De curandi ratione per venae sectionem

Galen

Galen, De curandi ratione per venae sectionem

Τοῖς περὶ φλεβοτομίας σκοπουμένοις ἓν μὲν καὶ πρῶτον ἐστὶ πρόβλημα σκέψασθαι τὰς διαθέσεις τοῦ σώματος, ὅσαι δέονται κενώσεως. εἶθ’ ἑξῆς δεύτερον ὅσαι τῆς διὰ φλεβοτομίας, ὡς πολλαὶ εἰσὶ διαθέσεις, ἄλλαι μέν τινος κενώσεως, οὐ μὴν φλεβοτομίας δεόμεναι. τρίτον ἐπὶ τούτοις σκέμμα διακρῖναι τοὺς δυναμένους ἀλύπως ἐνεγκεῖν τὴν κένωσιν. εὑρίσκεται γὰρ ἡ μὲν διάθεσις ἐνίοτε δεομένη φλεβοτομίας, ὁ κάμνων δ’ οὐ φέρει αὐτὴν ἤτοι δι’

251
ἡλικίαν, ἢ δι’ ὥραν τοῦ ἔτους, ἢ διὰ τὴν τῆς χώρας φύσιν, ἢ διὰ κάκωσιν τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι πολλάκις ὀνομάζουσι στόμαχον, ὥσπερ ἀμέλει καὶ νῦν ἐν ὅλῳ τῷ λόγῳ χρώμεθα τῇ προσηγορίᾳ βραχυλογίας ἕνεκεν. εἰσὶ δὲ οἳ καὶ διὰ τὴν ἕξιν ὅλου τοῦ σώματος οὐ φέρουσι φλεβοτομίαν, εἰ καὶ μάλιστα αὐτῆς τυγχάνοιεν ὅσον ἐπὶ τῷ νοσήματι δεόμενοι. ἢν δὲ δὴ καὶ ταῦτα διορίσηταί τις, ἡ περὶ τοῦ μέρους σκέψις ἡμᾶς διαδέχεται, καθάπερ ἐπὶ παντὸς ἄλλου βοηθήματος. εἶθ’ ἑξῆς ἡ περὶ τῶν φλεβῶν ἃς χρὴ τέμνειν· ἐζήτηται γὰρ ἱκανῶς καὶ περὶ τούτων, ἆρά γε διαφέρει μηδὲν ἣν ἂν ἐθελήσῃ τις τέμνειν φλέβα, ἅπασαι γὰρ ὡσαύτως ὠφελοῦσιν ἁπάσας τὰς διαθέσεις, ἢ καθάπερ Ἱπποκράτης καὶ οἱ δοκιμώτατοι τῶν ἰατρῶν ὑπειλήφασι πάμπολυ διαφέρειν τὸ τήνδε πρὸ τῆσδε σχάσαι. διορισθέντος δὲ καὶ τούτου τοῦ σκέμματος, ἔσται ἑξῆς ὁ περὶ τῶν σκοπῶν λόγος, οἷς ἄν τις προσέχων τὸν νοῦν στοχάσοιτο τοῦ μέτρου τῆς κενώσεως. ἐπὶ δὲ τούτοις ἅπασιν, ἐπὶ τινῶν μὲν ἅπαξ ἀφαιρεῖν ἄμεινον, ἐπὶ τινῶν δὲ τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι προσήκει,
252
καὶ τινὰς μὲν ἄχρι λειποθυμίας κενοῦν, ἐπὶ τινῶν δὲ φυλάττεσθαι ταύτην, ὡς μέγιστον κακόν. ταῦτα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέπτεσθαι τὸν μέλλοντα καλῶς χρῆσθαι τῷ βοηθήματι.

Καὶ λέλεκται περὶ πάντων αὐτῶν ἤδη κατὰ τὴν τῆς θεραπευτικῆς μεθόδου πραγματείαν, καθάπερ γε καὶ πρὸς Ἐρασίστρατον ἰδίᾳ περὶ τοῦ κακῶς αὐτὸν ἀποστῆναι τοῦ βοηθήματος. εἶτα αὖθις ἄλλο πρὸς ἐκείνους τῶν Ἐρασιστρατείων ὅσοι φασὶ κεχρῆσθαι τῷ βοηθήματι τὸν ἄνδρα. διὸ καὶ μισήσειεν ἄν τις ἤτοι τὴν πανουργίαν τῶν μιαρῶν σοφιστῶν, ὅταν γιγνώσκοντες ὅτι ψεύδονται, ἐπιτεχνάζονται ἐπιθυμίᾳ καινοτομίας, ἢ τὴν δοξοσοφίαν, ὅταν ἀγνοοῦντες τὰ χρησιμώτατα, κατασκευάζουσι τῷ λόγῳ τἀναντία. τούτων γάρ τοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν. ἠκολούθησαν δ’ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης ἔνδοξοι καὶ αὐτοὶ παρ’ Ἕλλησι γενόμενοι. τούτων δ’ ἐπὶ μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύλαξε

253
τὴν Χρυσίππου γνώμην. εἶθ’ ἑξῆς οἱ τούτου μαθηταὶ τό γε κατ’ ἀρχὰς ἠκολούθησαν ἅπαντες τῷ τοῦ διδασκάλου δόγματι, χρόνῳ δ’ ὕστερον ἀπέστησαν τινὲς αὐτῶν αἰδεσθέντες ἀναίσχυντον αἰδώ. τί γὰρ ἂν ἄλλο τίς εἴπῃ πρὸς τοὺς ὑπομείναντας ἀποφήνασθαι προσίεσθαι τὸ τῆς φλεβοτομίας βοήθημα τὸν Ἐρασίστρατον, εἰ καὶ μηδαμόθι φαίνεται τῶν συγγραμμάτων ἐπὶ μηδενὸς πάθους αὐτὸ συμβουλεύων; ἀκόλουθον γὰρ οὖν ἦν φασὶ τῷ τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθημα παραλαμβάνοντι καὶ τὴν φλεβοτομίαν πολὺ μᾶλλον ἐκκρίνειν. οἱ δὲ ταῦτα λέγοντες ἅπαντες ἀξιώσουσι φλεβοτομεῖν, ἐφ’ ὧν Ἐρασίστρατος ἐκέλευσεν ἀσιτίᾳ χρῆσθαι. γεγραφότος οὖν αὐτοῦ κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ἐν ταῖς ἀρχαῖς τῶν νόσων ἀσιτίαν, ἀκόλουθόν ἐστιν ἅπαντας φλεβοτομεῖν, ὡς καὶ ὁ τούτων λόγος ἐν ἐκείνῳ τῷ καιρῷ. ἔστι μὲν δὴ καὶ τοῦτο μέγιστον κακὸν, εἰ πεισθεῖεν οὕτω πράττειν οἱ τὴν τέχνην μανθάνοντες νέοι. πολὺ δὲ τούτων χεῖρον, εἰ μηδὲ τῶν ἄλλων ὧν διορίσασθαι προσῆκεν, ἐπισκέψονται.
254
ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράμμα διεξελθεῖν, ἐπιδεῖξαί τε τοῖς νέοις Ἐρασίστρατον οὔτε φλεβοτομίᾳ κεχρημένον, ἄμεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλεβοτομεῖν, ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, μεγίστην τε τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήματος γίγνεσθαι τοῖς κάμνουσιν ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώμενος. οὐκ οὖν ἔτι γε δέῃ κατά γε τὴν ἐμὴν γνώμην ἄλλο τί μοι γραφῆναι περὶ φλεβοτομίας, ἐν μὲν τῇ θεραπευτικῇ πραγματείᾳ τῆς χρήσεως τοῦ βοηθήματος εἰρημένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ τοῖς δύο βιβλίοις, ὧν τὸ μὲν ἕτερον ἐγράφη πρὸς Ἐρασίστρατον αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους, ἐπιδεδειχότος μου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακαλεσάντων δὲ πολλάκις πολλῶν μὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί μοι τὴν θεραπευτικὴν πραγματείαν ὀκνεῖν ἀναγινώσκειν, ἠναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξοδον, ὅπως μὴ δόξαιμι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήματος εἰπεῖν. καὶ τοίνυν ἤδη μοι καιρὸς ἄρξασθαι τοῦ λόγου.