Ad Glauconem de methodo medendi

Galen

Galen, Ad Glauconem de methodo medendi

Οἱ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενοι πυρετοὶ καλοῦνταί τ’ αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συμπτώματα νοσημάτων, ἀλλ’ αὐτοὶ νοσήματα. τούτων δὲ τινὲς μὲν ἄνευ συμπτωμάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι· τινὲς δ’ ἅμα συμπτώμασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ ἡμῖν περὶ προτέρων τῶν ἄνευ συμπτωμάτων πυρετῶν· ἐν οἷς μάλιστα μὲν εἰ οἷόν τε κατὰ τὴν πρώτην ἡμέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουμένων ἢ τῶν συνεχῶν. εἰ δὲ μὴ οἷον τε περὶ τὴν ἡμέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. μηδενὸς δὲ μηδ’ ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡμέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόν τε διὰ βραχέων σημεῖα, δι’ ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. μακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται.

18

Τοὺς μὲν οὖν μετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι μετὰ ῥίγους τοὐπίπαν παροξύνουσιν. ἀλλ’ οἱ μὲν τριταῖοι εὐθὺς ἐν τῇ πρώτῃ καταβολῇ πολλάκις μετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο. τεταρταῖον δ’ οὐκ οἴδαμεν μετὰ σφοδροῦ ῥίγους ἀρξάμενον, ἀλλ’ ἐν τῷ χρόνῳ τὸ μέγεθος αὐτῷ προσγίνεται, σὺν τῷ μηδ’ εὐθὺς ἀπ’ ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ ἑτέρων προηγησαμένων συμπίπτειν. ὁ μὲν οὖν τεταρταῖος τοῖς καλουμένοις πλάνησί τε καὶ πλανήταις ἐπιγίνεται πυρετοῖς διὰ φλέγμα. ὁ δ’ ἀμφημερινὸς οὐδὲ χωρὶς τοῦ τὸ στόμα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται· καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι· ὁ δὲ τριταῖος περὶ ἥπατι. τὸν μὲν δὴ μετὰ σφοδροῦ τοῦ ῥίγους ἀρξάμενον εἰκὸς μᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι πυρετῶν. εἰ δὲ καὶ τἄλλα τὰ ἐφεξῆς εἰρησόμενα μαρτυροίη, τοῦτον μὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διαγινώσκοις εἶναι τριταῖον. εἰ δὲ μετὰ βραχέος ἄρξεται ῥίγους,

19
τότε δεῖ καὶ μᾶλλον τοῖς ἄλλοις γνωρίσμασι τὸν νοῦν προσέχειν, ὡς οὐκ ἀμφημερινοῦ καὶ τεταρταίου μόνον, ἀλλὰ καὶ ἡμιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναμένου. τὰ δ’ ἄλλα γνωρίσματα τό τε τῆς θερμασίας ἐστὶ ποιὸν καὶ καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτό τε τοῦ ῥίγους τὸ εἶδος αἰσθανομένου, ὥρα τε καὶ χώρα καὶ κατάστασις καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάμενα καὶ τὰ παρακολουθοῦντα. τὴν μὲν γὰρ θερμασίαν πολλὴν καὶ δριμεῖαν εἶναι χρή· τοὺς δὲ σφυγμοὺς μεγάλους καὶ θερμοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς πάσης ἀνωμαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον νυττομένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος μᾶλλον ἢ ψυχροῦ, τῶν ἐν τεταρταίοις τε καὶ ἀμφημερινοῖς ψυχροῦ τοῦ ῥίγους αἰσθανομένων. τὴν δ’ ὥραν θερινὴν, ὥσπερ οὖν καὶ τὸ χωρίον θερμὸν καὶ τήν γε παροῦσαν κατάστασιν· ἔστω δὲ καὶ ἡ φύσις τοῦ κάμνοντος θερμοτέρα τε καὶ χολωδεστέρα, καὶ ἡ ἡλικία νεανίσκου· καὶ γυμνασία μᾶλλον ἢ ἀργία προηγείσθω, καὶ ἔγκαυσις μᾶλλον ἢ ψύξις, καὶ ἔνδεια μᾶλλον ἢ πλησμονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι
20
φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συμβαίη καὶ τοῦτ’ ἂν εἴη πρὸς τοῖς εἰρημένοις μέγιστον γνώρισμα. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν μεγίστων τε καὶ ἐπικαιροτάτων δίψος τε αὐτοὺς ἔχει σφοδρὸν, ἔμετός τε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀμφότερα, νῦν μὲν ἂν καὶ σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο μὲν πυρέττων ἐπὶ τοῖσδε ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει πυρετὸν, ὑπολείποιτο δ’ αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ἡ ἴδιος ἀνωμαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη παροξυνόμενον ἑώρας.

Ὁ δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ γνωρίσματά σοι γράψαι, τὸ μὲν ἐναργέστατον ἑαυτοῦ τεκμήριον ἐνδείκνυται κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν, ἡνίκα ῥιγῶσιν ἔτι οἱ νοσοῦντες. ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν οἱ σφυγμοὶ γίγνονται· κατὰ δὲ τὰς ἀκμὰς ἢ καὶ αὐξανομένων ἔτι ταχεῖς μὲν ἀνάγκη καὶ πυκνοὺς εἶναι· σώζεται 

21
δ’ ὅμως καὶ τότε ἡ ἴδιος αὐτῶν βραδύτης τε καὶ ἀραιότης, εἰ τὸ προσγεγονὸς τάχους καὶ τῆς πυκνότητος τῶν παροξυσμῶν λογίσαιο. καὶ γὰρ οὖν καὶ εἰ παραβάλοις τὴν ἀκμὴν τοῦ τεταρταίου πυρετοῦ, τῇ τοῦ τριταίου ἀκμῇ πολλῷ τινί σοι δόξουσι θᾶττόν τε καὶ πυκνότερον ἐν τοῖς τριταίοις αἱ ἀρτηρίαι σφύζειν· καὶ αὐτῆς δὲ τῆς μιᾶς κινήσεως ἐν τῷ τεταρταίῳ πυρετῷ τὸ ἀνώμαλον ἐνδείκνυται τὴν ἰδέαν αὐτοῦ. τὴν γὰρ κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν μιᾷ προσβολῇ τῆς ἀρτηρίας ἀνωμαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. πολλῷ γάρ τινι τήν τε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον εὑρήσεις τῶν μέσων· οὐ μὴν δὲ ἐπὶ τῶν τριταίων ὧδ’ ἔχει· βραχεῖα γὰρ ἐν αὐτοῖς ἡ ὑπεροχὴ τοῦ τάχους ἐστὶ καὶ μάλιστα κατὰ τὰς ἀκμάς. ἀλλὰ καὶ τὰ τῆς θερμασίας γνωρίσματα διαφερόντως αὐτοῖς ἔχει. τὸ γὰρ θερμὸν καὶ τὸ διακαὲς καὶ τὸ οἷον ζέον τῶν τριταίων πυρετῶν οὐκ ἂν εὕροις ἐν τεταρταίοις. ταυτὶ μὲν οὖν τὰ μέγιστα σημεῖα, τὰ δ’ ἄλλα τὰ ἔξωθεν, οὐδὲ γὰρ χρὴ ταῦτα παραλιπεῖν, ἀλλὰ τήν τε φύσιν ἐπισκοπεῖσθαι τοῦ νοσοῦντος, εἰ μελαγχολικωτέρα· καὶ τὸν καιρὸν
22
τοῦ ἔτους, εἰ φθινόπωρον· καὶ τὴν παροῦσαν κατάστασιν, εἰ ἀνώμαλος. οὕτω δὲ καὶ τοῦ χωρίου τὴν φύσιν καὶ τῶν ἐπιδημούντων νοσημάτων· καὶ εἰ σπλὴν μέγας εἴη καὶ ἄτακτοι πυρετοὶ προηγήσαντο καὶ ἡ ἡλικία τῆς ἀκμῆς ἐπέκεινα καὶ εἰ μεθ’ ἱδρῶτος παύοιντο· χολῆς δὲ ξανθῆς ἔμετον ἐν τούτοις τοῖς πυρετοῖς μὴ προσδοκᾷν, ὥσπερ οὐδ’ ἐν τοῖς ἀμφημερινοῖς, ἴδιον γὰρ τῶν τριταίων τοῦτο. παυσαμένων δὲ τοῦ πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ σημεῖον ἔτι παραμένοι καὶ οἱ σφυγμοὶ τῶν κατὰ φύσιν ἀραιότεροί τε καὶ βραδύτεροι γίγνονται, τεταρταῖος ἂν εἴη σαφῶς ὁ τοιοῦτος πυρετός.