In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.
828

Καὶ οὗτος ὁ ἀφορισμὸς ἐξ ἐκείνων ἐστὶν, οὓς ἔφαμεν ἔνδειαν τῆς τροφῆς σημαίνειν τῷ ἐμβρύῳ. κοιναὶ γάρ τινές εἰσι φλέβες ὑστερῶν τε καὶ τιτθῶν, αἵτινες ὅταν ἐνδεῶς ἔχωσιν αἵματος, ἰσχνοὺς μὲν τοὺς τιτθοὺς ἀποφαίνουσι, τῇ δὲ ἀτροφίᾳ ποτὲ μὲν ἀναιροῦσι τὸ ἔμβρυον, ἔστι δ’ ὁτὲ πρὸς ἔκκρισιν παρορμῶσι διὰ τὴν αἰτίαν, ἣν αὐτὸς ἐν τῷ περὶ φύσεως παιδίου γράφει κατὰ τήνδε τὴν ῥῆσιν· ἡ τροφὴ καὶ ἡ αὔξησις τὰ ἀπὸ τῆς μήτρας κατιόντα, οὐκέτι αὐτάρκη τῷ παιδίῳ ἐστὶν, ὅταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ. ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος εἰς ἑωυτὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον. ὅταν δ’ αὐτῷ ταῦτα σπανιώτερα γένηται καὶ ἁδρὸν ᾖ τὸ παιδίον, ζητοῦν τε πλέον τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει, καὶ τοὺς ὑμένας ῥηγνύον ἀρχὴν ἀποκυήσεως παρέχει τῇ μητρί.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται,
829
δίδυμα ἐχούσῃ θάτερον ἐκτιτρώσκει, καὶ ἢν μὲν δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν, ἢν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ.

Ὅπερ ὁ προγεγραμμένος ἀφορισμὸς ἐπ’ ἀμφοτέρων ἔλεγε τῶν τιτθῶν, τοῦθ’ οὗτος ἐπὶ θατέρου. διὰ δὲ τὴν προειρημένην αἰτίαν τῇ κοινωνίᾳ τῶν φλεβῶν τὸ κατ’ εὐθὺ τοῦ μειωθέντος τιτθοῦ μὲν ὄν ἔμβρυον ἐκτιτρώσκεται, τὸ δ’ ὅτι διδύμων ὄντων, ἄῤῥενός τε καὶ θήλεος, ἐὰν μὲν ὁ δεξιὸς τιτθὸς ἰσχνὸς γένηται, τὸ ἄῤῥεν μόνον, ἐὰν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ διαφθείρεται, ἐξ ἐκείνης ἤρτηται τῆς δόξῃς αὐτοῦ, ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς μᾶλλον.

Γυνὴ κύουσα μηδὲ τετοκυῖα εἰ γάλα ἔχει, τὰ καταμήνια αὐτῆς ἐκλέλοιπε.
830

Μακρότερος ὁ λόγος καὶ δεῖται τοῦ μέλλοντος αὐτῷ παρακολουθήσειν ἀκριβῶς γεγυμνασμένου κατὰ τὰ περὶ φυσικῶν δυνάμεων ὑπομνήματα. λεχθήσεται δὲ τοσοῦτον ὅμως αὐτοῦ νῦν, ὅσον ἐνδέχεται διὰ βραχυτάτων ῥηθὲν εἰς τὰ προκείμενα γενέσθαι χρήσιμον. κοινὸν δὴ τοῦθ’ ὑπάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις, ὅσα χυμῶν τινῶν ἐστι γεννητικὰ χρησίμων, ἤτοι γε ἑτέροις μορίοις ἢ εἰς τὴν τοῦ γένους διαδοχὴν ἢ εἰς τὴν τοῦ κυουμένου τροφὴν περιττὸν ὑπάρχειν τὸν χυμὸν ἐκεῖνον τῆς τροφῆς τοῦ γεννῶντος αὐτὸν μορίου. οὐ γὰρ τῷ γινώσκειν ἐς ὅ τι χρήσιμος ὁ χυμὸς ἔσται τῷ ζώῳ τὴν γένεσιν αὐτοῦ ποιεῖται τὸ μόριον, εἴ γε μὴ μέλλει νοῦν ἔχειν τὸν τοιοῦτον, ὁποῖον ἀξιοῦμεν ἔχειν τοὺς πολιτικοὺς ἄνδρας, ἀλλ’ ὁ μὲν δημιουργήσας τὸ ζῶον ἔχει τὸν νοῦν, αὐτὸ δὲ τὸ μόριον, ὡς ἐδείχθη, διοικεῖται δυνάμεσι φυσικαῖς ἄλλαις τέ τισι καὶ τῇ ἀλλοιωτικῇ, καθ’ ἣν ὁμοιοῖ τὴν τροφὴν αὐτῷ. ὅσον μὲν οὖν τῆς ἀλλοιωθείσης ὑπ’ αὐτοῦ τροφῆς ἀκριβῶς ὡμοιώθη τῷ τρεφομένῳ,

831
προστίθεταί γε καὶ τρέφει τὸ μόριον ἐκεῖνο καὶ τοῦτό ἐστιν, ὥσπερ αὐτὸς ἔφη, τροφὴ δὲ τὸ τρέφον καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον. τὸ δὲ περιττὸν ὑπολειπόμενον, ὅμοιός γέ τίς ἐστι τῇ τοῦ μορίου φύσει χυμὸς, ἐν μὲν τοῖς ὀστοῖς τὸ κατὰ τὰς σήραγγας αὐτὰς, κατὰ δὲ τὸ ἧπαρ τὸ αἷμα. τούτου τοῦ γένους ἐστὶ καὶ τὸ κατὰ σάρκα τοῦ πνεύμονος ἀφρῶδες ὑγρὸν καὶ ὁ κατὰ τὰς διαρθρώσεις γλίσχρος χυμὸς καὶ τὸ κατὰ τοὺς ὄρχεις τε καὶ παραστάτας ὀνομαζόμενον σπέρμα καὶ τὸ κατὰ τὴν γλῶτταν, ᾧ τοὔνομα σίαλον. εἰσὶ δέ τινες κἀν τοῖς μασθοῖς ἀδένες ὁμοιοῦν ἑαυτοῖς δυνάμενοι τὸ ἐπιῤῥέον. ὄντες οὖν ἄναιμοί τε καὶ λευκοὶ τὸ οἰκεῖον χυμὸν ἐργάζονται τοιοῦτον, οἷονπερ ἔστι τὸ γάλα καὶ πλεῖόν γε ποιοῦσι τοιοῦτον, ὅταν ἐπιῤῥέῃ τροφὴ πλείων ἐν αὐτοῖς. πλείων δὲ ἐπιῤῥεῖ κατὰ τὸν ὄγδοον μῆνα καὶ τὸν ἔνατον τῆς κυήσεως, ἡνίκα καὶ πεπλήρωνται δαψιλῶς αἱ κοιναὶ φλέβες ὑστερῶν τε καὶ τιτθῶν, ὡς καὶ διὰ τῆς τῶν κυουμένων ζώων ἀνατομῆς ἐναργῶς φαίνεται. γίνεται δέ ποτε καὶ χωρὶς τοῦ κυῆσαι σπανίως τὸ τοιοῦτον, ὅταν
832
ἀφίκωνται εἰς ὁμοίαν πλήρωσιν αἱ φλέβες ἐξ ἐπισχέσεως καταμηνίων γινομένην, ἧς νῦν μέμνηται διαθέσεως ὁ Ἱπποκράτης.

Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει.

Ὅτι μὲν εἰς τοὺς τιτθοὺς τὸ αἷμα φερόμενον, εἷθ’ ὑπὸ τῶν αὐτόθι ἀδένων μεταβαλλόμενον γάλα γίγνεται, κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν εἴρηται. νυνὶ δ’ ὅταν ἀμετάβλητον διαμένῃ τὸ παραγενόμενον εἰς αὐτοὺς αἷμα, φησὶν ὁ Ἱπποκράτης μανίην σημαίνεσθαι. ἐγὼ μὲν οὖν οὔπω τοῦτο γινόμενον ἐθεασάμην, ὥστ’ εἰ καὶ γίνεται ποτὲ μὲν τῶν σπανίων ἐστίν. ὁ Ἱπποκράτης δ’ ὡς ἑωρακὼς αὐτὸ γράφει· καὶ εἴπερ γε ἀληθές ἐστι, τοιάνδε τινα χρὴ νομίζειν αὐτῆς τὴν αἰτίαν ὑπάρχειν. τῶν ἀδένων ἡ φύσις καὶ μάλιστα κατὰ τοὺς τιτθοὺς ἄναιμός τέ ἐστι καὶ δηλονότι

833
ψυχρά. τὸ γὰρ ἄναιμον ἅπαν ψυχρὸν, καὶ δὴ καὶ τὴν τοῦ φερομένου πρὸς αὐτοὺς αἵματος ἀλλοίωσιν ἐπὶ τὸ ψυχρότερον ἐργάζεται. ὅσῳ γάρ εἰσιν οἱ ἀδένες οὗτοι τῆς τοῦ ἥπατος σαρκὸς ψυχρότεροι, τοσοῦτον τὸ γάλα τοῦ αἵματος. ὅταν οὖν ποτε πολύ τε ἅμα καὶ ζέον αἷμα πάντῃ τοῦ σώματος ἀναφέρηται καὶ μάλιστα ἐπὶ τὴν κεφαλὴν, μανήσονται μὲν, ὅτι τὴν κεφαλὴν καταλαμβάνει τὸ τοιοῦτον αἷμα· τὸ δ’ ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αὐτοῦ τὴν εἰς τοὐναντίον οὐ δυνήσεται λαβεῖν ἀλλοίωσιν ὡς γενέσθαι γάλα, διά τε τὴν ζέσιν καὶ τὸ πλῆθος.

Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, μελίκρητον δίδου πίειν, κᾒν μὲν στρόφον ἔχῃ περὶ τὴν γαστέρα, κύει, εἰ δὲ μὴ, οὐ κύει.
834

Ὁ στρόφος γίνεται μὲν καὶ διὰ δῆξιν, γίνεται δὲ καὶ διὰ πνεῦμα φυσῶδες οὐκ ἔχον εὐπετῆ διέξοδον, ὅντινα καὶ νῦν στρόφον ἡγητέον, ἐπὶ τῶν κυουσῶν γίγνεσθαι, διὰ τὴν ἀπὸ τῆς μήτρας στενοχωρίαν. καθεύδειν δὲ μελλούσῃ διδόναι τὸ μελίκρατον ὠμὸν δηλονότι. τοῦ γὰρ φυσώδους αὐτοῦ πρὸς τὴν διάγνωσιν χρῄζει, βουλόμενος ἡσυχάζειν τε ἅμα καὶ πεπληρῶσθαι σιτίων τὴν γυναῖκα. συντελέσει γὰρ ἄμφω ταῦτα πρὸς τὴν τοῦ στρόφου γένεσιν.

Γυνὴ ἢν μὲν ἄῤῥεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους.

Ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς ἑτέραν ἡ διάγνωσις ἀπό τε τῆς εὐχροίας δηλονότι καὶ τῆς δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ

835
τοῦ ἄῤῥενος· οὐκ ἂν δὲ συνελήφθη τοιοῦτον, εἰ μὴ τό τε σπέρμα τἀνδρὸς ἥ θ’ ὑστέρα τῆς γυναικὸς ψυχρότερα κατ’ ἐκεῖνον τὸν χρόνον ἦν ἐν ᾧ συνελάμβανε, διὸ καὶ τοῦ πλειστάκις ἔχεται τὸ λεγόμενον. ἐνδέχεται γὰρ οὕτω καλῶς ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς λήψεως καιρὸν, ὡς εὔχρουν γενέσθαι. δῆλον δὲ ὅτι καὶ ἄλλα ἐστὶ γνωρίσματα κύειν ἄῤῥεν, ὥσπερ αὐτοῦ τοῦ κυουμένου τό τε πλῆθος καὶ ἡ ἰσχὺς τῶν κινήσεων, οὐδ’ αὐτὰ τῶν διηνεκῶν ὄντα σημείων. ἐνδέχεται γάρ ποτε κατὰ τὸ σπάνιον καὶ θῆλυ κυόμενον ῥωμαλεώτερον ἄῤῥενος ἰσχυράς τε ἅμα καὶ πολλὰς κινεῖσθαι κινήσεις, καί ποτε τὸ ἄῤῥεν ἀσθενέστερον τοῦ θήλεος ὑπάρχειν, ἐλάττους τε καὶ ἀμυδροτέρας κινήσεις κινεῖσθαι.

Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.
836

Ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν, ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυσιπέλατος γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔδηλον, εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ χωρὶς ἐρυσιπέλατος· εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.

Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτιτρώσκουσι δίμηνα πρὶν ἢ παχυνθῆναι.

Κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς δὲ, εἰ μὴ παχυνθεῖέν τε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν ἄτροφοί τε καὶ ἰσχναί· τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπιθανώτερον

837
ὑπάρχειν· ἀλλ’ ὅμως οὕτως ἐξηγήσατο τὸν ἀφορισμὸν Νουμησιανὸς, εἰρῆσθαι μὲν φάσκων ἐπὶ τῶν παρὰ φύσιν ἰσχνῶν γεγενημένων, δεομένων δὲ ἀνατραφῆναι πρότερον, εἶτα φθανουσῶν λαβεῖν, ἃς οὐχ οἷόν τε εἶναί φησιν ἀνατραφῆναι χωρὶς τοῦ τὸ χορηγούμενον αἷμα εἰς τροφὴν τῷ κυουμένῳ πρὸς τὴν τῆς κυούσης ἀναλαμβάνεσθαι θρέψιν, ὥστε εἰκότως ἀποροῦν αὐτάρκους τροφῆς τὸ ἔμβρυον ἀποφθείρεσθαι. ἀλλὰ καὶ τοῦ παρὰ φύσιν λεπταὶ τινὲς μὲν οὕτως ἤκουσαν ὡς ὁ Νουμησιανὸς, ἵνα παρὰ τὴν ἑαυτῆς φύσιν ἡ κύουσα εἴη γεγενημένη λεπτὴ, τινὲς δὲ τὸ ὑπερβαλλόντως φασὶ σημαίνεσθαι, δηλοῦν βουλομένου τοῦ Ἱπποκράτους ὡς οὐχ αἱ μετρίως λεπτυνθεῖσαι τοῦτο πάσχουσιν ἐξ ἀνάγκης, ἀλλ’ ὅσαι κατελεπτύνθησαν ἱκανῶς. ἑκατέρα δὲ ἡ ἐξήγησις ἔχει τινὰ λόγον.

Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν
838
αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται.

Ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ γαστρὸς ῥεύματος ἢ αἱμοῤῥαγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὦν ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας αὐταῖς. ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν, ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ καταμήνια γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.

839
Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῖσαι μὴ ξυλλαμβάνουσιν ἐν τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν.

Τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κἀνταῦθα· τινὲς μὲν τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’ αὐτὴν αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀποπιέζεται καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα δηλονότι τὸ ἔνδον, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ὁ δ’ αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.

840
Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.

Τὴν δεησομένην τῆς διὰ τῶν μοτῶν θεραπείας ἔμμοτον ὠνόμασεν. ὅτι δὲ διαπυήσασα ἡ μήτρα καὶ μάλιστα πρὸς τοὐκτὸς, ἔοικε γὰρ τοῦτο ἐνδείκνυσθαι νῦν, ἐξ ἀνάγκης δεηθήσεσθαι θεραπείας τοιαύτης οὐκ ἄδηλον.

Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.

ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέραν ἄῤῥεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ

841
δεξιὸν τῆς ὑστέρας μόριον, αὐτίκα δὲ τοῦτο θερμότερόν ἐστι τῇ γειτνιάσει τοῦ ἥπατος. εἴη δ’ ἄν τι πρὸς τὴν θερμότητα τοῦ κυουμένου συντελοῦν καὶ τὸ τῆς θηλείας σπέρμα προερχόμενον μὲν ἐκ τῶν οἰκείων ὄρχεων δι’ ἑκατέρας τῆς κεραίας, τὸ μὲν εἰς τὸν δεξιὸν κόλπον τῆς μήτρας, τὸ δὲ εἰς τὸν ἀριστερὸν, ἀνόμοιον ὑπάρχον, ὡς καὶ τοῦτ’ ἐπεδείξαμεν. εἴπερ οὖν ὀῤῥωδέστερόν ἐστι καὶ ψυχρότερον τὸ κατὰ τὸν ἀριστερὸν ὄρχιν σπέρμα, καὶ κατὰ τοῦτ’ ἂν εἰκότως ἐν τοῖς ἀριστεροῖς μέρεσι τῆς μήτρας τὸ συνιστάμενον εὐθὺς ἐξ ἀρχῆς κύημα γίγνοιτο ψυχρότερον. εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως κἀν τῷ πέμπτῳ τῶν Ἱπποκράτους ἀνατομικῶν.