In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα.

Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς

842
τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντάσεως διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα χόριά τε καὶ ὕστερα.

Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε.

Ὥσπερ τῶν ἐλλιπῶς ἢ μηδὲ ὅλως κενουμένων καταμηνίων ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέτρως κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’ οὐκ αὐτοῖς τοῖς τιτθοῖς, ἀλλ’ ὑπ’ αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐτὴν, καθ’ ὃ μάλιστά εἰσίν αἱ κάτωθεν ὑπ’ αὐτοὺς ἀναφερόμεναι φλέβες. καὶ μέντοι καί γράφουσιν ἔνιοι σικύην ὡς μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε· μεγίστην δ’ ἀξιοῖ τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται

843
τὴν ἀντίσπασιν. ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώμενος φλεβῶν.

Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι, τουτέων συμμύει τὸ στόμα τῶν ὑστερέων.

Μέγιστον τοῦτο γνώρισμα κυούσης γυναικὸς, ἢν ἡ μαιεύτρια δυνηθῇ καθέσει δακτύλου ψαῦσαι τοῦ στόματος τῶν ὑστερῶν· ἀφ’ οὖ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυτῶν λάβωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα φαίνεταί γε μὴν καὶ διὰ φλεγμονὴν καὶ σκίῤῥον μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα καὶ διορίζεται.

Γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
844

Κατ’ ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’ ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζεσθαι γίνεται. πλέον δ’ ἀθροίζεται πληρουμένων ἐπὶ πλέον τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πληροῦνται δ’ ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου. τοῦτο δ’ αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’ ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος ἐνδείκνυται, διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον, οὐθ’ οὕτως μεστοὺς ὡς ἀποῤῥεῖν τὸ γάλα. διαιρομένους δὲ εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ ἡ τοιαύτη κατάστασίς ἐστι τῶν τε ἀντιτύπων, διὰ τὸ πεπληρῶσθαι σφοδρῶς, καὶ τῶν μαλακῶν τε καὶ χαλαρῶν, διὰ τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ ἀσθενεῖν τὸ κυούμενον οὔτ’ ἐνδεῖν αὐτοῦ τὴν τροφήν.

845
Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.

Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’ αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν

846
ἰσχνότητι τὴν διαφθορὰν, οὗτος ἀποφαίνεται τοῦτο μόνον σημεῖον εἶναι τῆς μελλούσης φθορᾶς· ὁ δὲ ταῖς μελλούσαις διαφθείρειν λέγων τοὺς τιτθοὺς ἰσχνοὺς γίνεσθαι οὐ μόνον ἔοικεν ἐνδείκνυσθαι τοῦτο προηγεῖσθαι διαφορὰν τῶν ἐμβρύων. ἐπισκεπτέον οὖν ἀκριβέστερόν ἐστι καὶ παραφυλακτέον ἐπ’ αὐτῶν φαινομένων κατὰ τὰς κυούσας, εἰ μή ποτ’ ἄλλως διαφθείρουσιν, ἀλλ’ ἀεὶ μετὰ τοῦ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν ἢ ταῖς πηδησάσαις ἢ ταῖς μέγα βοησάσαις ἢ θυμωθείσαις ἢ φοβηθείσαις ἐξαίφνης ἰσχυρῶς ἐγχωρεῖ ποτὲ μὲν μὴ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν, ἐγχωρεῖ δὲ καὶ ταῖς διὰ πυρετοῦ μέγεθος ἢ ἐρυσιπέλατος ἐν ταῖς ὑστέραις γενομένου ἢ καὶ διὰ τὸ μυξῶδες τῶν κοτυληδόνων ἤ τι τοιοῦτον ἕτερον ἀκολουθῆσαι φθορὰν ἄνευ τῆς τῶν τιτθῶν ἰσχνότητος. Ἱπποκράτης μὲν γὰρ ἔοικεν ὑπολαμβάνειν ἀεὶ προηγεῖσθαι, καί μοι παραφυλάττοντι πολλάκις ἐφάνησαν ἐπὶ τῶν προειρημένων αἰτίων τῆς φθορᾶς οἱ τιτθοὶ προισχνούμενοι. μήποτε οὖν ὅταν ἄνευ τῶν τοιούτων τινὸς αἰτίων ἡ τῶν τιτθῶν ἰσχνότης γένηται, τὴν ἔνδειαν
847
τοῦ αἵματος αἰτιατέον ἐστὶ ἐν ταῖς κοιναῖς φλεψὶ τιτθῶν τε καὶ ὑστερῶν, ἃς ἔφη διὰ τὴν ἀτροφίαν φθείρεσθαι τὸ ἔμβρυον. ἐπὶ δὲ ταῖς ἄλλαις αἰτίαις ἐφ’ αἷς ἤτοι γε ἀποθνήσκει τι παθὼν ἢ ἀποῤῥήγνυται τὸ ἔμβρυον, ὅταν οἱ περιέχοντες αὐτὸ ὑμένες διασπῶνται τῆς φύσεως ἀναστομούσης τὰς μήτρας ὠδῖνάς τε ἐγειρούσης, ῥοπὴν γίνεσθαι διὰ ταῦτα τοῦ αἵματος ἐπὶ τὰ γεννητικὰ μόρια. κοινὸς γάρ τίς ἐστιν οὗτος ὁ λόγος, ἐφ’ ὧν ἡ φύσις ἐκκρίνει τι μετὰ βίας, ὡς τὴν ῥοπὴν ἐκεῖσε γίνεσθαι τοῦ τε αἵματος καὶ τοῦ πνεύματος, οἷς ὥσπερ τισὶν ὀργάνοις χρωμένη διωθεῖται τὰ λυποῦντα βίᾳ. κατὰ τοῦτο γοῦν καὶ τοῖς ὀδυνωμένοις μορίοις ἐπιγίνονται φλεγμοναὶ τῆς φύσεως μὲν ἐκκρῖναί τε καὶ διώσασθαι σπευδούσης τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἵνα δὲ τοῦτο πράξῃ πληρούσης αἵματός τε καὶ πνεύματος αὐτό. ταῦτα μὲν οὖν ἐς τὸ πρότερον μέρος τοῦ ἀφορισμοῦ λελέχθω μοι· τὰ δ’ ἑξῆς αὐτῷ τὸ δεύτερον, ἐν ᾧ διαθέσεως ἐναντίας μέμνηται τῶν τιτθῶν, ἐστὶ τοιοῦτον. ἢν δὲ πάλιν, φησὶν, οἱ μασθοὶ γίνωνται σκληροί. σημαίνοντος
848
δὲ τοῦ πάλιν ἐν ταῖς τοιαύταις ῥήσεσι δύο, τὸ μὲν ἕτερον ὃ συνῆπται τῇ προειρημένῃ διαθέσει, τὸ δ’ ἕτερον ὅπερ καὶ δι’ ἄλλης λέξεως εἰώθασιν ἔμπαλιν λέγειν, ἀληθέστερόν γέ μοι φαίνεται καὶ κατὰ τὴν Ἱπποκράτους εἶναι γνώμην τὸ δεύτερον σημαινόμενον, ἵν’ ᾖ τὸ καθ’ ὅλον τὸν ἀφορισμὸν λεγόμενον τοιοῦτον· οἱ μὲν ἰσχνοὶ τιτθοὶ πάντως προηγοῦνται τῆς διαφθορᾶς τῶν ἐμβρύων καὶ οὐχ οἷόν τε διαφθαρῆναι ταῦτα μὴ προϊσχνωθέντων αὐτῶν. οἱ μέντοι σκληροὶ φθορὰν μὲν οὐ σημαίνουσιν, ὀδύνη δέ τις ἀκόλουθον αὐτοῖς τῶν εἰρημένων μορίων, ἵν’ ὥσπερ ἐνδείας αἵματος ἰσχνότεροι τιτθοὶ τὴν ἔνδειξιν ἔχωσιν, οὕτω πλήθους οἱ σκληροὶ διαφέροντες δηλονότι τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τῶν στερεῶν. ἐφ’ ὧν πάλιν ἀποτιθεμένης τῆς φύσεως εἴς τινα μόρια τὸ περιττὸν, ὀδυνᾶται μὲν ἐκεῖνα, τὸ δ’ ἔμβρυον ἀβλαβὲς διαμένει. ζητηθήσεται δὲ ἐνθάδε διὰ τίνα αἰτίαν οὐδέποτε τῷ τῆς μήτρας σώματι τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται καὶ ποιήσει φλεγμονὴν ἢ διὰ τί φλεγμηνάσης τῆς μήτρας φθαρήσεται τὸ ἔμβρυον·
849
ἢ τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους ἕτερόν ἐστιν; οὐ γὰρ ὅτι μηδέποτε τοῖς σκληροῖς τιτθοῖς ἕπεται φθορὰ τῶν ἐμβρύων εἰρηκέναι νομιστέον αὐτὸν, ἀλλ’ ὅτι μὴ διὰ παντὸς ὥσπερ ἐπὶ τῶν ἰσχνῶν, ἀλλ’ ἐὰν εἰς ἕτερον μόριον ἀπωθῆται τὸ περιττὸν ἡ φύσις, ὃ διὰ τῆς ὀδύνης γνωριοῦμεν, οὐκ ἔστι φθορὰ, γενήσεται πάλιν ὁ σύμπας λόγος, ἐὰν οὕτως ἀκούσωμεν, τοιοῦτος· τῶν φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ προηγοῦνται οἱ τιτθοὶ, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί. τοὐπίπαν γὰρ ἐπὶ τῶν τοιούτων εἰς ἕτερόν τι μόριον ἡ φύσις ἐναποτίθεται τὸ περιττόν. εἴ γε μὴν ἐπὶ τὰς μήτρας αὐτὸ διώσαιτο γενήσονται καὶ τότε πάντως ἰσχνοί. κατὰ γὰρ τὴν Ἱπποκράτους γνώμην, ὡς ἔοικεν, εἰ καὶ δι’ ἕτερόν τι καὶ μὴ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ὁ ἐκτρωσμὸς γένοιτο, προηγήσεται πάντως ἡ ἰσχνότης τῶν τιτθῶν δι’ ἣν εἶπον αἰτίαν, ὥστε κἂν δι’ ὑγρότητα τῶν κοτυληδόνων ἀποῤῥυήσεται τὸ κύημα καὶ τότε διωθουμένης αὐτὸ τῆς φύσεως εἰς ἔκκρισιν ἡ ῥοπὴ τοῦ αἵματος ἐπὶ τὰς μήτρας ἔσται καὶ
850
κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνότεροι γενήσονται.

Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.

Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐτῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν, ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.

851
Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.

Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροίσθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέστησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτροπιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως.

852
ἀλλ’ αὐτό τε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπωρημένον, ἀσθενῆ τε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων δεῖται τῶν σωμάτων, τοῦ τε τῆς κυούσης αὐτῆς καὶ τοῦ παιδίου.

Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.

Οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοινὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.

853
Καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι.

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ ἔνδειαν δὲ μηδὲν, ἀλλ’ ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’ ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρχουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπποκράτους οὔτ’ ἀσαφὲς εἴρηται. καθὸ δ’ ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέψασθαι πότερον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων.

854
ἀδύνατον δὲ τοῦτο ἀκριβῶς ἐπιδιασκέψασθαι χωρὶς τοῦ γνῶναι τὰς αἰτίας ἁπάσας, ἐφ’ αἷς πλείω τοῦ προσήκοντος ἢ ἐλάττω γίνεται καταμήνια. δυνατὸν οὖν ἐστι καὶ ἀναστομωθέντων ἐπὶ πλέον τὸν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων καὶ λεπτοτέρου τοῦ αἵματος ἢ θερμοτέρου γενομένου καὶ τοῦ σώματος ὅλου διὰ καχεξίαν τινὰ βαρυνομένου τῷ αἵματι, κἂν μηδέπω τὴν κατὰ φύσιν ὑπερβαίνῃ συμμετρίαν, ὠθοῦντος αὐτὸ πρὸς τὰς ἐν τῇ μήτρᾳ φλέβας, ὥσπερ ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ἄλλοτ’ εἰς ἄλλο μόριον ἄμετρον κένωσιν γενέσθαι καταμηνίων. ἐλάττω δ’ αὖ καταμήνια δυνατόν ἐστι γενέσθαι διά τε μύσιν ἢ ἔμφραξιν τῶν τὴν ἔμμηνον κάθαρσιν ἐπὶ τὴν μήτραν φερουσῶν φλεβῶν, διὰ πάχος αἵματος ἢ διὰ ψυχρότητα καὶ ῥώμην αὐτῶν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ὡς μὴ παραδέχεσθαι τὸ ἐπιῤῥέον. ὅ τι δ’ ἂν ᾖ τούτων ἀναγκαῖόν ἐστιν ἐν τῷ χρόνῳ καὶ τὴν μήτραν αὐτὴν πάσχειν τι πάθος ἤτοι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιῤῥῶδες ἢ καρκινῶδες, ᾧ πάλιν συμπάσχειν ὅλον τὸ σῶμα. κατὰ μέντοι τὰς ἀμέτρους
855
κενώσεις οὐδὲν τοιοῦτον πάθημα γίνεται ταῖς ὑστέραις, ᾧ συννοσήσει τὸ σύμπαν σῶμα λόγῳ συμπαθείας, ὥστε πιθανώτερον ἐπὶ τῶν ἰσχομένων καταμηνίων εἰρῆσθαι μόνον ἀπὸ τῆς ὑστέρας τὰς νόσους συμβαίνειν.

Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται.

Ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία διά τε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δριμύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς

856
αὐτοὺς ἐκ τῶν φλεβῶν τὸ διηθούμενον ὀῤῥῶδες περίττωμα· δεόντως οὖν ὁ Ἱπποκράτης ἐπιγίνεσθαί φησιν στραγγουρίαν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ καὶ νεφροῖς ἐμπύοις, ἐπὶ μὲν ἀρχῷ καὶ μήτρᾳ κατὰ συμπάθειαν πασχούσης τῆς κύστεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις ἐκκρινομένου τοῦ πύου διὰ τῆς κύστεως. τοῦτο μὲν οὖν τῇ δριμύτητι δάκνον τὴν κύστιν ἐρεθίζει πρὸς τὴν ἀπόκρισιν, ἐπὶ δὲ τῇ κατ’ ἀρχὸν ἢ μήτραν φλεγμονῇ τῷ τῆς γειτνιάσεως λόγῳ πάσχειν ἀναγκαῖόν ἐστι τὴν κύστιν καὶ τῆς δυσκρασίας τε καὶ τῆς φλεγμονῆς μεταλαμβάνουσαν, ἔτι τε θλιβομένην ἂν καὶ στενωχορουμένην ὑπὸ τῶν παρὰ φύσιν ὄγκων ἐν αὐτοῖς. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ἁπλῶς ἕτερον ἑτέρῳ πάθος ἐπιγίνεσθαι πέφυκεν, ἀλλὰ τοῖς ἀξιολόγοις κατὰ μέγεθος. οὕτως οὖν καὶ τῷ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται, διὰ τὴν τῶν νεύρων κοινωνίαν, οὐ διὰ παντὸς, ἀλλ’ ὅταν εἰς μεγίστην ἀποκατασταθῇ φλεγμονήν.

857
Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν.

Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε

858
ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερατικοῦ τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστήκει τὸ γένος. εἶθ’ ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις γίγνεται δι’ ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ ὁ σύμπας λόγος ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέροντας εἰς αὐτὸν ἀφορισμούς.

Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.

Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι

859
τὸ ἐκκρινόμενον αἷμα μήθ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μηδὲν ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως, ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐῤῥωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’ οὐδὲν δι’ ἐκείνων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.