖσι μαινομένοισι κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων τῆς μανίης λύσις.

Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν καλεῖ, οὐχὶ τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρεσις τῶν φλεβῶν τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν ἀπὸ παχέος καὶ μελαγχολικοῦ γενόμενος αἵματος, ὥστε ὠθούσης τῆς φύσεως εἰς ἀκυρώτερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς

34
καὶ μάλισθ’ ὅταν ὦσι μελαγχολικοὶ καὶ παχεῖς, ἥ τε τῶν εἰρημένων παθῶν ἕπεται γένεσις, ἥ τε τῆς μανίας λύσις.

Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομία λύει.

Κάλλιον ἔνιοι γράφουσιν ὁκόσα ἀλγήματα. τὸ γάρ τοι ῥῆγμα μεταβαίνειν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, εἴ γε δὴ διασπωμένου τε καὶ ῥηγνυμένου κατὰ τὸ σαρκῶδες αὐτοῦ μορίου τοῦ μυὸς γίνεται τὸ ῥῆγμα. φαίνεται γοῦν ἐνίοτε πάνυ σαφῶς ἀθροιζόμενον ἐν τῇ τῆς ῥήξεως χώρᾳ τὸ αἷμα καὶ ἡ ἴασις ἐν τῷ διαφορῆσαι τοῦτο κεῖται. τὰ δ’ ἄλλα τὰ κατὰ τὸν νῶτον ἀλγήματα μεθιστάμενα καταῤῥέων ἐργάζεται χυμὸς, ἐνίοτε μὲν καὶ μόνος, ὡς τὰ πολλὰ δὲ καὶ μετὰ φυσώδους καὶ παχέος πνεύματος, ὃν ἐκλαμβάνειν τε χρὴ καὶ κενοῦν διὰ τῆς κατ’ ἀγκῶνα φλεβοτομίας, ὅταν ἐνταῦθα φανεῖται ῥέων· αὐτὸς γὰρ ἐκέλευσε κατὰ τὰς ῥοπὰς

35
τῶν χυμῶν τὰς κενώσεις ποιεῖσθαι. ταὐτὸ δὲ σημαίνει καὶ ἥδε ἡ λέξις, ἀκτέα γὰρ ᾗ ῥέπει, διὰ τῶν συμφερόντων χωρίων. εἰ δὲ περὶ τῶν ῥηγμάτων ὁ λόγος αὐτῷ γέγραπται τὰ κατὰ συμπάθειαν ἀλγήματα γινόμενα ἀκουστέον εἰρῆσθαι καταβαίνειν εἰς τοὺς ἀγκῶνας, οὐκ αὐτὴν τὴν διαίρεσιν τοῦ σαρκώδους μορίου. καὶ μέντοι καὶ ὠφελεῖσθαι δυνατόν ἐστιν ὑπὸ τῆς φλεβοτομίας τὰ τοιαῦτα τῷ κοινῷ λόγῳ τῆς κενώσεως.

Ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέει, μελαγχολικὸν τὸ τοιοῦτον.

Ἐὰν μὴ διά τινας φανερὰς αἰτίας φοβεῖταί τις ἢ δυσθυμῇ φανερῶς ἐστι μελαγχολικὰ καὶ τὰ τοιαῦτα συμπτώματα καὶ μᾶλλον εἰ τύχῃ κεχρονικότα. διὰ μέντοι φανερὰν αἰτίαν ἀρξάμενα, κἄπειτα χρονίζοντα μὴ λανθανέτω σε μελαγχολίαν ἐνδεικνύμενα. καὶ γὰρ καὶ μανία πολλοῖς ἤδη

36
φαίνεται γεγενημένη, διὰ θυμὸν ἢ ὀργὴν ἢ λύπην ἀρξαμένη, αὐτοῦ τοῦ σώματος δηλονότι πρὸς τὸ παθεῖν τὰ παθήματα ταῦτα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιτηδείως ἔχοντος.

Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.

Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν ἐδήλωσεν, οὖ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφαλος. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθομεν δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς καὶ ἐξαιρεῖν ἄμεινον.

Ἐρυσίπελας ἔξωθεν μὲν εἴσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω ἀγαθόν.
37

Οὐκ ἐρυσίπελας μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο ὁτιοῦν μεθιστάμενον ἐκ τῶν βαθέων τε καὶ κυρίων μερῶν ἐπὶ τὸ δέρμα, τῶν ἀγαθῶν εἶναι σημείων τε ἅμα καὶ αἰτίων ὑποληπτέον ἐστὶν· ἔμπαλιν δὲ μεθιστάμενόν γε ἐπὶ τὸ βάθος τῶν κακῶν. ἀλλὰ καὶ ἄλλα πολλὰ φαίνεται κατὰ τὸ βιβλίον ὁμοίως εἰρηκὼς ὁ Ἱπποκράτης, ὥσπερ τινὰ παραδείγματα τῶν καθόλου λόγων, ἐφ’ ὦν καὶ τὴν τοῦ συμβαίνοντος ἐμπειρίαν ἐναργεστέραν ἔχειν δυνάμεθα· τοιαῦτα γὰρ εἶναι χρὴ τὰ παραδείγματα.

Οἶσιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται παρακοπὴ λύει.

Εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης τοὺς τοιούτους ἀφορισμοὺς ἔγραψεν, οἷον παραδείγματα λόγων γενικωτέρων τε καὶ καθολικωτέρων, εἴτ’ ἄλλοι παρέθεσαν, ἐάσαντες ζητεῖν ἑτέροις, ἐκεῖνο μόνον ἐπ’ αὐτῶν φυλάττοιμεν, ὅπερ καὶ πρόσθεν

38
μὲν εἴρηται καὶ νῦν δὲ ἐπὶ τοῦ καύσου λεχθήσεται. τὰ γὰρ ποιοῦντα τὸν πυρετὸν τοῦτον αἴτια κατὰ τὸ φλεβῶδες ὑπάρχοντα γένος, ὅταν εἰς τὰ νεῦρα μεταστῇ, τρόμον μὲν πρώτως ἐργάζεται, συμπασχούσης δὲ τῆς ἀρχῆς καὶ παραφροσύνας. ὡς οὖν ἐπὶ καύσου ἡ μετάστασις, οὕτω κἀπὶ παντὸς ἄλλου πυρετοῦ δύναται γενέσθαι καὶ ὅλως ἐξ ἀρτηριῶν καὶ φλεβῶν εἰς νεῦρα μετάστασις τῶν λυπούντων χυμῶν, ὥσπερ αὖ πάλιν ἐκ νεύρων εἰς αὐτά. οὐκ ἀκριβῶς οὖν εἴρηκε τὸν καῦσον ὑπὸ τῆς παραφροσύνης λύεσθαι. ταῦτα γὰρ ὀνομάζειν ὁ Ἱπποκράτης ἐπιγινόμενά τισι λύειν αὐτῶν τὴν κατασκευὴν, ὅσα τελέως ἐκθεραπεύει τὸν ἄνθρωπον, οὐχ ὅσα γεννᾷ πάθος ἕτερον οὐδὲν ἧττον τοῦ πρόσθεν ἐπικίνδυνον.

Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου πάντως ἀπόλλυνται.
39

Ἐμπύους ὀνομάζειν μάλιστα εἴωθε τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ τὸ πῦον ἔχοντας, οὓς ὅπως χρὴ καίειν εἴρηκεν ἐν τῷ μεγάλῳ περὶ παθῶν, οὗ ἡ ἀρχή· ἢν τοῦ πνεύμονος αἱ ἀρτηρίαι. τινὲς δ’ ἐπιγράφουσι τὸ βιβλίον τοῦτο περὶ ἐμπύων. δέονται μὲν οὖν καύσεως οἱ πλεῖστον ἔχοντες πῦον, ὡς ἀπογνῶναι διὰ τῶν πτυσμάτων ἐκκαθαρθῆναι, τοῖς δ’ αὐτοῖς τούτοις καὶ ἡ δύσπνοια γίνεται σφοδρὰ διὰ τὴν στενοχωρίαν, ὥστε καὶ διὰ ταύτην ἡμᾶς ἀναγκάζεσθαι καίειν αὐτούς. ἐπὶ δὲ τῶν ὑδρωπικῶν αἱ παρακεντήσεις ὀνομαζόμεναι μᾶλλον τῶν καύσεων ἐν ἔθει τοῖς ἰατροῖς εἰσιν. ἀλλὰ νῦν γε τὸ κοινὸν παρακεντήσεώς τε καὶ καύσεως, ὅπερ ἐστὶν ἀθρόα κένωσις, ὁ Ἱπποκράτης συμβουλεύει φυλάττεσθαι. φαίνεται γὰρ οὕτως ἀποβαῖνον ὡς λέγει. γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλέον ὡς φάσκοντος αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς τε φερούσης καὶ θάνατον. ὁρῶμεν δὲ ἐπὶ τῶν ἄλλων μορίων, ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας,

40
ἐπισφαλῆ γινομένην τὴν ἀθρόαν κένωσιν, ἔν γε τῷ παραχρῆμα λειποψυχούντων τε καὶ καταπιπτόντων τὴν δύναμιν καὶ μετὰ ταῦτα δυσανάκλητον ἐχόντων τὴν ἀσθένειαν. ἔοικεν οὖν ἐπὶ μὲν τοιούτων ἐκ τῆς ἐπὶ πολὺ τῶν σωμάτων διαστάσεως καὶ τῆς τοῦ πύου δριμύτητος, ἀνεστομῶσθαί τινα τῶν ἀρτηριωδῶν ἀγγείων, ἃ πρότερον μὲν οἷον ἐπίπωμά τι τὸ πῦον εἶχε, κενωθέντι δ’ ἀθρόως τῷ πύῳ συνέπεται καὶ συνεκκρίνεται πνεῦμα καὶ κατὰ τοῦτο ἡ βλάβη γίνεται τοῖς κάμνουσιν. κατὰ μέντοι τοὺς ὑδέρους οὐ διὰ τοῦτο μόνον βλάβη γίνεται τοῖς κάμνουσιν, ἀλλὰ καὶ ὁ τοῦ σπλάγχνου σκίῤῥος, ὡς ἃν μηκέτ’ ὀχούμενος ὑπὸ τῆς ὑδατώδους οὐσίας, κατασπᾷ τό τε διάφραγμα καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα.

Εὐνοῦχοι οὐ ποδαγριῶσιν οὐδὲ φαλακροὶ γίνονται.
41

Τοὺς εὐνούχους τὸ τῆς τομῆς τῶν ὄρχεων πάθος ὁμοίους ταῖς γυναιξὶ ποιεῖ. ἐκείναις οὖν ὥσπερ οὐ γίνεται φαλάκρωσις, οὕτως οὐδὲ τοῖς εὐνούχοις διὰ τὸ ψυχρὸν τῆς κράσεως. τὸ μέντοι μὴ ποδαγριᾷν αὐτοὺς ἐν μὲν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦν ἀληθὲς, ἐν δὲ τῷ νῦν οὐκέτι, διὰ τὴν ὑπερβάλλουσαν ἀργίαν τε ἅμα καὶ ἀκολασίαν τῆς διαίτης. ἔχει δὲ ὧδε τὸ σύμπαν· ἀναγκαῖον μὲν ἀσθενεστέρους ἔχειν τοὺς πόδας, μέλλει τις ἁλῶναι ποδάγρα, καθάπερ τὸν ἐγκέφαλον, εἰ μέλλει τις ἐπιληπτικὸς ἔσεσθαι. οὐ μὴν ἀναγκαῖόν γε πάντως ἑκάτερον ἁλῶναι τῷ πάθει μηδὲν ἐν τῷ βίῳ πλημμελοῦντα. μαθήσῃ δὲ ἐναργῶς ὅτι τοῦ μέρους ἡ ἀσθένεια τὸ πάθος οὐχ ἱκανὴ ποιεῖν ἐστιν ἐν τῷ μεταξὺ χρόνῳ τῶν παροξυσμῶν, ἐν ᾧ μηδὲν ὅλως ἐνοχλοῦνται, καίτοι τῆς φυσικῆς ἀσθενείας διὰ παντὸς ὑπαρχούσης αὐτῇ. εὔδηλον δὲ καὶ τοῦτ’ ἔστιν ἐπὶ τῶν ποδαγρικῶν ἐναργῶς φαινόμενον, ὡς ἐπιῤῥέοντος αὐτοῖς τινος ἐπὶ τοὺς πόδας χυμοῦ περιττοῦ συνίσταται τὸ πάθος. ἐὰν οὖν μηδέποθ’ οὗτος ἐπιῤῥέει, πρόδηλον ὡς οὐδὲ τὸ πάθος

42
ἔσται ποτὲ, οὐκ ἐπιῤῥυήσεται δὲ διὰ παντὸς, εἰ τὸ σῶμα γενήσεται δ’ ἀπέριττον, ἐὰν γυμνάζηται τὰ μέτρια καὶ πέττῃ καλῶς ὁ ἄνθρωπος τὴν τροφὴν, ὅθεν ἀργίαι τε καὶ ἀδηφαγίαι βλάπτουσιν αὐτούς. βλάπτουσι δὲ καὶ τῶν ἰσχυρῶν καὶ πολλῶν οἴνων αἱ πόσεις καὶ μάλισθ’ ὅταν ἄνευ τοῦ προεδηδοκέναι τις αὐτῶν προσφέρηται. πληροῦσι γὰρ ἑτοίμως οἷ τοι τὸ νευρῶδες γένος, ὥσπερ καὶ αἱ συνουσίαι. κατὰ μὲν τοὺς Ἱπποκράτους χρόνους ὀλίγοι παντάπασιν ἐποδαγρίων, διὰ τὸ τοῦ βίου κόσμιον, ηὐξημένης δὲ τῆς τροφῆς εἰς τοσοῦτον ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ὡς ἂν μηδ’ ἐπινοεῖν ἔστι προσθήκην αὐτῇ, ἄπειρόν τι τὸ πλῆθος τῶν ποδαγριώντων ἐστίν. ἐνίων μὲν οὖν οὔτε γυμναζομένων καὶ πρὸ τῆς τροφῆς πινόντων οἴνους ἰσχυροὺς, ἀφροδισίοις τε χρωμένων ἀμέτρως. ἐνίων δὲ, εἰ καὶ μὴ περὶ πάντα, καθ’ ἓν γοῦν ἢ δεύτερον ὧν εἶπον πάντως ἁμαρτανόντων. ἀλλ’ ὅταν ἡ πλημμέλεια γίνηται μεγάλη, πολλάκις ἐξαρκεῖ καὶ μόνον ἕν τι τῶν εἰρημένων ἁμαρτηθέν. διὰ τοῦτο γοῦν καὶ οἱ εὐνοῦχοι ποδαγριῶσιν, εἰ καὶ
43
ὅτι μάλιστα τῶν ἀφροδισίων ἀπέχονται. τηλικαύτη γοῦν ἔστιν ἥ τε ἀργία καὶ ἡ ἀπληστία ἐπ’ αὐτῶν καὶ οἰνοφλυγία, ὥστε καὶ τῶν ἀφροδισίων χωρὶς ἁλῶναι δύνασθαι ποδάγρᾳ. τὰ δ’ αὐτὰ δηλονότι κἀπὶ τῶν ἀρθριτικῶν εἰρῆσθαι νόμιζε. τοὐπίπαν γὰρ ἅπαντες οἱ ἀρθριτικοὶ πρότεροι γίνονται ποδαγρικοί. προσελήλυθε δὲ ταῖς εἰρημέναις αἰτίαις, δι’ ἃς νῦν ποδαγριῶσι πολλοὶ, καὶ τὸ πατέρων τοὺς πλείστους γεγονέναι καὶ πάππων ἤδη ποδαγρικῶν, ἐφ’ ὧν δηλονότι τὸ σπέρμα μοχθηρότερον ἦν καὶ διὰ τοῦτο καὶ τοῖς ἐγγόνοις ἰσχυροτέραν τοῖς μορίοις εἰργάσατο τὴν ἀσθένειαν.

Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλείπῃ.

Τῷ λόγῳ τῶν κενώσεων οὐ ποδαγριῶσιν αἱ γυναῖκες. ἐδείχθη γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ χωρὶς τῆς κατὰ του χυμοὺς περιουσίας ἐκ μόνης τῆς τῶν μορίων εὐπαθείας μὴ δυναμένη συστῆσαι ποδάγρα. ἀλλὰ κἀνταῦθα πάλιν

44
ἔμπροσθεν μὲν ἀληθὲς ἦν τὸ χωρὶς τοῦ τελέως ἐκλιπεῖν τὰ καταμήνια, διὰ τὴν σμικρότητα τῶν ἁμαρτημάτων ὧν ἔμπροσθεν ἡμάρτανον αἱ γυναῖκες. νυνὶ δὲ διὰ τὸ μέγεθος αὐτῶν ἔνιαι ποδαγριῶσι, πρὶν ἐκλιπεῖν τὰ καταμήνια, παμπόλλαις μὲν ἐλλιπῶς γινομένων, ὀλίγαις δὲ καὶ συμμέτρως.

Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιάζειν.

Ὅτι μεγίστην δύναμιν εἰς ποδάγρας γένεσιν ἡ τῶν ἀφροδισίων ἔχει χρῆσις εὔδηλον κἀπὶ τῶν παιδίων, ὥσπερ ὀλίγον ἔμπροσθεν κἀπὶ τῶν εὐνούχων ἔλεγεν. εὐνούχους μὲν οὖν ἑωράκαμέν τινας ποδαγριῶντας, παῖδας δ’ οὐκ εἴδομεν. ἀλλ’ εἰ καί τις ἑάλω τοιούτῳ πάθει, μετὰ τοῦ καὶ τὰ γόνατα καὶ τὰ κατὰ τὰς χεῖρας ἄρθρα συνεξοιδῆσαι πέπονθεν ἀρθριτικὸν τρόπον τινὰ αἰφνίδιον, ὑπὸ πληθώρας ἐκ πολλῶν ἀπεψιῶν ἀθροισθείσης.

45
Ὀφθαλμῶν ὀδύνας ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει.

Ἐκ πείρας μοι δοκεῖ μᾶλλον, οὐκ ἐκ λόγου τινὸς ἐγνωκέναι τῶν εἰρημένων ἕκαστον ὁ Ἱπποκράτης· οὐδὲν γὰρ θαυμαστὸν ὀδυνώμενον ἄνθρωπον ἐπὶ λουτρὸν ὁρμήσαντα παύσασθαι τῆς ὀδύνης ἢ κωλυόμενον οἶνον πιεῖν, εἴτ’ οὐδὲν ὠνηνάμενον, ὁρμῆσαι πρὸς αὐτὸν ὄντα καὶ ἄλλως οἰνόφλυγα, κἄπειτα ὠφεληθῆναι. καθάπερ οὖν καὶ ἄλλα πολλὰ τῶν οὕτως ὁραθέντων ἐγράφη τοῖς ἰατροῖς ἀδιορίστως, οὕτω κἀνταῦθα δοκεῖ μοι γεγράφθαι, μήτε λογικῶς εἰπόντος αὐτοῦ τὰς διαθέσεις μήτ’ ἐμπειρικῶς τὰς συνδρομάς. τό γε μὴν ἐκ τῶν οὕτω γραφομένων λόγων χρήσιμον ἡμῖν ἐστιν εἰς τὸ ζητῆσαι τὰς διαθέσεις ἐφ’ αἷς ἀκρητοποσίη τε καὶ λουτρὸν ἕκαστόν τε τῶν εἰρημένων ἐφεξῆς ὀνίνησιν, ὅπερ κἀμοὶ συνέβη. τὸ μὲν γὰρ ὅτι πάντως εἰσί τινες τῶν ὀδυνωμένων

46
ὀφθαλμοὺς, οἱ μὲν ἀκρητοποσίαις, οἱ δὲ λουτροῖς ὠνηνάμενοι, πιστεύων Ἱπποκράτει ἐπεπείσμην. οὐ γὰρ ἂν ἔγραψεν αὐτὸ μὴ θεασάμενος, οὐ μὴν ὑπό γε τῶν διδασκάλων τινὸς ἐθεασάμην ποτὲ τοιοῦτον βοήθημα προσενεχθὲν κάμνοντι. ζητήσας οὖν πάσας τὰς διαθέσεις, ἐφ’ αἷς ἀναγκαῖόν ἐστιν, οὐ κατὰ τὸν ὀφθαλμὸν μόνον, ἀλλὰ καὶ κατ’ ἄλλα μόρια γίνεσθαι τὰς ὀδύνας, εἶτ’ ἐμαυτὸν πείσας εὑρηκέναι. τοὐτεῦθεν ἐσκεψάμην αὐτῶν τὰ γνωρίσματα, κἀπειδὴ καὶ περὶ τούτων ἐπείσθην, ἐτόλμησα προσαγαγεῖν τὰ βοηθήματα τοῖς ὀδυνωμένοις· καὶ πρῶτον μὲν ἔλουσα νεανίσκον ὃν εὐλόγως ὁ θεραπεύων πεφλεβοτόμηκε κατὰ τὴν δευτέραν ἡμέραν ἀπ’ ἀρχῆς, εἶθ’ ἑξῆς ἐθεράπευσε τοῖς διὰ πείρας φαρμάκοις, φλεγμονῆς μόνης οὔσης κατὰ τοὺς ὀφθαλμούς. ὠδυνᾶτο δὲ κατά τινας εἰσβολὰς σφοδρότατα καθ’ ἃς αὐτὸς ἔφασκεν αἰσθάνεσθαι δριμέων ὑγρῶν ἀθρόως ἐπιῤῥυέντων τοῖς ὀφθαλμοῖς, εἶτ’ ἐκκριθέντων αὐτῶν ἐπαύετο τὸ σφοδρότατον τῆς ὀδύνης, οὐ μὴν παντάπασιν ἀνώδυνος ἐγίγνετο,
47
καὶ τοῦτο αὐτὸ συνέβη δι’ ὅλης τῆς πέμπτης ἡμέρας, ἀεὶ καὶ μᾶλλον αὐξανόμενον, οὐκέτ’ οὖν φέρων τὴν ὀδύνην ἐκάλεσεν ἐμέ τε καὶ τῶν ὀφθαλμικῶν ἰατρῶν τινα τῶν τότε ὄντων ἐν Ῥώμῃ τὸν δοκιμώτατον· ἐκείνῳ μὲν οὖν ἐδόκει τότε χρῆσθαί τινι κολλυρίῳ τῶν ἐμπλαστικῶν τε ἅμα καὶ ἀνωδύνων, οἷα τά τε διὰ ψιμυθίου πεπλυμμένου καὶ ἀμύλου καὶ μήκωνος συντιθέμενα. μάλιστα γὰρ ἂν οὕτως ἀνασταλήσασθαι τὸ ἐπιῤῥέον ἤλπιζε διὰ τῶν ἐμπλαστικῶν, ναρκωθήσεσθαί τε ἅμα διὰ τῶν ναρκωτικῶν τὴν αἴσθησιν. ἐγὼ δ’ ἐξ ἀρχῆς ἀπόπτως ἔσχηκα πρὸς τὰ τοιαῦτα τῶν φαρμάκων· οὔτε γὰρ ἀναστέλλει τὰ σφοδρὰ τῶν ῥευμάτων, ἀλλ’ ἐκκρίνεσθαι κωλύει καὶ διὰ τοῦτο δριμέων μὲν ὄντων αὐτῶν ἑλκοῦσθαι συμβαίνει τὸν κερατοειδῆ· πολλῶν δὲ διατείνεσθαί τε καὶ παροξύνεσθαι σφοδρῶς, ὥσπερ ῥηγνύμενον, ἐφ’ οἷς εἰ μὴ καὶ μεγάλως εἴη ναρκωτικὸν τὸ φάρμακον, ἀφορήτους συμβαίνει εἶναι τὰς ὀδύνας. εἰ δ’ οὕτως εἴη ναρκωτικὸν ὡς καὶ τῆς μεγίστης φλεγμονῆς ἀναισθήτους
48
ἐργάζεσθαι τοὺς ὀφθαλμοὺς, ἀναγκαῖόν ἐστιν ἅμα κακοῦσθαι τὴν ὀπτικὴν δύναμιν, ὡς μετὰ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν ἢ παντελῶς ἀμυδρὸν ἢ μηδ’ ὅλως αὐτοὺς ὁρᾷν, ἅμα δ’ ὑπολείπεσθαί τινα σκιῤῥώδη διάθεσιν ἐν τοῖς χιτῶσι δυσίατον. ἅτε οὖν ταῦτα γινώσκων, ὁρῶν τε τὸ ἐπιῤῥέον οὐκ ὀλίγον ἰσχυρῶς τε δριμὺ καὶ θερμὸν, ἐνόησα χρήσασθαι πυρίᾳ πρότερον, ἕνεκα πείρας, ὡς ἐξ αὐτῆς ἀκριβέστερον εἰσόμενος, ὁποία τίς ἐστιν ἡ διάθεσις. εἴωθε γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρία παρηγορεῖν μὲν ἄχρι τινὸς, ἐπικαλεῖσθαι δ’ ἕτερον ῥεῦμα. καθ’ ὃν γὰρ λόγον διαφορεῖν πέφυκε τὸ περιεχόμενον ἐν τοῖς ὀφθαλμοῖς, κατὰ τὸν αὐτὸν λόγον ἕλκειν ἕτερον ἐκ τῶν πλησίων· ἀλλ’ ἅμα γε τῷ κελεῦσαί με τό θ’ ὕδωρ κομισθῆναι τὸ θερμὸν καὶ τὸν σπόγγον, αὐτὸς ὁ κάμνων ἔφη πεπειρᾶσθαι ἤδη πολλάκις δι’ ὅλης ἡμέρας τοῦ βοηθήματος, παρηγοροῦντος μὲν αὐτὸν, ὀλίγῳ δ’ ὕστερον ὀδύνην μείζονα ἐπιφέροντος. ἀκούσας οὖν ἐγὼ τοῦτον τὸν μὲν ὀφθαλμικὸν ἰατρὸν ἀπέλυσα, παραμένειν αὐτὸς ὑποσχόμενος καὶ ποιήσειν ἀνώδυνον τὸν κάμνοντα χωρὶς
49
φαρμάκου ψυκτικοῦ, τῷ λουτρῷ δὲ αὐτίκα χρησάμενος καὶ μόνῳ, οὕτως ἀνώδυνον εἰργασάμην αὐτὸν, ὡς δι’ ὅλης νυκτὸς κοιμηθῆναι, μηδ’ ἅπαξ καλέσαντα τῶν παρακοιμωμένων μηδένα. τοὐτεῦθεν δὲ λοιπὸν ἐφ’ ὧν ἐσημειωσάμην ἐπιῤῥεῖν μὲν τοὺς δριμεῖς χυμοὺς τοῖς ὀφθαλμοῖς, οὐ μὴν ἔτι γε πληθωρικὸν εἶναι τὸ σῶμα, βαλανείου χρήσει τὴν ὀδύνην αὐτῶν ἰασάμην. ἄλλον δὲ τινα νεανίσκον ἡμερῶν μὲν ἤδη πλειόνων ὀφθαλμιῶντα, κατ’ ἀγρὸν οὐκ ἐγγὺς ὄντα τῆς πόλεως, ὕστερον δ’ ὡς ἐν αὐτοῖς διέμενεν, ἀφικόμενον εἰς τὴν πόλιν ἰδὼν αὐχμηροὺς μὲν ἔχοντα τοὺς ὀφθαλμοὺς, ἰσχυρῶς δ’ ὠγκωμένας καὶ πλήρεις αἵματος τὰς κατ’ αὐτοὺς φλέβας, ἐκέλευσα λουσάμενον ἀκρατεστέρῳ χρῆσθαι τῷ πώματι, οὕτω πειραθῆναι καθυπνῶσαι· καὶ τοίνυν ὕπνος τε βαθὺς αὐτῷ γίνεται καὶ ἀνώδυνος ἕωθεν ἀνέστη καί μοι θάρσος ἐνεποίησεν, ἐφ’ ὧν ἐστιν ἔνστασις αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πληθωρικῆς διαθέσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρῆσθαι πόσει δυναμένου καὶ κενοῦν τὸ αἷμα καὶ τῷ σφοδρῷ τῆς κινήσεως
50
ἐκφράττειν τὰς ἐνστάσεις. ταυτὶ μὲν οὖν ἀγωνιστικὰ βοηθήματα τῆς κατ’ ὀφθαλμοὺς ὀδύνης. ἀσφαλέστατον δ’ ἡ πυρία καὶ πάντως τινὰ χρείαν παρέχον ἢ ὡς σημεῖον εἰς διάγνωσιν ἢ ὡς αἴτιον ὑγιείας τοῖς ὀφθαλμοῖς. ὅταν μὲν γὰρ μηκέθ’ ὅλως ἐπιῤῥέῃ, κατὰ μὲν τὴν πρώτην προσφορὰν, αὐτῷ τῷ θερμαίνειν μόνῳ παρηγορίαν τινὰ μετρίαν ἤνεγκεν, ὀλίγῳ δ’ ὕστερον αὐξάνει τὴν ὀδύνην καὶ γίνεται τηνικαῦτα διαγνωστικὸν σημεῖον ὡς καταμαθόντας ἡμᾶς τὴν διάθεσιν ἐπί τινα κένωσιν ὅλου τοῦ σώματος ἀφικέσθαι, πληθωρικοῦ μὲν ὄντος αὐτοῦ διὰ φλεβοτομίας, κακοχύμου δὲ διὰ καθάρσεως. οὐ γὰρ δὴ χαλεπόν γέ σοι διακρῖναι κακοχυμίαν ἀπὸ πλήθους αἵματος.

Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.
51

Ὥσπερ τὸ ψελλίζεσθαι τῆς διαλέκτου πάθος ἐστὶν, οὐ τῆς φωνῆς, οὕτω καὶ τὸ τραυλίζειν μὴ δυναμένης τῆς γλώττης ἀκριβῶς ἐκείνας διαρθροῦν τὰς φωνὰς, ὅσαι διὰ τοῦ τ καὶ ρ λέγονται, καθάπερ αὐτήν τε ταύτην τὴν τραύλωσιν καὶ ὁμοίως τάσδε, τρέχει, τρέμει, τραχὺς, τροχὸς, τρυφερὸς ὅσαι τε ἄλλαι παραπλήσιαι. δέονται γὰρ αἱ τοιαῦται πᾶσαι τῆς γλώττης μετὰ τοῦ πλατύνεσθαι στηριζομένης ἐπὶ τοῖς προσθίοις ὀδοῦσιν. ὅταν οὖν ἀτονωτέρα τισὶ ὑπάρχῃ, στηρίζεται χεῖρον καὶ οὐ διαρθροῖ τὸν τοῦ τ καὶ ρ φθόγγον, ἀλλ’ ἐπὶ τὸν τ καὶ λ μεταπίπτει. δύναται δ’ αὐτῇ γενέσθαι τοῦτο καὶ διότι βραχυτέρα πώς ἐστι τοῦ προσήκοντος, ὅπερ ἐστὶ σπανιώτατον· ἀλλὰ καὶ διότι μαλακωτέρα τε καὶ ὑγροτέρα τὴν κρᾶσιν ἡ τραύλωσις γίνεται. οὕτω γοῦν καὶ τὰ παιδία τραυλίζει παραπλησίου τοῦ συμβαίνοντος αὐτοῖς ὑπάρχοντος οἷόν τι καὶ περὶ τὴν βάδισιν γίνεται. καὶ γὰρ καὶ ταύτην τὰ μὲν οὐδ’ ὅλως, τὰ δ’ οὐχ ἱκανῶς ἔχει τῶν σκελῶν αὐτοῖς διὰ μαλακότητα στηρίζεσθαι βεβαίως ἀδυνατούντων. ἐνίοις δὲ καὶ τῶν τελείων, ὅταν

52
διαλεγόμενοι κάμνωσι, συμβαίνει τραυλίζειν, ὥσπερ καὶ τοῖς ἐπὶ τὸ πλεῖστον αὐλήσασιν, οὕτω δὲ καὶ τοῖς ἐν νόσῳ κεκμηκόσιν ἰσχυρῶς τὴν δύναμιν, ὥσπερ γε καὶ διὰ τὸ σφοδρότερον ξηρανθῆναι τὴν γλῶτταν ἐνίοις. ἀλλ’ ἡ τοσαύτη ξηρότης οὐδενὶ τῶν κατὰ φύσιν ἐχόντων ὑπάρξαι δύναται. καὶ διὰ τοῦτο μόνης ὑγρότητος ἀμέτρου σύμπτωμά ἐστιν ἐν τοῖς φύσει τραυλοῖς ἡ τῆς διαλέκτου βλάβη μὴ δυναμένων τῶν μυῶν τῆς γλώττης ἐγκρατῶς στηρίζεσθαι. τοῦτο δὲ αὐτοῖς συμβαίνειν ἐγχωρεῖ μὲν καὶ διὰ τὴν οἰκείαν ἀῤῥωστίαν, ἐγχωρεῖ δὲ καὶ διὰ τὴν τῶν νεύρων, ὧν παρ’ ἐγκεφάλου λαμβάνει δηλονότι. καὶ οἱ μεθύοντες οὖν ἐνίοτε τραυλίζουσι, τοῦτο μὲν ὑγρότητι πολλῇ διαβρεχομένου τοῦ ἐγκεφάλου, τοῦτο δ’ ὑπὸ πλήθους αὐτῆς βαρυνομένου. συμβήσεται γοῦν οὕτω καὶ τοῖς φύσει τραυλοῖς ἤτοι τὸν ἐγκέφαλον ὑγρὸν ὑπάρχειν ἢ τὴν γλῶτταν ἢ ἀμφότερα. τοῦ μὲν οὖν ἐγκεφάλου τοιαύτην ἔχοντος κρᾶσιν ἀποῤῥεῖν μὲν εἰκός ἐστι περιττωμάτων ὑγρῶν πλῆθος, ὑποδέχεσθαι δὲ αὐτὰ καταῤῥέοντα τὴν γαστέρα, κἀντεῦθεν ἁλίσκεσθαι
53
διαῤῥοίαις μακραῖς τὸν ἄνθρωπον. τῆς γλώττης δ’ αὐτῆς ὑγροτέρας οὔσης σφόδρα φύσει καὶ τὴν κοιλίαν εἰκὸς εἶναι τοιαύτην, ὡς ἂν θατέρου τῶν χιτώνων αὐτῆς κοινοῦ πρὸς τὴν γλῶτταν ὑπάρχοντος, ἀσθενοῦς δὲ δι’ ὑγρότητα, κοιλίας δ’ οἰκεῖον πάθημα, χρονία διάῤῥοια.

Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.

Τοὺς ὀξυρεγμιώδεις ὀξεῖαν ἔχοντας ἐρυγὴν σπανίως φησὶν ἁλίσκεσθαι πλευρίτισι· τὸ γὰρ οὐ πάνυ τῶν σπανίως γιγνομένων δηλωτικόν ἐστιν, οὐ τῶν οὐδ’ ὅλως, ὡς ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἔγραψαν. εἴρηται δ’ ἡμῖν ἐν τοῖς περὶ πλευρίτιδος λόγοις ὡς ἡ μὲν ἅμα τοῖς ὠχροῖς τε καὶ ξανθοῖς πτύσμασιν ἐπὶ χολώδεσι γίνεται χυμοῖς, ἡ δ’ ἅμα τοῖς ἀφρώδεσι ἐπὶ φλεγματικοῖς. ὥσπερ καὶ ἡ μὲν ἅμα τοῖς μελαντέροις ἐπὶ τοῖς μελαγχολικοῖς, ἡ δ’ ἅμα

54
τοῖς ἐρυθροῖς ἐπ’ αὐτῷ τῷ αἵματι. φλεγμονὴ μὲν γάρ ἐστι περὶ τὸν ὑπεζωκότα καλούμενον ὑμένα ἡ τῶν πλευριτικῶν διάθεσις. ἁπάσης δὲ φλεγμονῆς γινομένης ὑπὸ πλεονεξίας τινὸς χυμοῦ κατὰ τὴν ἐκείνου φύσιν, τό τε τῶν πτυσμάτων εἶδος ἐπιγίνεται τοῖς πλευριτικοῖς ἥ τε τῆς σωτηρίας, ἥ τε τοῦ θανάτου προσδοκία. καταδέχεσθαι δ’ οὐχ ὁμοίως πεφύκασι τοὺς χυμοὺς οἵ θ’ ὑμένες καὶ ὁ πνεύμων. πυκνὴ μὲν γὰρ καὶ ἡ τῶν ὑμένων φύσις, ἀραιὸς δὲ πάντῃ καὶ μανὸς ὁ πνεύμων ἐστὶν, ὥστε τούτῳ μὲν ἅπαντας ἕτοιμον δέχεσθαι τοὺς χυμοὺς, τῷ δ’ ὑπεζωκότι τοὺς χολώδεις μᾶλλον. διὰ τοῦτο οὖν οἷς φύσει πλεονάζει τὸ φλέγμα, σπανίως ἁλίσκονται πλευρίτισι καὶ μάλιστ’ ἐὰν ἁλυκότητά τινα καὶ δριμύτητα προσλάβῃ. τὸ γὰρ τοιοῦτον δάκνον τὰ ἔντερα πρὸς τὴν διαχώρησιν ἐρεθίζει καὶ συμβαίνει τηνικαῦτα μὴ μόνον τῷ φλέγματι κενοῦσθαι, συναπέρχεσθαι δ’ αὐτῷ πολλὰ καὶ τῶν ἄλλων περιττωμάτων. ἔλεγε δ’ αὐτὸς ἐν τῷ περὶ ὑδάτων τε καὶ τόπων καὶ ἀέρων
55
ἥκιστα πλευρίτισί τε καὶ τοῖς ἄλλοις νοσήμασι ἁλίσκεσθαι τοὺς ὑγρὰν ἔχοντας φύσει τὴν γαστέρα.

Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται, ὁκόσοις δ’ ἂν φαλακροῖς ἐοῦσι κιρσοὶ ἐπιγίνωνται, πάλιν οὗτοι γίνονται δασέες.

Ὁπόταν ἐν ἀνδρὸς φρονίμου συγγράμματι λόγος εὑρεθῇ προφανῶς ψευδὴς, εἰκότως ἀπορεῖσθαι συμβαίνει τοὺς ἀναγινώσκοντας αὐτὸν καὶ πρῶτον μὲν ἑαυτοῖς ἀπιστεῖν, ὡς μηδὲ τὰ φανερὰ γινώσκουσι, εἶθ’ ἑξῆς ὑποπτεύειν, μή τι τῶν ὑποκειμένων ψευδὲς εἴη. τίς γὰρ οὐκ οἶδε ἀνίατόν τι πάθημα τὴν φαλάκρωσιν ὑπάρχουσαν; ἀλλὰ καὶ τὸ μηδέποτε ἐπιγίνεσθαι μεγάλους κιρσοὺς τοῖς φαλακροῖς οὐκ ἀληθὲς, ὥσπερ οὐδὲ τὸ γενομένων κιρσῶν παύεσθαι τὴν φαλάκρωσιν, εἰ μή τι ἄρα, καθάπερ ἔνιοί φασι, τὴν καλουμένην ὑπὸ τῶν ἰατρῶν μαδάρωσιν ὀνομάζει φαλάκρωσιν.

56
ἐκείνη γὰρ ὑπὸ μοχθηρῶν χυμῶν γιγνομένη, καθάπερ αἵ τε ὀφιάσεις καὶ ἀλωπεκίαι ὀνομαζόμεναι, μεταστάντων εἰς τὰ σκέλη τῶν φαύλων χυμῶν ἐργάζεσθαι δύνανται κιρσοὺς, ἀνακτήσασθαί τε τὰς τρίχας. εἰ γὰρ ἔμπροσθεν ὑπὸ μοχθηρῶν χυμῶν φθειρομένων αὐταῖς τῶν ῥιζῶν ἡ διαφθορὰ συνέβαινεν, εἰκότως νῦν ἐπὶ τῇ μεταστάσει τῶν χυμῶν, εἰς τὴν κατὰ φύσιν ἐπανήξουσι κατάστασιν.

Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγινομένη κακόν.

Ἐπιγίνεσθαι τοῖς πάθεσιν ἕτερα πάθη τε καὶ συμπτώματα τοῖς παλαιοῖς ἰατροῖς ἔθος ἐστὶ λέγειν ὅσα κατὰ τὸν αὐτοῦ πάθους λόγον αὐξανομένου συμβαίνειν εἴωθε. τοιοῦτον γάρ τι καὶ τὸ τῶν ἐπιγινομένων ἐστὶ Πραξαγόρου βιβλίον. οὕτω δὲ καὶ νῦν εἴρηται ἐπὶ τῆς βηχός· οὐ γὰρ ἐπειδὰν δι’ ἄλλην τινὰ γένηται πρόφασιν, ὑδερικῷ βὴξ ὀλέθριόν ἐστι σημεῖον, ἀλλ’ ὅταν αὐτῷ τῷ λόγῳ τοῦ

57
νοσήματος. ἡνίκα γὰρ ἂν ἐς τοσοῦτον αὐξηθῇ πλῆθος ἐπὶ τῶν ὑδερικῶν παθῶν ἡ ὑδατώδης ὑγρότης, ὡς ἤδη καὶ τὰς τραχείας ἀρτηρίας καταλαμβάνειν, εἶτα βὴξ ἐπιγένηται, τότε κίνδυνος ἕπεται πνιγῆναι τὸν ἄνθρωπον οὐκ εἰς μακράν.

Δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

Οὐδ’ οὗτος ὁ λόγος ὑγιής ἐστιν, εἰ μὴ προσλάβῃ τὸν καὶ συνδεσμὸν, ὥστε γενέσθαι τὸν ἀφορισμὸν τοιόνδε, δυσουρίην καὶ φλεβοτομία λύει. ὄντως γὰρ καὶ φλεβοτομία λύει δυσουρίαν, ἐκείνην δηλονότι τὴν διὰ φλεγμονὴν καὶ πλῆθος γεγενημένην. τὸ δὲ τέμνειν τὰς εἴσω περὶ τῶν ἐν ταῖς χερσὶ φλεβῶν λεγόμενον, οὔτ’ ἀληθές ἐστιν, οὔτε ὁμολογούμενον Ἱπποκράτει. φαίνεται γὰρ ἐν ἅπασι τοῖς συγγράμμασιν ἐπὶ μὲν τῶν ἀνωτέρω τοῦ ἥπατος ἐκ τῶν χειρῶν ἀποχέων τοῦ αἵματος, ἐπὶ δὲ τῶν κατωτέρω τὰς κατὰ ἰγνὺν ἢ σφυρὸν

58
κελεύων τέμνειν. εἰ δὲ περὶ τούτων αὐτῶν εἰρῆσθαί τις ὑπολάβοι τὸ τέμνειν τὰς εἴσω, μικρὰν τοῦτο δύναμιν ἔχει. ἀπὸ μιᾶς γὰρ ἀμφότερα πεφύκασι φλεβὸς τῆς ἐν ἰγνύι τριχῇ σχισθείσης, ὅτι καὶ μία φλέψ εἰς τοῦθ’ ἥκει τὸ κῶλον, οὐχ ὥσπερ ἐπὶ τῆς χειρὸς δύο. βέλτιον οὖν ἐστι καὶ τοῦτον τὸν ἀφορισμὸν ἕνα τῶν παρακειμένων ὑπολαβεῖν.

Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ τραχήλῳ ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα.

Ἀληθὴς ὁ λόγος καὶ ἡ αἰτία πρόδηλος, εἴ γε ἐκ τῶν διὰ βάθους τε καὶ κυριωτέρων μορίων εἰς τὸ δέρμα μεθίστασθαι τὰ πάθη λυσιτελεῖ.

59
Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον. θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι δὲ πολὺν χρόνον διατελοῦσιν.

Κρυπτοὺς καρκίνους εἴρηκεν ἤτοι τοὺς χωρὶς ἑλκώσεως ἢ τοὺς κεκρυμμένους, ὅπερ ἐστὶ μὴ φαινομένους ὃ πάλιν ἴσον δύναται τῷ διὰ βάθους εἶναι τοῦ σώματος. ἀλλὰ καὶ τὸ θεραπεύειν διττόν ἐστιν· ἓν μὲν τὸ πάντα πράττειν ὡς ὑγιὲς ἀποφῆναι τὸ πεπονθὸς μέρος, ἕτερον δὲ τὸ προνοεῖσθαι τὴν ἁρμόττουσαν τῷ πάθει πρόνοιαν, ὅπερ ἐστὶ παρηγορεῖν τε καὶ πραΰνειν αὐτὸ, καὶ μάλισθ’ ὅταν ᾖ μεθ’ ἑλκώσεως. ἀναγκαῖον γὰρ εἰ καὶ μηδὲν ἄλλο τηνικαῦτα τοὺς ἰχῶρας ἀποπλύνειν ὑγρῷ τινι χρώμενον, ὅπερ οὐ τὸ τυχὸν εἶναι προσήκει, ἀλλ’ ὅ τί περ ἂν ἤτοι διὰ πείρας ἢ δι’ ἐνδείξεως εὑρεθῇ μήτε σήπειν πεφυκὸς μήτ’ ἐρεθίζειν τὸ πεπονθὸς μέρος. ταύτης μὲν οὖν τῆς θεραπείας οὔτ’ ἀφίστασθαι προσήκει οὔθ’ οἱ χωρὶς ἑλκώσεως δέονται καρκίνοι.

60
τῆς δ’ ἐκ τοῦ τεμεῖν καὶ καῦσαι ἃ μόνῳ καρκίνῳ γινομένῳ ἐστὶν ἰάματα, συμβουλεύει μὴ προσάγεσθαι κατὰ τοὺς κρυπτοὺς καρκίνους. ὅτι μὲν οὖν οἱ ἐν τῷ βάθει διὰ τῆς τοιαύτης ἀγωγῆς οὐ θεραπεύονται καὶ ἡ πεῖρα διδάσκει. πάντας γὰρ οἶδα τοὺς ἐπιχωρήσαντας ἰᾶσθαι καρκίνους τοιούτους παροξύναντας μᾶλλον αὐτοὺς, ἐν τάχει τε τοὺς ἀνθρώπους ἀποκτείναντας. οἵ τε γὰρ τὸν ἐν τῷ οὐρανίσκῳ συστάντα καὶ τὸν ἐν τῇ ἕδρᾳ καὶ τὸν ἐν τῷ κρυπτῷ τῷ γυναικείῳ τεμόντες καὶ καύσαντες οὐκ ἠδυνήθησαν ἀπουλῶσαι τὰ ἕλκη καὶ τῇ τῆς ἰάσεως ταλαιπωρίᾳ συνέτηξαν τοὺς ἀνθρώπους ἄχρι θανάτου, οἷς ἐνῆν μὴ θεραπευομένοις ἀλυπότερον ἄχρι πλείονος ἐξαρκέσαι χρόνου. τοὺς μὲν οὖν τοιούτους καρκίνους οὐδ’ ὅλως ἐπιχειρητέον ἰᾶσθαι, τοὺς δ’ ἐπιπολῆς ἐκείνους μόνους οὕς ἐκτεμεῖν οἶόν τε σὺν ταῖς ῥίζαις αὐταῖς, ὡς ἂν εἴποι τις. οὐδὲν γὰρ χεῖρον οἱονεὶ ῥίζας τινὰς ὀνομάσαι τοῦ καρκίνου τὰς διατεταμένας ἄχρι τῶν πέριξ σωμάτων πεπληρωμένας φλέβας αἵματος μελαγχολικοῦ. πολλοὶ μὲν γὰρ τῶν ἀξιολόγων ἰατρῶν οὐδὲ τούτους
61
ἐπιτρέπουσι χειρουργεῖν, ἀλλὰ μόνους ὅσοι περ ἂν ἑλκωθέντες ἅμα μὲν ἀνιαροὶ τοῖς κάμνουσιν ὦσιν, ὡς αὐτοὺς ὀρεχθῆναι τῆς χειρουργίας, ἅμα δ’ ἐν τοῖς τοιούτοις συστῶσι μορίοις ἃ μετὰ τῶν ῥιζῶν ἐκτεμεῖν καὶ καῦσαι δυνατόν ἐστιν. ἔνιοι δὲ οὐδὲ τούτοις ἀνασκευάζεσθαι ἐῶσιν, ἀλλὰ τελέως ἀφίστασθαι συμβουλεύουσι βοηθημάτων ἀγωνιστικῶν ἐπὶ καρκίνου παντός. Ἱπποκράτης γοῦν ὅτι μὲν τοὺς ἐν τῷ βάθει τοῦ σώματος οὐκ ἀεὶ συνεβούλευσε θεραπεύειν ἀγωνιστικῶς ἐξ αὐτῆς τοῦ πάθους τῆς φύσεως ἔξεστι τεκμήρασθαι. εἰ δὲ καὶ τὸν ἐπιπολῆς τε καὶ χωρὶς ἑλκώσεως ἄδηλον ἐστιν, ὅσον ἐπὶ τῇ κατὰ τὸν ἀφορισμὸν λέξει. γεγράφασι δ’ αὐτὸν οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ τὸν Διοσκορίδην, ἄχρι τοῦ μὴ θεραπεύειν βέλτιον.

Σπασμὸς γίνεται ἢ ὑπὸ πληρώσιος ἢ κενώσιος, οὕτω δὲ καὶ λυγμός.
62

Ὁ σπασμὸς, ὡς καὶ τοὔνομα αὐτὸ δηλοῖ, σπωμένων ἐπὶ τὰς οἰκείας κεφαλὰς γίνεται τῶν μυῶν. ἐναργέστερον δ’ ἂν εἴποι τις ἀνασπωμένων, ὅσπερ κἀν τῷ κατὰ φύσιν αὐτοῖς ἐστι κινήσις. ἀλλ’ ἐκείνη μὲν οὐκ ἄνευ τῆς ὁρμῆς γίνεται τοῦ ζώου, πάθος δ’ ἀκούσιόν ἐστιν ὁ σπασμὸς εἰς παραπλησίαν διάθεσιν ἐρχομένων τῶν νευρωδῶν μορίων ἐν αὐτοῖς, ἥνπερ κἀν τοῖς καθ’ ὁρμὴν κινήσεσιν ἐλάμβανον. ὑπὸ γάρ τοι πληρώσεως γίνεται, καθάπερ ἐν ταῖς ὑπερβαλλόντως ὑγραῖς καταστάσεσι τοῦ περιέχοντος ἀέρος αἱ χορδαὶ, διὰ τοῦτο γοῦν καὶ ῥήγνυνται πολλάκις. οὕτω δὲ κἀν ταῖς ξηροτέραις καταστάσεσι συμβαίνει, συνάγεται γὰρ εἰς ἑαυτὰ καὶ σπᾶται πάντα τὰ νευρώδη σώματα ξηραινόμενα βιαιότερον, ὥσπερ οἱ πρὸς τῷ πυρὶ θερμανθέντες ἄχρι πλείονος ἱμάντες. ὅμοιον δ’ αὐτοῖς πάσχουσι καὶ ὅσους ἥλιος θερμὸς ἐξήρανεν. ὁ μὲν οὖν σπασμὸς ὑπὸ τῶν ἐναντίων εἰκότως γίνεται, λυγμὸς δὲ συγχωρείσθω μὲν ὀνομάζεσθαι στομάχου πάθος, ὅταν ἕτερόν τι προσκείμενον ᾖ κατὰ λόγον. ὅταν δ’ αὐτὸ μόνον τοῦτο ὑπάρχῃ σπούδασμα

63
τὸ γνῶναι τὴν οὐσίαν τοῦ παθήματος, ἄμεινον ἴσως ἐστὶν οὐ σπασμὸν ὀνομάζειν αὐτὸ, ἀλλὰ κίνησίν τινα· ἐν μὲν γὰρ τῷ αὐτῷ γένει τῷ κατὰ τοὺς ἐμέτους, ἐπιτεταμένην δὲ καὶ σφοδροτέραν ἐκείνης. ἀπώσασθαι γάρ τι τῶν καθ’ ἑαυτὸν ὁ στόμαχος ὀρεγόμενος ἐπ’ ἄμφω τὰ συμπτώματα ὁρμᾷ, σφοδρότερον μὲν ἐν τοῖς λυγμοῖς, μετριώτερον δὲ ἐν τοῖς ἐμέτοις, ἐπειδὴ κατὰ μὲν τοὺς ἐμέτους τὸ περιεχόμενον ἐν τῇ τῆς γαστρὸς εὐρυχωρίᾳ μόνον ἐφίεται διώσασθαι. κατὰ δὲ τοὺς λυγμοὺς καὶ τὰ διὰ βάθους ἐν αὐτῷ τῆς γαστρὸς τῷ στόματι περιεχόμενα. στόμαχον δέ μοι νῦν ἄκουε μὴ μόνον αὐτὸν ὃν ὀνομάζουσι κυρίως, ἀλλὰ τὸ τῆς γαστρὸς στόμα. τὰ γὰρ ἐν τούτῳ περιεχόμενα τῆς γαστρὸς ὀρεχθείσης ἐκκρῖναι λύζουσιν. ὅ τι δὲ τῶν δυσεκκρίτων τε καὶ οἷον ἀναποθέντων εἰς τὸ στόμα τῆς γαστρὸς ἢ διὰ τὸν λυγμὸν ἔκκρισις γίνεται μαθεῖν ἔστι κἀκ τῶν ὁσημέραι συμβαινόντων πᾶσι σχεδὸν ἢ μᾶλλον ἢ ἧττον. ἐάν τε γὰρ αὐτὸ μόνον δριμὺ ὂν τὸ πέπερι καταπίωσιν, ἐάν τε καὶ μετὰ μέλιτος ἤ τινος ἄλλου, κἄπειτα ἐπιπίωσιν
64
οἶνον ὕδατι κεράσαντες θερμῷ εὐθέως λύζουσι, τῆς μὲν τοῦ πόματος θερμότητος ποδηγούσης εἰς τὸ βάθος τὸ πέπερι, τῇ δριμύτητι δὲ αὐτοῦ τῆς γαστρὸς ἀνιωμένης, ἐπιχειρούσης δὲ τῇ βίᾳ τῆς κινήσεως ἀποῤῥῖψαι τὸ λυποῦν ἐδείχθη δ’ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις, ὅτι καὶ ἡ βὴξ καὶ ὁ πταρμὸς καὶ τὸ ῥῖγος ἐκ τῶν τοιούτων εἰσὶ κινήσεων.

Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμονῆς, τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὸν πόνον.

Ἕπεται μὲν καὶ ταῖς δήξεσι πόνος, ἀλλ’ εἰθισμένοι τῷ τῆς δήξεως ὀνόματι προσαγορεύειν εἰσὶν, οὐ τῷ τοῦ πόνου τὰ τοιαῦτα συμπτώματα. γίνεται δὲ καὶ διὰ φλεγμονώδη τινὰ διάθεσιν ὁ πόνος. οὕτως δ’ ὠνόμασται, διότι καὶ τοῖς ἐρυσιπέλασιν ἔζευκται ὁ πόνος. ὅταν οὖν μήτε διὰ

65
τοιαύτην τινὰ διάθεσιν ὀδύνη τὶς ᾖ κατὰ τὸ ὑποχόνδριον, ἥ τε τῆς δήξεως αἴσθησις αὐτὴ ἀπῇ, καταλείπεται γίνεσθαι τὸν πόνον ἢ δι’ ἔμφραξιν ἢ διὰ πνεῦμα φυσῶδες, ἤ τινα δυσκρασίαν ἀνώμαλον, ἅπερ ἡ τοῦ πυρετοῦ θερμότης ἰᾶσθαι πέφυκε, τὰ μὲν τέμνουσα καὶ λεπτύνουσα καὶ διαφοροῦσα, τὰς δὲ εἰς ὁμαλότητα κράσεως ἄγουσα.