Τὸ μὲν τῆς διαθέσεως ὄνομα, καθότι καὶ δι’ ἄλλων ἡμῖν εἴρηται, παρὰ τὸ διακεῖσθαι γεγονὸς, ὁμοίως ἐκείνῳ κατὰ πολλῶν λέγεται πραγμάτων. ἀλλὰ νῦν γε τὰς εἰς τὸ περὶ φύσιν ἐκτροπὰς ὁποῖαι τινὲς ἂν ὦσι, διαθέσεις ὀνομάζομεν ἐν ἅπαντι τῷ λόγῳ. ζητήσομεν δὲ πρότερον ὁπόσαι καὶ ὁποῖαι τούτων εἰσὶν αἱ κενώσεως δεόμεναι, δεύτερον δὲ τίνες ἐξ αὐτῶν αἱ φλεβοτομίας. ἐπεὶ δὲ τὰ ζητούμενα πάντα δύο τῆς εὑρέσεως ὄργανα κέκτηται, λόγον καὶ πεῖραν ἐν ἁπάσαις ταῖς τέχναις, οὐχ ἥκιστά τε καθ’ ὅλον τὸν βίον, ἀναγκαῖον οἶμαι καὶ νῦν ἤτοι διὰ τοῦ λόγου μόνου γενέσθαι τῶν προκειμένων τὴν εὕρεσιν ἢ διὰ πείρας μόνης ἢ δι’ ἀμφοτέρων. ἐπεὶ δὲ καὶ ὁ λόγος αὐτὸς ὁ μὲν ἐκ τῶν κοινῶν ἐννοιῶν μόνων ἀρχόμενος εὑρίσκεται καὶ ἀποδείκνυσιν, ὁ δὲ καὶ τοῖς ἐκ τούτων εὑρημένοις χρῆται πρὸς ἀπόδειξιν, ἑκατέρων τε τῷ λόγῳ ἐδείχθησαν ἡμῖν αἱ τέχναι πᾶσαι χρώμεναι, καὶ ἡμεῖς νῦν ὁπότερος ἂν αὐτῶν εὑρίσκηται χρήσιμος, ἐκεῖνον προσχειριούμεθα. τῷ μὲν οὖν προτέρῳ τῶν λόγων ἅπαντες
256
ἄνθρωποι χρῶνται καθ’ ὅλον τὸν βίον, τῷ δευτέρῳ δ’ οὐχ ἅπαντες· ἴδιος γάρ ἐστι τῶν τεχνιτῶν. ὁ γάρ τοι γεωμέτρης τὸ μὲν πρῶτον θεώρημα τῆς αὐτοῦ τέχνης διὰ τοῦ προτέρου λόγου μόνου δείκνυσιν, εἶτα τῷ δευτέρῳ μόνῳ χρῆται, προσλαμβάνει δὲ εἰς τὴν ἀπόδειξιν αὐτῆς καὶ τὸ ἐκ τοῦ πρώτου κατασκευασθέν. ὅσῳ δ’ ἂν ἐπὶ πλέον ἀφίστηται τοῦ πρώτου θεωρήματος, ἐπὶ τοσοῦτον ἀφίσταται καὶ τοῦ προτέρου λόγου καὶ τελευτῶν ἐλαχίστοις χρῆται, διὰ τῶν ἀποδεδειγμένων ἀποδεικνὺς ἕτερα καὶ δι’ ἐκείνων αὖθις ἄλλα. καὶ εἶτ’ ἂν αὖθις ἄλλα δι’ ἐκείνων, ὥστε ἔρχεσθαί ποτε τὴν δεῖξιν αὐτῶν ἄχρι τῶν τοῖς ἰδιώταις ἀπίστων, ἡλίου καὶ σελήνης καὶ γῆς, οὐ μόνον τῶν μεγεθῶν, ἀλλὰ καὶ τῶν διαστημάτων τῆς γνώσεως, ἐξ ὧν εὑρεθέντων ὡρολόγιά τε κατασκευάζουσι καὶ κλεψύδρας οἱ τὴν ὁδὸν ταύτην βαδίσαντες, ἐκλείψεις τε προλέγουσιν ἡλίου καὶ σελήνης. οὕτως οὖν καὶ ἡμῖν ὁ τεχνικὸς λόγος ἀποδεδειγμένος ἐν ἑτέραις πραγματείαις χρήσεται πολλοῖς, ἐνίοις μὲν ὡς δυνάμεις τινές εἰσι διοικοῦσαι τὰ ζῶα πλείους, ὧν τὰς μὲν φυσικὰς, τὰς δὲ ψυχικὰς ὀνομάζομεν. αἱ
257
δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. διὰ τοῦτο οὐδὲ Ἀσκληπιάδου μνημονεύσομεν ἔτι κατὰ τόνδε τὸν λόγον ἀποδεδεικότες αὐτοῦ τὰ στοιχεῖα ψευδῆ, κατά γε τὸ τρισκαιδέκατον ὑπόμνημα τῶν περὶ τῆς ἀποδείξεως καὶ κατὰ τὴν τῶν Ἀσκληπιάδου δογμάτων πραγματείαν, ἐν ᾗ τὸ πέμπτον τε καὶ ἕκτον ἔλεγχον ἔχει τῶν στοιχείων αὐτοῦ. δέδεικται δὲ κᾀν τῷ περὶ τῶν Ἱπποκράτους στοιχείων ὑπομνήματι περί τε τῶν δραστικῶν ποιοτήτων, ὧν ὀνόματα θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης, ἥ τε τῶν χυμῶν διαφορά τε καὶ γένεσις. εἴρηται δὲ καὶ περὶ τῶν καθαιρόντων φαρμάκων ἕκαστον τῶν χυμῶν ὀλίγα μέν τινα κᾀν τῷ περὶ τῶν στοιχείων συγγράμματι, καὶ κατὰ μόνας δ’ ἐν ἑτέρῳ βιβλίῳ καὶ ἡ περὶ κράσεων δὲ πραγματεία τῇ περὶ τῶν στοιχείων ἑπομένη χρησίμη πρὸς τὸν ἐνεστῶτα λόγον. ἁπάντων δὲ μάλιστα τὸ περὶ πλήθους βιβλίον, ἐν ᾧ δέδεικται τὸ μὲν ὡς΄ πρὸς δύναμιν πλῆθος, τὸ δ’ ὡς πρὸς τὴν εὐρυχωρίαν, ἐν ᾗ περιέχεται ὑπὸ τῶν ἰατρῶν τὸ πλῆθος
258
τοῦτο κατὰ τὸ ἔγχυμα. κάλλιστον οὖν ἐστὶ τοῖς μέλλουσιν ἐξετάζειν ἐπιστημονικῶς τὰ κατὰ τήνδε τὴν πραγματείαν εἰρημένα τὶ περὶ πλήθους ἀνεγνωκέναι βιβλίον. ὅσων δ’ αὖ πάλιν ἐκεῖνο δεῖται προανεγνωσμένων αὐτὸ δηλώσει. θαυμαζέτω δὲ μηδεὶς εἰ τοσούτων δεόμεθα πρὸς τὸ καλῶς ἐπισκέψασθαι περὶ φλεβοτομίας. οὐ γὰρ εἰς τούτου μόνου τοῦ βοηθήματος εὕρεσιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων ἀναγκαία τῶν εἰρημένων ἐστὶν ἡ γνῶσις. ὡς εἴ γε χωρὶς τῆς ἐκείνων ἐπιστήμης ἐνεχώρει θεραπεύειν ὀρθῶς, οὐκ ἂν ἐσπουδάσαμεν αὐτά. ταυτὶ μὲν οὖν ἀναγκαῖα ἦν προειπεῖν. αὐτοῦ δ’ ἤδη καιρὸς ἄρξασθαι τοῦ λόγου σκοπουμένοις ὁπόσαι διαθέσεις εἰσὶν αἱ δεόμεναι κενώσεως. ἐὰν μὲν οὖν ἐκ πείρας τις αὐτὰς ἠθροικὼς διέρχηται, μνήμης χρεία μόνης ἐστὶ πρὸς τὴν δήλωσιν· ἐὰν δ’ ἐκ λογικῆς ὁδοῦ, τὸ κοινὸν καὶ καθόλου ἀναγκαῖόν ἐστιν εὑρεῖν, ἔπειτ’ ἐκ τῆς ἐκείνου τομῆς εἰς εἴδη τε καὶ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν εὑρίσκειν τὸν ἀριθμὸν τῶν ἐνδεικνυμένων τὴν κένωσιν διαθέσεων. οὕτω
259
γὰρ δείξομεν ἅπαντα συνιστάμενα τὰ διὰ λογικῆς ὁδοῦ τὴν εὕρεσιν ἔχοντα.
Τῆς οὖν ἰατρικῆς τέχνης ἔργον ἐχούσης ἁπάσας τῶν μορίων τοῦ σώματος τὰς κατὰ φύσιν ἐνεργείας ἀνασώζειν μὲν ὁπότε διαφθείροιτο, φυλάττειν δ’ ὁπότε σώζοιντο, τούτων δ’ ἑπομένων τῇ φυσικῇ κατασκευῇ ταύτην ἀναγκαῖόν ἐστι φυλάττειν τε παροῦσαν, ἀνακτᾶσθαι δὲ διαφθειρομένην. ἐπεὶ τοίνυν ἐδείχθησαν ὑπὸ τῶν ὁμοιομερῶν σωμάτων αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούμεναι, διὰ δὲ τῶν ὀργανικῶν αἱ δεύτεραι, ἐπισκεπτέον ἔστω σοι τὰ κατὰ τὸ σῶμα περιεχόμενα τῶν ὑγρῶν ἥντινα τὴν ὠφέλειαν ἢ τὴν βλάβην ἐργάζεται τοῖς μορίοις αὐτοῦ. δεδειγμένου τοίνυν ἐν τῷ περὶ πλήθους βιβλίῳ διττῶς γίνεσθαί τε καὶ λέγεσθαι τὸ πολὺ, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων ὡς πρὸς τὴν δύναμιν, κατὰ δὲ θάτερον ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυμοὺς ἀγγείων, ὅπερ ὀνομάζουσιν ἔνιοι κατὰ τὸ ἔγχυμα, κενώσεως δέ ἐστιν ἑκατέρῳ χρεία, κᾂν ἐπὶ νοσοῦντος ἀνθρώπου κᾂν ἐπὶ ὑγιαίνοντος ἐπιγίγνηται. καθάπερ γε καὶ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅμα τῷ
260
βαρύνεσθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναμις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι μηδέπω νοσεῖν τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόντων λέγουσιν ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νοθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πλῆθος τὸ πρὸς τὴν δύναμιν, ὥσπερ καὶ ὅταν ἀπὸ γυμνασίων τετάσθαι δοκῶσιν, ὥσπερ Ἐρασίστρατος ἔφη, παραπίπρανται βραχίονές τε καὶ πήχεις, οὐ μικρὸν γνώρισμά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ ἔγχυμα καλεῖσθαι πρὸς τινῶν εἶπον, ἐπειδὴ κατὰ τοὺς ἐγκεχυμένους τοῖς ἀγγείοις χυμοὺς συνίσταται καὶ νοεῖται. λέλεκται δ’ ἐν τοῖς ὑγιεινοῖς ἑλκώδους αἰσθήσεως ἐν ὅλῳ τῷ σώματι γιγνομένης, καὶ μάλιστα κατὰ τὰς κινήσεις, κακοχυμίας ἔγγονον εἶναι τὴν τοιαύτην διάθεσιν. ἀλλ’ ὅμως καὶ τοῦτο φαίνεται γιγνόμενον οὐκ ὀλίγοις τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ μόρια δέ τινα τοῦ σώματος οὐχ ὅλον ἐνίοτε τὸν ὄγκον ἐπιφαίνεται τὰ σημεῖα τῶν ἐν ἐκείνοις τοῖς μορίοις ὁμοίων διαθέσεων, ὁποῖαι τοίνυν εἴρηνται καθ’ ὅλον τὸ σῶμα συνίστασθαι.
261
κεφαλῆς γοῦν μόνης αἰσθανόμεθα ποτὲ βαρυνομένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης, ἢ τῶν κροταφιτῶν μυῶν τεινομένων ἤτοι γ’ ἁπλῶς ἢ μετὰ θερμασίας πλείονος. οὕτω δὲ καὶ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς καὶ διάφραγμα βάρους αἰσθανόμεθα πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς ἤτοι βάρους, ἢ δήξεως, ἢ ναυτίας, ἢ ἀποστροφῆς σιτίων, ἢ ὀρέξεως παραλόγου γίνεταί ποτ’ αἴσθησις, πρὸς τούτοις καὶ ὀδύναι καθ’ ὁτιοῦν ἐρείδουσαι μόριον, ἢ διὰ χυμῶν πλῆθος ἀθρόως ἐπενεχθὲν ἢ διὰ πνεῦμα φυσῶδες ἐνδείκνυται κένωσιν, ὥσπέρ γε καὶ διὰ χυμὸν δριμὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ μόριον. ἔνιαι δὲ κατὰ δυσκρασίαν γίνονται. καὶ τούτων αὐτῶν τινὲς μὲν ψιλὴν ἄνευ χυμῶν, ἔνιαι δὲ μετὰ χυμῶν. ἐφ’ ἁπάντων μὲν οὖν τῶν εἰρημένων αἱ κενώσεις τῶν λυπούντων χυμῶν καὶ ἀτμῶν ἀπαλλάττουσι τῶν παθημάτων τὸν ἄνθρωπον, οὐ μὴν φλεβοτομίας δεόμεθά γε πάντως, ἀλλ’ ἀρκεῖ καὶ καθῆραι καὶ τρῖψαι καὶ λοῦσαι καὶ χρῖσαι τινὶ διαφορητικῷ
262
φαρμάκῳ. τίνες οὖν εἰσὶν αἱ διὰ φλεβοτομίας ὠφελούμεναι διαθέσεις ἐφεξῆς λεγέσθωσαν.
Οὐ μόνον ἡ τροφὴ τοῖς τοῦ ζώου μέρεσιν ἐξ αἵματός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερμασία τὴν διαμονὴν ἐξ αἵματος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶμεν ὅλους θερμαινομένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτεται ποτὲ μὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ δ’ εἰ καὶ μὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως ἐπιτιθεμένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν καρδίαν θερμότης ποτὲ μὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος αἵματος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται, ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερμὴν αἵματος ἢ δι’ ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ θερμότητα, τούτου καὶ τἄλλα μέρη τοῦ σώματος εὐθέως μεταλαμβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι μέρος ἐνίοτε παρὰ φύσιν ἤτοι θερμότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις ἐν ἑτέροις ὑπομνήμασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ
263
τρόπῳ, ποτὲ μὲν ἐπὶ χυμοῖς θερμοῖς ἢ ψυχροῖς, ἐνίοτε δὲ καὶ κατὰ δυσκρασίαν μόνην. ἀλλ’ αἱ μερικαὶ θερμότητες καὶ ψύξεις, ὅσαι μὲν ἐγγύς εἰσι τῷ πεπονθότι μορίῳ συμμεταβάλλουσιν, εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶμα πρὶν τὴν καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ τὸ σῶμα τῆς καρδίας ἀλλοιούμενον διττῶς, ἤτοι κατὰ δυσκρασίαν ἢ διὰ χυμοὺς θερμοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς αὐτῶν. οἱ χυμοὶ δὲ ἐδείχθησαν θερμοὶ καὶ ψυχροὶ γινόμενοι διά τε τὸ ποσὸν τῶν ἐσθιομένων τε καὶ πινομένων καὶ δι’ ἡσυχίας τε καὶ κινήσεις σώματός τε καὶ ψυχῆς πλείους. ὥσπερ δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται μοχθηραὶ, φλεγματωδεστέρων ἢ χολωδεστέρων ἀποτελουμένων τῶν ληφθέντων, ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠμῶν καὶ ἀμεταβλήτων ἄχρι πλείστου μενόντων καὶ πνευματουμένων, οὕτω καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἀποτυγχανομένων, ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσονται κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυμοὺς
264
διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερμὰ καὶ ὑγρὰ φαίνεται τάχιστα σηπόμενα, καὶ μάλισθ’ ὅταν ἐν θερμοῖς ᾖ χωρίοις, ἀναγκαῖον ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδομένην τροφὴν, ὅταν μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῆς φύσεως εἰς γένεσιν αἵματος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας. ἐπεὶ δὲ τοῖς ἒξ ὕλης θερμοῦ σηπομένοις συμβαίνει γίνεσθαι θερμοτέροις, διὰ τοῦτο θερμότερον ἔσται τὸ σηπόμενον αἷμα. τούτου δὲ θερμοτέρου γιγνομένου καὶ τὸ μόριον ἐν ᾧ σήπεται θερμότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερμῶν τὰ πλησιάζοντα συνθερμαίνεται, συνθερμανθήσεται τοῖς οὕτω διακειμένοις μορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ δριμείᾳ δηλονότι θερμασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ σηπεδόνος. ἐὰν οὖν ἀξιόλογόν τε τὸ μόριον ᾖ τὸ οὕτως θερμανθὲν, ἐκτείνειν τε τὴν ἑαυτοῦ θερμασίαν ἐπὶ τὴν καρδίαν ἱκανὸν, ἤτοι γε ὅτι πλησίον αὐτῆς ἐστὶν, ἢ ὅτι κύριον, ἢ ὅτι θερμὸν, συνεκπυρώσει κᾀκείνην, ἅτε φύσει θερμοτάτην οὖσαν. εἰ δὲ ἅπαξ αὐτὴ πυρωθείη, ῥᾳδίως ἤδη τὸ πᾶν αὐτῆς σῶμα συνεκθερμανθήσεται,
265
καθάπερ τινὸς ἑστίας φλόγα πολλὴν ἐχούσης ὁ περιέχων αὐτὴν οἶκος. ὀνομάζουσι δὲ τὸ τοιοῦτον πάθημα τοῦ σώματος οἱ Ἕλληνες πυρετόν. ἐνίοτε δὲ πρὶν ἄρχεσθαι σήπεσθαι τὸ πλῆθος τοῦ αἵματος, ἐπί τι μόριον ἀθρόως ἀφικόμενον ἤτοι τελέως ἐνέκρωσεν, ὥστε διαφθεῖραι τὴν ἐνέργειαν, ἢ βλάβην ἀξιόλογον ἐνεγκεῖν. αἱ γοῦν ἀποπληξίαι κατὰ τοῦτον γίνονται τὸν τρόπον, ἐπὶ τὴν ἀρχὴν τοῦ ζώου ῥυέντος ἀθρόως αἵματος πολλοῦ. ὡς ὅταν γ’ εἰς ἄλλο τι κατασκήψῃ μόριον, ὄγκον ἐν τούτῳ παρὰ φύσιν ἐργάζεται. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φλεγμονή. ὅταν δὲ παχύτερόν τε καὶ μελαγχολικώτερον ᾖ τὸ κατασκῆψαν αἷμα, σκιῤῥώδης ὁ ὄγκος γίνεται, καθάπερ γε καὶ χαῦνος, ὅταν ᾖ φλεγματικώτερον τὸ ῥεῦμα· χολώδους δὲ ὄντος ἐρυσίπελας ἀποτελεῖται. διωρισμένα δ’ ἀκριβῶς ἔχεις ἅπαντα ταῦτα κατὰ τὰς προειρημένας ἄρτι πραγματείας, ἀλλὰ νῦν γ’, ὡς ἔφην, ὑποθέσεις τῷ παρόντι λόγῳ τὰ δεδειγμένα ποιούμενος ἀκολούθως αὐτοῖς τὸν περὶ τῆς φλεβοτομίας ἐπιδείκνυμι λόγον. ὄντος οὖν πλήθους διττοῦ, κάλλιστον γὰρ ἐντεῦθεν
266
ἄρξασθαι, καὶ τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν εἰς σηπεδόνα τε ῥᾳδίως ἀφικνουμένου καὶ μέντοι καὶ κατασκήπτοντος ἐνίοτε εἰς μόριά τινα, κᾀν τούτοις ἐργαζομένου τοὺς παρὰ φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, κατασκήπτοντος μὲν καὶ τούτου πολλάκις εἰς μόρια καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς ῥήξεις τῶν φλεβῶν ἐργαζομένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξασθαί τι μέγα κακὸν ἐργάσασθαι περὶ τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν ἄμφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν πραγματείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵματος ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥωστημάτων, ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται, διὸ καὶ περιττὴν ἡγοῦμαι τήνδε τὴν συγγραφήν. εἰ μὲν γὰρ ὡσαύτως καὶ ἐν ἐκείναις ταῖς πραγματείαις ἔγραψα, κἀνταῦθα γράφοιμι, δὶς περὶ τῶν αὐτῶν ἀναγκασθήσομαι διέρχεσθαι, καὶ διὰ ταῦτα μακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντομώτερον ἄγοιμι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον,
267
ἢ ἀσαφῶς τι διὰ τὴν βραχυλογίαν εἰπεῖν, ἢ διορισμόν τινα τῶν χρησίμων παραλιπεῖν. ἀλλ’ ἐπεὶ μὴ κατὰ τὴν ἐμαυτοῦ προαίρεσιν ἧκον ἐπὶ τὸν λόγον τοῦτον, εἴ τι γίγνοιτο τῶν εἰρημένων τούτων ἐν αὐτῷ σφάλμα, τὴν αἰτίαν οἱ ἀξιώσαντες ἕξουσιν, ὥσπερ γε καὶ εἰ κατορθωθείη καὶ φανείη χρήσιμος, ἀποστήσομαι τῶν ἐπαίνων ἐκείνοις.