Ad Glauconem de methodo medendi

Galen

Galen, Ad Glauconem de methodo medendi

Ὅτι μὲν οὐ τὴν κοινὴν μόνον ἁπάντων ἀνθρώπων φύσιν, ὦ Γλαύκων, ἐπίστασθαι χρὴ τὸν ἰατρὸν, ἀλλὰ καὶ τὴν ἰδίαν ἑκάστου, πάλαι τε πρὸς Ἱπποκράτους ὀρθῶς εἴρηται καὶ ἡμῖν δὲ ἐπ’ αὐτῶν, ὡς οἶσθα, τῶν ἔργων τῆς τέχνης ἱκανῶς ἐσπούδασται. οὐ μὴν γράφειν γε δυνατὸν, ὥσπερ τὴν κοινὴν, οὕτω καὶ τὴν ἰδίαν ἑκάστου, ἀλλ’ ὑπεναντίως ἔχει τὰ γράμματα πρὸς τὰς πράξεις, ἄλλοθί τε πολλαχόθι καὶ οὐχ ἥκιστα ἐν τοῖς νῦν ὑπ’ ἐμοῦ προκειμένοις. ἠξίωσας μὲν γὰρ ἡμᾶς, ἰαμάτων τινά σοι καθόλου μέθοδον

2
ὑποτυπώσασθαι· περαίνεται δὲ αὕτη διά τε ποιότητος καὶ ποσότητος ἑκάστου τῶν βοηθημάτων καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν καὶ τοῦ πάντων τούτων χαλεπωτάτου διαγνωσθῆναι καιροῦ. περὶ ὃν ὀξὺν ἱκανῶς ὄντα, καθάπερ που καὶ τοῦτό φησιν ὁ πάντων ἡμῖν τῶν καλῶν ἡγεμὼν Ἱπποκράτης, σφαλλομένους πολλάκις ὁρᾷς οὐ τοὺς τυχόντας μόνον, ἀλλὰ δὴ καὶ τοὺς ἀρίστους ἰατρούς. καὶ μὲν δὴ καὶ μέγα τὸ ποσὸν εὐστόχως συναρμοσθὲν εἰς δύναμιν ὁ αὐτὸς ἀνὴρ ἔγραψεν. ὅταν οὖν εἰς μὲν τὸ καλῶς ἰᾶσθαι μέγα συντελεῖν φαίνοιτο ὅ τε καιρὸς καὶ ἡ ποσότης τῶν βοηθημάτων, ἴδια δὲ ταῦτα καθ’ ἕκαστον τῶν νοσούντων εὑρήσεις καὶ μηδὲν ἴδιον ἑρμηνεύεσθαι δύναται τῷ λόγῳ, τὸ κοινὸν οὕτως ἀναγκαζόμεθα γράφειν, κᾂν τῇ χρείᾳ δεύτερον ᾖ. καὶ γὰρ οὖν καὶ ἐπισκοπούμεθά τινας ἀῤῥώστους πολλάκις, οἷς ἔμπροσθεν ὑγιαίνουσιν οὐκ ἐνετύχομεν· οὔκουν οὐδ’ ὅπως εἶχον χροιᾶς, ἢ σχέσεως, ἢ τῆς κατὰ φύσιν θερμασίας, ἢ τῆς τῶν ἀρτηριῶν γινώσκοντες, ἵν’ εἰδότες ἱκανοὶ κριταὶ γενοίμεθ’ ἄν
3
ποτε τῶν νοσημάτων τοῦ μεγέθους. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως ἕκαστον, εἰς τοσοῦτον καὶ μεγέθους ἥκει. τὸ δ’ ὅσον ἐξίσταται, γνῶναι δυνατὸν μόνῳ τῷ τὸ κατὰ φύσιν ἀκριβῶς ἐπισταμένῳ. τοῦτ’ οὖν ἀγνοοῦντες ἐπ’ αὐτῶν, ἵνα μὴ παντάπασιν ἀπορῶμεν, ἐπὶ τὸ κοινὸν ἀφικνούμεθα. πλέον δέ τι κᾀν τούτῳ τῶν ἀτέχνων ὁ τεχνίτης ἔχει. καὶ τί τὸ πλέον; Ἱπποκράτης μὲν καὶ τοῦτο πρῶτος ἁπάντων ὧν ἴσμεν γέγραφεν. ὑπεμνήσαντο δὲ ἐπὶ πλέον τῶν μετ’ αὐτὸν ὅσοι τῶν ἐκείνου συνῆκαν γραμμάτων, ὧν εἷς ἦν καὶ Μνησίθεος ὁ Ἀθηναῖος, ἀνὴρ τά τε ἄλλα ἱκανὸς πάντα τὰ τῆς τέχνης καὶ εἰς ὅσον χρὴ μεθόδῳ τὴν ἰατρικὴν τέχνην ἀσκεῖν, οὐδενὸς ἐπιγνῶναι δεύτερος. οὗτος ὁ Μνησίθεος ἀπὸ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν ἀρξάμενος ἀξιοῖ τέμνειν αὐτὰ κατ’ εἴδη τε καὶ γένη καὶ διαφοράς. εἶτ’ αὖθις τὰ τεμνόμενα τέμνειν ὁμοίως κᾀκεῖνα πάλιν ὡσαύτως, ἔστ’ ἂν ἐπί τι τοιοῦτον εἶδος ἀφικώμεθα μεθ’ ὃ τέμνοντες, ἀχρὶς οὗ τὸ τεμνόμενον, εἰς ἓν τῷ ἀριθμῷ καὶ ἄτομον ἤδη τελευτήσομεν. ταῦτ’ ἀρκεῖ μοι πρός γέ σε διὰ βραχέων ἃ βούλομαι δεδηλῶσθαι. καὶ
4
γὰρ ἂν εἴην γελοῖος, εἴ σε διδάσκοιμι τὰ σὰ ὥσπερ οὐχὶ παρὰ Πλάτωνος αὐτὰ πάλαι μεμαθηκότα. οὐδὲ γὰρ ὥστε διδάξαι σέ τί πως περὶ τῆς κατὰ τὴν τοιαύτην διαίρεσιν μεθόδου τὴν ὑπόμνησιν ἐποιησάμην, ἀλλ’ ὅτι μοι πρὸς τὸν ἐφεξῆς λόγον ἅπαντα χρήσιμον αὐτὴν ἔσεσθαι νομίζω· καὶ τὴν αἰτίαν, ὧν ἑκάστοτε σφαλλομένους ὁρᾷς τοὺς πλείστους τῶν ἰατρῶν, ἀξιοῦντί σοι μαθεῖν οὐκ ἐνῆν ἄλλως ἐνδείξασθαι. καὶ γὰρ καὶ τὰ κατὰ τὰς ἄλλας αἱρέσεις σφάλματα καὶ ὅσα νῦν ἐπὶ τῶν νοσούντων οἱ πολλοὶ τῶν ἰατρῶν ἁμαρτάνουσι, πρώτην καὶ μεγίστην αἰτίαν ἔχει τὸ μοχθηρὸν τῆς διαιρέσεως. οἱ μὲν γὰρ ἐπὶ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν μένουσιν, ἀρκούμενοι ταῖς ἀπὸ τούτων ἐνδείξεσιν· οἱ δὲ μέχρι μέν τινος ἔτεμον, οὐ μὴν πρός γε τὸ τέλος ἐξίκοντο· πολλοὶ δὲ καὶ μοχθηραῖς ἐχρήσαντο διαιρέσεσιν. ὅστις δὲ καὶ τὰ κατὰ φύσιν ἅπαντα καὶ τὰ παρὰ φύσιν εἰς τὴν τοιαύτην ἀνάγων μέθοδον, ἐξ ἁπάντων τούτων τῶν κατὰ τὴν διαίρεσιν ἀνενδεῆ λαμβάνοι τὴν ἔνδειξιν, μόνος ἂν οὗτος εἰς ἀνθρωπίνην δύναμιν ἀναμάρτητος εἴη περὶ τὰς ἰάσεις· καὶ τούς τε γινωσκομένους
5
ἄμεινον τῶν ἄλλων ἰῷτο καὶ τοὺς ἀγνοουμένους εἰς ὅσον οἷόν τε καὶ τούτους ἐγγυτάτω τῶν γινωσκομένων. εἰ γὰρ διορίσαιτό τις πρῶτον μὲν τὴν κατὰ τὰς ἡλικίας διαφορὰν, ἐφεξῆς δὲ τὴν κατὰ τὰς κράσεις καὶ τὰς δυνάμεις καὶ τἄλλα τὰ τοῖς ἀνθρώποις ὑπάρχοντα, χροιὰς λέγω καὶ θερμασίας καὶ σχέσεις καὶ σφυγμῶν κινήσεις καὶ ἔθη καὶ ἐπιτηδεύματα καὶ τὰ τῆς ψυχῆς ἤθη, προσθείη δὲ τούτοις καὶ τὴν ὡς ἄῤῥενος πρὸς θῆλυ διαφορὰν, ὅσα τε κατὰ τὰς χώρας καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἄλλας τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις, ὡς χρὴ διορίσασθαι, πλησίον ἂν ἥκοι τῆς ἰδίας τοῦ κάμνοντος φύσεως. ἀλλὰ πάντων τούτων τὰ μὲν ἐν τοῖς περὶ σφυγμῶν, τὰ δὲ ἐν τοῖς περὶ κράσεων διώρισται· ὥσπερ γε καὶ τῶν παρὰ φύσιν ἁπάντων ὅσαι κατ’ εἴδη τε καὶ γένη διαφοραὶ τυγχάνουσιν οὖσαι, πάσας ἐν τῷ περὶ παθῶν διοριζόμεθα λόγῳ. νυνὶ δὲ ὁ μὲν λόγος ἡμῖν ἅπας ἔσται περὶ τῶν τοιούτων ἀῤῥώστων ὧν τὴν φύσιν ἀκριβῶς ἐπιστάμεθα πρὸ τῆς νόσου· συνεπινοηθήσονται δὲ αὐτοῖς καὶ οἱ λοιποὶ πάντες ὧν 
6
ἠγνοοῦμεν. οὐδὲν γὰρ ἦν χαλεπὸν ἀπὸ τοῦ τελέως διωρισμένου καὶ τὸ μὴ τοιοῦτον ἐξευρίσκειν.

Ἀρξώμεθα οὖν ἀπὸ τῶν πυρετῶν, ἐπειδὴ καὶ σὺ τῆς τούτων ἰάσεως μάλιστα ἠξίου σοι τὴν μέθοδον λεχθῆναι, καὶ πρῶτον εἴπωμεν περὶ τῶν ἁπλουστάτων, οὓς Ἱπποκράτης ἐφημέρους καλεῖ. οὗτοι δέ εἰσιν οἵ τε διὰ κόπους γινόμενοι καὶ μέθας καὶ ὀργὰς καὶ λύπας καὶ θυμοὺς καὶ τὰς ἄλλας φροντίδας τῆς ψυχῆς τὰς συντόνους. καὶ οἱ ἐπὶ βουβῶσι δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσὶ, πλὴν εἰ μὴ χωρὶς ἕλκους φανεροῦ γένοιντο. τηνικαῦτα γὰρ ὕποπτοί τέ εἰσι καὶ οὐδαμῶς ἐπιεικεῖς. καὶ ἀγρυπνία δὲ πολλάκις ἤνεγκεν ἁπλοῦν πυρετὸν, ὥσπερ οὖν καὶ ψύξις ποτὲ καὶ ἔγκαυσις. οὗτοι πάντες οἱ πυρετοὶ ῥᾷστα λυθῆναι δύνανται· χρὴ γὰρ ἐπί τε λουτρὰ ταχέως ἄγειν αὐτοὺς καὶ τὴν ἄλλην τὴν συνήθη δίαιταν. ὡς ὅσοι γε τὴν πολυθρύλλητον διάτριτον ἐπὶ πάντων τῶν τοιούτων ἐκδέχονται, δριμυτέρους πολλάκις εἰργάσαντο τοὺς πυρετοὺς, καί τι καὶ ἄλλο προσεξαμαρτάνοντες, ὥσπερ οὖν ὁρᾷς τοὺς πολλοὺς αὐτῶν καθ’ ἑκάστην εἴσοδον

7
ἁμαρτάνοντας, ὡς καὶ χειροποίητα ὄντως ἐργάσασθαι νοσήματα. τὰ μὲν δὴ τῆς θεραπείας τοῖς τοιούτοις πυρετοῖς πρόχειρα, τὰ δὲ τῆς διαγνώσεως ἀκριβείας πλείονος δεῖται καὶ οὐδεὶς πρό γε ἡμῶν ἔγραψεν αὐτὰ εἰς ὅσον ἐχρῆν. ὥστ’ οὐδὲν θαυμαστὸν εἰς τοσοῦτον ἁμαρτάνειν τοὺς πολλοὺς ἐν ταῖς ἰάσεσιν, εἰς ὅσον κᾀν ταῖς διαγνώσεσι σφάλλονται. πολλάκις γὰρ ἤρξαντό τινες νοσημάτων χαλεπῶν κατά τινα συντυχίαν, οἷον οἰνωθέντες, ἢ ἐγκαυθέντες, ἢ ψυχθέντες, ἢ κοπωθέντες, ἢ ἀγρυπνήσαντες, ἢ θυμωθέντες, ἢ ὁπωσοῦν ἄλλως αἰτίᾳ τινὶ συσχεθέντες τῶν καθ’ αὑτὰ βλάπτειν πεφυκότων· εἶτα οἰηθέντες τὸ πᾶν διὰ τὸ προηγησάμενον αἴτιον, οὐ δι’ ἄλλην τινὰ γεγονέναι διάθεσιν, ἀφυλακτότερον διαιτηθέντες ἔλαττον ἑαυτοὺς εἰς ἀνίατον ἢ καὶ δεινῶς δυσίατον ἐμβάλλοντες νόσημα. ταῦτ’ οὖν χρὴ περὶ παντὸς πρόνοιαν πεποιῆσθαι, καθότι καὶ Ἱπποκράτης παραινεῖ προγινώσκειν οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ παρόντα. καὶ γὰρ οὖν καὶ τὸ νῦν προκείμενον ἐκείνου τοῦ μέρους τῆς τέχνης ἐστὶ, καὶ ἡμεῖς αὐτὸ καθόσον οἷόν τε
8
σαφῶς γράψομεν. οὐ σμικρὰ γὰρ ἡ διαφορὰ λούειν ἤδη τὸν κάμνοντα καὶ θαῤῥεῖν κελεύειν, ἢ διὰ πάσης φυλακῆς τε καὶ ἀσφαλείας ἄγειν. εἰσελθόντας οὖν χρὴ πρὸς τὸν ἀσθενοῦντα πρῶτον μὲν ἀπὸ τῶν μεγίστων σκοπεῖσθαι τὰ κατ’ αὐτόν· ἔπειτα δὲ καὶ ἀπὸ τῶν ἄλλων μηδὲν ὡς οἷόν τε μηδὲ τῶν ἐλαχίστων παραλείποντας. τὸ γὰρ μᾶλλον ἢ ἧττον τῇ παρὰ τῶν μεγίστων ἐνδείξει πιστεύειν ἐκ τῆς τῶν ἄλλων προσθήκης γίνεται μέγιστα μὲν δὴ τοῖς πυρέσσουσιν ἅπασιν ἔν τε τοῖς σφυγμοῖς ἐστι καὶ τοῖς οὔροις γνωρίσματα· προστιθέναι δὲ χρὴ τούτοις καὶ τἄλλα σύμπαντα, τά τε περὶ τὸ πρόσωπον παρ’ Ἱπποκράτους εἰρημένα καὶ τὰ τῶν κατακλίσεών τε καὶ τὰ τῆς ἀναπνοῆς καὶ ὅσα κάτω τε καὶ ἄνω κενοῦται· καὶ μὲν δὴ καὶ εἴ τι σύμπτωμα περὶ ὁτιοῦν μόριον τοῦ σώματος ἢ ἐνέργειαν αὐτοῦ συνιστάμενον βλέποις, οἷα δὴ μυρία ἐπὶ μυρίοις ἐκεῖνος ἔγραψε, μηδὲ τούτων ῥᾳθύμως μηδὲν παρέρχεσθαι. ταῦτα μὲν δὴ ἐπὶ πάντων κοινὰ τῶν πυρετῶν. ὥστε καὶ τοῖς ἁπλουστάτοις, ὑπὲρ ὧν ὁ ἐνεστηκὼς λόγος, οὐδὲν οὐδὲ τούτων χρὴ παραλιπεῖν. ἀλλ’ ἐπειδάν σοι
9
τά τε τῶν σφυγμῶν καὶ τὰ τῶν οὔρων ἐνδείξηται τὸ ἦθος τοῦ πυρετοῦ· τῶν μὲν σφυγμῶν μήτε τὸ τῆς φλεγμονῆς σημεῖον ἐχόντων μήθ’ ὅλως τὸ κατὰ μίαν προσβολὴν τῆς ἀρτηρίας ἀνώμαλον· εἰ δὲ καὶ ἔχοιεν, τοῦτο μὲν παντάπασιν ἀμυδρὸν ἐχόντων, τῶν οὔρων δὲ ἢ πάντῃ τοῖς κατὰ φύσιν ἐοικότων ἢ μὴ πολὺ τῆς φύσεως ἐξισταμένων, τόθ’ ἥκειν χρὴ καὶ ἐπὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα. κᾀπειδὰν ὥσπερ χορὸς συμφώνως ἅπαντα φθέγγωνται, θαῤῥεῖν τε ἤδη χρὴ καὶ, εἰ βούλοιο, προσανερέσθαι, μή τι προηγήσατο φανερὸν αἴτιον· εἰ γάρ τι καὶ τοιοῦτον ὁμολογήσει ὁ νοσῶν, ἀναμείνας τὴν πρώτην λύσιν τοῦ πυρετοῦ, λούειν αὐτίκα, πιστοτέρας σοι τῆς διαγνώσεως καὶ κατ’ αὐτὸ τὸ τῆς λύσεως εἶδος γινομένης· ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε κατὰ πᾶν ἐξομοιοῦται τῇ τῶν ὑγιαινόντων, οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος, οὐδ’ εἰ πάμπολυς ὁ μεταξὺ χρόνος τῆς τε προτέρας τελευτῆς καὶ τῆς δευτέρας ἀρχῆς εἴη, καθάπερ ἐν τριταίοις τε καὶ τεταρταίοις, ἐν ἐκείνοις μὲν γὰρ ἀεὶ παραμένει τὸ τοῦ πυρετοῦ σημεῖον, ἐν δὲ τοῖς
10
ἐφημέροις συνεξαλείφεται πᾶν τοῦ παροξυσμοῦ παυομένου· τοῖς πλείστοις δὲ αὐτῶν καὶ νοτίδες· ἔστι δ’ οἷς καὶ ἱδρῶτες ἐπιφαίνονται χρηστοί. ἢ πάντως γε οἷον ἀτμός τις πολὺς ἐκ τοῦ βάθους ἀναφέρεται. ἀλλὰ καὶ τὰ οὖρα πολὺ βελτίω νῦν ἢ κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ κεφαλῆς ἤ τινος ἄλλου μέρους ἄλγημα συνεισέβαλεν, οὐδὲ τοῦτ’ ἂν ἔτι μένοι. καὶ ἡ τοῦ κάμνοντος εὐφορία μέγιστόν τι καὶ αὐτὴ σημεῖον οὖσα, καθάπερ τις σφραγὶς ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐνδείξεταί σοι τὴν ἐπιείκειαν τοῦ πυρετοῦ. καὶ εἰ λουομένοις δὲ αὐτοῖς μήτε φρίκη ἀήθης διοχλοίη μήτ’ ἄλλη τις ἀηδία, καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆς ἐν εὐφορίᾳ μένοι, θαῤῥῶν ἤδη τρέφοις ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς παροῦσι μέτριον. ἡμεῖς δὲ, ὡς οἶσθα, πειρώμεθα λέγειν αὐτοῖς τὸ προηγησάμενον αἴτιον, οὐ περιμείναντες ἐρέσθαι τὸν κάμνοντα, καὶ ἔστι μέγιστον σημεῖον εἰς τὸ μηδὲν σφάλλεσθαι τὸ τοιαύτην τινὰ πεπορίσθαι δύναμιν. εἰ μέντοι μενόντων ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γίγνοιτο, διὰ τῶν σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ 
11
σφυγμῶν γέγραπται· μετὰ τούτους δὲ καὶ τὴν ἀπὸ τῶν ἄλλων ἀπάγειν διάγνωσιν. εἰ δ’ αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δὲ ἡ διάθεσις, ἀμυδρὸν μέν τι καὶ κατὰ τοὺς σφυγμοὺς εὑρήσεις γνώρισμα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσει δέ σοι καὶ χωρὶς τῶν σφυγμῶν τὰ λοιπά· κοινῶς μὲν γὰρ ἅπασι τὰ οὖρα. πυῤῥά. πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης μᾶλλον ἢ πλῆθος θερμασίας· ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς λυπηθεῖσιν ἢ φροντίσασι· καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης καί τις ἀήθης ἄχροια, ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινά. μάλιστα δὲ τοῖς ὀφθαλμοῖς διορίζειν χρή· ἔνεστι γὰρ ἐκ τούτων τεκμαίρεσθαι κᾀν τοῖς ὑγιαίνουσι μὲν τὸ τῆς ψυχῆς ἦθος. καὶ νοσούντων δὲ σαφέστερα τὰ σημεῖα τῷ γε δυναμένῳ συνορᾷν ἀκριβῶς. οὕτω μὲν οὖν τοὺς διὰ μαθήματα καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν προσήκει. τοὺς δὲ ἐπ’ ἀγρυπνίαις διορίζει μὲν καὶ τὸ τῆς ἀχροίας εἶδος, ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ
12
πρόσωπον, καὶ ἡ τῶν ὀφθαλμῶν δὲ κίνησις δήλη. μόλις γὰρ ἐπαίρουσι τὰ βλέφαρα· καὶ ἡ ὑγρότης δὲ ἐν τοῖς βλεφάροις· ξηρὰ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη γε καὶ θυμοῦ, τούτων γὰρ οὔτε τὰ κοιλότητος τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα. καὶ ἡ θερμασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐ καθαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος. ὥστε θυμοῦ μὲν καὶ πάνυ σαφῶς αὐτὰ διοριεῖς· ἀλλήλων δ’ ἐκεῖνα, καθότι προείρηται. τῶν δ’ ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ παροξυσμοῦ χρόνῳ. τὸ δ’ ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν, ὅσοι γε μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται. τισὶ δὲ κᾀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ ξηρότης παραμένει· γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν, ἢ ψυχθεῖσιν, ἢ ἐγκαυθεῖσιν ἅμα τῷ κόπῳ.
13
καὶ μὲν δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δ’ εἰσὶ τοῖς ἄλλοις. οἱ δ’ ἐπὶ πυκνώσει τοῦ δέρματος γινόμενοι πυρετοὶ, πυκνοῦται δὲ τοῦτο ἢ ψυχόμενον ἢ ποιότητος αὐτῷ στρυφνῆς ἀθρόως προσπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν ὕδατι τῷ στυπτηριώδει ἐγένετο· οὗτοι μόνοι πάντων τῶν πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν, ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν καὶ τοὺς ἐπὶ τοῖς κόποις καὶ τοὺς ἐπ’ ἐγκαύσεσιν. οὐδὲ γὰρ ἂν ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πρᾳεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς φαινομένη, δριμεῖα δὲ εἰ χρονίσειας ἐπὶ πλεῖον γιγνομένη· οὐ μὴν οὐδὲ τὰ οὖρα πυῤῥὰ τοῖς τοιούτοις, οὐδὲ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν· οὔκουν οὐδὲ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίνονται, ἀλλ’ ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν. οὐδ’ οἱ σφυγμοὶ μικρότεροι, καθάπερ ἐπὶ λύπης ἢ φροντίδος ἢ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀμέτροις γυμνασίοις χρωμένοις. τοῖς δὲ ἐπὶ βουβῶσι πυρετοῖς ἐφημέροις οἱ σφυγμοὶ
14
μέγιστοι γίνονται καὶ πυκνοὶ καὶ ὠκεῖς, καὶ ἡ θερμασία πολλὴ καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκμὰς θερμὴ μὲν, ἀλλ’ ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ τὸ δάκνον ἥκιστα πυρετῶν πάντων τοῖς τοιούτοις ὑπάρχει· καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς γίνεται τοὐπίπαν καὶ ἐν ὄγκῳ μείζονι, καὶ τὰ οὖρα ὑπόλευκα. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τὴν καὶ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν· ἀλλ’ οὐδ’ οὗτοι πάνυ σαφῶς οὐδ’ ἐναργῶς. τοιαῦτα μὲν αὐτῶν τὰ γνωρίσματα.

Θεραπεύειν δὲ χρὴ λουτρῷ μὲν ἅπαντας. ἀλλὰ τοὺς μὲν ἐπὶ πυκνώσει τοῦ δέρματος ἢ ἐπὶ βουβῶσιν, οὐδ’ εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν βλάψεις· τοὺς δ’ ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος ἀπάγειν. ἐν δὲ τῷ ὕδατι, κᾂν ἐπὶ πλεῖστον ἐθέλοιεν διατρίβειν, ἐπιτρέπειν. ἐλαίῳ δὲ χλιαρῷ καὶ πολλῷ καὶ μαλακαῖς χερσὶν ἀνατρίβειν ἐπιπλέον, μάλιστα μὲν τοὺς κοπωθέντας, ἐφεξῆς δ’ αὐτῶν τοὺς στεγνωθέντας· καὶ τρίτους τοὺς ἐπὶ

15
βουβῶσι πυρέξαντας. καὶ λούειν δὲ πολλάκις εἰς ὅσον ἐγχωρεῖ τοὺς τοιούτους. ἐσθίειν δὲ τοὺς μὲν ἐπὶ τοῖς κόποις ἐνδέχεται πολλάκις, οὐ μὴν οὔτε τοὺς στεγνωθέντας οὔτε τοὺς ἐπὶ βουβῶσι πυρέξαντας· ἀλλὰ τούτοις ἀμφοτέροις ἡ λεπτὴ δίαιτα χρηστή. τοὺς δ’ ἐπὶ τοῖς κόποις ὅσα καλῶς πέψαι δύνανται κελεύειν ἐσθίειν, ἀπεψίαν μόνον φυλαττομένους. ἀλλὰ καὶ οἴνου πίνειν εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται. σκοποὶ δ’ ἂν εἶεν τοῦ μέτρου οἵπερ δὴ καὶ τῶν ἄλλων ἁπάντων, ἥ τε δύναμις καὶ ἡ ἡλικία τοῦ νοσοῦντος καὶ ἡ φυσικὴ κρᾶσις, ἔθη τε καὶ ὧραι καὶ χῶραι καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τοὺς δ’ ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου, πρινὴ τοὺς βουβῶνας λυθῆναι. τῶν δὲ στεγνωθέντων ἢ ψυχθέντων τοὺς μὲν ἐπ’ ὀλίγον τοῦτο παθόντας ἥκιστά τε πληθωρικοὺς οὐ χρὴ κωλύειν οἴνου προσφέρεσθαι, τοὺς δὲ ἐπὶ πλέον ψυχθέντας ἢ πληθωρικοὺς κωλύειν συμφέρει. τοὺς δ’ ἐπ’ ἀγρυπνίαις, ἤ τινι πάθει ψυχῆς πυρέξαντας, ἐπὰν λούσῃς, ὑγραινούσῃ τε καὶ εὐχύμῳ τροφῇ διαιτᾷν. οἴνου δὲ μάλιστα μὲν τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι πᾶσι, πλὴν 
16
εἰ μὴ κεφαλὴν ἀλγοῖεν ἢ οἱ κρόταφοι σφύζοιεν. ὃ δηλονότι καὶ ἐν τοῖς ἄλλοις φυλακτέον, ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν, ἢ λυπηθεῖσιν, ἢ φροντίσασιν οἴνου διδόναι· τοῖς θυμωθεῖσι δὲ, ἡνίκα ἔξω παντελῶς τοῦ πάθους ὦσι, πρότερον δ’ οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. πειρᾶσθαι δὲ καὶ τὸ ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυπήσαντι· κόπῳ μὲν ἀνάπαυσιν, ἀγρυπνίᾳ δὲ ὕπνον, ὀργῇ δὲ καὶ λύπῃ καὶ θυμῷ τὴν ἐν λόγοις τε καὶ πράξεσι καὶ θεάμασι καὶ διηγήμασι θυμηδίαν. οὕτω δὲ καὶ ὁ φροντίσας ἐπ’ αὐτῷ τελέως ἀναπαυσάτω τὸν λογισμόν. καὶ ὁ διὰ βουβῶνα πυρέξας αὐτόν τε τοῦτον ἐξιάσθω καὶ πολὺ πρότερον αὐτοῦ τὸ ἕλκος ἐφ’ ᾧ συνέστη. ταῦτά σοι πυρετῶν ἐφημέρων ἔστω γνωρίσματά τε ἱκανὰ καὶ ἰάματα. τῶν δ’ ἄλλων πυρετῶν οἱ μὲν ἐπὶ φλεγμοναῖς, οἱ δ’ ἐπὶ χυμοῖς ἀνάπτονται. καὶ εἰσὶν οἱ μὲν ἐπὶ ταῖς φλεγμοναῖς, οἷον συμπτώματά τινα τῶν φλεγμαινόντων μορίων, καὶ τοὔνομά γε τῷ νοσήματι παρωνύμως τὰ πολλὰ ἀπὸ τοῦ πάσχοντος ὀργάνου φρενῖτις, ἢ περιπνευμονία, ἢ πλευρῖτις
17
ἤ τι τοιοῦτον ἄλλο· περὶ μὲν δὴ τῶν τοιούτων ὕστερον ἐροῦμεν.