De methodo medendi

Galen

Galen, De methodo medendi

Οἶδ’ ὅτι μηκύνειν δόξω τισὶν ἐν γένος ἔτι νοσήματος ἐξηγούμενος, ὅπως χρὴ θεραπεύεσθαι μεθόδῳ. προσήκει δ’ αὐτοὺς οὐκ ἐμοὶ τοῦ μήκους ἐγκαλεῖν, ἀλλὰ τοῖς ἃ μηδ’ ὅλως ἔγνωσαν ὑφ’ Ἱπποκράτους ὀρθῶς εἰρημένα διαβάλλειν ἐπιχειρήσασιν, οὓς οὐδ’ ἕλκος ἰᾶσθαι καλῶς ἐπισταμένους ἔδειξα, μή τοί γε δὴ τῶν ἄλλων τι τῶν μειζόνων. αὐτὸ μὲν οὖν τὸ γένος τοῦ πάθος οὗ τῶν εἰδῶν ἕν ἐστι τὸ ἕλκος, εἴτε συνεχείας λύσιν εἴθ’ ἑνώσεως ὀνομάζοι, τις οὐ

385
διοίσει. δέδεικται δὲ ὅτι καθ’ ἕκαστον μέλος τοῦ σώματος ἡ μέθοδος τῆς θεραπείας αὐτοῦ τὰς μὲν ἐξ αὐτοῦ τοῦ πάθους ἐνδείξεις φυλάττει κοινὰς, ἐπικτᾶται δὲ ἀπὸ τοῦ μέρους ἄλλοτε ἄλλας. ἐν μὲν γὰρ τοῖς σαρκώδεσι μορίοις ἐπιγιγνόμενον ὀνομάζεται μὲν ἕλκος, ἔχει δὲ τὸν μὲν κοινὸν σκοπὸν ἁπάντων τῶν παρὰ φύσιν ἀναίρεσιν ἑαυτοῦ, τὸν δ’ ὡς διαθέσεως, τὸν διὰ τῶν ἐναντίων, τὸν δὲ ὡς διαιρέσεως ἕνωσιν· ἡ γάρ τοι τοῦ νοσήματος τοῦδε γένεσις ἐν τῇ διαιρέσει τῆς ἑνώσεως ἐστι καὶ διὰ τοῦτο κατὰ μὲν τὸ ὀστοῦν ὀνομάζεται κάταγμα, κατὰ δὲ τὰς νευρώδεις ἶνας σπάσμα, κατὰ δὲ τοὺς μῦς ἕλκος τε καὶ ῥῆγμα προείρηται δὲ αὐτῶν ἡ διαφορά νεύρῳ μέντοι καὶ ἀρτηρίᾳ καὶ φλεβὶ ταὐτὸν τοῦτο τὸ πάθος ἐγγινόμενον οὐδὲν ἴδιον ὄνομα κέκτηται· συγχρῆται δ’ ἐνίοτε μὲν τῇ τοῦ ἕλκους, ἔστι δ’ ὅτε τῇ τοῦ τραύματος ἢ ῥήξεως προσηγορίᾳ ἀλλ’ ὅτι βραχύ τι χρὴ φροντίζειν ὀνομάτων ὅτῳ περ σπουδὴ τῶν πραγμάτων αὐτῶν ἐξευρίσκειν τὴν ἐπιστήμην, εἴρηταί μοι πολλάκις. ἐπὶ ταύτην οὖν σπεύδωμεν
386
ἀμελήσαντες τῶν ὀνομάτων· οὐδὲ γὰρ ἐκ τῆς τούτων ἀκριβοῦς θέσεως, ἀλλ’ ἐκ τῶν προσηκόντων ἰαμάτων οἱ κάμνοντες ὀνίνανται. πάλιν οὖν ἀναμνηστέον ὡς ὁ τολμηρότατος Θεσσαλὸς οὐδεμίαν εἰπὼν μέθοδον ἑλκῶν ἰάσεως οἴεται πάσας εἰρηκέναι. τὸ γὰρ, εἰ οὕτως ἔτυχε, τὸ μὲν κοῖλον ἕλκος δεῖσθαι σαρκώσεως, τὸ δ’ ἁπλοῦν κολλήσεως, οὐδὲ τοὺς ἰδιώτας λανθάνει, πῶς δ’ ἄν τις εὕροι μεθόδῳ φάρμακα δι’ ὧν ἤτοι σαρκωθήσεται τὸ κοῖλον, ἢ κολληθήσεται τὸ ἁπλοῦν ἕλκος, οὐκέτι οὐδεὶς ἰδιώτης ἐπίσταται· καὶ τοῦτό ἐστιν ὃ πρόκειται σκοπεῖσθαι τοῖς ἰατροῖς· κᾀν τούτῳ βελτίων ἐστὶν ἕτερος ἑτέρου. καὶ γὰρ εὑρήσει φάρμακα καὶ τοῖς εὑρημένοις ὀρθῶς χρήσεται, καθάπερ ἐδείκνυμεν ἐν τοῖς ἔμπροσθεν, ὁ γεγυμνασμένος ἐν τῇ θεραπευτικῇ μεθόδῳ.

Ἵνα γὰρ ἤδη τινὸς ἐχώμεθα τῶν ἀκολούθων τοῖς ἔμπροσθεν, ὑποκείσθω τις ἥκων πρὸς ἡμᾶς νενυγμένος αὐτὸ μόνον τὸ δέρμα βελόνῃ· τοῦτον τὸν ἄνθρωπον, εἰ μὲν εὐελκὴς εἴη, κᾂν χωρὶς φαρμάκου, γυμνὸν ἔχοντα τὸ

387
μέλος, ἐπὶ τὰς συνήθεις ἀπολύσῃς πράξεις, οὐδὲν πείσεται φαῦλον· εἰ δὲ δυσελκὴς εἴη, πρῶτα μὲν ὀδυνήσεται, μετὰ ταῦτα δὲ ἤδη καὶ σφύξει καὶ φλεγμανεῖ τὸ μέρος. ὁ μὲν οὖν ἐμπειρικὸς ἐξ ἀνακρίσεως εἴσεται τὴν φύσιν τοῦ ἀνθρώπου· ἡμεῖς δὲ κᾀκ ταύτης μὲν ἅπασί γε χρώμενοι τοῖς ἐκ τῆς πείρας εὑρισκομένοις, οὐδὲν δὲ ἧττον καὶ ἐξ ὧν ἔχομεν γνωρισμάτων εὐχύμου καὶ κακοχύμου φύσεως, εὐαισθήτου τε καὶ δυσαισθήτου, πληθωρικῆς τε καὶ συμμέτρως ἐχούσης χυμῶν, εὖ εἰδότες ὡς ὁ μὲν πληθωρικὸς, ἢ κακόχυμος, ἤ εὐαίσθητος, ἤ τινα τούτων, ἢ πάντα ἔχων, φλεγμαίνει· ὅτῳ δ’ ὑπάρχει τἀναντία, δεινὸν οὐδὲν πείσεται. καὶ ταῦτα προγνόντες, οὐ μὰ Δία τὸ κολλητικὸν ἐπιθήσομεν φάρμακον, ὁποῖα τὰ πλεῖστα τῶν καλουμένων ἐναίμων ἐστὶν, ἃ προσφάτοις ἐπιτίθενται τραύμασιν, ἀλλὰ μαλακόν τε καὶ παρηγορικὸν καὶ ἀνώδυνον. ἔνθα μὲν γὰρ ἡ διαίρεσις ᾖ μεγάλη, σπουδὴν χρὴ ποιεῖσθαι ξηραντικωτέροις φαρμάκοις εἰς σύμφυσίν τε καὶ ἕνωσιν ἄγειν τὰ χείλη τοῦ ἕλκους·
388
ἔνθα δ’ ἐκ βελόνης ἢ γραφίου διαίρεσις, ἑνὸς μόνου χρὴ φροντίζειν τοῦ μὴ φλεγμῆναι. κᾀν τῷδε δῆλον ὡς ὁ γεγραμμένος ὑπὸ Θεσσαλοῦ σκοπὸς τῶν ἐναίμων· ἑλκῶν οὐδὲν ἡμᾶς οὐδέπω διδάσκει πλέον οὗ καὶ τοῖς ἰδιώταις μέτεστιν. οὐ γὰρ ὃ χρὴ ποιεῖσθαι γιγνώσκειν μέγα, φύσει γε ὑπάρχον ἅπασιν ἀνθρώποις, δι’ ὧν δ’ ἄν τις αὐτὸ ποιήσειεν ἐπίστασθαι τῶν τεχνικῶν ἐστι. καὶ γὰρ εἰ ναῦν τις μέλλει πήξεσθαι καλῶς, ἴσμεν δήπου καὶ ἡμεῖς ἅπαντες οὐκ ὄντες ναυπηγοὶ, ποῦ μὲν χρὴ τάξαι τὰ πηδάλια, ποῦ δὲ τὴν πρύμναν καὶ τὴν πρῶραν, ἕκαστόν τε τῶν ἄλλων· ἀλλ’ οὐδὲν ἡμῖν πλέον πρόσεστιν ἀγνοοῦσι πῶς αὐτὰ δημιουργήσομεν. οὕτω δὲ καὶ οἰκίαν κατασκευαζόμενός τις οὐκ ἀγνοεῖ δήπουθεν οὔθ’ ὡς πρῶτα χρὴ θέσθαι τὰ θεμέλια τῶν τοίχων, οὔθ’ ὡς ἐπ’ αὐτοῖς καὶ ἀκλινεῖς ἐγεῖραι τοὺς τοίχους, οὔθ’ ὡς κατὰ τοῦτον πήξασθαι τὴν ὀροφὴν, οὔθ’ ὡς θύρας τε καὶ θυρίδας, ἕκαστόν τε τῶν ἄλλων μερῶν τῆς οἰκίας ἐν οἰκείῳ τάξαι χωρίῳ· ἀλλ’ οὐδὲν 
389
τοῦτο πλέον οὐδὲν εἰς οἰκίας κατασκευὴν, ἄχρι περ ἂν ἀμαθὴς ὑπάρχων οἰκοδομικῆς, ἀγνοεῖ δημιουργεῖν αὐτά. μόνῳ τοίνυν τῶν ἁπάντων ἀνθρώπων σοφωτάτῳ ἀρκεῖ Θεσσαλῷ πρὸς ἐπιστήμην τεχνικὴν ὃ χρὴ ποιῆσαι γινώσκειν. ἀλλ’ ἡμεῖς καὶ διὰ τῶν ἔμπροσθεν ἐδείξαμεν, ὡς ἀρχὴ μέν τίς ἐστι τοῦτο τῶν κατὰ τὰς τέχνας πράξεων, οὔπω μὴν ἴδιον οὐδὲν αὐτῶν μόριον, ἀλλ’ ἔτι κοινὸν ἰδιώταις ἅπασιν· αἱ γὰρ ἐνδείξεις αἱ πρῶται κατὰ πᾶσαν τέχνην φύσει πᾶσιν ἀνθρώποις ὑπάρχουσιν. ὥστε εἴπερ εἰσὶν ἱκαναὶ τεχνίτας αὗται ποιεῖν, οὐδὲν κωλύει καὶ ναυπηγεῖν ἡμᾶς καὶ τεκταίνεσθαι καὶ δύνασθαι πάντας ὑποδήματά τε κατασκευάζειν καὶ ἱμάτια καὶ οἰκίας ἀρχιτεκτονεῖν τε καὶ κιθαρίζειν καὶ ῥητορεύειν. ἀλλ’ οὐχ οὕτως ἔχει τὸ ἀληθές οὐδ’ ὁ γινώσκων ὅτι τῷ τρωθέντι μορίῳ τὴν κατὰ φύσιν ἕνωσιν ἐκποριστέον ἰατρός ἐστιν, ἀλλ’ ὁ δι’ ὧν ἐκπορισθήσεται· καίτοί γε οὐδὲ τοῦτό γ’ αὐτὸ μόνον ἱκανὸν, ἐὰν ἀγνοῇ τις ὅπως χρηστέον αὐτοῖς ἐστιν, ἀλλ’ ὁ τὴν ὁδὸν ἅπασαν ἐπιστάμενος τῆς θεραπείας, ἄχρι τοῦ τυχεῖν
390
τοῦ σκοποῦ, μόνος οὗτός ἐστιν ὁ γινώσκων ἰᾶσθαι. συμβαίνει τοιγαροῦν γε τοῖς ἀμεθόδοις Θεσσαλείοις ἐξ ὧν μείζω τολμῶσιν ἢ δύνανται μηδὲ τῶν δυνατῶν ἐφικνεῖσθαι. γραφείῳ γοῦν τινος ἔναγχος εἰς τὴν χεῖρα πληγέντος, ὡς διαιρεθῆναι μὲν ὅλον τὸ δέρμα, νυχθῆναι δέ τι τῶν ὑποκειμένων αὐτῷ νεύρων, ἐν ἀρχῇ μὲν ἐπέθηκεν ἔμπλαστόν τι φάρμακον ὁ σοφώτατος Θεσσάλειος, ᾧ πολλάκις ἐπὶ μεγίστων τραυμάτων εὐδοκίμει χρώμενος. ᾤετο γὰρ, οἶμαι, τῆς αὐτῆς δεῖσθαι θεραπείας ἅπαν τραῦμα. φλεγμονῆς δὲ ἐπιγενομένης, ἐπὶ· τὸ δι’ ἀλεύρου πυρίνου κατάπλασμα μεταβὰς, ἐν τούτῳ τε σήπων τὸν ἄνθρωπον, ἀπέκτεινεν ἐντὸς τῆς ἑβδόμης ἡμέρας. οὐδ’ ἀριθμήσασθαι δυνατὸν ὅσοι σπασθέντες ἀπέθανον, εἰς τὰς Παιωνείας χεῖρας ἐμπεσόντες αὐτῶν· ἵνα δηλαδὴ σώζηται τὸ Θεσσάλειον θέσπισμα, πᾶν ἕλκος ἔναιμον ὁμοίως θεραπευθῆναι, μηδὲν τῶν πεπονθότων μορίων συνενδεικνυμένων. ἀλλ’ οὐχ ἥ γε ὄντως μέθοδος εἰς τοσοῦτον ἀμέθοδός ἐστιν εἰς. ὅσον ἡ Θεσσάλειος· εὑρίσκειν δὲ δύναται καὶ νῦν ἔτι μετὰ τοσούτους τε καὶ τηλικούτους
391
ἰατροὺς οὐ μόνον φάρμακα βελτίω τῶν ἔμπροσθεν, ἀλλὰ καὶ τὸν σύμπαντα τῆς θεραπείας τρόπον. οὐδεὶς γοῦν χρώμενος εὐθὺς ἐξ ἀρχῆς οἷς ἡμεῖς εὕρομεν φαρμάκοις ἐπὶ νεύρων τρώσεσιν ἐσπάσθη. κατενόησα γὰρ ὡς, ἐπειδὰν νυγῇ νεῦρον, ἀναγκαῖον αὐτῷ διὰ περιττὸν τῆς αἰσθήσεως ὀδυνᾶσθαί τε μειζόνως ἢ τἄλλα καὶ φλεγμαίνειν ἐξ ἀνάγκης, εἰ μή τις ἐξεύροι ἄκος τῶν ὀδυνῶν, ἐπίσχοι τε τὴν γένεσιν τῆς φλεγμονῆς. εὔλογον οὖν ἐφαίνετό μοι τὴν μὲν τοῦ δέρματος τρῶσιν ἀκόλλητον φυλάττειν, ὅπως ἐκρέοιεν δι’ αὐτῆς οἱ ἐκ τῖς τοῦ νεύρου τρώσεως ἰχῶρες, ἀπέριττον δ’ ἐργάζεσθαι τὸ σύμπαν σῶμα καὶ τοῦ μηδεμίαν ὀδύνην ἐπιγίνεσθαι τῷ τετρωμένῳ μορίῳ, μεγάλην ποιεῖσθαι φροντίδα. καὶ τοίνυν ἐξεῦρον οὐκ ὀλίγα φάρμακα κατὰ τοῦ τραύματος ἐπιτιθέμενα πρὸς ἄμφω θαυμαστῶς παρεσκευασμένα, τό τε τὴν ὀδύνην ἰᾶσθαι καὶ τὴν ἐκροὴν ἀναστομοῦν τοῖς ἰχῶρσιν. ἀσφαλέστερον δ’ ἂν εἴη καὶ προσανατέμνειν τὸ δέρμα, τὸ δ’ ὅλον σῶμα διὰ φλεβοτομίας ἐκκενοῦν, ἐῤῥωμένης τῆς δυνάμεως·
392
εἰ δ’ εἴη κακόχυμον, ἐκαθαίρειν αὐτίκα. τὸ δὲ τὰς ἄλλας φλεγμονὰς ἱκανῶς παραμυθούμενον ὕδωρ θερμὸν πολεμιώτατον ἡγεῖσθαι νεύρου τρώσει, γεγενημένης γε τῆς οὐσίας αὐτοῦ κατὰ ψύξιν τε καὶ πῆξιν ἐξ ὑγροτέρας ὕλης· ἅπασαι γὰρ αἱ τοιαῦται συστάσεις ὑπὸ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων ἅμα διαλύονταί τε καὶ σήπονται. τοῦ μὲν οὖν ὕδατος τοῦ θερμοῦ παντάπασιν ἀπέσχον τοὺς οὕτω τρωθέντας· ἐλαίῳ δὲ καταιονᾷν ἄμεινον εἶναι κρίνας θερμῷ· διότι καὶ τοῦτο ἀποδέδεικταί μοι, ψυχρὸν μὲν προσφερόμενον ἐμπλάττειν, θερμὸν δὲ διαφορεῖν. ἔφυγον μὲν οὖν καὶ τούτου τό τε ὠμοτριβὲς ὀνομαζόμενον καὶ ὅλως τὸ στῦφον, εἱλόμην δὲ τὸ λεπτομερέστατον, οἷόν πέρ ἐστι τὸ Σαβῖνον· ἄμεινον δὲ εἴη, εἰ καὶ δυοῖν, ἢ τριῶν ἐτῶν εἴη· διαφορητικώτερον γὰρ τοῦτο τοῦ προσφάτου· τὸ δ’ ἔτι παλαιότερον, ἀεὶ μὲν καὶ μᾶλλον ἑαυτοῦ γίνεται διαφορητικώτερον, ἀνώδυνον δὲ ἧττον. ἐν δὲ τοῖς φαρμάκοις ἐθέμην σκοπὸν, ὧν ἡ δύναμις λεπτομερής τέ ἐστι καὶ θερμὴ συμμέτρως καὶ ξηραίνειν ἀλύπως ἱκανή·
393
μόνη γὰρ αὕτη δύναιτ’ ἂν ἐκ βάθους ἕλκειν ἰχῶρας ἄνευ τοῦ συντείνειν καὶ δάκνειν τὸ μόριον. ἐχρησάμην δὲ πρῶτον μὲν τῇ τερμινθίνῃ ῥητίνῃ, καθ’ ἑαυτήν τε καὶ βραχὺ προσμίξας εὐφορβίου. καθ’ ἑαυτὴν μὲν ἐπί τε παίδων καὶ γυναικῶν καὶ ὅλως τῶν ἁπαλοσάρκων· σὺν εὐφορβίῳ δὲ ἐπὶ τῶν σκληροσάρκων. οὕτω καὶ προπόλει καθ’ ἑαυτήν τε καὶ σὺν εὐφορβίῳ μαλάττων αὐτήν· εἴπερ δ’ εἴη σκληροτέρα, σύν τινι τῶν λεπτομερῶν ἐλαίων. καὶ σαγαπηνῷ δὲ ἐχρησάμην κατὰ τὰ σκληρὰ σώματα μετ’ ἐλαίου τε καὶ τῇ τερεβινθίνῃ μιγνύς· καὶ ὀποπάνακί τε κατὰ τὸν αὐτὸν τρόπον, ὡς καὶ ὁ Κυρηναῖος ὀπὸς ὀνήσειν, εἴ τις δι’ αὐτοῦ σκευάσειε φάρμακον ἐπίπαστον ἐμπλαστὸν, ὁποῖον ἡμεῖς τὸ δι’ εὐφορβίου συνεθήκαμεν, ἀλλ’ οὐδέπω τοῦθ’ ἡμῖν ἐκρίθη τῇ πείρᾳ, καθάπερ τὰ ἄλλα σύμπαντα. χρὴ γὰρ ἡγεῖσθαι μὲν τὴν ἐκ τῆς ἀληθινῆς μεθόδου τῶν ἰασομένων εὕρεσιν, ἐπιμαρτυρεῖν δ’ αὐτῇ καὶ τὴν πεῖραν εἰς ἀκριβεστέραν πίστιν. ἀπὸ γοῦν τῆς τοιαύτης μεθόδου καὶ τὸ θεῖον τὸ ἄπυρον, ὅταν γε 
394
μὴ λιθῶδες, ἀλλ’ ἱκανῶς ὑπάρχῃ λεπτομερὲς, ἠλπίσαμεν ὀνήσειν τοὺς τὰ νεῦρα τρωθέντας εἰς τοσοῦτον ἐλαίῳ λεπτομερεῖ μιγνύντες, ὡς ἐργάσεσθαι γλοιῶδες τὸ μικτὸν ἐξ ἀμφοῖν. ἐπὶ δὲ τῶν ἰσχυροτέρων τε καὶ σκληροτέρων σωμάτων, εἰ καὶ μελιτῶδες ἐργάσαιο τῇ συστάσει, καὶ οὕτως ὀνήσεις, ἐκρίθη γὰρ καὶ τοῦτο τῇ πείρᾳ. καὶ τὴν πεπλυμένην δὲ τίτανον ἐπενοήσαμεν ὁμοίως μιγνύντες ἐλαίῳ προσφέρειν αὐτοῖς· καὶ μᾶλλόν γε ὀνίνησιν, ἐπειδὰν θαλάττῃ πλυθῇ· καλλίστη δὲ ἡ πλύσις ὥρᾳ θέρους ἐν τοῖς ὑπὸ κύνα καύμασιν· εἰ δὲ καὶ δὶς αὐτὴν ἢ τρὶς ἐκπλύναις, ἄμεινον ἐργάσῃ τὸ φάρμακον· ὅπως δὲ χρὴ σκευάζειν τὰ τοιαῦτα διὰ τῆς τῶν περὶ φαρμάκων συνθέσεως ὑπομνημάτων εἴρηται νυνὶ δὲ ἀρκέσει μοι λεχθῆναι τοσοῦτον, ὡς καὶ ταῦτα καὶ τἄλλα πλείω φάρμακα πρὸς νεύρων τρώσεις ἐξεῦρον, οὔτε τῶν διδασκάλων τινὰ θεασάμενος χρώμενον οὔτε ἀναγνούς που γεγραμμένα κατά τι θεραπευτικὸν σύγγραμμα τῶν πρεσβυτέρων, ἢ τούτων δή τι τῶν ἐπιγεγραμμένων αὐτοῖς δυνάμεων ἐξ ἰδίας σοφίας, ἀλλ’ ἐξ αὐτῆς τῶν πραγμάτων
395
τῆς φύσεως ἐνδεκτικῶς ὁρμηθεὶς, ὅπερ ἐστὶν ἴδιον ἰατροῦ μεθόδῳ χρωμένου. Θεσσαλὸς δὲ ὁ θαυμασιώτατος οὐδὲν φάρμακον εὑρὼν ἐγνῶσθαί φησι τὴν ὕλην αὐτῶν ἐκ πολλοῦ. καὶ μὴν οὐκ ἔγνωσταί τι παμπόλλων φαρμάκων ὧν ἡμεῖς εὑρήκαμεν, οὐ μόνον Θεσσαλῷ καὶ τοῖς πρὸ αὐτοῦ πᾶσιν ἰατροῖς, ἀλλ’ οὐδὲ τοῖς μετ’ αὐτὸν ἄχρι δεῦρο. ὑπαχθεὶς γοῦν ἐγὼ πρὸς τινά ποτε τῶν σηπομένων ὑπὸ Θεσσαλείων ἰατρῶν ἀμεθόδων καὶ θεασάμενος αὐτὸν μέλλοντα καταπλάττεσθαι τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι, μηδὲν ἐν τῷ παραχρῆμα φάρμακον ἔχων, ᾔτησα΄ κονίαν στακτὴν, ἑωρακὼς ἐκ γειτόνων τοῦ κάμνοντος πηλοποιὸν, ἑψήσας δὲ δι’ αὐτῆς ἄλευρον κρίθινον, οὐχ ὡς ἐκεῖνοι δι’ ὑδρελαίου τὸ πύρινον ἑψοῦσιν, ἐπέθηκα. καὶ αὖθις ὀρόβινον ἄλευρον ὁμοίως ἑψήσας, ἐπὶ φλεγμαίνοντός τε καὶ σηπομένου τοῦ νεύρου, διὰ τὰς καλὰς αὐτῶν θεραπείας ἐπιθεὶς, ἔπαυσα ταύτης τῆς σηπεδόνος τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τῶν φλεγμαινόντων καὶ σηπομένων ἕτερος μὲν
396
λόγος ἐκδέχεται μακρὸς, ἐν. ἰδίῳ καιρῷ τῆς πραγματείας. τῆς δὲ τοῦ νεύρου τρώσεως ἀρκεῖ τὰ εἰρημένα φάρμακα. καὶ πάμπολλοί γε τῶν εὑρημένων ἡμῖν ἑνὶ χρῶνται, μάλιστα τῷ δι’ εὐφορβίου καὶ κηροῦ καὶ φρυκτῆς ῥητίνης ἐμπλαστῷ φαρμάκῳ· εἶτα οὐκ οἶδ’ ὅπως ἔνιοι μὲν ἔμιξαν αὐτῷ Σινώπιδος, ἔνιοι δ’ ὤχρας, ὑπὲρ τοῦ χρωσθὲν ἐκ τίνων σύγκειται λανθάνειν, ἵνα μὴ δοκῇ εἶναι τὸ ἐμὸν φθονοῦντες· οὐ μὴν ὑπ’ ἐμοῦ γε ἐξ ἀρχῆς οὕτως συνετέθη. τινὲς δ’ ἂν ἴσως αὐτῷ μίξειαν ἁλὸς ἄνθος, ἤ τι τοιοῦτον ἕτερον ὃ καὶ τὴν χροιὰν ὑπαλλάξει καὶ τὴν δύναμιν οὐ βλάψει· δύναιτο δ’ ἄν τις ὑπ’ ἀγνοίας μῖξαί τι καὶ τοιοῦτον, ὅπερ βλάψει τὴν δύναμιν. ἀλλ’ ἡμεῖς γε συνεθήκαμεν αὐτὸ διὰ κηροῦ καὶ ῥητίνης τερμινθίνης καὶ πίττης καὶ εὐφορβίου, τοῦ μὲν κηροῦ βάλλοντες μέρος ἓν, τῆς τερμινθίνης δὲ καὶ τῆς πίττης ἑκατέρας ἥμισυ· ὥστε τὸ ἐξ ἀμφοῖν ἶσον εἶναι τῷ κηρῷ. δύναιτο δ’ ἄν ποτε καὶ πλέον γίγνεσθαι τὸ ἐξ ἀμφοῖν τοῦ κηροῦ· δύναιτο δ’ ἂν καὶ τὸ ἕτερον αὐτῶν μόνον μίγνυσθαι τῷ κηρῷ. καὶ
397
μέντοι καὶ μὴ παρούσης τερμινθίνης ἥ τ’ ἐκ τῶν κεραμίων ὑγρὰ καὶ ἡ φρυκτὴ καλῶς ἂν μιχθεῖεν· οὐδὲν δὲ ἧττον αὐτῶν καὶ ἐλατίνη μιγνύοιτ’ ἄν. ἡ δὲ στροβιλίνη μόνον τῶν σκληρῶν σωμάτων ἐστὶ φάρμακον· ἐπὶ δὲ τῶν μαλακωτέρων [οὐ χρὴ μιγνύειν. εἰ μὲν οὖν ὑγρὰ ῥητίνη μιγνύοιτο, κόψας καὶ διασείσας τὸ εὐφόρβιον ἀναμίγνυε τοῖς ἄλλοις τακεῖσιν· ἔστω δὲ ὁ σταθμὸς αὐτοῦ τὸ δωδέκατον μέρος τοῦ κηροῦ καί ποτε καὶ πλέον, εἰ βούλοιο ποιεῖν ἰσχυρότερον· εἰ δὲ ξηρὰ, καθάπερ ἡ φρυκτὴ δεήσεται βραχέος ἐλαίου τὸ εὐφόρβιον. ὥστ’ ἔγωγε τηνικαῦτα λεῖον αὐτὸ σὺν ἐλαίῳ καὶ γλοιῶδες ἐργαζόμενος ἐψυγμένοις τοῖς ἄλλοις μετὰ τὸ τακῆναι ξύσας μιγνύω, πολλάκις δὲ καὶ ὕδατος ἔμιξα σκευαζομένῳ τῷ φαρμάκῳ τοσοῦτον ὅσον ἐν αὐτῷ τῷ τήκεσθαι τὰ μιγνύμενα, δαπανηθῆναί τε δύναται καὶ ἀφανισθῆναι τελέως. ἀλλὰ τὰ. μὲν τοιαῦτα σύμπαντα τῆς περὶ φαρμάκων πραγματείας ἐστὶν οἰκειότερα. νυνὶ δ’ ἀρκεῖ, καθάπερ ἔμπροσθεν ἐποιήσαμεν, ὁποῖον εἶναι χρὴ τὸ γένος τῶν φαρμάκων δηλώσαντας, ὀλίγα προστιθέναι
398
τῶν κατὰ μέρος ἕνεκα παραδείγματος. ἄφθονον γὰρ ἁπάντων τὴν ὕλην ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων ἔχεις πραγματείᾳ· σκευάζειν δ’ ὡς ἐν τῇ περὶ συνθέσεως εἴρηται. νῦν οὖν ἀρκεῖ τοῦτο εἰπόντι μόνον ἐπ’ ἄλλα μεταβαίνειν. ἡ τοῦ τετρωμένου νεύρου θεραπεία φαρμάκων δεῖται, θερμασίαν μὲν ἐγειρόντων χλιαρὰν, ξηραινόντων δ’ ἱκανῶς, καὶ τῇ φύσει δὲ τῆς οὐσίας ἑλκτικῶν τε ἅμα καὶ λεπτομερῶν. οὐ μόνον δὲ εἰς εὕρεσιν φαρμάκων τε καὶ διαιτημάτων ἡ θεραπευτικὴ μέθοδος ἐπιτήδειός ἐστιν, ἀλλὰ καὶ εἰς τὴν τῶν εὑρημένων χρῆσιν. ὥσπερ γὰρ ἐν τοῖς ἔμπροσθεν ἐδείκνυμεν οὐδὲ τῷ τυχόντι φαρμάκῳ τῶν πρὸς ἕλκη καλῶς δύνασθαι χρήσασθαι τὸν ἄνευ μεθόδου μεταχειριζόμενον αὐτὰ, τὸν αὐτὸν τρόπον ἔνεστι καὶ νῦν ἐπιδεικνύναι. γνωρίζειν γὰρ εἰς ὅσον ἤ τί γε ἐξήρανεν, ἢ ἐθέρμηνεν, ἢ παρηγόρησεν, ἢ ἠρέθισε τὴν διάθεσιν ἡ τοῦ φαρμάκου προσφορὰ, μόνος ὁ κατὰ μέθοδον ἰατρεύων ἱκανός ἐστιν. οὗτος δ’ αὐτὸς οἶδε μόνος ἤ τί γ’ ἐπιτεῖναι τὴν ἐξ ἀρχῆς χρῆσιν, ἢ ἐκλῦσαι. τὸ γοῦν δι’ εὐφορβίου φάρμακον ἐπιθείς τις παραχρῆμα νευροτρώτῳ, 
399
πολλάκις δὲ ἄρα πρόσθεν εὐδοκιμοῦντος αὐτοῦ πεπείρατο, τριταῖον ἐπεδείκνυέ μοι τὸ τετρωμένον μόριον, ὀδυνώμενόν τε ἅμα καὶ φλεγμαῖνον, ἀπορῶν ὅπως οὐδὲν ἤνυσε τὸ φάρμακον. ἠρόμην οὖν τὸν τετρωμένον εἰ θερμασίας τινὸς οἷον ἐξ ἡλίου πραέος ᾔσθετο, τῇ πρώτῃ τῶν ἡμερῶν ἐπιβληθέντος αὐτοῦ· ὁ δὲ ἀπεκρίνατο μηδενὸς ᾐσθῆσθαι τοιούτου. πάλιν οὖν ἠρόμην τὸν ἰατρὸν ἐκ πόσου τε χρόνου τὸ φάρμακον ἐσκευασμένον ἔχει καὶ τίνας αὐτῷ θεραπεύσειεν. ὁ δὲ τὸν μὲν χρόνον ἐνιαυτοῦ πλέονα, τοὺς, δὲ θεραπευθέντας ἔλεγε δύο μὲν παῖδας, ἓν δὲ μειράκιον εἶναι. πυθομένου δέ μου καὶ περὶ τῆς τοῦ μειρακίου σχέσεως τῆς κατὰ τὸ σῶμα, λευκὸν ἔφρασεν αὐτὸ καὶ μαλακὸν εἶναι. τούτων ἀκούσας ἐγὼ καὶ συνεὶς ἐλλείπειν ὡς πρὸς τὴν τοῦ παρόντος νεανίσκου κρᾶσιν τὸ εὐφόρβιον, αἰτήσας τε τὸ ἐμπλαστὸν φάρμακον καὶ τὸ εὐφόρβιον ἀνελόμενος, ὅσον ἤλπιζον αὐτάρκως αὐτῶν ἀλλήλοις μιχθήσεσθαι; μαλάττειν μὲν ταῖν χεροῖν ἐκέλευσα τὸ φάρμακον, ἀκριβῶς δὲ λειῶσαι τὸ εὐφόρβιον. ὡς δὲ ταῦτα ἐγένετο, μιγνύειν αὐτὰ πρὸς ἄλληλα
400
κελεύσας, εἶτ’ αὐτὸς ἔλαιον Σαβῖνον ἠρέμα παλαιὸν θερμήνας συμμέτρως, κατήντλησα τὸ τετρωμένον μόριον, ἀνακείρας τε βραχὺ μεμυκυῖαν αὐτοῦ τὴν ὀπὴν τῆς νύξεως, ἐπέθηκα τὸ φάρμακον, ἀσιτῆσαι προστάξας τὸν ἄνθρωπον· ἐς ἑσπέραν τε πάλιν ἐκέλευσα τὸν ἰατρὸν ἐπιλῦσαί τε καὶ χρήσασθαι κατὰ τὸν αὐτὸν τρόπον ἐλαίῳ καθ’ ὃν ἐμὲ χρώμενον ἐθεάσατο. τούτων οὖν γενομένων ἀνώδυνόν τε ἅμα καὶ ἀφλέγμαντον ἐφάνη κατὰ τὴν ὑστεραίαν τὸ πεπονθὸς μόριον, ἔγνωσάν τε πάντες οἱ παραγενόμενοι τῷ ἔργῳ τῷδε τὸ πολλάκις ἡμῖν λεγόμενον ἀληθέστατον ὑπάρχειν, ὡς οὐδέν τι μέγα δύναιτο τὰ φάρμακα χωρὶς τῶν χρωμένων ἐπιτηδείως αὐτοῖς. τοῦτο δ’ αὐτὸ τὸ χρῆσθαι δεξιῶς, εὔδηλον δήπου μεθόδῳ γιγνόμενον, οἵαν ἡμεῖς ἤδη πολλάκις ἐν τοῖς πρὸ τοῦδε διήλθομεν ὑπομνήμασιν, ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ἁπάσης χρήσεως φαρμάκων ὡς ἐπὶ κανόνας ἀναφερομένης. ἣν οὐ μόνον οἱ ἀμέθοδοι Θεσσάλειοι μεταχειρίζεσθαι καλῶς ἀδυνατοῦσιν, ἀλλὰ καὶ οἱ περὶ τὸν Ἐρασίστρατόν τε καὶ τοὺς ἄλλους ἰατροὺς ὅσοι τὰ
401
στοιχεῖα τοῦ σώματος ἢ οὐδ’ ὅλως ἐζήτησαν, ἢ ἄλλ’ ἄττα τῶν εἰρημένων ἔθεντο. περὶ μὲν δὴ τούτων ἅλις.

Εἰ δὲ μὴ νυγείη τὸ νεῦρον, ἀλλὰ τρωθείη σαφῶς τῇ τομῇ, σκέπτεσθαι τὴν τρῶσιν ὁποία τις ἐγένετο· πότερον ἐγκαρσία τις, ἢ κατὰ τὸ τοῦ νεύρου μῆκος· ὁπόσον τέ τι τοῦ προκειμένου διῄρηται δέρματος. ὑποκείσθω δὴ πρότερον ἀνεπτύχθαι πολὺ τοῦ δέρματος, ὡς γυμνὸν φαίνεσθαι τὸ νεῦρον, ὄρθιον, οὐκ ἐγκάρσιον διηρημένον. οὐ χρὴ τούτῳ τῷ νεύρῳ τῶν εἰρημένων φαρμάκων οὐδὲν προσφέρειν, ὅσα δι’ εὐφορβίου καὶ τῶν οὕτω δριμέων ἐμπλαστὰ γίνεται· γεγυμνωμένον γὰρ οὐκ οἴσει τὴν δύναμιν αὐτῶν, ὥσπερ ὅτε διὰ μέσου τοῦ δέρματος ἔφερεν. ἄριστον οὖν τηνικαῦτα τὴν πεπλυμένην τίτανον ἐλαίῳ πλείονι δεύσαντα χρῆσθαι· ἀγαθὸν δὲ καὶ τὸ διὰ τοῦ πομφόλυγος φάρμακον ἐν πλέονι ῥοδίνῳ τακέν· ἄμεινον δὲ εἰ καὶ τὸ ῥόδινον εἴη καὶ τοὔλαιον ἄναλον· σκοπὸς γάρ σοι γιγνέσθω τῆς θεραπείας ἁπάσης ἐπὶ νεύρου γεγυμνωμένου τὸ ξηραίνειν ἀδηκτότατα· πάνυ δὲ

402
ὀλίγιστα φάρμακα τὸ τοιοῦτο πέφυκε δρᾷν. ἔστω τοίνυν ἡ τίτανος τηνικαῦτα πολλάκις ὕδατι χρηστῷ πεπλυμένη ὥρᾳ θέρους· πεπλύσθω δὲ, ὡς εἴρηται, καὶ ἡ πομφόλυξ, ὥσπερ οὖν καὶ πέπλυται κατὰ τὸ σύνθετον φάρμακον, ᾧ συνήθως χρώμεθα, πολλὰ καὶ ἄλλα πεπλυμένα δεχόμενον. ὅσα γὰρ ἐκ μετάλλων ἐστὶ, πεπλύσθαι χρὴ πάντα μέλλοντά γε ξηραίνειν ἀδήκτως. ἀγαθὸν δὲ καὶ τὸ διὰ μέλιτος ἐμπλαστὸν φάρμακον, ὅταν ἐκ καλλίστου μέλιτος ᾖ. λύειν δὲ καὶ τοῦτο χρὴ ῥοδίνῳ τά τε ἄλλα καλλίστῳ καὶ τῶν ἁλῶν ἥκιστα μετέχοντι· καὶ τὸν κηρὸν δὲ χρὴ πεπλύσθαι τὸν εἰς τὰ τοιαῦτα φάρμακα βαλλόμενον· εἰ δὲ καὶ τερμινθίνης τι ῥητίνης μιγνύοιτο, πεπλύσθαι χρὴ καὶ ταύτην· ἔτι δὲ μᾶλλον, εἰ ἄλλης ἡστινοσοῦν. ἐξ ἁπάντων γὰρ ὧν ἂν πλύνῃς φαρμάκων οἱ δριμεῖς καὶ δακνώδεις ἰχῶρες ἐκκλύζονταί τε καὶ ἀποῤῥύπτονται. εἰ δ’ ἰσχυρὸς ὁ τετρωμένος εἴη καὶ σὺν τούτῳ καὶ ἀπέριττος τὸ σῶμα, δυνατὸν ἐπ’ αὐτοῦ χρῆσθαι καὶ τῶν ἰσχυροτέρων φαρμάκων ἐνίοις· ὥσπερ ἐγώ ποτε τοιαύτης
403
τρώσεως γενομένης ἐκ καρπῷ ἐπὶ νεανίσκου φιλοσοφοῦντος, εὐέκτου τε τἄλλα καὶ κατωπτηκότος ἐν ἡλίῳ θερινῷ τὸ σῶμα τὸν Πολυείδου τροχίσκον ἀνεὶς σιραίῳ, κᾄπειτα χλιάνας ἐφ’ ὕδατος θερμοῦ, βάψας ἐν αὐτῷ μοτοὺς ἐπέθηκα. καὶ γὰρ καὶ τούτου χρὴ μάλιστα φροντίζειν ἀεὶ, τοῦ μηδὲν τῶν ψαυόντων τῆς τρώσεως ψυχρὸν εἶναι, ἐπειδὴ τὸ πεπονθὸς μόριον αἰσθητικώτατόν ἐστι καὶ τῇ κυριωτάτῃ τῶν ἀρχῶν συνεχὲς, ἔτι τε τῇ κράσει ψυχρότερον· ἐξ ὧν ἁπάντων ἑτοίμως μὲν ὑπὸ τοῦ ψυχροῦ βλάπτεται, διαδίδωσι δὲ ἐπὶ τὸν ἐγκέφαλον τὸ πάθος. εἰ δὲ καὶ τῶν εἰς μῦς καθηκόντων εἴη, καὶ σπασμοὺς ἐπικαλεῖται ῥᾳδίως· ἐδείχθησαν γὰρ οἱ μύες ὄργανα τῆς κατὰ προαίρεσιν κινήσεως. οὕτω δὲ καὶ ἐπὶ τῶν τενόντων προσδόκα γενήσεσθαι διὰ τὰς αὐτὰς αἰτίας. ἀλλὰ τό γε προειρημένον φάρμακον ἐπιθεὶς τῷ νεανίσκῳ κατά τε τοῦ τραύματος αὐτοῦ καὶ μέντοι καὶ τῶν ὑπερκειμένων μερῶν, οὐκ ὀλίγον ἐπιλαμβάνων αὐτῷ τὰ κατὰ μασχάλας καὶ τράχηλον καὶ κεφαλὴν, ἐλαίῳ θερμῷ διέβρεχον ἅπαντα συνεχῶς. ἀφεῖλον δὲ καὶ τοῦ αἵματος αὐτοῦ σχάσας τὴν 
404
φλέβα κατὰ τὴν πρώτην ἡμέραν εὐθέως. ἐν οὖν τῇ τετάρτῃ τῶν ἡμερῶν οὗτος ὁ νεανίσκος ἔσχε καλῶς, ὥστε ῥυσσὸν καὶ βραχὺ καὶ προσεσταλμένον φαίνεσθαι τὸ ἕλκος. οὐ μὴν ἀλλὰ καὶ προμηθέστερον ἐδόκει μηδὲν νεωτεροποιεῖν ἄχρι τῆς ἑβδόμης, μεθ’ ἣν τελέως ἦν ὑγιής. ἐλαίῳ δ’ αἰονᾷν οὐ χρὴ τὸ τοιοῦτον ἕλκος, καὶ μάλισθ’ ὅταν ὡς νῦν εἴρηται θεραπεύηται· τῇ γὰρ τοῦ τροχίσκου δυνάμει τὸ ἔλαιον ἐναντίον ἐστὶ καὶ ῥυπαίνει τὸ ἕλκος. οὐ γὰρ δήπου ταὐτόν ἐστιν ἢ γυμνῷ τῷ νεύρῳ προσφέρειν τοὔλαιον, ἢ διὰ προβεβλημένου τοῦ δέρματος. ἀποπλύνειν οὖν αὐτοῦ τοὺς ἰχῶρας, ἔριον μαλακὸν ὑπαλείπτρῳ περιελίττοντας· ἀποβρέχειν δὲ εἰ βούλοιο τὸ ἔριον, ὅπως μὴ ξηρῷ ψαύσῃς τὸ ἕλκος, ἀρκέσει τὸ σίραιον, ὅπερ καὶ ἕψημα καλοῦσι παρ’ ἡμῖν ἐπὶ τῆς Ἀσίας συνήθως. ἐν τούτῳ βάψας τὸ ἔριον, εἶτ’ ἀποθλίψας, οὕτως ἀπομάττειν τὸ ἕλκος. ἔστω δὲ καὶ αὐτὸ τοῦτο χλιαρὸν ἐν ταῖς πρώταις μάλιστα ἡμέραις. εἰ δὲ πάντα κατὰ γνώμην περαίνοιτο, καὶ οἴνῳ γλυκεῖ βρέχειν ἀκίνδυνον, ἄδηκτος δὲ ὁ γλυκὺς οἶνος ἔστω παντάπασιν, οἷος ὁ Θηραῖός
405
τε καὶ Σκυβελίτης ἐστὶ καὶ μετ’ αὐτοὺς ὁ καρύϊνος ὀνομαζόμενος· ὅσοι δὲ γλυκεῖς τε ἅμα καὶ κιῤῥοὶ τῶν οἴνων εἰσὶν, ὥσπερ ὁ Φαλερῖνος, ἀνεπιτήδειοι, δριμεῖς γὰρ ἅπαντες οἱ τοιοῦτοι καὶ πέρα τοῦ μετρίου θερμοί· ἤδη δὲ εἰς οὐλὴν ἰόντων τῶν ἑλκῶν, ὅσοι λευκοὶ τῶν οἴνων εἰσὶν ἀκριβῶς καὶ λεπτοὶ καὶ ὀλιγοφόροι καὶ ἄνοσμοι, βελτίους τῶν γλυκέων εἰσίν. ὕδατος δὲ χρῆσιν ἀεὶ φεῦγε τρωθέντος νεύρου, καθάπερ γε καὶ καταπλάσματος χαλαστικοῦ. τῇ δὲ εἰρημένῃ τοῦ τροχίσκου χρήσει πλησίον ἥκει τὸ διὰ τῆς χαλκίτεος φάρμακον, ᾧ συνήθως χρώμεθα· τετῆχθαι δὲ καὶ τοῦτο χρὴ θέρους μὲν ῥοδίνῳ, χειμῶνος δὲ Σαβίνῳ· γέγραπται δ’ ἐν τῷ πρώτῳ περὶ φαρμάκων συνθέσεως. ὁ δὲ Πολυείδου τροχίσκος, ἢ κυκλίσκος, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, γιγνώσκεται σχεδὸν ἅπασι· καὶ εἰ μὴ παρείη, τὸν Ἄνδρωνος, ἢ τὸν Πασίωνος ἀντ’ αὐτοῦ περιλαμβάνειν, ἢ τὸν ἡμέτερον ἰσχυρότερον ἁπάντων αὐτῶν ὑπάρχοντα. προείρηται δὲ ὅτι τοῖς μὲν ἰσχυροῖς σώμασι τὰ ἰσχυρὰ φάρμακα, τοῖς δὲ ἀσθενέσι τὰ μαλακὰ προσφέρειν χρή· ταῦθ’ εὑρίσκει μὲν ἡ ἀληθὴς
406
μέθοδος, ἐπισφραγίζεται δὲ ἡ πεῖρα; Θεσσαλὸς δὲ ἅμα τοῖς ἑαυτοῦ σοφισταῖς ἐφ’ ὑψηλοῦ θρόνου καθήμενος ἐν κριομύξοις ἀνδράσιν, ὡς ὁ Κερκίδας φησὶν, εὐδοκιμήσει, κατασκευάζων τῷ λόγῳ παντὸς ἕλκους προσφάτου τὴν αὐτὴν εἶναι θεραπείαν, οὐδεμίαν ἔνδειξιν ἐκ τῆς τοῦ μορίου φύσεως λαμβάνουσαν. εἷς δέ τις τῶν ὑπὸ τῆς σοφίας αὐτοῦ κεκομισμένων θαυμαστὴν ἐξεύρισκε θεραπείαν τῶν νευροτρώτων· αὐτίκα γὰρ ὅλα διέκοπτεν ἐξαίφνης αὐτὰ, μηδὲ προειπών τι τῷ τρωθέντι· καίτοι κᾀνταῦθα προεδίδου τὴν αἵρεσιν. ἐχρῆν γὰρ ἢ καὶ τοὺς μύας τρωθέντας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ πᾶν ὁτιοῦν ἄλλο διακόπτειν ὅλον, ἢ μηδὲ τὸ νεῦρον. ἢ οὕτως ἂν ὃ φεύγουσι πράττοντες ἁλίσκονται, διάφορον ἐκ τῶν διαφερόντων μορίων ἔνδειξιν θεραπείας λαμβάνοντες. τούτων μὲν οὖν ἀπαλλαγῶμεν ἤδη, τῆς δ’ ἐγκαρσίας τρώσεως τῶν νεύρων μνησθῶμεν, ἐφ’ οἷς καὶ ὁ κίνδυνος τοῦ σπασθῆναι μείζων, τῆς μὲν φλεγμονῆς ἐκ τῶν τετρωμένων ἰνῶν εἰς τὰς ἀτμήτους διαδιδομένης, τοῦ σπασμοῦ δὲ διὰ τὰς ἀτμήτους γιγνομένου τὰ μὲν δὴ τῆς θεραπείας τοῦ
407
ἕλκους καὶ τούτοις τὰ αὐτά· κενοῦν δ’ αἵματος ἀφειδέστερον αὐτῶν καὶ λεπτότερον ἢ κατ’ ἐκείνους διαιτᾷν, ἐν ἡσυχίᾳ τε καὶ στρωμνῇ μαλακῇ συνέχειν τὸν ἄνθρωπον ἐλαίῳ θερμῷ δαψιλῶς χρώμενον ἐπὶ μασχαλῶν καὶ τραχήλου καὶ τενόντων καὶ συνδέσμων καὶ κεφαλῆς. εἰ δὲ τῶν ἐν σκέλει νεύρων εἴη τὸ τμηθὲν, ὥσπερ ἐπὶ χειρὸς μασχάλας, οὕτως ἐνθάδε βουβῶνας ἐλαίῳ πολλῷ τέγγειν, ἐπαναβαίνειν δὲ δι’ ὅλης τῆς ῥάχεως ἐπὶ τράχηλόν τε καὶ κεφαλήν. ἡ δὲ θλάσις ἡ τῶν νεύρων, ὅταν μὲν ἅμα τῷ δέρματι θλασθέντι τε καὶ ἑλκωθέντι γίγνηται, φαρμάκων δεῖται τῶν μὲν τοῦ ξηραίνειν σκοπὸν ἐχόντων κοινὸν, συνάγειν δέ πως καὶ σφίγγειν δυναμένων τὰ διὰ τὴν θλάσιν ἀλλήλων ἀφεστῶτα μόρια. τὰ δὲ χωρὶς τοῦ θλασθῆναι τὸ δέρμα συνεχέστατα καταντλεῖν ἐλαίῳ θερμῷ διαφορητικῷ, τὴν δ’ ὅλην τοῦ σώματος ἐπιμέλειαν ὁμοίαν ποιεῖσθαι. ἅπαξ οὖν εἶδον τοῦτο γιγνόμενον, ἰασάμην τε ταχέως αὐτὸ διὰ τῆς καταντλήσεως. ἅμα μέντοι τῷ δέρματι πάνυ πολλάκις ἐθεασάμην νεῦρα θλασθέντα καὶ διὰ τὸ συνεχὲς τοῦ συμπτώματος οἱ ἀθληταὶ τῇ πείρᾳ
408
διδαχθέντες ἔχουσι κατάπλασμα τὸ δι’ ὀξυμέλιτος καὶ τοῦ τῶν κυάμων ἀλεύρου καὶ ἔστιν ὄντως ἀγαθὸν φάρμακον. εἰ δ’ ὀδύνη τις συνείη τῇ θλάσει, πίττης ὑγρᾶς μιγνύειν ἕψοντάς τέ καλῶς ἐπιτιθέναι θερμόν· ὅταν δὲ ξηραντικώτερον ἐθέλῃς γίγνεσθαι, μιγνύειν ὀρόβων ἀλεύρου. καὶ εἰ μᾶλλον βούλοιο ξηραίνειν, ἴρεως τῆς Ἰλλυρίδος ἢ μυρίκης. ἡ δὲ τοῦ παντὸς σώματος ἐπιμέλεια καὶ τούτοις κοινή. διακοπέντος δὲ ὅλου τοῦ νεύρου κίνδυνος μὲν οὐκέτι οὐδεὶς, ἀνάπηρον δ’ ἔσται τὸ μόριον. ἡ δὲ ἴασις κοινὴ τοῖς ἄλλοις ἕλκεσιν, ἣν μόνην ἴσασιν οἱ Θεσσάλειοι. περὶ μὲν δὴ τῶν νεύρων ἱκανὰ καὶ ταῦτα. τὰς δὲ ἐπιγινομένας αὐτοῖς φλεγμονὰς ὅπως χρὴ θεραπεύειν ἐν τῷ τῶν φλεγμονῶν λόγῳ διαιρησόμεθα.

Ὁμοιοτάτην δὲ τοῖς τένουσιν ἔχοντες ἰδέαν οἱ σύνδεσμοι θεραπείας ἰσχυροτάτης ἀνέχονται, διά τε τὸ μὴ περαίνειν ἐπὶ τὸν ἐγκέφαλον ἀναίσθητοί τε εἶναι· τὰ μὲν γὰρ νεῦρα σύμπαντα τὰ μὲν ἄντικρυς ἐξ αὐτοῦ πέφυκε 

409
τοῦ ἐγκεφάλου, τὰ δὲ διὰ τοῦ νωτιαίου. καὶ μέν γε καὶ οἱ τένοντες, ἐπειδὴ σύνθετον αὐτῶν ἐπεδείκνυμεν εἶναι τὴν οὐσίαν ἐκ νεύρου καὶ συνδέσμου, καθ’ ὅσον μὲν νεύρου μετέχουσι, κατὰ τοσοῦτον ἐξ ἐγκεφάλου πεφύκασιν, οὐ μὴν ἧττόν γε τῶν νεύρων αὐτῶν ἐπιφέρουσι τοὺς σπασμούς. οἱ σύνδεσμοι δὲ ἐξ ὀστοῦ πεφυκότες, ὅσοι μὲν στρογγύλοι, νεύροις ἐοίκασι, πολὺ δὴ τῇ σκληρότητι διαφέροντες· ἀλλὰ τῷ λευκοί τε εἶναι καὶ ἄναιμοι καὶ ἀκοίλιοι, διαλύεσθαί τε εἰς ἶνας, ἡ ὁμοιότης αὐτῶν ἐστι πρός τε τὰ νεῦρα καὶ τοὺς τένοντας. ἔνθα μὲν οὖν στρογγύλοι σύνδεσμοι καὶ τένοντές εἰσι, τοῖς ἀπείροις ἀνατομῆς ὡς νεῦρα φαντάζονται, καὶ μάλισθ’ ὅταν ἀγνοῶσιν ὅτι καὶ σκληρότεροι πολὺ τῶν νεύρων εἰσίν· ἔνθα δὲ πλατεῖς, ἐνταῦθ’ ὅτι μὲν νεύρων διαφέρουσιν ἐπίστανται, καίτοι γε οὐδὲ τοῦτο πάντες· οὐ μὴν γιγνώσκουσί γε διακρίνειν αὐτοὺς ἀπ’ ἀλλήλων. ἀλλὰ σύ γε τὴν φύσιν ἑκάστου τῶν τριῶν μορίων ἐπιστάμενος, ἔτι τε διάπλασιν καὶ θέσιν ἣν ἔχουσιν ἐν ἅπαντι τῷ σώματι καθ’ ἕκαστον μέλος, ἐπειδάν ποτε τύχῃ κατ’ ἐκεῖνο τραῦμα γενόμενον, ἑτοίμως
410
γνωριεῖς εἴτε νεῦρόν ἐστι τὸ τετρωμένον, εἴτε σύνδεσμος, εἴτε τένων. περὶ μὲν δὴ τῆς τῶν νεύρων καὶ τενόντων θεραπείας προείρηται. σύνδεσμος δὲ τρωθεὶς ὁ μὲν ἐξ ὀστοῦ διήκων εἰς ὀστοῦν ἀκινδυνότατός ἐστι, καὶ πάντῃ ξηραίνων αὐτὸν ὁποίοις βούλοιο φαρμάκοις οὐδὲν βλάψεις τὸν ἄνθρωπον. ὁ δ’ εἰς μῦν ἐμφυόμενος ὅσον ἀκινδυνότερός ἐστι τένοντος καὶ νεύρου, τοσοῦτον τῶν ἄλλων συνδέσμων σφαλερώτερος, ἢν μὴ χρηστῶς θεραπεύηται. τούτων οὐδὲν οἷοί τέ εἰσι διαπράξασθαι μεθόδῳ τῶν ἰατρῶν ὅσοι μήτε τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν εἰς τὰς τῶν ἑλκῶν ἰάσεις χρήσιμον εἶναι συγχωροῦσιν, οὔθ’ ὅσοι τοῦτο μὲν ὁμολογοῦσιν, ἀγνοοῦσι δὲ τὴν ἑκάστου φύσιν, ἥτις, ὡς ἐδείκνυμεν, ἐκ τῆς τῶν στοιχείων γίνεται κράσεως. ἀλλ’ οὗτοι μὲν εἰ καὶ μηδὲν ἄλλο, τά γ’ ἐκ τῆς ὀργανικῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς λαμβανόμενα γιγνώσκουσι· οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ καὶ ταῦτ’ ἀγνοοῦσιν, οἷον αὐτίκα διαιρεθέντος ἐπιγαστρίου μέχρι τοσούτου βάθους ὡς προπεσεῖν ἔντερον, ὅπως τε χρὴ καταστεῖλαι τοῦτο· καὶ ἢν
411
ἐπίπλους προπέσῃ, πότερον ἀποκόπτειν, ἢ οὐκ ἀποκόπτειν αὐτὸν χρή καὶ πότερον βρόχῳ διαλαμβάνειν, ἢ μή· καὶ εἰ ῥάπτειν, ἢ μὴ ῥάπτειν τὸ τραῦμα· καὶ ῥάπτοντας ὅτῳ χρὴ τρόπῳ ῥάπτειν, οὐδὲν τούτων ἐπίστανται, οὐδὲ γὰρ ἡμεῖς ἂν ἔγνωμεν, εἰ μὴ δι’ ἀνατομῆς ἐμάθομεν ἁπάντων τῶν τῇδε μορίων τὴν φύσιν, ἣν καὶ διελθεῖν ἀναγκαῖόν ἐστιν οὐ σαφηνείας μόνης ἕνεκα τῶν λεχθησομένων, ἀλλὰ καὶ πίστεως. δέρμα μὲν ἔξωθεν ἁπάντων προβέβληται τελευτῶν εἰς ὑμένα. μεθ’ ὃ κατὰ μὲν τὴν μέσην χώραν ἀπονευρώσεις μυῶν τέτανται διτταὶ δίκην ὑμένων· ἃς οὐδ’ ὅτι δύο εἰσὶν οἱ πολλοὶ τῶν ἀνατομικῶν ἐπίστανται. καὶ γὰρ καὶ συμπεφύκασιν ἀλλήλαις, ὡς ἔργον εἶναι χωρίσαι, καὶ λεπτότητος εἰς ἄκρον ἥκουσιν. ἐφεξῆς δὲ ταῖσδε δύο μύες ὄρθιοι σαρκώδεις ἀπὸ τοῦ στήθους ἐπὶ τὰ καλούμενα τῆς ἥβης ὀστᾶ καθήκουσι. ταῦτα μὲν δὴ σύμπαντα τὰ εἰρημένα συμφυῆ τ’ ἐστὶ καὶ οἱ τὰς καλουμένας γαστροῤῥαφίας ὅπως χρὴ ποιεῖσθαι γράψαντες, ἐπιγάστριον ὀνομάζουσι τὰ συγκείμενον
412
ἐξ αὐτῶν. ὅσον δ’ ἐφεξῆς τῷδε, καλεῖται μὲν ὑπ’ αὐτῶν περιτόναιον, οἰομένων ἕν ἁπλοῦν ἀσύνθετον εἶναι σῶμα τὸ δὲ οὐχ οὕτως ἔχει, σύγκειται γὰρ ἐκ δυοῖν σωμάτων, ἀναίμων μὲν ἀμφοῖν καὶ νευρωδῶν, ἀλλὰ τὸ μὲν ἕτερον αὐτῶν ἀπονεύρωσίς ἐστι μυῶν ἐγκαρσίων, τὸ δ’ ἕτερον ὑμὴν ἀκριβῶς λεπτὸς, οἷόν περ τὸ ἀράχνιον, ὅπερ δὴ τὸ περιτόναιον ὄντως ἐστί. τοιοῦτον μὲν ἐν τοῖς μέσοις ἑαυτοῦ τὸ ἐπιγάστριον· ὅσον δὲ ἀποκεχώρηκεν ἑκατέρωσε· πρὸς τὸ πλάγιον ὡς ἐπὶ τέσσαρας δακτύλους, τοῦτο ἐφεξῆς τῷ δέρματι τοὺς λοξοὺς ἔχει μῦς· προτέρους μὲν τοὺς ἀπὸ τοῦ θώρακος καταφερομένους, δευτέρους δὲ τοὺς ἀπὸ τῶν λαγόνων ἀναφερομένους· εἶτα ἐπὶ τούτοις τὸν ἐγκάρσιον, ἐφ’ ὧν τὸ περιτόναιον. ἀκινδυνότερόν τε οὖν ἐστι τοῦτο τὸ χωρίον. τοῦ μέσου, μηδεμίαν ἔχον ἀπονεύρωσιν· αἵ τε γαστροῤῥαφίαι κατὰ τὸ μέσον εἰσὶ δυσμεταχείριστοι· καὶ γὰρ καὶ προπίπτει τὰ ἔντερα ταύτῃ μάλιστα καὶ δυσκάθεκτά ἐστιν ἐν τούτῳ τῷ τόπῳ τὸ γὰρ σφίγγον αὐτὰ καὶ προστέλλον οἱ ὄρθιοι μύες ἦσαν οἱ σαρκώδεις, οὓς ἐκ
413
τοῦ θώρακος ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ καθήκειν ἔφαμεν. ὅταν οὖν τις τούτων τρωθῇ διὰ διττὴν αἰτίαν, ἀναγκαῖόν ἐστι προπίπτειν ἔντερον, ἐκ μὲν τῶν πλαγίων μερῶν ὑπὸ τῶν ταύτῃ μυῶν σφιγγόμενον, ἐκ δὲ τῶν μέσων οὔτε τὸν μῦν ἐῤῥωμένον ἔχον, ἐπιτήδειόν τε χώραν εἰς πρόπτωσιν. εἰ δὲ καὶ μεῖζον εἴη τὸ τραῦμα, πλείω τε προπίπτειν ἀναγκαῖόν ἐστιν ἔντερα καὶ χαλεπώτερον καταστέλλεσθαι. καθ’ ἕτερον δ’ αὖ τρόπον αἱ βραχεῖαι τρώσεις δυσμεταχείριστοι. ἢν γὰρ μὴ παραχρῆμά τις εἰς τὴν ἑαυτοῦ χώραν ἐμβάλλῃ τὸ προπεπτωκὸς, εἰς ὄγκον αἴρεται πνευματούμενον· ὥστ’ οὐκ ἔτι οἷόν τε δι’ ὀπῆς στενῆς ἐμβάλλειν αὐτό. βέλτιον οὖν ἐν ταῖς τοιαύταις τρώσεσι τὸ σύμμετρον τραῦμα. ταυτὶ μὲν δὴ προεπίστασθαι χρή· ὡς δ’ ἄν τις ἄριστα μεταχειρίζοιτο τὰς τοιαύτας τρώσεις, ἐφεξῆς σκεπτέον. ὅτι μὲν γὰρ οὐκ ἀρκεῖ τὸ Θεσσάλειον παράγγελμα τὸ κολλᾷν τοῖς ἐναίμοις φαρμάκοις αὐτὰς, οὕτως ἡγοῦμαι πρόδηλον ὑπάρχειν ὡς οὐδένα λαθεῖν τῶν ἐχόντων νοῦν. ἐπεὶ τοίνυν προηγεῖσθαι 
414
μὲν χρὴ ἐς τὴν οἰκείαν χώραν ἀποτίθεσθαι τὰ προπεπτωκότα ἔντερα, δεύτερον δὲ ἐπὶ τόδε ῥάψαι τὸ ἕλκος, εἶθ’ ἑξῆς τρίτον ἐπιθεῖναι τὸ φάρμακον, εἶτ’ ἐπ’ αὐτὸ τέταρτον ὅπως μὴ συμπάθῃ τι τῶν κυριωτέρων προνοεῖσθαι, περὶ τοῦ πρώτου ῥηθέντος ἤδη σκοποῦμεν. οὐσῶν δὲ, ὡς εἴρηται, τριῶν ἐν τοῖς τραύμασι κατὰ μέγεθος διαφορῶν, ἀφ’ ἑκάστης αὐτῶν πειρᾶσθαι χρὴ λαβεῖν οἰκείαν ἔνδειξιν. ἔστω δὴ πρότερον μικρὸν οὕτως ὡς τὸ προπεσὸν ἔντερον ἐμφυσηθὲν μηκέτι οἷόν τε εἶναι καταστέλλειν, ἆρ’ οὐκ ἀναγκαῖον ἐνταῦθα δυοῖν θάτερον, ἤτοι τὴν φῦσαν ἐκκενοῦν ἢ τὸ τραῦμα μεῖζον ἐργάζεσθαι; βέλτιον οὖν οἶμαι τὸ πρότερον, ἐάν περ οἷόν τε ᾖ τυχεῖν αὐτοῦ. πῶς δ’ ἄν τις τύχοι μᾶλλον; εἰ τὴν αἰτίαν ὑφ’ ἧς ἐκφυσᾶται τὸ ἔντερον ἐκποδὼν ποιησαίμεθα. τίς οὖν ἐστιν αὕτη; ἡ ἐκ τοῦ περιέχοντος ἀέρος ψύξις· ὥστε καὶ ἡ ἴασις ἐν τῷ θερμῆναι. σπόγγον οὖν χρὴ μαλακὸν ὕδατι θερμῷ βρέξαντας, εἶτ’ ἐκπιέσαντας ἐκθερμῆναι τούτῳ τὸ ἔντερον. εὐτρεπιζέσθω δὲ ἐν τῷ τέως οἶνος αὐστηρὸς θερμὸς,
415
καὶ γὰρ θερμαίνει μᾶλλον ὕδατος καὶ ῥώμην ἐντίθησι τῷ ἐντέρῳ. εἰ δὲ καὶ τούτῳ χρησαμένων ἔτι διαμένει τὸ ἔντερον ἐμπεφυσημένον, ἐπιτέμνειν τοῦ περιτοναίου τοσοῦτον ὅσον δεῖται τὸ προπεπτωκός. ἐπιτήδεια δ’ ἐστὶν εἰς τὴν τοιαύτην τομὴν τὰ καλούμενα συριγγοτόμα. τὰ δ’ ἀμφήκη τῶν μαχαιρίων, ἢ κατὰ τὸ πέρας ὀξέα παντὶ τρόπῳ φευκτέα. σχῆμα δ’ ἐπιτήδειον τῷ κάμνοντι πρὸς μὲν τοῖς κάτω μέρεσι τῆς τρώσεως γεγενημένης τὸ ἀνάῤῥοπον, πρὸς δὲ τοῖς ἄνω τὸ κατάῤῥοπον. εἷς δ’ ἐπ’ ἀμφοῖν σκοπὸς, ὡς μὴ βαρύνοιτό τι πρὸς τῶν ἄλλων ἐντέρων, τὸ προπεπτωκός. ὥστε καὶ τοῦ σκοποῦ τοῦδε κατὰ μὲν τὰ δεξιὰ μέρη τοῦ τραύματος γεγονότος, ἐπὶ θάτερον ῥέπειν· εἰ δὲ ἐκ τῶν ἀριστερῶν ᾖ, πρὸς τὴν δεξιὰν ἐπικλίνεσθαι πλευρὰν ὑψηλότερον ἀεὶ ποιοῦντας τὸ τετρωμένον μόριον. τοῦτο μέντοι καὶ τοῖς μεγάλοις καὶ τοῖς μέσοις ἕλκεσι συνοίσει· κοινὸς γὰρ ἁπάντων ὁ σκοπός. αἱ δ’ ἀποθέσεις τῶν ἐντέρων εἰς τὴν οἰκείαν χώραν, ὅταν ἐπὶ τοῖς μεγάλοις γίγνωνται τραύμασιν,
416
ὑπηρέτου δέονται δεξιοῦ. χρὴ γὰρ αὐτὸν ὅλον ἔξωθεν καταλαβόντα τὸ τραῦμα ταῖς ἑαυτοῦ χερσὶν εἴσω προστέλλειν τε καὶ σφίγγειν, ὀλίγον ἑκάστοτε τῷ ῥάπτοντι προγυμνοῦντα· καὶ μέντοι καὶ τὸ ῥαφὲν αὐτὸ μετρίως προστέλλειν, ἄχρι περ ἂν ὅλον ἀκριβῶς ῥαφῇ. τίς δ’ ἂν εἴη τρόπος ἐπιτήδειος εἰς τὰ τοιαῦτα τῆς καλουμένης γαστροῤῥαφίας ἐφεξῆς λέγωμεν. ἐπειδὴ συμφῦσαι χρὴ τῷ περιτοναίῳ τὸ ἐπιγάστριον, ἀρκτέον μὲν ἀπὸ τοῦ δέρματος ἔξωθεν εἴσω διαπείροντα τὴν βελόνην. ἐπειδὰν δὲ τὸ δέρμα καὶ τὸν μῦν τὸν ὄρθιον ὅλον διεξέλθοι, τὸ παρακείμενον ὑπερβαίνοντα περιτόναιον, ὠθεῖν αὐτὴν ἔσωθεν ἔξω διὰ τοῦ λοιποῦ ἀντικειμένου περιτοναίου, κᾄπειτ’ ἐντεῦθεν ἔσωθεν ἔξω διαπείρειν τὸ ἕτερον ἐπιγάστριον. διεξελθούσης δὲ τελέως αὐτῆς, ἔξωθεν εἴσω τὸ ἐπιγάστριον τοῦτο διαιροῦντας, εἶτα τὸ παρακείμενον αὐτῷ περιτόναιον ὑπερβαίνοντας, ἐπί τε τὸ ἀντικείμενον ἐλθόντας ἔσωθεν ἔξω τοῦτο διακεντεῖν, ἅμα δ’ αὐτῷ καὶ τὸ πλησίον ἐπιγάστριον ἅπαν· εἶτ’ αὖθις ἀπὸ τούτου πάλιν ἀρξαμένους συῤῥάπτειν αὐτὸ τῷ ἀντικειμένῳ
417
περιτοναίῳ· κᾄπειτα διεκβάλλειν διὰ τοῦ πλησίον δέρματος, ἐκεῖθεν δ’ αὖ πάλιν εἴσω διείρειν, συῤῥάπτοντας αὐτὸ τῷ ἀντικειμένῳ περιτοναίῳ, διεκβάλλοντάς τε διὰ τοῦ πλησίον δέρματος. εἶτ’ αὖθις καὶ αὖθις ἐργάζεσθαι ταῦτα, μέχρι περ ἂν ὅλον ὁμοίως ῥάψωμεν τὸ τραῦμα. διάστημα δὲ τῶν ῥαφῶν ὅσον μὲν ἐπὶ τῷ σφίγγεσθαι τὰ ὑποκείμενα βραχύτατον εἶναι χρεών· ὅσον δ’ ἐπὶ τῷ τὸ μεταξὺ τῶν ῥαφῶν δέρμα διαμένειν ἀσύῤῥηκτον οὐ χρηστὸν τὸ βραχύ. φεύγων οὖν ἑκατέρου τὴν ὑπερβολὴν ἀμφοῖν αἱρεῖσθαι τὸ μέτριον. ἤδη δὲ καὶ τοῦτο κοινόν πως ἁπάντων ἑλκῶν, ὥσπέρ γε καὶ αὐτοῦ τοῦ ῥάμματος ἡ σύστασις. τὸ μὲν γὰρ σκληρότερον χρὴ ῥήσσειν τὸ δέρμα, τὸ δὲ μαλακώτερον αὐτὸ φθάνει ῥηγνύμενον. οὕτω δὲ καὶ τὸ μὲν ἐγγυτάτω τῶν ἄκρων χειλῶν διαπείρειν τὴν βελόνην, τὸ λοιπὸν τοῦ δέρματος ὀλίγιστον ὂν, ἀναγκάζεται καὶ βιάζεται ῥήγνυσθαι, τὸ δὲ ἐπὶ πλεῖστον ἀποχωρεῖν τοῦδε πολὺ τοῦ δέρματος ἀκόλλητον ἀπολείπει. ταυτὶ μὲν οὖν εἰ καὶ πάντων
418
ἑλκῶν ἐστι κοινὰ, μάλιστα αὐτὰ φυλακτέον ἐν ταῖς γαστροῤῥαφίαις. αὐτὰς δὲ τὰς γαστροῤῥαφίας ἤτοι γε ὡς προείρηται ποιητέον, ἐστοχασμένου τοῦ συμφῦσαι τῷ περιτοναίῳ τὸ ἐπιγάστριον, ἐπειδὴ μόγις αὐτῷ συμφύσεται, νευρῶδες ὑπάρχον, ἢ ὡς ἔνιοι, συνάγοντας ἀλλήλοις τὰ κατὰ φύσιν οἰκεῖα, περιτοναίῳ μὲν περιτόναιον, ἐπιγάστριον δ’ ἐπιγαστρίῳ. ἔσται δὲ τοῦτο κατὰ τόνδε τὸν τρόπον. ἀπὸ τοῦ πλησίον ἡμῶν ἐπιγαστρίου διεκβάλλειν χρὴ τὴν βελόνην ἔξωθεν εἴσω δι’ αὐτοῦ μόνου· κᾄπειθ’ ὑπερβάντας ἄμφω τὰ χείλη τοῦ περιτοναίου, πάλιν ἀντεπιστρέψαι τὴν βελόνην ἔξωθεν εἴσω, δι’ ἀμφοτέρων τῶν χειλῶν τοῦ περιτοναίου· κᾄπειτ’ αὖθις ἀντεπιστρέφοντας ἔσωθεν ἔξω διεκβάλλειν κατὰ τὸ ἀντικείμενον ἐπιγάστριον. οὗτος ὁ τρόπος τοῦ κοινοῦ καὶ προχείρου, καθ’ ὃν διὰ τῶν τεττάρων χειλῶν ἐπιβολῇ μιᾷ διεκβάλλουσι τὴν βελόνην, διαφέρει τῷ κατακρύπτειν ὅλον ἀκριβῶς ἔνδον τοῦ ἐπιγαστρίου τὸ περιτόναιον. ἑξῆς δὲ περὶ τῶν φαρμάκων εἴπωμεν. εἴη δ’ ἂν δήπου καὶ ταῦτα τῆς αὐτῆς ὕλης τοῖς ἐναίμοις ὀνομαζομένοις, 
419
ἃ κᾀν τοῖς ἄλλοις μέρεσι συμφύειν τὰ τραύματα διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων ἀπεδείξαμεν. ἡ δ’ ἔξωθεν ἐπίδεσις ἔτι δὴ καὶ μᾶλλον ἐπὶ τούτων ἀναγκαία. τὸ δὲ δὴ τέταρτον ἔτι τῆς θεραπείας μέρος οὐ σμικρῷ τινι τῶν ἄλλων ἀποκεχώρηκεν· ἐλαίῳ γὰρ χρὴ θερμῷ συμμέτρως ἔριον ἁπαλὸν δεύοντας ὅλον ἐν κύκλῳ περιλαμβάνειν τὸ μεταξὺ βουβώνων τε καὶ μασχαλῶν. ἄμεινον δὲ καὶ διὰ κλυστῆρος ἐνιέναι τοῖς ἐντέροις ἕτερον τοιοῦτον. εἰ δέ τι καὶ αὐτῶν τῶν ἐντέρων τρωθείη, τὰ μὲν ἔξωθεν, ὡς εἴρηται, πάντα πράττειν ὡσαύτως, τὸ δὲ ἐνιέμενον οἶνος αὐστηρὸς μέλας χλιαρὸς ἔστω καὶ μᾶλλον εἰ διατρωθείη σύμπαν εἰς τὸν εἴσω πόρον. εὐίατα μὲν οὖν τὰ παχέα τῶν ἐντέρων, δυσιατότερα δὲ τὰ λεπτά. παντάπασι δὲ ἀνίατος ἡ νῆστις διά τε τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀγγείων καὶ τὸ λεπτὸν καὶ νευρῶδες τοῦ χιτῶνος· ἀλλὰ καὶ τὴν χολὴν ἀκραιφνῆ πᾶσαν ἐκδέχεται τὸ ἔντερον τοῦτο, καὶ πάντων ἐστὶν ἐγγυτάτω τοῦ ἥπατος. γαστρὸς δὲ τὰ μὲν κάτω τὰ σαρκώδη
420
θεραπεύειν τολμᾷν· ἐγχωρεῖ γὰρ καὶ τυχεῖν, οὐ μόνον ὅτι παχύτερα ταῦτ’ ἐστὶν, ἀλλὰ καὶ τοῖς ἰωμένοις φαρμάκοις εὐπετὴς ἡ ἕδρα κατὰ τήνδε τὴν χώραν αὐτῆς· τὰ δ’ ἐν τῷ στόματι καὶ τῷ στομάχῳ τῇ παρόδῳ μόνῃ ψαύει τῶν πεπονθότων· τοῖς δὲ ἐν τῷ στόματι καὶ τὸ περιττὸν τῆς αἰσθήσεως ἐναντιοῦται πρὸς τὰς ἰάσεις. ὅπως δ’ ἐπιχειρεῖ γαστέρα τετρωμένην ὁ Ἱπποκράτης ἰᾶσθαι, σὺν καὶ τοῖς ἄλλοις ὀλεθρίοις τρώμασι, παρ’ ἐκείνου μανθάνειν ἄμεινον. ἐγὼ γὰρ οὐχ ὑπὲρ τοῦ μηδένα τοῖς Ἱπποκράτους συγράμμασιν ὁμιλεῖν ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, ἀλλ’ ὅτι μοι δοκεῖ πρῶτος μὲν ἐκεῖνος ὁδῷ χρήσασθαι προσηκούσῃ, μὴ μέντοι γε ἅπαντα συμπληρῶσαι· καὶ γὰρ ἀδιόριστά τινα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἐστὶν εὑρεῖν καὶ ἐλλιπῆ καὶ ἀσαφῆ· διὰ τοῦτο γοῦν ἐγὼ προὐθυμήθην ἅπαντά τε σαφῶς διελθεῖν, ἐξεργάσεσθαί τε τὰ χωρὶς διορισμῶν εἰρημένα καὶ προσθεῖναι τὰ λείποντα. προγυμνασάμενος οὖν τις ἐν τοῖς ἡμετέροις ἐπὶ τὴν τῶν Ἱπποκράτους συγγραμμάτων ἀνάγνωσιν ἴτω· καὶ τότε τὸ περὶ τῶν ἑλκῶν βιβλίον ἀναγνώτω τοῦ ἀνδρὸς
421
τό τε περὶ τῶν ὀλεθρίων τρωμάτων. ἕξει δὲ εἰς αὐτὰ μεγίστας ἀφορμὰς ἐκ τῶνδε τῶν ὑπομνημάτων· ἔτι τε γνώσεται βεβαίως ὅτι μήτε τις τῶν ἀπὸ τῆς ὀνόματι μὲν σεμνῷ κεκοσμηκυίας ἑαυτὴν αἱρέσεως τῆς μεθοδικῆς, ἔργῳ δὲ ἀμεθοδωτάτης ὀρθῶς ἕλκος ἰᾶσθαι δυνατός ἐστι, μήτε τῶν ἄλλων λογικῶν, ὅσοι χωρὶς τοῦ γνῶναι τὰ, τῶν ὁμοιομερῶν στοιχεῖα μεταχειρίζεσθαι τὴν τέχνην δικαιοῦσιν. ἀπορήσουσι γὰρ καὶ οὗτοι λογικῆς θεραπείας ἐπὶ τῶν ἁπλῶν τοῦ ζώου μορίων, ἀπὸ τῶν ὀργανικῶν μόνων ἐνδείξεις λαμβάνοντες. ὀλίγον οὖν ἔτι πρὸς τοὺς μεθοδικοὺς εἰπόντες ὑπὲρ τῶν κατὰ τὴν γαστέρα τραυμάτων ἐφ’ ἕτερόν τι μεταβησόμεθα. τρωθέντος τοῦ περιτοναίου προπίπτει πολλάκις ἐπίπλους, οὔτ’ εἰ κύριον ὑπάρχει μόριον, οὔτ’ εἰ μὴ κύριον, οὔτ’ ἐξ ὧντινων σύγκειται γινωσκόμενον αὐτοῖς, οὔθ’ ἥντινα ἔχων ἐνέργειαν ἢ χρείαν, ἐὰν οὖν πελιδνὸν καὶ μέλαν γένηται τὸ προπεσὸν αὐτοῦ μέρος, ὅ τι ποτὲ πράξουσιν ἐπ’ αὐτοῦ καλὸν ἀκοῦσαι· πότερον ἀποτεμοῦσιν, ἢ καταθήσουσιν ἔσω τοῦ περιτοναίου; πάντως μὲν γὰρ ἤτοι γ’ ἐκ πείρας ἡ γνῶσις ἢ
422
ἐξ αὐτῆς τοῦ μορίου τῆς φύσεως ἡ ἔνδειξις αὐτοῖς ἔσται. καίτοι φεύγουσί γ’ ἑκατέρας· τὴν μὲν ἐκ τῆς πείρας γνῶσιν ἀνατεινόμενοι τὸ σεμνὸν δὴ τοῦτο τῆς αἱρέσεως αὐτῶν ὄνομα, τὴν μέθοδον· τὴν δ’ ἐκ τῆς φύσεως τοῦ μορίου, διότι μήτε τὴν οὐσίαν αὐτοῦ γινώσκουσι, μήτε τὴν ἐνέργειαν ἢ τὴν χρείαν, ἀποστάντες ὡς ἀχρήστου τῆς ἀνατομῆς. ὥστε οὐκ ἴσασιν εἴτε τῶν ἀναγκαίων ἐστὶν εἰς τὸ ζῇν εἴτε τῶν οὐκ ἀναγκαίων μὲν, οὐ μὴν ἀκύρων γε παντάπασιν· ἀλλ’ οὐδ’ εἰ συμπάσχειν αὐτῷ τι μέλλει μέλος κύριον, ἢ μὴ συμπάσχειν· οὐδ’ εἰ τῶν ἀγγείων κατ’ αὐτὸ δύναταί τι δι’ αἱμοῤῥαγίας ἀποκτεῖναι τὸν ἄνθρωπον· οὐδ’ εἰ μετὰ τὴν ἀποτομὴν τοῦ μελανθέντος, εἰ βρόχῳ διαληφθείη τὸ ὑγιὲς, ὑπὲρ τοῦ μηδεμίαν αἱμοῤῥαγίαν γενέσθαι, τοῦτ’ αὐτῷ κίνδυνον οἴσει τινά· καὶ γάρ τοι νευρώδης φαίνεται κατά γε τὴν πρόχειρον φαντασίαν. ὥστε εἰ μή τις ἀκριβῶς εἰδείη τὴν φύσιν αὐτοῦ, μή ποτ’ ἂν θαῤῥήσῃ βρόχῳ χρήσασθαι, φόβῳ σπασμοῦ. τούτων οὐδὲν οἱ θαυμασιώτατοι γιγνώσκοντες μεθοδικοὶ, τί ποτε
423
πράξονται ἐπίπλου μελανθέντος οὐκ ἔχουσι φάναι. ἀλλ’ οὐχ ἡμεῖς γε παραπλησίως ἐκείνοις ἄπρακτοι καθεδούμεθα· γινώσκοντες δὲ τὴν μὲν χρείαν αὐτοῦ μικρόν τι τῷ ζώῳ συντελοῦσαν, τὴν δὲ οὐσίαν ἐξ ὑμένος τε λεπτοῦ καὶ ἀρτηριῶν καὶ φλεβῶν συγκειμένην, ἰδόντες δὲ καὶ τούτων τὰς ἀρχὰς ἀπὸ μεγίστων οὔσας ἀρτηριῶν καὶ φλεβῶν, αἱμοῤῥαγίαν μὲν εὐλαβησόμεθα, συμπάθειαν δὲ νεύρων οὐ φοβηθησόμεθα· καὶ διὰ τοῦτο βρόχῳ τε διαληψόμεθα τὸ πρὸ τοῦ μελανθέντος ἀποτεμοῦμέν τε τὸ μετὰ τὸν βρόχον ἐν τῷ κάτω πέρατι τῆς προειρημένης γαστροῤῥαφίας, ἐκκρεμεῖς τοῦ βρόχου τὰς ἀρχὰς ποιησάμενοι, πρὸς τὸ κομίσασθαι ῥᾳδίως αὐτὰς, ὅταν ἀποπτυσθῶσιν ἐκπυήσαντος τοῦ τραύματος.

Περὶ μὲν οὖν τῶν ἄλλων μορίων τοῦ σώματος αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ὀστῶν ὑπόλοιπον ἂν εἴη λέγειν. ἐγγίνεται γὰρ δὴ καὶ τούτοις τὸ προκείμενον ἐν τῷ λόγῳ νόσημα, τὸ καλούμενον ὑφ’ ἡμῶν ἑνώσεώς τε καὶ συνεχείας λύσις. ὄνομα δὲ ἴδιον αὐτῷ κεῖται κατὰ ταῦτα τὰ μόρια κάταγμα, σχεδὸν πᾶσιν ἀνθρώποις ὅσοι γε τὴν 

424
Ἑλλάδα γλῶσσαν ἐπίστανται σύνηθες· ἄπαγμα δὲ τῶν ἰατρῶν ἴδιον ὄνομά ἐστι τοῖς πολλοῖς ἀνθρώποις ἄηθες· εἰώθασι δὲ οὕτω προσαγορεύειν, ὅταν ἀποκαυλισθῇ τι πέρας ὀστοῦ καθ’ ὃ διαρθροῦται μάλιστα. καὶ μὲν δὴ καὶ τῶν καταγμάτων ὅσα τελέως διέστησε τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, καυληδὸν γεγονέναι φασίν. εὔδηλον δὲ ὡς ἐγκάρσιος ἡ τοιαύτη διαίρεσις, ὥσπερ ἑτέρα κατὰ τὸ μῆκος μᾶλλόν ἐστιν, οὐ διακόπτουσα παντάπασιν ἀπ’ ἀλλήλων τὰ μόρια τῶν οὕτω παθόντων, ἀλλ’ οἷον σχίζουσα κατ’ εὐθυωρίαν, ἣν ὀνομάζειν αὐτοῖς ἔθος ἐστὶ σχιδακηδόν· ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν ἄχρι τοσούτου φιλοτιμοῦνται πάσας τῶν καταγμάτων τὰς διαφορὰς ἰδίοις ὀνόμασιν ἑρμηνεύειν, ὥστε καὶ ῥαφανηδόν τι καὶ ἀλφιτηδὸν γίνεσθαι φασὶν, οὐκ ἀρκούμενοι τῷ λόγῳ δηλῶσαι τὸ πολυειδῶς συντετριμμένον ὀστοῦν. οὐ μὴν Ἱπποκράτης γε τοιοῦτος, ἀλλ’ ὡς ἔνι μάλιστα τοῖς συνηθεστάτοις ὀνόμασι χρώμενος, ἑρμηνεύειν οὐκ ὀκνεῖ λόγῳ καὶ ταύτας τῶν καταγμάτων τὰς διαφορὰς καὶ τούτων οὐδὲν
425
ἧττον ὅσα κατὰ τὰ τῆς κεφαλῆς ὀστᾶ γίγνονται. καὶ εἴπερ οὕτως αὐτῷ περὶ πάντων τῶν παθῶν ὁ λόγος ἐξείργαστο, σύντομος ἂν ἡμῖν ἡ προκειμένη πραγματεία ἐγεγένητο. νυνὶ δ’ ἐπειδὴ τῶν πλείστων ἐπιδείξας τὴν ὁδὸν οἵαν δεῖ ποιεῖσθαι, τὰ κατὰ μέρος ἀνεξέργαστα παρέλιπεν, ἀναγκαῖον ἡμῖν ἐν ἐκείνοις χρονίζειν· οὐ μὴν οὐδὲ ταῦθ’ ὑπερβῆναι δίκαιον, ἀλλ’ ὅσα μὲν εἴρηται τελέως Ἱπποκράτει διὰ κεφαλαίων ὑπομνῆσαι, προσθεῖναι δ’ ἐνίοις ἀπόδειξιν ἄνευ πίστεως ὑπ’ αὐτοῦ ῥηθεῖσι· καί τι καὶ διορίσασθαι τῶν ἀδιορίστων, καὶ τάξαι τῶν ἀτάκτων, καὶ σαφέστερον ἑρμηνεῦσαί τι τῶν ἀσαφεστέρων ὑπ’ ἐκείνου γραφέντων. ἀλλ’ εἰ μὲν τὰς ῥήσεις αὐτοῦ ἐφ’ ἑκάστου παραγράφοιμι, μῆκος ὑπομνημάτων ἐξηγητικῶν ὁ λόγος ἕξει· καί τις ἴσως ἡμῖν ἐγκαλέσει μακρολογίαν εὐλόγως τῶν οὐκ εὐλόγως ἤδη μεμψαμένων ἐπὶ τῷ τρίτῳ καὶ τετάρτῳ γράμματι· κατ’ ἐκεῖνα μὲν γὰρ ἀναγκαῖον ἐγένετό μοι πολλὰς ἐκ τοῦ περὶ τῶν ἑλκῶν βιβλίου ῥήσεις Ἱπποκράτους παραθεμένῳ δεικνύναι τοῖς ἄλλοις ἰατροῖς
426
ἅπασιν ὁποῖόν τι τὸ κατὰ μέθοδον ἑλκῶν ἐστιν ἰάσεις γράφειν. ἐν δὲ τῷ περὶ τῶν καταγμάτων τίς οὕτως ἔμπληκτος ὃς οὐκ ἐπαινεῖ τὴν διδασκαλίαν ὡς σαφῆ τε ἅμα καὶ τελεώτατα πᾶσαν ἐξειργασμένην; εἰ δὲ καὶ φαίη τις εἷς ἢ δύο, μὴ θαυμάζειν τὸ γράμμα, πρὸς τοὺς τοιούτους μάλιστα μὲν ἐν καιρῷ τὸ τοῦ ποιητοῦ λεχθείη, Τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο. τίς οὖν ἐστιν ἡ τῆς καταγμάτων ἰάσεως ἀληθής τε καὶ ὄντως μέθοδος, ἐξ αὐτῶν τῶν πραγμάτων τῆς φύσεως ἐνδεικτικῶς λαμβανομένη, λέγειν ἂν εἴη καιρὸς ἀρχὴν τῶν λόγων τήνδε θεμένους. ἐπειδή λέλυται τῆς συνεχείας τὰ τοῦ κατεαγότος ὀστοῦ μόρια, σκοπὸς μὲν τῆς θεραπείας αὐτοῖς, ὁ γοῦν πρῶτος, ἡ ἕνωσις· εἰ δ’ οὗτος ἀδύνατος φαίνοιτο, διὰ τὴν τῶν πεπονθότων μορίων ξηρότητα, δεύτερος ἄλλος ὁ τῆς δι’ ἑτέρου κολλήσεως ἀπόκειται σκοπός· ὃς εἰ μηδ’ αὐτὸς εὑρίσκοιτο δυνατὸς, ἀνίατον ἐροῦμεν εἶναι τὸ πάθος. ὅτι μὲν οὖν ἀδύνατόν ἐστι συμφῦναι τὸ οὕτως σκληρὸν ὀστοῦν, οἷον ἐπὶ νεανίσκων τ’ ἐστὶ καὶ μειρακίων καὶ ἀνδρῶν καὶ πολὺ δὴ μᾶλλον ἐπὶ γερόντων, εὔδηλον
427
δήπου παντί. μόνον δ’ ἐγχωρεῖ μαλακὸν ἱκανῶς ὀστοῦν, οἷον ἐπὶ τῶν παιδίων ἐστὶ, δέξασθαι σύμφυσιν. ὅτι δὲ καὶ δι’ ἑτέρας οὐσίας οἷον διὰ κόλλης ἐγχωρεῖ κολληθῆναί τε καὶ δεθῆναι πρὸς ἄλληλα τὰ διεστῶτα μορία τοῦ κατεαγότος, ἐνθένδε μάλιστα ἄν τις ἐλπίσειεν. ἕκαστον τῶν τοῦ ζώου μορίων τὴν ἰδίαν τροφὴν ὁμοίαν ἔχειν ἑαυτῷ δέδεικται. εἴπερ οὖν ἀληθὲς τοῦτο, καὶ ἡ τῶν ὀστῶν οἰκεία τροφὴ παχυτάτη καὶ γεωδεστάτη τῶν ἄλλων ἁπασῶν ἔσται τῶν καθ’ ὅλον τὸ ζῶον. οὔκουν ἀδύνατον ἐξ αὐτῆς ταύτης τῇς οἰκείας τροφῆς περιττόν τι, τοῖς τοῦ κατάγματος ἐπιπηγνύμενον χείλεσι, δι’ ἑαυτοῦ μέσου κᾀκεῖνα κολλῆσαι. καὶ δὴ καὶ φαίνεται γιγνόμενον οὕτως· καὶ μαρτυρεῖ τῇ λογικῇ τοῦ πράγματος ἐλπίδι καὶ ἡ πεῖρα. σκεπτέον οὖν ἐφεξῆς, ὅτῳ μάλισθ’ ἄν τις τρόπῳ τουτὶ τὸ σῶμα τὸ τοῖς κατάγμασιν ἐπιτρεφόμενον, ὅσον τε καὶ οἷον χρὴ γεννήσειεν. ὅτι μὲν γὰρ οὔθ’ ὁπόσον ἔτυχεν οὔθ’ ὁποῖον, ἀλλὰ συμμετρίας τινὸς εἰς ἄμφω δεόμενον, ἄντικρυς δῆλον. ἥτις δὲ ἡ συμμετρία, κατά τε τὸ ποιὸν αὑτὸ καὶ κατὰ τὸ ποσὸν ἔτυχεν
428
εὑρόντας, ἐφεξῆς χρὴ ζητῆσαι τὸν τρόπον ᾧ μάλιστ’ ἄν τις ἑκατέρου τυγχάνῃ. ζητῆσαι δὲ οὐδὲν ἧττον ἀναγκαῖόν ἐστι καὶ τὸν καιρὸν ἐν ᾧ ταῦτ’ ἐργάζεσθαι χρή· πότερον εὐθέως ἅμα τῷ γενέσθαι τὸ κάταγμα, καθάπερ ἐπὶ τῶν τραυμάτων αὐτίκα τὴν σύμφυσιν ἐποιοῦμεν, ἢ μοχθηρὸς μὲν ὁ τοιοῦτος καιρὸς, ἕτερον δέ τινα βελτίω χρὴ ζητεῖν. εὕροιμεν δ’ ἂν καὶ αὐτὸ τοῦτο πρὸς τῆς τοῦ πράγματος φύσεως, ὥσπερ καὶ τἄλλα πάντα, διδασκόμενοι. τίς οὖν ἡ τοῦ πράγματος φύσις; ὀστοῦν κατεαγὸς ἅμα τινὶ τῶν εἰρημένων ὀλίγον ἔμπροσθεν διαφορῶν. ἴδωμεν οὖν εἴ τι παρ’ ἑκάστης τῶν διαφορῶν εἰς τὴν θεραπείαν αὐτοῦ λαβεῖν ἐστιν, ἀπὸ τῆς καυληδὸν ὀνομαζομένης ἀρξάμενοι. παραλλάττει δ’ ἐπὶ ταύτης ἀλλήλων τὰ μέρη τοῦ κατεαγότος ὡς μὴ κεῖσθαι κατ’ εὐθύ. δῆλον οὖν ὅτι κατ’ εὐθὺ χρὴ πρότερον αὐτὰ ποιήσαντα τῶν ἐφεξῆς τι πράττειν. ἕξει δὲ δήπου τὴν τοιαύτην θέσιν, ἐὰν ἐπὶ τἀναντία παράγηται τὰ ἐξεστῶτα παραδείγματι χρωμένοις τῷ ὑγιεῖ· παρ’ ἐκείνου γὰρ ἀκριβὴς ἡ ἔνδειξίς ἐστι τῆς μεταθέσεως αὐτῶν. ἐγχωρεῖ γέ τοι καὶ πρόσω τοῦ
429
κώλου καὶ ὀπίσω καὶ τῇδε καὶ τῇδε γενέσθαι τὴν μετάστασιν. ὅσα μὲν οὖν ὀπίσω μᾶλλον μετέστη, ταῦτ’ ὠθεῖν χρὴ πρόσω μετὰ τοῦ τὸ ἕτερον μέρος τοῦ κατεαγότος ἀντωθεῖν μετρίως εἰς τοὐναντίον· ὅσα δὲ πρόσω, ταῦτ’ εἰς τοὐπίσω μὲν αὐτὰ, τὸ δὲ ὑπόλοιπον μέρος ἄγειν ἠρέμα πρόσω. κατὰ ταὐτὰ δὲ καὶ τῶν εἰς τὸ δεξίον μέρος ἐξεστώτων ἡ ἴασις εἰς τὸ ἀριστερὸν ἀγομένων· ὥσπερ καὶ τῶν ἐπὶ τὸ ἀριστερὸν εἰς τὸ δεξίον, ἀεὶ τοῦ ἑτέρου μέρους ἀντωθουμένου μετρίως. ἀλλ’ ἐν τῷ τὴν ἐναντίαν ὁδὸν ἄγειν ἑκάτερον οὐ σμικρὸς κίνδυνός ἐστι θραυσθῆναί τινας ἐξοχὰς αὐτῶν. οὐ γὰρ δὴ λεῖόν γε τὸ πέρας ἑκατέρου τοῦ μέρους ἐστὶν, ὡς ἐπὶ τῶν ἀποπριομένων γίνεται. καὶ μὴν εἴπερ αὗται θραυσθεῖεν, οὐκ ἂν ἀκριβῶς ἔτι συναρμοσθεῖεν πρὸς ἄλληλα τοῦ κατεαγότος ὀστοῦ τὰ πέρατα, διὰ διττὴν αἰτίαν. αὐτά τε γὰρ, οἶμαι, τὰ θραύσματα, μεταξὺ τῶν συναγομένων μερῶν ἱστάμενα, διακωλύσει ψαύειν ἀλλήλων τὰ συναρμοττόμενα, καὶ εἵπερ ἅρα δυνηθείη τι πρὸς τοὐκτὸς τῶν ὀστῶν ἐκπεσεῖν, οὐδ’ οὕτως ἀκριβὴς 
430
ἡ ἁρμονία γενήσεται τῶν διαπλαττομένων, ὡς τὴν ἀρχαίαν ἕνωσιν μιμήσεσθαι· μόνως γὰρ ἂν ἐκείνη γένοιτο τῶν ἐξοχῶν ἁρμοσθεισῶν ἐν ταῖς κοιλότησιν. εἰ δ’ ἅπαξ ἀπόλοιντο θραυσθεῖσαι, κενὴν χώραν ἀναγκαῖον ἀπολειφθῆναι μεταξὺ τῶν ἁρμοζομένων ἀλλήλοις ὀστῶν, εἰς ἣν ἰχῶρας ἀθροιζομένους, εἶτ’ ἐν τῷ χρόνῳ σηπομένους ὅλον ἅμ’ ἑαυτοῖς τὸ κῶλον ἀνάγκη διαφθεῖραι. διὰ ταῦτα μὲν οὖν χρὴ τὴν παραγωγὴν τῶν ὀστῶν ποιεῖσθαι διεστώτων. αὐτὸ δὲ δὴ τοῦτο πάλιν οὐχ οἶόν τε καλῶς ἐργάσασθαι χωρὶς ἀντιτάσεως. χρὴ τοίνυν ἤτοι διὰ τῶν χειρῶν, εἰ μικρὸν εἴη τὸ κῶλον, ἢ διὰ βρόχων περιβαλλομένων, ἢ καὶ σὺν αὐτοῖς ὀργάνων οἵων Ἱπποκράτης ἡμᾶς ἐδίδαξε τὴν ἀντίτασιν ποιεῖσθαι τῶν ὀστῶν· ἐπειδὰν δὲ ἱκανῶς διαταθῇ καὶ μηκέτι κίνδυνος ἀλλήλοις ἐνερείδειν τῷ παράγεσθαι, κατ’ εὐθὺ θέμενον ἀνεῖναι τοὺς βρόχους, ἐπιτρέψαντα τοῖς μυσὶ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα· συνεφάπτεσθαι δὲ ἐν τούτῳ ταῖς χερσὶ καὶ αὐτὸν εἴ τί που παραλλάττει μικρὸν ἐπανορθούμενόν τε καὶ διαπλάττοντα. μετὰ δὲ ταῦτα δεύτερος ἂν εἴη σκοπὸς ἀτρεμεῖν
431
ἀκριβῶς τὸ κῶλον, ὡς μηδὲν κινοῖτο τῶν διαπλασθέντων· ἀναγκαῖον γὰρ ἐν τῷδε παραλλάττειν αὖθις. εἰ μὲν οὖν ἐπιτρέψαις αὐτῶ τῷ κάμνοντι προνοεῖσθαι τῆς ἡσυχίας αὐτοῦ, περὶ μὲν τὸν τῆς ἐγρηγόρσεως χρόνον ἴσως ἂν τοῦτο πράξειεν, ὑπνώττων δ’ ἐξ ἀνάγκης κινήσει τὸ κῶλον. ὅπως οὖν ἀεὶ φυλάττοιτο τῶν διαπλασθέντων ἡ θέσις, οὐ μόνον ὑπνώττοντος, ἀλλὰ καὶ πρὸς ἄφοδον ἀνισταμένου τἀνθρώπου, κᾀν ταῖς μεθυποστρώσεσιν ἀσφαλεῖ δεσμῷ περιλαβεῖν χρὴ τὸ κάταγμα, σφίγγειν ἀκριβῶς δυναμένῳ πρὸς ἄλληλα τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ. ἀλλ’ ἐπεὶ τῶν δεσμῶν ὁ μὲν χαλαρὸς ἐπιτρέπει κινεῖσθαι τοῖς ὀστοῖς, ὁ δ’ ἰσχυρὸς σφιγγόμενος ὀδύνην ἀπεργάζεται, πειρατέον ἀπολαύοντα τῆς ἀφ’ ἑκατέρου χρείας, φυλάττεσθαι τὴν βλάβην. γένοιτο δ’ ἂν τοῦτο φευγόντων τὰς ἀμετρίας. μήτε οὖν εἰς τοσοῦτον σφίγγειν ὣς ἤδη καὶ θλίβειν, μήθ’ οὕτως ἐκλύειν τὴν σφίγξιν ὡς χαλαρὸν ἐργάζεσθαι. εἰ μὲν οὖν ἰσοπαχὲς εἴη ἕκαστον τῶν μορίων, ὁ πλατύτατος ἂν ἐπίδεσμος ἄριστος ὑπῆρχεν, ὅλων ὁμαλῶς τε καὶ συνεχῶς ἐκ παντὸς μέρους περιλαμβάνων
432
τὸ κατεαγός. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει, τῷ μὲν θώρακι περιβάλλειν ἐγχωρεῖ τὸν πλατύτατον, οὔτε δ’ ἐπὶ τῶν κώλων οὔτ’ ἐπὶ κλειδὸς, ἀλλ’ ἐπὶ τῶν τοιούτων ὁ στενὸς ἀμείνων, ὡς ἂν μήτε ῥυτιδούμενος ἅπαντί τε μορίῳ ψαύων τοῦ δέρματος ᾧ περιελήλικται· ἀλλ’ οὗτός γε οὐκ ἀσφαλὴς, ὀλίγαις λαβαῖς συνέχων τὸ κατεαγός. ὅσον οὖν εἰς ἀσφάλειαν αὐτοῦ διὰ τὴν στενότητα λείπει, τοῦτ’ ἐκ πλήθους τῶν περιβολῶν καὶ τῆς ἐπὶ τὸ ὑγιὲς νομῆς προστιθέναι. ἀλλ’ ἐπεὶ τῶν ἐπιδέσμων, ὅσοι πιλοῦσί τε καὶ σφίγγουσιν ἀλύπως τὴν σάρκα, φύσιν ἔχουσιν ἐκθλίβειν μὲν ἐξ ἐκείνων τῶν μορίων οἷς πρώτοις ἐπιβάλλονται τοὺς χυμοὺς, ἐναποτίθεσθαι δὲ καὶ στηρίζειν εἰς ἅπερ ἐτελεύτησαν, εὔλογον οἶμαι βάλλεσθαι μὲν τὴν ἀρχὴν τῶν ἐπιδέσμων ἐπ’ αὐτὸ τὸ κάταγμα· νέμεσθαι δὲ ἐντεῦθεν ἐπὶ τὸ λοιπὸν κῶλον. ὁ γὰρ ἔμπαλιν ἐπιδῶν ἀπὸ τῶν ὑγιεινῶν ἐπὶ τὸ πεπονθὸς ἐκθλίβει τὸ αἷμα. καὶ μὴν εἴπερ ἀπὸ μὲν τοῦ πεπονθότος ἄρχεσθαι προσήκει, τελευτᾷν δὲ ἐπὶ τὸ ὑγιὲς, οὐ μόνον ἀβλαβὴς ἡ ἐπίδεσις εἰς ἅπερ εἴπομεν ἡ τοιαύτη γένοιτ’ ἂν, ἀλλὰ καὶ
433
χρηστόν τι προσεκπορίζουσα· φλεγμονὴν γὰρ οὐδεμίαν ἐάσει συστῆναι περὶ τὸ κάταγμα· χρὴ δὲ, οἶμαι, καὶ τούτου φροντίζειν ἐν τοῖς μάλιστα. κίνδυνος γὰρ ἐπί τε ταῖς ἀντιτάσεσιν, ἃς διαπλάττοντες τὸ κῶλον ἐποιούμεθα, καὶ πρὸ τούτων, ὅτι τὰ πλεῖστα τῶν ἐργαζομένων αἰτίων τὸ κάταγμα τὴν περιβεβλημένην τοῖς ὀστοῖς σάρκα πρότερον ἀδικεῖ πιλοῦντα καὶ θλῶντα, ὡς μεγάλας ἀκολουθῆσαι φλεγμονάς. οὐ θαυμάσαιμι δ’ ἂν οὐδ’ εἰ καὶ τοῖς ὀστοῖς αὐτοῖς τοῖς κατεαγόσιν ἀνάλογόν τι φλεγμονῇ συμπίπτει. καὶ γὰρ καὶ φαίνεται τά γε μὴ καλῶς ἰαθέντα σαφῶς ὑγρότερα τῶν κατὰ φύσιν, ὅταν ἅμα τραύματι τὸ κάταγμα γενόμενον ὑπὸ τὴν τῆς ὄψεως ἥκῃ διάγνωσιν. οὐ μὴν οὐδὲ ὁ σφάκελος ἐξ ἄλλης προφάσεως ὁρμᾶται, φθορὰ καὶ αὐτὸς ὑπάρχων ὅλης τῆς οὐσίας αὐτῶν. οὔκουν ἀμελεῖν χρὴ τοῦ τὸ περιττὸν ὑγρὸν ἐκθλίβεσθαι πάντων τῶν περὶ τὸ κάταγμα μορίων. ἄρχεσθαί τε οὖν ἀπὸ τοῦ πεπονθότος καὶ δὶς ἢ τρὶς ἐν κύκλῳ περιβαλόντα νέμεσθαι τοὐντεῦθεν ἐπὶ τὸ ὑγιές. ὁ γὰρ οὕτως ἐπιδῶν ἀπείργει τε τὴν ἐκ τῶν ὑγιῶν εἰς τὸ πεπονθὸς ἐπιῤῥοὴν τοῦ
434
αἵματος, ἐκθλίβει τε τὸ φθάσαν ἠθροῖσθαι κατ’ αὐτό. διττῶν δὲ ὄντων χωρίων τῶν δυναμένων ἐνδέξασθαί τι παρὰ τῶν πεπονθότων καὶ πέμψαι τὰ μὲν ὑπερκείμενα διά τε τὸ πλῆθος καὶ τὸ μέγεθος ἱκανώτερα πρὸς ἄμφω, τὰ δὲ ἄκρα διὰ τὰ ἐναντία, βραχὺ μέν τι καὶ δέξασθαι καὶ πέμψαι δύναται; πολὺ δὲ οὔτε χορηγῆσαί ποτε τοῖς πεπονθόσιν οὔτε παρ’ ἐκείνων λαβεῖν. ὥστε διὰ ταῦτα δύο ἐπιδεύματα πρῶτα ποιησάμενος ὁ Ἱπποκράτης, τῷ μὲν ἑτέρῳ προτέρῳ τό τε περιεχόμενον ἐν τοῖς πεπονθόσιν ἐκθλίβει πρὸς τὰ ὑπερκείμενα, τό τε ἐξ ἐκείνων ἐπιῤῥέον ἀνείργει. τῷ δὲ ὑπολοίπῳ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς, ἃς κατ’ αὐτοῦ τε τοῦ κατάγματος, ἔτι τε τῆς ἐπὶ τὰ κάτω νομῆς τῶν ὀθονίων ποιεῖται, τὸ μὲν ἐκθλίβει πρὸς αὐτὰ, τὸ δὲ ἀνείργει, κατὰ δὲ τὰς ἑξῆς ἁπάσας, ἡνίκα ἐκ τῶν κατωτάτω μερῶν ἄνω παλινδρομεῖν ἀξιοῖ τὸν ἐπίδεσμον, ὡς εἰς ταὐτὸ τῷ προτέρῳ τελευτῆσαι τοῖς ὑπερκειμένοις ἐκθλίβων, τὰς ἐξ αὐτῶν ἐπιῤῥοὰς κωλύει. φρουρεῖ τ’ οὖν ἅμα καὶ στηρίζει τὸ κατεαγὸς, ἀφλέγμαντόν τε φυλάττει τὰ πρῶτα δύο τῶν ὀθονίων· οὐ 
435
μὴν ἱκανά γε μόνα τὰ εἰρημένα πρὸς ἀμφοτέρας τὰς χρείας. ὅθεν εἰς μὲν τὴν φρουρὰν ἐπικουρίαν αὐτοῖς ὁ Ἱπποκράτης ἐξεῦρε τὴν τῶν σπληνῶν ἐπιβολὴν, ἅμα καὶ τοῖς ἔξωθεν ὀθονίοις, ἃ τούτους αὐτοὺς στηρίζει. πρὸς δὲ τῷ μὴ φλεγμῆναι φαρμάκῳ τινὶ κελεύει χρῆσθαι τῶν ἀφλεγμάντων, οἵα πέρ ἐστιν ἡ ὑγρὰ κηρωτή. ταῦτά τε οὖν ἅπαντα τοῖς εἰρημένοις λογισμοῖς εὑρέθη καὶ πρὸς τούτοις ἔτι τὸ τῆς ἀποθέσεως σχῆμα, διττῷ καὶ τοῦτ’ ἐνδείξεως ὑποπῖπτον τρόπῳ· προτέρῳ μὲν ἐκ τῶν κοινῶν ἐννοιῶν ἠρτημένῳ ψιλῷ, ἑτέρῳ δὲ ἐκ τῆς τῶν θεραπευομένων ὀργάνων κατασκευῆς. ὁ μὲν οὖν πρότερος ἀνωδυνώτατον αἱρεῖσθαι συμβουλεύει σχῆμα, πρός τε τῷ μὴ φλεγμαίνειν τὰ μόρια καὶ διαμένειν ἀτρέμα ἐπ’ αὐτοῦ μόνου δύνασθαι τὸν κάμνοντα χρόνῳ παμπόλλῳ. ὁ δὲ δεύτερος τρόπος ὁ ἐκ τῆς τῶν θεραπευομένων φύσεως ὁρμώμενος ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μῦς ὡς εὐθύτατα κεῖσθαι κελεύει. καὶ δὴ καὶ ὁμολογοῦσιν ἀλλήλοις οἱ τρόποι· τό τε γὰρ εὐθύτατον ἑκάστου μορίου σχῆμα μάλιστά
436
ἐστιν ἀνώδυνον, ὅ τι δ’ ἂν ἑτέρου μᾶλλον ἀνώδυνον ᾖ, κατὰ φύσιν μάλιστά ἐστι τῷ κώλῳ· χειρὶ μὲν τὸ καλούμενον ἐγγώνιον, σκέλει δὲ τὸ μικροῦ δεῖν ἐκτεταμένον. εἰς ἀνωδυνίαν δὲ οὐ μόνον τὸ κατὰ φύσιν ἑκάστου σχῆμα τῶν ὀργάνων, ἀλλά τι καὶ τὸ ἔθος ἔοικε συντελεῖν. αὕτη μὲν οὖν σοι καὶ ἡ τοῦ σχήματος εὕρεσις, ἐν ᾧ χρὴ διαφυλάττειν τὸ κῶλον· ἡ δ’ αὐτὴ κατὰ τὴν ἀντίτασίν τε καὶ διάπλασιν. ἄμεινον γὰρ ἐν εὐθυτάτῳ καὶ ἀνωδυνωτάτῳ διατείνειν καὶ διαπλάττειν τὸ κῶλον· πολὺ δὴ μᾶλλον ἐν τῷ αὐτῷ σχήματι τὴν ἐπίδεσίν τε καὶ τὴν ἡσυχίαν τοῦ μορίου ποιεῖσθαι προσήκει. τὸ γὰρ ἐν ἄλλῳ μὲν ἐπιδεῖν, ὑπαλλάττειν δὲ εἰς ἕτερον, οὐκ ὀδύνην μόνον, ἀλλὰ καὶ διαστροφὴν ἐργάζεται τοῖς ὀστοῖς. εἰ γάρ τι μεμνήμεθα τῶν ἐν τοῖς περὶ μυῶν κινήσεως ὑπομνήμασιν εἰρημένων, ἀναγκαῖόν ἐστιν ὑπαλλαττόντων τὸ σχῆμα τινὰς μὲν τῶν μυῶν ἐντείνεσθαί τε καὶ οἷον σφαιροῦσθαι συναγομένους, ἐνίους δ’ ἐκλύεσθαί τε καὶ χαλᾶσθαι. ἔνθα μὲν οὖν ἐντείνονται, θλίβεσθαί τε πρὸς τῶν ἐπιδέσμων αὐτοὺς ἀναγκαῖόν ἐστιν ὀδυνᾶσθαί τε διὰ τὴν
437
θλίψιν· ἔνθα δὲ ἡ τάσις ἐκλύεται, χαλαρὰν μὲν ἐν ἐκείνῳ τῷ μέρει τὴν ἐπίδεσιν, ἀστήρικτον δὲ γίνεσθαι τὸ κάταγμα. διὰ ταῦτ’ οὖν ἅπαντα διατείνειν τε καὶ διαπλάττειν ἐπιδεῖν τε καὶ ἀποτίθεσθαι καθ’ ἓν σχῆμα τὸ ἀνωδυνώτατον, ἕλοιτ’ ἄν τις. εἰς μὲν δὴ τὴν πρώτην ἐνέργειαν ἣν ἐνεργοῦμεν ἐν τοῖς κατεαγόσιν, οὐδὲν ἔτι λείπει παράγγελμα. λύειν δὲ κελεύει διὰ τρίτης ὁ Ἱπποκράτης, ὅπως μήτ’ ἄση τις γίγνοιτο, μήτε κνῆσις ἀήθως σκεπασθέντι τῷ μορίῳ, μήτ’ ἐπὶ πλέον αἱ διαπνοαὶ κωλύοιντο τοῦ φθάσαντος ἐστηρίχθαι κατὰ τὸ κάταγμα· δι’ ἃς οὐ μόνον ἀσωδῶς κνήσεσθαι συμβαίνει τισὶν, ἀλλὰ καὶ διαβρωθέντος ὑπὸ τῆς τῶν ἰχώρων δριμύτητος ἐνίοτε τοῦ δέρματος ἕλκωσιν γενέσθαι. καταντλεῖν οὖν ὕδατος εὐκράτου τοσοῦτον, ὅσον ἱκανόν ἐστι διαφορῆσαι τοὺς τοιούτους ἰχῶρας. ἢν δὲ δὴ καὶ αὖθις ὁμοίως πράξῃς, ἑβδόμῃ μὲν ἂν εἴη μετὰ τὴν πρώτην ἀρχὴν ἡμέρᾳ, φαίνοιτο δ’ ἂν ἤδη μηδενός γε ἐμποδὼν γενομένου πάντ’ ἀφλέγμαντα, καὶ αὐτοῦ γε τοῦ κατὰ φύσιν ἐνίοτε μᾶλλον ἰσχνά. τότε οὖν ἐγχωρεῖ νάρθηκάς τε περιτιθέναι καὶ λύειν διὰ πλέονος·
438
ἔμπροσθεν μὲν γὰρ ὅθ’ ὁ τῆς φλεγμονῆς ἐπεκράτει σκοπὸς, οὐκ ἦν ἀσφαλὲς θλίβειν τοῖς νάρθηξι· νυνὶ δὲ ἐπειδὴ πέπαυται μὲν αὕτη, στηρίζεσθαι δὲ χρὴ τὸ κάταγμα, καλῶς ἄν τις αὐτοῖς χρῷτο. καὶ μὲν δὴ καὶ διὰ πλέονος ἐγχωρεῖ λύειν, ὡς ἂν μηκέτι χρῃζόντων τῶν μερῶν ἀποκρίνειν ἰχῶρας. ἀλλὰ καὶ ἡ πώρωσις ἄμεινον ἂν οὕτως γίγνοιτο· χρὴ γὰρ, ὡς ἔμπροσθεν εἴρηται, παγῆναί τι τῆς οἰκείας τροφῆς τῶν ὀστῶν, ἵνα γένηται πῶρος. οὔκουν χρὴ τοῦτ’ ἀποκλύζειν τῶν χειλῶν τοῦ κατάγματος, ἢ διαφορεῖν ἐκτὸς, ὅπερ αἱ συνεχεῖς λύσεις ἐργάζονται. οὐ μὴν οὐδ’ οὕτω πολὺ διαλείπειν, ὡς μηδὲ γνῶναι πᾶς προσχωρεῖ τὸ κάταγμα. πολλάκις γοῦν ἐθεασάμην ἀκριβῶς ξηρανθέντων τῶν ὀστῶν δυσχερῶς γιγνομένην τὴν πώρωσιν. ἐπαντλεῖν οὖν χρὴ τοῖσδε μέτριον τῷ πλήθει, διὰ τρίτης ἢ τετάρτης ἡμέρας ὕδωρ θερμὸν, ὅρον ἔχοντα τοῦ παύσασθαι τῆς καταιονήσεως τὴν εἰς ὄγκον ἐρυθρὸν ἔπαρσιν τῶν σαρκῶν. ἐπὶ μὲν δὴ τούτων πρὶν ἄρχεσθαι καθίστασθαι παύσασθαι χρὴ, καθάπερ ἐφ’ ὧν διαφορῆσαί τι βουλόμεθα, μὴ παύεσθαι πρὸ τοῦ συμπεσεῖν
439
τὸν ἐκ τῆς αἰονήσεως ὄγκον. ἐφ’ ὧν δ’ ὑγρότης ἐστὶ πλείων καὶ διὰ ταύτην οὐ πωροῦται τὰ κατεαγότα, ξηραίνειν αὐτὴν, ὡς ἔμπροσθεν εἴρηται, πειρᾶσθαι δι’ ἐπιδέσεως προσηκούσης καὶ καταντλήσεως, ἤτοι γ’ ἐλαχίστης παντάπασιν ἢ πλείστης. ἡ μὲν γὰρ ἐλαχίστη, πρὶν ἐπιῤῥυῆναί τι παυομένη, τά τε πρόχειρα τῶν ὑγρῶν διαφορεῖ, τά τε ἐν τῷ βάθει διαχεῖ μετρίως· συμφέρει δὲ οὕτω κεχύσθαι τοῖς ὑπὸ τῆς ἐπιδέσεως ἐκθλίβεσθαι μέλλουσιν. ἡ δὲ πλείστη διαφορεῖ πλέον ἢ ἕλκει. εὔδηλον δὲ δήπου καὶ ὡς ἐπὶ μὲν τῆς ἐκθλιβούσης ἐπιδέσεως ἧττον χρὴ πιέζειν τὰ τελευταῖα τῶν ὀθονίων, ἐπὶ δὲ τῆς ἀνατρεφούσης οὐχ ἧττον, ταῦτα καὶ συμπάσας τὰς περιβολὰς χαλαρωτέρας ποιεῖσθαι. ἐπεὶ δὲ οὐ μόνον ἐν ᾧ χρὴ καιρῷ συμπράττειν ταῖς πωρώσεσιν, ἀλλὰ καὶ ὅπως ἐξεύρηται, λείποιτ’ ἂν ἔτι περὶ τῆς συμπάσης διαίτης εἰπεῖν. ὅτι μὲν οὖν ἐν ἀρχῇ λεπτοτάτως χρὴ διαιτᾷν ἐν τῇ τῶν φλεγμονῶν οἰκείᾳ θεραπείᾳ λεχθήσεται· λεχθήσεται δὲ καὶ ὡς φλέβα χρὴ τέμνειν, ἐνίοτε δὲ καὶ διὰ γαστρὸς ἐκκενοῦν 
440
τὰ περιττά. κατὰ δὲ τὸν τῆς πωρώσεως καιρὸν ἀνατρέφειν χρὴ τὸ σῶμα σιτίοις εὐχύμοις καὶ τροφίμοις, ἐξ ὧν εἴωθε γεννᾶσθαι χυμὸς οὐ μόνον χρηστὸς, ἀλλὰ καὶ γλίσχρος, ἐξ οἵου χρὴ μάλιστα γίγνεσθαι τὸν πῶρον· ἐκ μὲν γὰρ τῆς ὀῤῥώδους καὶ λεπτῆς ὑγρότητος οὐδ’ ἂν γεννηθείη τὴν ἀρχὴν, ἐκ δὲ τῆς παχείας μὲν, ἀλλὰ ψαθυρᾶς καὶ ἀλιποῦς, γεννηθείη μὲν ἂν οὐ βραδέως, ἀλλ’ ἐν τῷ χρόνῳ ξηραινόμενος κραυρότερος καὶ διὰ τοῦτο εὔθραυστος γίνεται. μεγέθει δὲ ἔστω τηλικοῦτος; ὡς ἀσφαλῆ τε ἅμα δεσμὸν εἶναι τοῖς ὀστοῖς καὶ μὴ θλίβειν τοὺς μῦς· ὁ μὲν γὰρ μικρότερος ἢ χρὴ σφαλερὸς τοῖς ὀστοῖς; ὁ δὲ μείζων τοῦ προσήκοντος ὀδυνηρὸς τοῖς μυσί. προσέχειν οὖν ἀκριβῶς αὐτῷ τὸν νοῦν, ἤτοι προτρέπειν ἐνδεῶς γιγνόμενον, ἢ κωλύειν ἀμέτρως αὐξανόμενον. ἐξ ὧν δ’ ἐργάσῃ ταῦτα, τό τε ποσὸν τῆς αἰονήσεως ἐστι καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν τῶν ἐδεσμάτων, αἵ τε ἔξωθεν ἐπιτιθέμεναι κατ’ αὐτοῦ δυνάμεις φαρμάκων. περὶ μὲν οὖν αἰονήσεως καὶ διαίτης προείρηται. τῶν δὲ φαρμάκων ὅσα μὲν ἐμπλαστικὰ ταῖς οὐσίαις ἐστὶ μετρίως θερμαίνοντα,
441
προτρέπει τε καὶ συναύξει τοὺς πώρους· ὅσα δὲ διαφορητικὰ, καὶ τοὺς ὄντας ἤδη μεγάλους καθαίρει. μήτε δὲ ἀνατρέφειν ἐθέλων μήτε καθαίρειν τὸν πῶρον, ἀλλ’ ὡς αὐτὸς ὡρμήθη δέχεσθαι, φαρμάκων κέχρητο τῶν ἐναίμων ὀνομαζομένων· ἃ δὴ μετρίως ξηραίνοντα καὶ τὴν πῆξιν ἐργάζεται μετρίαν τοῦ πώρου. περὶ μὲν δὴ τῶν ἐγκαρσίων καταγμάτων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῶν παραμήκων τὰ μὲν ἄλλα σύμπαντα τὰ αὐτὰ, πιέζειν δὲ χρὴ μᾶλλον ταῦτα κατ’ αὐτὸ τὸ κάταγμα καὶ προστέλλειν εἴσω τὸ ἀφεστηκός. ὅσα δὲ ἐθραύσθη πολυειδῶς καὶ μάλιστα σὺν ἕλκεσιν, ὅπερ ὡς τὰ πολλὰ φιλεῖ γίγνεσθαι, σπλῆνα σκεπαρνηδὸν ὡς Ἱπποκράτης ἐκέλευσε περιβάλλειν, οἴνῳ τέγγοντας αὐστηρῷ τε καὶ μέλανι καὶ μάλιστ’ ἐν θέρει. σήπεται γὰρ εἴτε ἐλαίῳ τις εἴτε κηρωτῇ χρῷτο, δεόμενά γε ξηραίνεσθαι μειζόνως ἢ τἄλλα, διότι καὶ μεῖζον τὸ πάθημα. καὶ τοίνυν καὶ τὰ φάρμακα πάντα τῶν ξηραινόντων ἔστω, καθάπερ ἐκεῖνος ἐκέλευσεν, ἅμα καὶ τὸ μέτρον ἐπ’ αὐτοῖς ὁρίσας· ἐκ γὰρ τῶν ἐναίμων ὀνομαζομένων
442
εἶναι κελεύει τὰ τοιαῦτα τῶν φαρμάκων. εἰ δὲ καὶ κατ’ ἀρχάς τις εὐθέως αὐτοῖς χρῷτο, τοιοῦτον εἶναι συνεβούλευε τὸ ἔναιμον, ὃ σύντροφόν ἐστιν ἐπιτέγξει. τὰ μὲν οὖν ἄλλα σύμπαντα ταῖς ἐκείνου ποιητέον ὑποθήκαις, οὐκ ἐν τοῖς εἰρημένοις μόνον, ἀλλὰ κᾂν γυμνωθὲν τὸ ὀστοῦν ἀποπρίσεως δέοιτο, κᾂν παρασχίδας τινας ἤτοι γ’ αὐτὸν ἀφαιρεῖν ἢ τῆς φύσεως ἐξωθούσης συμπράττειν προσήκει. περὶ δὲ τῶν ὑποτιθεμένων σωλήνων τοῖς σκέλεσιν, ὅσα μὲν Ἱπποκράτης ἠπόρησεν, εἴτε χρηστέον εἴτε μὴ χρηστέον, ἅπαντές τε γινώσκουσιν, ἐπαινεῖν τε χρὴ τοὺς λογισμούς. ὃ δὲ τοῖς νεωτέροις εὕρηται γλωσσόκομον, ᾧ χρώμεθα μάλιστα κατὰ τὸν τῆς πωρώσεως καιρὸν, ἐπαινῶ μὲν εἴπερ τι καὶ ἄλλο τῶν τοιούτων μηχανημάτων, οὐ μὴν ἔοικέ γε Ἱπποκράτης γινώσκειν αὐτὸ καίτοι γε οὐκ ἀμελὴς εἰς τὴν τῶν χρησίμων ὀργάνων εὕρεσιν. ἀλλὰ τό γε τοῖς σκέλεσιν ὑποτιθέμενον ὄργανον ὀρθῶς τοῖς μετ’ αὐτὸν ἐξεύρηται, δι’ ἑνὸς ἄξονος ἐπὶ τελευτῇ τοῦ μηχανήματος ἐν τοῖς κάτω μέρεσι τεταγμένου τὴν ἀντίτασιν
443
ἐργαζόμενον ὅλῳ τῷ κώλῳ ἐντάσεσι διτταῖς. ὀνομάζεται δὲ αὐτῶν ἡ μὲν κατ’ εὐθὺ τείνουσα τὸ κῶλον εὐθύπορος, ἡ δ’ ἄνω μὲν πρότερον, εὐθὺς δὲ κάτω μεταληπτική· γίνονται δὲ ἀμφότεραι διὰ περιθέσεως βρόχων. ἄριστος δ’ εἰς τοῦτο βρόχος ὁ ἐκ δυοῖν διαρτῶν. οὗτος οὖν ἐν μὲν τοῖς κάτω τοῦ κατάγματος μέρεσι τοῦ κώλου περιτιθεὶς τὴν εὐθύπορον ἐργάζεται τάσιν, τῶν σκελῶν αὐτοῦ περιτεθέντων τῷ ἄξονι· ἐν δὲ τοῖς ἄνω μέρεσι τοῦ κατάγματος ὁ αὐτὸς οὗτος βρόχος εἰ περιβληθείη, τὴν μεταληπτικὴν ἀποτελεῖ τάσιν, ἀπαχθέντων αὐτοῦ τῶν σκελῶν, ἄνω μὲν πρότερον, εἶτ’ αὖθις κάτω· περιβληθῆναι γὰρ χρὴ καὶ ταῦτα τῷ ἄξονι. τὴν περιαγωγὴν δὲ καὶ τὴν οἷον καμπὴν τῶν σκελῶν τοῦ βρόχου, τὴν ἐκ τῶν ἄνω μερῶν εἰς τὸ κάτω, διὰ τροχιλιῶν γίγνεσθαι χρὴ κατὰ τὰς πλευρὰς τοῦ γλωττοκόμου τεταγμένων. ἔξεστι δὲ καὶ σωλῆνα καλεῖν τὸ τοιοῦτον μηχάνημα καὶ μετὰ προσθήκης σωλῆνα μηχανικὸν ἢ γλωττόκομον μηχανικόν. ἀλλὰ περὶ μὲν ὀργάνων ἐπὶ πλέον ἐροῦμεν ἐν ταῖς τῶν ἐξαρθρημάτων ἰάσεσιν· ὡσαύτως δὲ καὶ περὶ τῆς
444
ἐπιδέσμων ποικιλίας ἐν ἐκείνοις λελέξεται. νυνὶ δὲ ἐπειδὴ περὶ τοῦ μηχανικοῦ σωλῆνος ἐμνημόνευσα, πολλὴν χρείαν παρεχομένου τῷ σκέλει καὶ κατὰ τὴν ἄλλην μὲν ἀπόθεσιν, ἔτι δὲ μᾶλλον ἐπειδὰν ἀλλάττῃ τὴν κοίτην ὁ κάμνων, ἢ ἀποτρίβηταί τι τῶν κατὰ γαστέρα, καλῶς ἂν ἔχοι πρὸς τῷ μηδὲν ἔτι ἐνδεῖν εἰς τὸν ὑπὲρ τούτων λόγον, ἐπαινέσαι πολὺ μᾶλλον ἐκεῖνο τὸ γλωττόκομον, οὗ καὶ τὴν ἑτέραν τῶν πλευρῶν καὶ τὸ σανίδιον ἐφ’ ὃ τὸν πόδα στηρίζουσι, κινούμενα κατασκευάζουσιν, ὥστε ἁρμόζειν ἅπαντι μεγέθει κώλου. περὶ μὲν δὴ τῶν ἄλλων καταγμάτων ἀρκεῖ καὶ ταῦτα μετὰ τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων γιγνώσκεσθαι.

Περὶ δὲ τῶν ἐν τῇ κεφαλῇ γέγραπται μέν που καὶ περὶ τούτων Ἱπποκράτει βιβλίον ὅλον, ἅπαντα διδάσκοντι ὅσα χρὴ πράττειν ἐπ’ αὐτῶν· καὶ ἡμεῖς δὲ ὅταν τήνδε τὴν πραγματείαν ἐπιτελέσωμεν, ἐπιθησόμεθα. ταῖς ἐξηγήσεσι τῶν συγγραμμάτων αὐτοῦ. κατὰ δὲ τὸ παρὸν, ἐπειδὴ τά τε προσευρημένα τοῖς ὑπ’ ἐκείνου λεχθεῖσιν ἐν τοῖσδε τοῖς ὑπομνήμασι προστίθεμεν, ὅσα τε ἀδιορίστως εἶπε διοριζόμεθα, 

445
πρῶτον μὲν ἀναγκαῖόν ἐστι μνημονεῦσαι τῶν κοίλων ἐκκοπέων, οὓς καὶ κυκλίσκους ὀνομάζουσιν· εἶθ’ ἑξῆς τῶν φακωτῶν· καὶ μετ’ αὐτοὺς τῶν στενῶν ξυστήρων· εἶτα περὶ τῆς τῶν φαρμάκων χρήσεως εἰπεῖν τι. τῶν τοίνυν καταγμάτων τοῦ κρανίου τινὰ μὲν ἄχρι τῆς διπλόης ἐξήκει, τινὰ δὲ ἄχρι τῆς ἔνδον ἐπιφανείας τῶν ὀστῶν· καὶ τινὰ μὲν ἁπλαῖ ῥωγμαὶ, τινὰ δὲ θλάσεις, τινὰ δὲ ἕδραι τῶν πληξάντων εἰσίν. αἱ μὲν οὖν ἁπλαῖ ῥωγμαὶ μέχρι τῆς διπλόης διασχοῦσαι τῶν νῦν εἰρημένων ξυστήρων χρῄζουσι τῶν στενῶν. εἶναι δ’ αὐτοὺς χρὴ πολλοὺς μὲν τὸ πλῆθος, ἀνίσους δὲ τὸ μέγεθος, ὡς μηδέποτε ἀπορεῖν τοῦ χρησιμωτάτου τῷ ἔργῳ· κἄπειτα γυμνωθέντος κατὰ τὰ εἰθισμένα τοῦ πεπονθότος ὀστοῦ, χρῆσθαι πρώτῳ μὲν τῷ πλατυτέρῳ, δευτέρῳ δὲ τῷ μετ’ αὐτὸν στενωτέρῳ, κᾄπειθ’ οὕτως ἑξῆς τοῖς ἄλλοις ἄχρι τοῦ στενωτάτου· τούτῳ δὲ χρηστέον ἐπ’ αὐτῆς τῆς διπλόης. εἶτ’ ἰᾶσθαι χρὴ ξηροῖς φαρμάκοις αὐτίκα τε καὶ μέχρι τέλους· ἃ δὴ καὶ δι’ αὐτὸ τοῦτο προσηγόρευται κεφαλικά. σύγκειται δὲ διά τε τῆς
446
Ἰλλυρίδος ἴρεως καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ μάννης ἀριστολοχίας τε καὶ πάνακος ῥίζης φλοιοῦ, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων ὅσα ῥύπτειν πέφυκεν ἄνευ τοῦ δάκνειν. αὕτη γὰρ ἡ γεννωμένη σὰρξ, ἔργον τῆς φύσεώς ἐστιν· ὥστε οὐδὲν εἰς τοῦτο τῆς ἰατρικῆς ὁ κάμνων δεῖται. τὸ δὲ τὴν γεννωμένην συμφύεσθαί τε καὶ περιφύεσθαι πᾶσι τοῖς τῶν ὀστῶν μέρεσιν ἐκ τοῦ μήτε ῥύπον ἐπ’ αὐτοῖς εἶναι μήτ’ ἐλαιώδη τινὰ λιπαρότητα γίγνοιτ’ ἂν μάλιστα. τοῦτ’ οὖν ἐστιν ὃ παρὰ τῶν ἰατρῶν οἱ κάμνοντες ἴσχουσιν εἰς τὴν σάρκωσιν, ὡς ξηρὸν μὲν ἅπαν εἶναι τὸ χωρίον, ἕκαστον δὲ μέρος τῶν πεπονθότων ὀστῶν ἀκριβῶς καθαρόν. ταῦτα μὲν οὖν κοινὰ πάντων τῶν καταγμάτων, ὅταν ἄρχηται σαρκοῦσθαι. τῶν δ’ ἄχρι μήνιγγος διασχόντων, εἰ μὲν εἴη μόνη ῥωγμὴ, τοῖς εἰρημένοις ξυστῆρσι χρηστέον· εἰ δὲ μετὰ θλάσεώς τινος, ἐκκόπτειν χρὴ τὸ τεθλασμένον, ἤτοι διὰ τρυπάνων ἐν κύκλῳ πρότερον κατατιτρῶντα, κᾄπειθ’ οὕτω χρώμενον τοῖς ἐκκοπεῦσιν, ἢ διὰ τῶν κυκλίσκων εὐθὺς ἐξ ἀρχῆς. ἡ μὲν οὖν διὰ τρυπάνων ἐνέργεια σφαλερὰ, διὰ τὸ πολλάκις ἅψασθαί τινας,
447
ἀθροώτερον αὐτοῦ βαπτισθέντος, τῆς μήνιγγος τῆς σκληρᾶς τῆς ὑποτεταμένης τοῖς ὀστοῖς. ἡ δὲ διὰ τῶν κυκλίσκων οὐδ’ αὐτὴ παντάπασιν ἄμεμπτος, σείει γὰρ ἐπὶ πλεῖστον τὴν κεφαλὴν ἡσυχάζειν δεομένην. ἀρκεῖ δέ μοι κᾀνταῦθα μεγάλων μὲν οὐσῶν τῶν ῥωγμῶν καὶ τῶν ὀστῶν τῶν κατεαγότων ἰσχυρῶς κεκινημένων τοῖς κυκλίσκοις χρῆσθαι· βραχείαις γὰρ ἐπιβολαῖς χώραν παρέξεις τοῖς φακωτοῖς ἐκκοπεῦσιν· ἰσχυρῶν δὲ κατὰ τὰ πλεῖστα τῶν ὀστῶν ὑπαρχόντων κατατιτρῶναι τοῖς τρυπάνοις αὐτά. τινὲς δὲ ὑπὲρ τοῦ μηδέποτε ἁμαρτεῖν ἀβάπτιστα τρύπανα κατεσκευάσαντο. καλοῦσι δὲ οὕτως αὐτὰ διὰ τὸ μὴ βαπτίζεσθαι· περιθεῖ γὰρ ἐν κύκλῳ περιφερής τις ἴτυς, προὔχουσα μικρὸν ὑπεράνω τοῦ κατὰ τὸ τρύπανον ὀξέος πέρατος. εἶναι δὲ δήπου χρὴ πολλὰ καὶ ταῦτα πρὸς ἅπαν πάχος κρανίου παρεσκευασμένα· τοῖς μὲν γὰρ παχυτέροις τὸ μακρότερον ἁρμόσει τρύπανον· ὀνομάζω δὲ οὕτως ᾧ μεῖζόν ἐστι τὸ μεταξὺ τοῦ τ’ ἄκρου πέρατος καὶ τῆς κυκλοτεροῦς ἴτυος· τοῖς δὲ λεπτομερέσι τὸ μικρότερον· ἔστι δὲ δήπου καὶ τούτῳ τὸ μεταξὺ τοῦ πέρατός τε
448
καὶ τῆς ἴτυος ἔλαττον. ἔνιοι δὲ τούτων, εἴτε δειλοτέρους χρὴ λέγειν, εἴτ’ ἀσφαλεστέρους, ταῖς καλουμέναις χοινικίσιν ἐχρήσαντο. σὺ δὲ εἰ μήτε ἀφύλακτος εἶναι μέλλοις τῶν ὄντων σφαλερῶν μήτε πέρα τοῦ προσήκοντος φοβερὸς, ἄριστόν σοι τοῖς κυκλίσκοις χρῆσθαι, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν τοῖς πλατυτέροις, ἑξῆς δ’ αὐτῶν τοῖς στενωτέροις, ἄχρι περ ἂν ἐπὶ τὴν παχεῖαν μήνιγγα κατέλθῃς. οὐ μὴν οὐδ’ ἐν κύκλῳ πᾶν ὅσον ἐκκοπῆναι χρὴ τοῖς κυκλίσκοις γυμνωτέον, ἀλλὰ κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος, ἔνθα τὸ κάταγμα βιαιότερον αὐτοῦ γέγονε. πρὸς μὲν γὰρ αὖ τοῖς ἄλλοις καὶ ἡ μῆνιγξ ἀφίσταται τάχιστα τῶν ἰσχυρῶς παθόντων ὀστῶν, ὥστε οὐδεὶς ἔσται κίνδυνος ἅψασθαι τῆς ἀφεστώσης ἤδη. ἢν δ’ ἅπαξ ἕν τι γυμνώσῃς μέρος, ὑποβαλὼν ἐκκοπέα, τὸ μὲν φακοειδὲς ἐπὶ τῷ πέρατι προὖχον ἀμβλὺ καὶ λεῖον ἔχοντα, τὸ δὲ ὀξὺ κατὰ τὸ μῆκος ὄρθιον ὅταν στηρίξῃς κατὰ τῆς μήνιγγος τὸ πλατὺ τοῦ φακοειδοῦς, ἐπικρούων τῇ μικρᾷ σφυρῷ, διαιρεῖν οὕτω τὸ κρανίον. συμβαίνει γὰρ ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις πάντα ὅσων χρῄζομεν. ἡ μέν γε μῆνιγξ,
449
οὐδ’ ἂν νυστάζων τις ἐνεργῇ, τρωθῆναι δύναται, τῷ πλατεῖ μέρει μόνῳ τοῦ φακοειδοῦς ὁμιλοῦσα· καὶ ἢν προσέχηται δέ που τῷ κρανίῳ, καὶ ταύτης τὴν προσάρτησιν ἀλύπως ἀποσπᾷ τὸ περιφερὲς πέρας τοῦ φακοειδοῦς· ἕπεται δὲ ἐξόπισθεν· αὐτῷ ποδηγοῦντι, διακόπτων τὸ κρανίον ὁ ἐκκοπεὺς αὐτός. ὥστε οὔτε ἀκινδυνότερον οὔτε θᾶττον ἐνεργοῦντα τρόπον ἕτερον ἀνατρήσεως εὑρεῖν ἐγχωρεῖ. μάλιστα δ’ αὐτὸν ἐπαινέσεις ἐν τοῖς σφοδροτάτοις κατάγμασιν· ἃ δή τινες τῶν νεωτέρων ἰατρῶν ἐγγεισώματά τε καὶ καμαρώσεις ὀνομάζουσι, τὰ μὲν ἐγγεισώματα τῷ μέσῳ σφῶν αὐτῶν ἐρείδοντα κατὰ τῆς μήνιγγος, τὰ δὲ καμαρώματα τουτὶ μὲν ὑψηλὸν ἔχοντα, καθ’ ἃ δὲ πρῶτον ἀπὸ τῶν ὑγειῶν τὸ πεπονθὸς ἤρξατο χωρίζεσθαι ταῖς τοῦ κατάγματος ῥωγμαῖς, εἴσω μᾶλλον ἀπεληλυθότα καὶ κατὰ τῆς μήνιγγος ἐστηριγμένα. τάχιστα γὰρ ἐπὶ τῶν τοιούτων ἐκκόπτεται τὸ πεπονθὸς ἅπαν, ἑτοιμότερον ὑποδυομένου τοῦ φακωτοῦ πέρατος· ἐν τοῖς ἐπὶ πλεῖστον ἐξεστηκόσι τοῦ κατὰ φύσιν. ἀλλὰ καὶ διὰ τῆς ὀστάγρας ἀνατείνοντες ἢ ἀνακλάσαντες ἔνια 
450
τῶν ἰσχυρῶς συντετρημένων ὀστῶν, κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ὑποδῦναι τὸν φακωτὸν παρασκευάσομεν. ἕπεται δὲ τούτου γενομένου πάντα ἑξῆς ὧν δεόμεθα σὺν ἀσφαλείᾳ τε ἅμα καὶ τάχει· καὶ σχεδὸν, ὡς ἄν τις εἴποι, κατὰ μὲν τἄλλα σύμπαντα καλῶς εἴρηται τοῦτο δὴ τὸ πολυθρύλητον, Ἀρχὴ δὲ τὸ ἥμισυ παντός· ἐνταυθοῖ δ’ οὐχ ἥμισυ τοῦ παντὸς, ἀλλ’ ἤτοι πᾶν ἢ ὀλίγου δεῖν ἅπαν ἔχοις ἂν ἐνθεὶς τὸν φακωτόν. αὕτη μὲν οὖν ἀρίστη χειρουργία τῶν ἐν τῷ κρανίῳ καταγμάτων· ὁπόσον δὲ ἐκκόπτειν χρὴ τοῦ πεπονθότος, ἐφεξῆς σοί δίειμι. τὸ μὲν ἰσχυρῶς συντριβὲν ὅλον ἐξαίρειν εἰ δ’ ἀπ’ αὐτοῦ τινες ἐπὶ πλέον ἐκτείνοιντο ῥωγμαὶ, καθάπερ ἐνίοτε φαίνεται συμβαῖνον, οὐ χρὴ ταύταις ἕπεσθαι μέχρι πέρατος, εὖ εἰδότας ὡς οὐδὲν βλάβος ἀκολουθήσει διὰ τοῦτο, τῶν ἄλλων ἁπάντων ὀρθῶς πραχθέντων. ἡμεῖς γοῦν οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις τοῦτο ποιήσαντες ἐτύχομεν τοῦ τέλους. ἡ δ’ ἔνδειξις ἡμῖν κᾀνταῦθα εἰκότως τῶν ποιητέων ἐκ τῆς φύσεως τῶν πεπονθότων μορίων εὐπορήθη· ἣν γὰρ ἐπὶ τῶν ἄλλων καταγμάτων ἐπίδεσιν
451
ὡς ἀφλεγμαντοτάτην ἐξεῦρεν ὁ λόγος, ἐπὶ κεφαλῆς οὐχ οἷόν τ’ ἐστὶ ποιήσασθαι. ὥστε οὔτε ἀποστρέψαι τὸ ἐπιῤῥέον οὔτε τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσιν ἐκθλῖψαι δυνατόν· ὧν χωρὶς οὐδὲ τῶν ἄλλων ὀστῶν οὐδὲν ὑγιὲς φυλαχθῆναι δύναται. ὑποκείσθω γοῦν βραχίων ἄχρι τοῦ μυελοῦ ῥωγμὴν ἐσχηκὼς, εἶτα μηδεὶς αὐτὸν ἐπιδείτω νόμῳ καταγματικῷ, πᾶσα δήπουθεν ἀνάγκη τοὺς ἰχῶρας οὐκ ἔξω μόνον ὑπό τε τὸ δέρμα καὶ τοὺς μῦς ἀθροιζομένους, ἀλλὰ καὶ τῷ μυελῷ περιεχομένους, ἐκεῖνόν τε πρῶτον καὶ μάλιστα σῆψαι καὶ σὺν αὐτῷ τὸ σύμπαν ὀστοῦν, ὅπου γε καὶ νῦν ἁπάντων προσηκόντως γιγνομένων, ἔστιν ὅτε τοιαῦτα συμπίπτει. πῶς οὖν οὐχὶ καὶ μαλλὸν ἂν ἐπὶ κεφαλῆς ταῦτα συμβαίνοι, μήτε καταγματικὴν ἐπίδεσιν ἐγχωρούσης δέξασθαι, τῶν τε ἰχώρων ἐπὶ τὸ κάταντες φερομένων ὡς ἀθροίζεσθαι πάντας ἐπὶ τῆς μήνιγγος; ἐπὶ μὲν οὖν τῶν ἄλλων καταγμάτων ἡ ἐπίδεσις ὅταν ὀρθῶς γένηται, τοσούτου δεῖ περιττὴν ὑγρότητα συγχωρεῖν ἐπιτρέφεσθαι κατὰ τὸ πεπονθὸς ὀστοῦν, ὥστε καὶ τοῦ κατὰ φύσιν ἰσχνότερον ἀποφαίνειν τὸ χωρίον. ἐπὶ δὲ
452
τῆς κεφαλῆς ὁ μὲν διὰ τῆς ἐπιδέσεως τρόπος οὐχ οἷός τ’ ἐστὶ ξηραίνειν οὕτω τό τε κατεαγὸς ὀστοῦν αὐτὸ καὶ τὰ πέριξ, ὡς μήτε φλεγμῆναι μήθ’ ὅλως ἐργάσασθαί τινα ἰχῶρα· φάρμακόν τε οὐδὲν οὐδ’ ἐπὶ τῶν ἄλλων μερῶν ἄνευ τῆς ἐπιδέσεως ἱκανὸν εἰς ὅσον εἴρηται ξηρὸν καὶ ἀπέριττον ἐργάσασθαι τὸ κατεαγός. ἀναγκαῖον οὖν ἡμῖν γίγνεται γυμνῶσαί τι τοῦ κατάγματος, ἵν’ ἔχωμεν ἀπομάττειν καὶ ἀποπλύνειν ἀπὸ τῆς μήνιγγος τοὺς ἰχῶρας, ἐπειδὰν ὅ τε τῆς φλεγμονῆς παύσηται καιρὸς, ἀκριβῶς τε ᾖ ξηρὰ πάντα, σαρκῶσαι καὶ συνουλῶσαι τὸ χωρίον. οὐκ ἔστιν ὁ λόγος οὗτος ψιλὸς, οἷον οἱ μηδὲν ἐπ’ αὐτῶν τῶν ἔργων εἰδότες σοφισταὶ ζητοῦσι, διὰ τί τὰ τῆς κεφαλῆς οὐ πωροῦται κατάγματα· πωροῦται μὲν γὰρ ὦ βέλτιστοι· καὶ ὑμεῖς οὕτως ἐστὲ ληρώδεις ὥστε τῶν οὐκ ὄντων ὡς ὄντων λέγειν αἰτίας. οἶδα γοῦν ποτε τὸ βρέγματος ὀστοῦν συντριβέν· τὸ δ’ ἐφεξῆς αὐτῷ τὸ τοῦ κροτάφου καλούμενον, ἐν ᾧ τὰς λεπιδοειδεῖς ἐπιβολὰς εἶναι συμβέβηκεν, ἄχρι πλείστου μεγίστην ἔχον ῥωγμὴν ἧς ἡμεῖς
453
ὅλως μὴ προσαψάμενοι, μόνον δ’ ἐκκόψαντες τὸ τοῦ βρέγματος ἰάσαμεν. τὸν ἄνθρωπον, ὡς καὶ νῦν ἔτι ζῇν ἐξ ἐτῶν πολλῶν. εἰ δὲ καὶ τὸ τοῦ βρέγματος εἰάσαμεν, οὕτως ἐσάπη ἂν θᾶττον ἡ κατὰ τοῦθ’ ὑποκειμένη μῆνιγξ ἢ ἐπωρώθη τὸ κάταγμα. ὡς εἴ γε μηδεὶς ἐκ τῶν πεπονθότων ἰχὼρ ἐντὸς ἔῤῥει, περιττὸν ἦν ἐκκόπτειν ὀστοῦν. ἐκεῖνοι μὲν οὖν ὡς σύνηθες αὐτοῖς ἐστι φλυαρείτωσαν, ἐγὼ δ’ ἐφ’ ἑτέρου κατάγματος ὁμοίως γεγονότος ἐνενόησα τὸ μὲν ὑψηλὸν ὀστοῦν ἐᾶσαι, τὸ δ’ ἐν τοῖς πλαγίοις ἐκκόψαι πρὸς ὑπόῤῥυσιν τῶν ἰχώρων· εἶτ’ ἐννοήσας τό τε πάχος αὐτοῦ καὶ τὴν σκληρότητα βέλτιον ᾠήθην εἶναι τὸ μετέωρον ὀστοῦν ἐξελεῖν μᾶλλον ἢ τῆς ὑπποῤῥύσεως φροντίζων σεῖσαι σφοδρῶς τὸν ἐγκέφαλον. ἐνενόησα δὲ καὶ ὡς εἰς τὰ πλάγια γενηθείσης ὀπῆς μεγάλης τοῖς ὀστοῖς ἐξίσχειν ταύτῃ συμβήσεται τὸν ἐγκέφαλον. ἔστι δὲ δήπου πολλαχόθι κατὰ τὰ πλάγια καὶ νεύρων τις ἔκφυσις ἐπικαίρων· ἐν δὲ τοῖς ὑψηλοῖς τῆς κεφαλῆς, οὐδὲ σμικρότατον οὐδαμόθεν νεῦρον ἐκφύεται. διὰ ταῦτα μὲν δὴ ἀπέστην ἐκκόπτειν τὸ πλάγιον ὀστοῦν τῆς κεφαλῆς.
454
ἐπωρώθη δὲ ἀεὶ θεραπευόντων ὡς χρὴ. καὶ σχεδὸν ἔτι τοῦθ’ ἡμῖν ὑπολείπεται διασκέψασθαι, τίς ἡ τῶν φαρμάκων τε καὶ ὅλης τῆς μετὰ τὴν ἀνάτρησιν ἐπιμελείας ἀγωγὴ βελτίστη πασῶν ἐστιν· ἆρά γε ἡ πρᾳοτάτη καὶ παρηγορικωτάτη, καθάπερ νῦν ὑπὸ τῶν πλείστων γίνεται, ἢ ἡ ταύτης ἐναντιωτάτη, διὰ τῶν ἰσχυρότατα ξηραινόντων φαρμάκων, οἷον καὶ Μέγης ὁ Σιδώνιος ἐπαινεῖ. καί τις ἡμέτερος πολίτης ἐχρῆτο διὰ παντὸς, ὡς καὶ τὴν Ἶσιν ἐπονομαζομένην εὐθέως ἐπιθεῖναι γυμνωθείσῃ τῇ μήνιγγι ἔμπλαστρον καὶ κατὰ ταύτης ἔξωθεν ὀξύμελι. πρεσβύτης δὲ ἦν οὗτος ἱκανῶς τρίβων τὰ τοιαῦτα τῆς τέχνης· οὐ μὴν οὔτε ἄλλον τινὰ χρώμενον εἶδον, οὔτε αὐτὸς ἐτόλμησα χρήσασθαι. τοσοῦτο μόνον ἔχω μαρτυρεῖν τῷ Εὐδήμῳ, τοῦτο γὰρ ὁ πρεσβύτης ἐκαλεῖτο, ὡς ἐσώζοντο μᾶλλον οἱ ὑπ’ ἐκείνου θεραπευόμενοι τῶν παρηγορικῶς ἀγομένων. ἐπεχείρησα δ’ ἄν ποτε καὶ αὐτὸς δι’ ἐμαυτοῦ πειραθῆναι τῆς τοιαύτης ἀγωγῆς, εἰ διὰ παντὸς ἐν Ἀσίᾳ κατέμεινα· διατρίψας δ’ ἐν Ῥώμῃ τὰ πλεῖστα τῷ τῆς πόλεως
455
ἔθει συνηκολούθησα, παραχωρήσας τοῖς χειρουργοῖς καλουμένοις τὰ πλεῖστα τῶν τοιούτων ἔργων. τὴν μέντοι φύσιν τοῦ πράγματος ἐπισκοπούμενος ἐννοῶ τοιοῦτόν τινα διορισμὸν, ὑπὸ μακρᾶς πείρας ἡμετέρας μαρτυρούμενον· ὁ καλούμενος ἀκουστικὸς πόρος, οὐ μόνον ἄχρι τῆς σκληρᾶς ἐξικνεῖται μήνιγγος, ἀλλὰ καὶ αὐτοῦ τοῦ νεύρου ψαύει τοῦ καθήκοντος ἐξ ἐγκεφάλου εἰς αὐτόν. κείμενος δ’ οὕτως ἐγγὺς, ὅμως ἰσχυροτάτων ἀνέχεται φαρμάκων, ὡς καὶ πρόσθεν εἴρηται. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ μετὰ τὰς ἀνατρήσεις ἡ μῆνιγξ ἡ παχεῖα, πρὶν ἀξιολόγως φλεγμῆναι, τοῖς ἰσχυροτάτοις χαίρει φαρμάκοις, ὡς ἂν φύσει ξηρὰ τὴν οὐσίαν ὑπάρχουσα.