De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[λζ΄. Περὶ κολοκύνθης.] Κολοκύνθη ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν δευτέραν ἐν ἀμφοῖν τάξιν, ὅθεν καὶ

34
τῶν ξυσμάτων αὐτοῦ ὁ χυλὸς πρὸς ὠταλγίας τὰς κατὰ φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις. οὕτω δὲ καὶ ὅλη καταπλαττομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει μετρίως. ἔστι δὲ καὶ ἐσθιομένη πλαδώδης καὶ ἄδιψος.

[λη΄. Περὶ κολοκυνθίδος.] Κολοκυνθὶς πικρὰ μέν ἐστι τὴν γεῦσιν, ἀλλ’ ὅσα πικρότητος ἔργα πρόσεστι πινομένῳ φαρμάκῳ, ταῦτ’ οὐ δύναται δρᾷν ἐναργῶς ἀπὸ τῆς καθαρτικῆς δυνάμεως, ἣν ἰσχυρὰν ἐν αὐτῇ κέκτηται, φθάνουσα μεθ’ ὧν καθαίρει διὰ τῆς γαστρὸς ἐκκρίνεσθαι. χλωρᾶς δ’ αὐτῆς ὁ χυλὸς ἀνατριβόμενος ἰσχιάδας ὀνίνησι.

[λθ΄. Περὶ κομάρου.] Κόμαρος. στρυφνὸν τῇ ποιότητι τὸ δένδρον ἅμα τῷ καρπῷ, μημέκυλον δὲ ὀνομάζουσιν αὐτόν. ἔστι δὲ καὶ κακοστόμαχος οὗτος καὶ κεφαλαλγής.

[μ΄. Περὶ κόμμεως.] Κόμμι δάκρυόν ἐστιν ἐπιπηγνύμενον τοῖς στελέχεσι τῶν γεννώντων αὐτὸ δένδρων ὥσπερ καὶ ἡ ῥητίνη πολλῶν, ὅσα ῥητίνην πέφυκε γεννᾷν. ἔστι δὲ

35
ξηραντικῆς τε καὶ ἐμπλαστικῆς δυνάμεως καὶ δῆλον ὅτι καὶ τραχυτήτων ἰατική.

[μα΄. Περὶ κονίας.] Κονία. τὸ οἷον περίπλυμα τῆς τέφρας οὕτως ὀνομάζεται. ῥυπτικωτάτη δ’ ἐστὶ καὶ ξηραντικωτάτη πασῶν ἡ ἐκ τῆς συκίνης τέφρας καὶ τῶν τιθυμάλλων καὶ σχεδὸν ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως, ἣν οἵα τίς ἐστιν ἐν τῷ πέμπτῳ λόγῳ διῆλθον.

[μβ΄. Περὶ κονύζης.] Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικρὰ παραπλησίας εἰσὶ κράσεώς τε καὶ δυνάμεως, ἐν μὲν τῇ γεύσει δριμεῖαι καὶ πικραὶ φαινόμεναι, θερμαίνουσί τε πάνυ σαφῶς, ἄν γέ τις λειώσας τὰ φύλλα σὺν τοῖς ἁπαλοῖς κλαδίσκοις, θαμνῶδες γὰρ τὸ φυτὸν, ἐπιπλάσσῃ τι μέρος, ἄν τε καὶ ἀφεψήσας ἐν ἐλαίῳ χρήσαιτο τούτῳ. δοκεῖ γοῦν καὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξητήριον εἶναι τὸ τοιοῦτον ἔλαιον. καὶ τὰ ἄνθη δ’ αὐτῶν παραπλησίας ἐστὶ δυνάμεως, ὥστε τινὲς καὶ ταῦτα σὺν τοῖς φύλλοις τρίψαντες σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως καὶ ἔμβρυα ἐκβαλεῖν. ἔστι δὲ καὶ τρίτον εἶδος κονύζης ἐν 

36
ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέστερον. ἀλλ’ αἵ γε πρῶται ῥηθεῖσαι τῆς τρίτης εἰσὶ τάξεως ἐν τῷ ξηραίνειν καὶ θερμαίνειν.

[μγ΄. Περὶ κοριάνου.] Κορίανον, ἢ κόριον, ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, οἱ μὲν γὰρ Ἕλληνες οἱ παλαιοὶ κορίανον καλοῦσιν, οἱ νεώτεροι δ’ ἰατροὶ πάντες ὀνομάζουσιν κόριον, ὥσπερ καὶ Διοσκορίδης ψυκτικὴν λέγων εἶναι τὴν πόαν οὐκ ὀρθῶς. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων πολὺ μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν καὶ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος χλιαρᾶς κατὰ δύναμιν, ἔχει δέ τι καὶ στύψεως ὀλίγης. ἐξ ὧν ἁπάντων ἐνεργεῖ μὲν ποικίλως ὅσα περ ὁ Διοσκορίδης ἔγραψεν, οὐ μὴν τῷ ψύχειν γε μόνῳ. ἀλλ’ ἐγὼ τὴν αἰτίαν ἑκάστης τῶν κατὰ μέρος αὐτῆς ἐνεργειῶν διηγήσομαι, καίτοι προὔκειτό μοι τὴν ἐμαυτοῦ γνώμην ἐν τῷ παρόντι λόγῳ διέρχεσθαι μόνην. ἀλλ’ ἴσως οὐδὲν κωλύσει, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὠφελήσει τέ τι καὶ ἀναμνήσει τῶν ἔμπροσθεν

37
μεθόδων τὰ κατὰ τοῦτον τὸν τρόπον ἐπ’ ὀλίγων φαρμάκων λεγόμενα. πρῶτον μὲν οὖν οὐχ ὁ Διοσκορίδης μόνον, ἀλλὰ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἀδιορίστως ἀποφαίνονται περὶ τῶν νοσημάτων, ὥσπερ ἀμέλει καὶ τῶν νῦν ἔστιν εὑρεῖν οὐκ ὀλίγους ἰατροὺς εὐδοκίμους παρὰ τὰ ἄλλα ταύτῃ μέγιστα σφαλλομένους. ἐνίοτε μὲν γὰρ μέλανος καὶ πελιδνοῦ καὶ ψυχροῦ γεγενημένου τοῦ τὸ ἐρυσίπελας ἐσχηκότος μορίου καὶ δεομένου μηκέτι τῶν ψυχόντων φαρμάκων ὡς πρόσθεν, ἀλλ’ ἤδη τῶν ἐκκενούντων τὸν παρὰ φύσιν ἐμπεπλασμένον ἐν τῷ χωρίῳ χυμὸν, οἵδε ψύχουσιν ἔτι, ἐνίοτε δὲ μεταβαίνουσιν ἐπὶ τὰ διαφοροῦντα, λέγουσι δὲ ἐρυσίπελας ἰᾶσθαι. καὶ δὴ καὶ γράφουσιν ἀρχομένων μὲν ἔτι καὶ αὐξανομένων τῶν ἐρυσιπελάτων ἕτερα φάρμακα, παρακμαζόντων δ’ ἕτερα. τὸ δ’ οὐχ οὕτως ἔχει. οὔτε γὰρ ἐρυσίπελας ἔτι κλητέον, ὅταν οἴχεται τὸ φλογῶδες αὐτοῦ καὶ ζέον καὶ χολῶδες, οὔτε ψυχρὰ ταῖς δυνάμεσιν, οὔτε τὰ τῶν τοιούτων διαθέσεων ἰάματα νομιστέον, ἀλλ’ ὥσπερ εἰ καὶ κατ’ ἀρχὰς εὐθὺς, ἢ πληγέντων, ἢ ὁπωσοῦν ἄλλως, ὄγκος
38
ἐν μορίῳ τινὶ πελιδνὸς ἢ μέλας ἐγεγένητο καὶ ψυχρὸν ἂν ἐνομίζετο πάθος εἶναι καὶ δεῖσθαι τῶν διαφορούντων τε καὶ θερμαινόντων φαρμάκων, κατὰ τὸν αὐτὸν εἶναι τρόπον εἰ μεταπέσοι ποτὲ θερμὴ διάθεσις εἰς ψυχρὰν, ἐπιλαθέσθαι μὲν τῆς προτέρας, ὀνομάζειν δ’ ἑτέρῳ τὴν δευτέραν ὀνόματι, ἢ εἰ μὴ τό γε ὄνομα μεταβάλλειν ἐθέλοις, ἀλλ’ ὥσπερ ἔνιοι τῆς μὲν ἀρχῆς ἕτερα, τῆς παρακμῆς δ’ ἄλλα γράφουσι βοηθήματα, μήτοι γε καὶ ψυχρὰ νομίζειν εἶναι τὰ τῆς παρακμῆς φάρμακα, συγχωρητέον μὲν ἐρυσίπελας ὀνομάζειν, εἴ τις βούλοιτο, τὴν τοιαύτην διάθεσιν, οὐ μὴν θερμήν γ’ ἔτι καλεῖν αὐτὴν συγχωρητέον, ὁπότε κατέψυκται. μὴ τοίνυν μηδὲ τὸ τηνικαῦτα βοηθοῦν αὐτῇ ψυκτικὸν εἶναι νομίζωμεν, ὥσπερ ὁ Διοσκορίδης τὸ κορίανον, ὅτι καταπλαττόμενον,ὡς αὐτός φησι, μετ’ ἄρτου ἢ ἀλφίτων ἰᾶται τὸ ἐρυσίπελας. ἀκριβὲς γὰρ ἐρυσίπελας, ὃ δὴ φλογῶδές τε καὶ ξανθόν ἐστιν, οὐκ ἄν ποτε ἰάσαιτο σὺν ἄρτῳ κορίανον, ἀλλὰ τὸ ἀποψυχόμενον ἤδη. διὰ τοῦθ’ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις, ὁπότε τῇ διωρισμένῃ πείρᾳ δοκιμάζειν ἑκάστου τῶν φαρμάκων
39
τὴν δύναμιν ἠξιοῦμεν, ἁπλοῦν ὡς ἔνι μάλιστα τὸ πάθος ἐκλέγεσθαι συνεβουλεύομεν. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν οὐδ’ ὅτι τὰ πλεῖστα τῶν νοσημάτων εὐθὺς ἀπ’ ἀρχῆς εἰσβάλλει σύνθετα γιγνώσκουσιν, οὐδὲ ὡς ἄλλο μέν τι πάθος ἐρυσίπελάς ἐστιν ἀκριβὲς, ἄλλο δ’ ἡ καλουμένη πρὸς ἁπάντων ἡμῶν ἤδη συνήθως, ἢ πρός γε τῶν παλαιῶν, φλεγμονή. ἄλλα δ’ ἐν τῷ μεταξὺ πάμπολλα τὰ μὲν ὡς ἂν εἴποι τις ἐρυσιπέλατα φλεγμονώδη, τὰ δ’ οἶον φλεγμοναί τινες ἐρυσιπελατώδεις. εὕροις δ’ ἄν ποτε καὶ μηδέτερον ἐπικρατοῦν, ἀλλ’ ἀκριβῶς ἰσάζοντα, καίτοι καὶ οἰδηματῶδες ἐνίοτε φαίνεται γιγνόμενον ἐρυσίπελας, ὥσπερ ἕτερον σκιῤῥῶδες, ὥστε καὶ τῶν συνθέτων νοσημάτων οὐκ ὀλίγον ἀθροίζεσθαι πλῆθος. ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν ἄλλοις τέ τισιν εἴρηται καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι, λεχθήσεται δὲ καὶ νῦν, τό γε τοσοῦτον ἀναγκαῖον αὐτῶν μνημονεῦσαι, ὡς ἀκριβὲς ἐρυσίπελας οὐκ ἄν ποτε τὸ προειρημένον ἰάσαιτο κατάπλασμα. καλῶ δ’ ἀκριβὲς, ἐπειδὰν ὑπὸ χολώδους ῥεύματος ἐμπλησθῇ τὸ μόριον. ὅτι δὲ πόῤῥω τοῦ
40
ψύχειν ἐστὶ κορίανον, ἔνεστί σοι κᾀξ αὐτῶν ὧν Διοσκορίδης ἔγραψε καταμαθεῖν. χοιράδας γοῦν φησι διαλύειν αὐτὸ μετ’ ἐρεγμοῦ. ὅτι δ’ οὐδὲν τῶν ψυχόντων φαρμάκων ἱκανόν ἐστι διαλύειν χοιράδας, οὐδ’ αὐτὸν οἶμαι τὸν Διοσκορίδην ἀμφισβητήσειν μυρία μὲν ἀναγράψαντα φάρμακα χοιράδων ἰατικὰ, πάντα δ’ ὁμολογοῦντα καὶ θερμὰ ταῖς κράσεσι καὶ διαφορητικὰ ταῖς ἐνεργείαις ὑπάρχειν.

[μδ΄. Περὶ κορωνόποδος.] Κορωνόποδος ἡ ῥίζα πεπίστευται κοιλιακοὺς ὠφελεῖν ἐσθιομένη.