De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[με΄. Περὶ κόστου.] Κόστος βραχείας μὲν πάνυ τῆς πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητός τε καὶ δυνάμεως, ὡς ἤδη καὶ ἑλκοῦν, ὅθεν ἀνατρίβουσιν αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πρὸ τῆς καταβολῆς ἐπὶ τῶν κατὰ περίοδον ῥιγούντων. οὕτω δὲ κᾀπὶ τῶν ἰσχιαδικῶν καὶ παραλελυμένων τε καὶ ὅλως ἐφ’ ὧν ἤτοι θερμῆναί τι πρόκειται μόριον, ἢ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν ἕλξαι τινὰ χυμὸν, ἐπὶ τὸν κόστον ἔρχονται. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐρητικός τ’ ἐστὶ καὶ ἐμμήνων ἀγωγὸν καὶ πρὸς 

41
ῥήγματά τε καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει. διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ πλατείας ἕλμινθας ἀναιρεῖ, δι’ ἥνπερ καὶ πρὸς τὰς ἐφήλεις αὐτῷ χρῶνται μεθ’ ὕδατος ἢ μέλιτος. ἐνυπάρχει δ’ αὐτῷ τις τῇ κράσει φυσώδης ὑγρότης, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’ οἰνομέλιτος.

[μστ΄. Περὶ κοτυληδόνος.] Κοτυληδὼν μικτῆς ἐστι δυνάμεως ὑγρᾶς, ὑποψύχρου καὶ τινὸς ἀμυδρῶς ὑποστυφούσης καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ. φλεγμονάς τε οὖν τὰς ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει, καὶ μάλιστα στομάχου καυσουμένου χρήσιμον ἱκανῶς ἐστιν ἐπίπλασμα. πεπίστευται δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα λίθους τε θρύπτειν καὶ οὖρα κινεῖν.

[μζ΄. Περὶ κρανίας.] Κρανίας τοῦ δένδρου καὶ ὁ καρπὸς στρυφνὸς ἱκανῶς ἐστιν ἐδώδιμος ὑπάρχων, ὥστε οὐδὲν θαυμαστὸν ἕλκειν καὶ ἰσχυρῶς ἐπέχειν αὐτὸν τὴν γαστέρα, καθάπερ καὶ τὰ μέσπιλα. καὶ τὰ φύλλα δὲ καὶ οἱ

42
βλαστοὶ στρυφνοὶ γευόμενοί εἰσι καὶ ξηραίνουσιν ἰσχυρῶς, ὥστε καὶ τὰ μέγιστα τραύματα κολλᾷν δύνανται καὶ μάλιστα τῶν σκληρῶν σωμάτων. μικροῖς δὲ τραύμασιν ἢ μαλακοῖς σώμασιν ἐναντίοι μᾶλλόν εἰσιν, συντείνουσι γὰρ ταῦτα ξηραίνοντα ἐπιπλέον τοῦ δέοντος.

[μη΄. Περὶ κράμβης.] Κράμβη ἐδώδιμος ξηραντικῆς ἐστι δυνάμεως, ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη. οὐ μὴν ἤδη γέ πως δριμείας ἱκανῶς, ἀλλ’ ὥστε καὶ τραύματα κολλᾷ καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται, καὶ τὰς φλεγμονὰς τὰς ἤδη σκιῤῥουμένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων τὰ τοιαῦτα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἐπινυκτίδας καὶ ἕρπητας ἰᾶται. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν αὑτῇ, καθ’ ὃ καὶ λέπρας θεραπεύει. τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας ἀναιρεῖ καὶ μάλιστα τῆς Αἰγυπτίας κράμβης, ὅσῳπερ καὶ ξηροτέρα τὴν κρᾶσίν ἐστι, καὶ δηλονότι πικρᾶς μετέχει ποιότητος τὸ σπέρμα, ὥσπερ καὶ τἄλλα πάντα φάρμακα τὰ πρὸς ἕλμινθας ἁρμόττοντα. κατὰ τὴν αὐτὴν δύναμιν ἐφήλιδάς τε καὶ φακοὺς ὅσα τε ἄλλα μετρίας δεῖται ῥύψεως ὀνίνησιν. οἵ τε καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς

43
ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς μετέχειν δυνάμεως. κατὰ τοῦτ’ οὖν αὐτῇ καὶ μιγνύντες στέαρ παλαιὸν εἴς τε τὰ τῶν πλευρῶν ἀλγήματα χρόνια κᾂν εἴπου τι τοιοῦτον ἕτερον εἴη χρῶνται. διαφορητικὸν γὰρ ἰσχυρῶς ἀποτελεῖται τὸ φάρμακον.

[μθ΄. Περὶ κράμβης ἀγρίας.] Κράμβη ἀγρία θερμοτέρα καὶ ξηροτέρα τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὥσπερ καὶ τὰ ἄλλα σύμπαντα σχεδόν τι τὰ ἄγρια τῶν ὁμογενῶν ἡμέρων ἰσχυρότερα κατ’ ἀμφοτέρας ἐστὶ τὰς δυνάμεις. ὅθεν οὐδ’ ἐντὸς τοῦ σώματος ἀλύπως λαμβάνεται ποῤῥωτέρω τῆς ἀνθρωπίνης κράσεως ἀποκεχωρηκυῖα. δι’ αὐτὸ δὲ τοῦτο καὶ πικροτέρα γευομένοις ἐστὶ τῆς ἡμέρου. ἔχει μὲν γάρ τι καὶ ἡ ἥμερος ὑπόπικρον καὶ δριμὺ, ἀλλ’ ἰσχυρὸν ἑκάτερον ἡ ἀγρία, διὸ καὶ διαφορεῖ καὶ ἀποῤῥύπτει τῆς ἡμέρου σφοδρότερον.

[ν΄. Περὶ κράμβης θαλαττίας.] Κράμβη θαλαττία πρὸς τὸ τὴν γαστέρα λαπάττειν, ὑφάλμυρός τε καὶ ὑπόπικρος οὖσα τὴν γεῦσιν, εἴη ἂν καὶ εἰς τὰς ἔξωθεν τοῦ σώματος

44
χρείας, εἰς ὅσα περ αἱ τοιαῦται ποιότητες ἁρμόττουσιν ἐπιτήδειος.

[να΄. Περὶ κραταιογόνου.] Κραταιογόνου τῆς πόας ὁ καρπὸς καὶ δριμὺς γευομένοις ἐστὶ καὶ σφοδρῶς χρωμένοις, κέγχρῳ παραπλήσιος ὑπάρχων.

[νβ΄. Περὶ κρήθμου.] Κρῆθμον ἁλμυρόν πώς ἐστι γευομένοις, ἅμα βραχείᾳ πικρότητι, διὸ καὶ ἡ δύναμις αὐτοῦ ῥυπτική τε ἅμα καὶ ξηραντική. ἀσθενέστερον δ’ ἐστὶ κατ’ ἄμφω τῶν πικρῶν.