De methodo medendi

Galen

Galen, De methodo medendi

Αὖθις οὖν ἐπὶ τὰς μεθόδους ἀνέλθωμεν, ἐπιδεικνύντες ὅσον ἡ κοινὴ πάντων ἑλκῶν ἴασις ἐξαλλάττεται κατ’ εἶδος ἐν ἑκάστῳ τοῦ ζώου μορίῳ. μαθησόμεθα γὰρ ἐκ τοῦδε μάλιστα μὲν ὃ δι’ ὅλης πρόκειται τῆς πραγματείας, ἀναμαρτήτους εἶναι κατὰ τὰς ἰάσεις, ἐν παρέργῳ δὲ καὶ τὴν τῶν ἑαυτοὺς ὀνομασάντων μεθοδικοὺς τόλμαν. εἰ γὰρ ἐμοὶ χρή τι πιστεῦσαι, μηδὲν μήτε πρὸς χάριν εἰωθότι μήτε πρὸς ἀπέχθειαν λέγειν, ἁπάντων τῶν ἰατρῶν ὄντες ἀμεθοδώτατοι κατεγνώκασιν, ὥς γε δὴ γράφουσιν, οὐ μόνον τῶν ἄλλων παλαιῶν, ἀλλὰ καὶ τοῦ πασῶν τῶν μεθόδων ἡμῖν ἡγεμόνος Ἱπποκράτους. ὁ μὲν οὖν ἐμπειρικὸς ἰατρὸς ἐκ πείρας φησὶν ἐγνῶσθαι πάνθ’ ἅπερ ἡμεῖς

347
δι’ ἐνδείξεως εὑρίσκεσθαι δείκνυμεν. τρίτου δὲ οὐδενὸς ὄντος οὐδεμιᾶς εὑρέσεως ὀργάνου παρά τε. τὴν ἔνδειξιν καὶ τὴν πεῖραν, οὐδετέρῳ χρώμενοι μεθοδικοὶ καλεῖσθαι δικαιοῦσιν. ἀκολουθησάτωσαν οὖν ἡμῖν καὶ νῦν γοῦν εἰς τὴν τῶν καθ’ ἕκαστον μέρος ἑλκῶν θεραπείαν, ἐπειδειξάτωσάν τε μίαν ἁπάντων ἴασι. ἀκούσωμεν αὐτῶν ὅπως θεραπεύουσιν ἕλκος, ἤ τινας ἐνδείξεις ἀπ’ αὐτοῦ λαμβάνουσιν· ἆρ’ ἄλλας τινὰς ἢ τὸ μῖν ὁμαλὲς ἐπουλῶσαι κελεύουσι, τὸ δὲ κοῖλον σαρκῶσαι, τὸ δ’ ἔναιμον συμφῦσαι; πῶς οὖν εὕρω τά τε ἐπουλωτικὰ καὶ, τὰ κολλητικὰ καὶ τὰ σαρκωτικὰ καὶ τὰ συμφυτικά; μὴ κάμνε, φασίν· εὕρηται γὰρ, ἀλλ’ οὐκ οἶδ’ εἰ καλῶς ἢ εἰ πάντα· δύναται γὰρ ἤτοι γε εὑρῆσθαι μέν τινα τῶν φαυλοτέρων, οὐχ εὑρῆσθαι δὲ τὰ βελτίω· ἢ καὶ τὰ δοκοῦντα εὑρῆσθαι, καὶ αὐτὰ εἶναι μοχθηρά· καὶ διὰ τοῦτο τὰ μὲν μηδόλως θεραπεύεσθαι τῶν ἑλκῶν, τὰ δὲ ἐν χρόνῳ πλέονι καὶ σὺν ἀλγηδόσι καὶ λιμαγχονίαις οὐκ ἀναγκαίαις. οὐδὲ γὰρ οὐδὲ τολμᾷ τις ἐπιθέσθαι νεωτέραν
348
πεῖραν, πρὶν ἢ ἑαυτὸν πεῖσαι τῆς ἔμπροσθεν ἀγωγῆς ὀρθῶς κατεγνωκέναι· οἷον αὐτίκα περὶ τῶν ἐν πνεύμονι συνισταμένων ἑλκῶν, ἃ μηδὲ διαγνῶναι τὴν ἀρχὴν οἷόν τ’ ἐστὶν ἄνευ τῆς ἀνατομῆς τε καὶ τῆς τῶν ἐνεργειῶν γνώσεως, ἅπερ ἀμφότερα φεύγουσιν. ἀλλὰ συγκεχωρήσθω κατά γε τὸ παρὸν ἐγνῶσθαι τοῖς περὶ. τὸν Θεσσαλιν ἕλκος ἐν πνεύμονι γεγονός. πότερον οὖν ὥσπερ τοῦτο ξυνεχωρήσαμεν αὐτοῖς, οὕτω καὶ ὅτι ῥυπαρὸν,. ἢ καθαρὸν, ἢ ὅτι κοῖλον, ἢ ὁμαλὲς, ἢ ἰχώρων, ἢ πύου μεστὸν, ἐπίστασθαι συγχωρήσομεν, ἤτοι γ’ ἐξ ἐπινοίας ἐνθέου, ἢ ὄναρ ἰδοῦσιν; ἢ κᾀν τούτῳ, γοῦν ἐρωτήσομεν αὐτοὺς τὰς διαγνώσεις, ἢ χωρὶς τοῦ διαγνῶναι διδόναι συγχωρήσομεν ὅ τι βούλοιτο φάρμακον εἰδέναι; ἐγὼ μὲν γὰρ ἡγοῦμαι καθῆραι μὲν χρῆναι τῶν ῥυπαρῶν πρότερον τὴν ῥύπον· σαρκῶσαι δὲ τὸ καθαρὸν ἅμα καὶ κοῖλον· ἀποκαθῆραι δὲ τοὺς ἰχῶράς τε καὶ τὸ πῦον, ᾧ περικέχυται ταῦτα· κᾄπειθ’ οὕτως ἐπουλοῦν. οἱ δὲ οὐκ οἶδ’ ὅπως ἰάσονται καὶ τὰ τοιαῦτα τῶν ἑλκῶν· τὴν ἀρχὴν γὰρ οὐδ’ ἔγραψέ τι
349
Θεσσαλὸς ὑπὲρ αὐτῶν, ἵν’ ἤτοι τὴν ἄγνοιαν ἢ τὴν ἀσυμφωνίαν αὐτοῦ πρὸς ἑαυτὸν ἐπιδείξῃ. ἤτοι γὰρ ἄλογα καὶ ψευδῆ περὶ αὐτῶν ἐροῦσιν, ἢ εἴπερ ἀληθῆ τίς φησι, τὴν ἔνδειξιν αὐτῶν ἀναγκαῖον ἐκ τῆς οὐσίας γενέσθαι τοῦ μορίου καὶ προσέτι θέσεώς τε καὶ διαπλάσεως. ὑποκείσθω γὰρ αὐτοὺς ἐπίστασθαι διαγινώσκειν ἕλκος ἐν πνεύμονι ῥυπαρὸν καὶ καθαρὸν, ἀφλέγμαντόν τε καὶ φλεγμαῖνον, ὁμαλές τε καὶ κοῖλον· ἔτι δὲ καὶ τοῦτ’ αὐτοῖς συγχωρείσθω γιγνώσκειν· οὐ μὴν οὐδ’ αὐτοῦ καίτοι γε μικροτάτου γε ὄντος ἔχουσιν εἰπεῖν ἰδίαν εὕρεσιν, ὅτι τὸ τοιοῦτον ἕλκος ὑπὸ τοῦ χλωροῦ φαρμάκου γίγνεται καθαρὸν, εἰ βούλει τοῦ Μαχαιρίωνος ἢ τῆς Ἴσιδος, οὐδὲν γὰρ διαφέρει. τί ποτε οὖν ποιήσουσιν ἐπὶ τοῦ κατὰ τὸ· σπλάγχνον ἕλκους, ἀποκρινέσθωσαν ἡμῖν. ἆρά γε καταπιεῖν δώσουσι τοῦ χλωροῦ φαρμάκου; γελοῖον μὲν ὅλως τὸ πρᾶγμα. ἐπειδὴ γὰρ ἐκ τῆς ἀνατομῆς ἔγνωσται ἡ εἰς τὸν πνεύμονα τῶν φαρμάκων δίοδος, οἱ δ’ ἀπὸ τοῦ Θεσσαλοῦ τὴν ἀνατομὴν· διαπτύουσι, πόθεν· γνώσονται ὅπως εἰς τὸν πνεύμονα τὸ φάρμακον πορεύεται; λεγέτωσαν οὖν ἡμῖν, 
350
πόθεν ἴσασιν ἐνεχθησόμενον εἰς τὸν πνεύμονα τὸ τοιοῦτον φάρμακον; εἰ δ’ ἄρα καὶ τοῦτ’ ἴσασιν, ἀλλ’ ὅτι γε φυλάξει τὴν αὐτὴν δύναμιν, ἣν ἐπὶ τῶν ἑλκῶν τῶν ἐκτὸς εἶχεν, οὐχ οἷόν τε γιγνώσκειν αὐτοῖς. ἀλλὰ δὴ καὶ γινωσκέτωσαν ὅτι τε φυλάξει τὴν αὐτὴν δύναμιν ἣν ἐπὶ τῶν ἐκτὸς ἑλκῶν εἶχε καὶ ὅτι καθαριεῖ τὸν ῥύπον· οὐ μὴν ὅτι γε βῆχα κινήσει δυνατὸν αὐτοῖς ἐπίστασθαι· χωρὶς δὲ τοῦ διὰ βηχὸς ἐκκαθαρθῆναι τὸν ῥύπον οὐδὲ τοῦ ῥύπτοντός ἐστὶ χρεία φαρμάκου. συγχωρείσθω δὲ οὖν καὶ τοῦτ’ αὐτοῖς. ἀλλὰ τό γε διάφορον ἐφ’ ἕλκους πεποιῆσθαι θεραπείαν ἐν μηρῷ καὶ πνεύμονι γεγονότος οὐ δύνανται φυγεῖν, εἴ γε τὸ μὲν ὕδατι περιπλύνουσι, τὸ δὲ ταῖς βηξὶν ἐκκαθαίρουσιν. ὑποκείσθω δὲ πάλιν ἐν τῷ πνεύμονι περικεχύσθαι τῷ ἕλκει παχὺ πῦον· ἆρά γε καὶ νῦν τὸ χλωρὸν δώσουσι φάρμακον, ἢ μέλιτος ἐκλείχειν κελεύσουσιν; ἀλλὰ καὶ τοῦτ’ αὐτὸ πόθεν εὑρήκασι λεγέτωσαν. οὐ γὰρ δὴ τοῦτό γε φήσουσιν, ὅτι λεπτυντικήν τινα καὶ τμητικὴν ἔχει δύναμιν, αὐτοί γε ἑκόντες ἀποστάντες τοῦ ζητεῖν τὰς τοιαύτας δυνάμεις. οὐ μὴν οὐδ’ ὅτι τοῖς ἐμπειρικοῖς
351
εὕρηται τὸ μέλι κατὰ τοιάνδε συνδρομὴν ἐπιτήδειον, ἔνεστιν αὐτοῖς ὁμοίως ἐκείνοις χρῆσθαι· πρῶτον μὲν ὅτι τῆς ἐμπειρίας καταφρονοῦσιν· ἔπειτα δὲ ὅτι κατὰ τὰς τοιαύτας συνδρομὰς ὁ ἐμπειρικὸς ἥτις μέν ἐστιν ἡ ἐν τῷ πνεύμονι διάθεσις ἀγνοεῖν φησι, τετηρῆσθαι δ’ ἐκ πείρας ἑαυτῷ τὰ συμφέροντα. Θεσσαλῷ δὲ οὐκ ἀρκεῖ θεραπεύειν ὃ μηδ’ ὅλως οἶδεν, ἀλλ’ ἀπὸ τῆς τῶν παθῶν ἐνδείξεως ὁρμᾶται. εἰ δὲ δὴ καὶ πάντ’ αὐτῷ συγχωρήσαιμεν, ὥσπερ καὶ πρόσθεν, ὁμοίως ἡμῖν ἐπίστασθαι, τό γ’ ἐπὶ τοῖς διαφέρουσι μέρεσιν ἐξαλλάττεσθαι τὴν θεραπείαν κατ’ εἶδος οὐκ ἄν ποτε ἐκφύγοι. οὐ γὰρ δήπου ταὐτόν ἐστιν ἢ μελίκρατον εἰς μήτραν ἐγχέαι δι’ ἕλκος ῥυπαρὸν, ἢ μέλιτος ἐσθίειν, ἢ καταπλύνειν σπόγγῳ τὸ ἕλκος· ἀλλὰ ταῦτα μὲν ἔτι σμικρὰ, μέγιστα δὲ ἐκεῖνα. χρόνιον ἀφλέγμαντον ἕλκος ἐν πολλοῖς ὑποκείσθω μέρεσιν, ὀφθαλμῷ καὶ ἀκοῇ καὶ μυκτῆρι καὶ στόματι καὶ μηρῷ καὶ γαστρὶ καὶ μήτρᾳ καὶ ἕδρᾳ καὶ αἰδοίῳ· προσυποκείσθω δὲ, εἰ βούλει, τὸ ἕλκος ἢ ὁμαλὲς ἀκριβῶς, ἢ ὀλίγου δεῖν ὑπάρχειν ὁμαλές· ἀποκρινάσθωσαν
352
ἡμῖν οἱ ἀπὸ Θεσσαλοῦ, τοῦ μηδὲν ὅλως περὶ τῶν τοιούτων διορισαμένου, πῶς ἐπουλώσομεν αὐτὸ τῷ διὰ τῆς καδμείας νὴ Δία· τοῦτο γὰρ ἐπουλώσει καλῶς τὸ κατὰ τὸν μηρὸν ἕλκος· ἆρ’ οὖν καὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον; ἄπιστον μὲν ἴσως ἐρῶ, ἀλλ’ ἴσασιν οἱ θεοὶ, χρόνιον ἕλκος εὗρόν ποτε τῶν σοφωτάτων τινὰ Θεσσαλείων οὕτω θεραπεύοντα. θᾶττον δ’ ἂν ἐσάπη τὸ οὖς τἀνθρώπῳ καὶ σκώληκας ἔσχεν, ἢ τῷ διὰ τῆς καδμείας ἐπουλώθη φαρμάκῳ· συγχωρήσαντες δ’ ὅμως αὐτῷ πλείοσι χρήσασθαι ἡμέραις, ἐπειδὴ καθ’ ἑκάστην δυσωδέστερόν τε τὸ οὖς ἐγένετο καὶ ἰχώρων μεστὸν, ἀπιστότερον ἔτι τοῦ πρόσθεν ἐθεασάμεθα τολμηθὲν. οἰηθεὶς γὰρ φλεγμαίνειν ἐν τῷ βάθει τὸν πόρον, ἐπὶ τὴν τετραφάρμακον ἧκεν, ὃ πολὺ δὴ μᾶλλον ἔμελλε σήψειν τὸ μόριον· οὐδὲ γὰρ ξηραίνειν ὅλως ἕλκη δυνατόν ἐστιν, ἀλλὰ πέττειν τὰ φλεγμαίνοντα. ἅτε δ’ ἐναντιωτάτῳ τῆς διαθέσεως αὐτοῦ χρησαμένου φαρμάκῳ, μετὰ μίαν ἡμέραν ἢ δύο ἐπολυπλασιάσθη
353
μὲν αὐτίκα τὸ τῶν ἰχώρων πλῆθος, ἀφόρητος δ’ ἦν ἡ δυσωδία. οὔκουν ἔτι συνεχώρουν οἱ οἰκεῖοι τοῦ ὠτὸς ἅπτεσθαι τῷ Θεσσαλείῳ ὁ δ’ ὑπ’ ἀναισχυντίας τε ἅμα καὶ ἀναισθησίας ἠξίου μὴ μόνον ἐντιθέναι τι τῆς τετραφαρμάκου δυνάμεως, ἀλλὰ καὶ καταπλάττειν ἔξωθεν αὐτῷ χαλαστικῷ καταπλάσματι. τῶν δ’ οἰκείων ἀπελαυνόντων τε καὶ δεδιότων ἐν μεγάλῳ κακῷ τὸν πάσχοντα γενέσθαι, παρεκαλέσαμεν ἡμεῖς ἔτι μίαν ἡμέραν ἐπιτρέψαι τῷ Θεσσαλείῳ τὴν θεραπείαν αὐτοῦ. ἔμελλον δὲ δήπου κατὰ τὴν ὑστεραίαν ὅ τε ἰχὼρ ἔσεσθαι πολλαπλάσιος ἥ τε ὀδμὴ δυσωδεστάτη. καθ’ ἣν ἐπειράθην εἰ οἷόν τ’ εἴη μεταπεῖσαι τὸν Θεσσάλειον ὄνον, ὅπως μὴ πάντας ἐπιτρίβῃ τοὺς πάσχοντας, ἀλλά τινας ἤδη ποτὲ κᾂν ὀλίγους δυνηθείη σῶσαι, τῆς ἀμεθοδωτάτου αἱρέσεως ἀποστάς. ἠρξάμην μὲν οὖν λόγου τοιοῦδε πρὸς αὐτόν. ἆρα οὐχὶ φλεγμονή σοι δοκεῖ κατὰ βάθος εἶναι τοῦ πόρου καὶ διὰ τοῦτο χαλαστικοῖς χρᾷ βοηθήμασιν; ὁ δὲ καὶ πάνυ διετείνετο καὶ οὕτως ἔχειν ἔφασκε καὶ ἀδύνατον ἄλλως. ἆρ’ οὖν, ἔφην,
354
ἐθεάσω σύ ποτε φλεγμαῖνον ἕλκος, ὄξει δριμυτάτῳ μετὰ Γλαυκίου θεραπευθέν; οὐ μὲν οὖν, εἶπεν, ἀλλ’ εἰ τὸν Ἀνδρώνειόν τις κυκλίσκον ὄξει δεύσας χρῷτο, τάχα δ’ ἂν, ἔφη, καὶ σπασθείη. ἐὰν οὖν, εἶπον, ἄλλο τι φάρμακον οὐκ ὀλίγῳ τοῦ Ἀνδρωνείου σφοδρότερον ὄξει τις δριμυτάτῳ διεὶς χρήσηται καὶ ταῦτ’ εἰς οὖς ἐγγὺς οὕτω μόριον ἐγκεφάλου καὶ μηνίγγων, ἆρ’ οὐκ ὄντως σπασθήσεται κατὰ τὸν σὸν λόγον, εἴπερ γε φλεγμονή τις ὑπόκειται; ταῦτ’ ἐδόκει κᾀκείνῳ καὶ τοῖς ἄλλοις τοῖς συμπαροῦσιν ἀληθῶς εἰρῆσθαι. ὅσον μὲν οὖν, ἔφην, ἐπὶ τῷ δεῖσθαι τὴν διάθεσιν τῶν μορίων ἐκτεθηλυσμένων ὑπὸ τῆς σῆς ἀγωγῆς ἐσχάτως ξηραινόντων φαρμάκων ἐχρησάμην ἂν ἤδη τοιούτῳ· νυνὶ δ’ ἐπειδὴ κακὸν ἔθος εἴθισας τὰ μόρια πλείοσιν ἡμέραις, ἐπὶ τοὐναντίον αὐτὰ μετάγειν ἀθρόως οὐκ ἔτ’ ἐγχωρεῖ. σοὶ μὲν γὰρ καὶ Θεσσαλῷ καταφρονεῖν ἔθους ἔξεστιν, ὥσπερ καὶ φύσεως μερῶν· ἡμῖν δ’ οὐκ ἔξεστιν· ἀλλὰ τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ὄξει χρήσομαι μετὰ Γλαυκίου, τῇ δὲ δευτέρᾳ τῷ Ἀνδρωνείῳ, τῇ τρίτῃ δ’ ἐπί τι σφοδρότερον ἔτι καὶ αὐτοῦ τοῦ 
355
Ἀνδρωνείου παραγενήσομαι φάρμακον, ᾧ χρησάμενος ἡμέραις τρισὶν, ἢ καὶ τέτταρσιν, ἐάν μοι φαίνηται δεῖσθαι σφοδροτέρου φαρμάκου τὸ ἕλκος, οὐκ ὀκνήσω κᾀκείνῳ χρήσεσθαι. ἔξωθεν δ’, ἔφην, ἐπιθήσω τῇ κεφαλῇ κατὰ τὸ τοῦ πεπονθότος ὠτὸς χωρίον οὐ μὰ Δί’ ὡς σὺ κατάπλασμα χαλαστικὸν, ἀλλά τι τῶν ξηραντικωτάτων φαρμάκων, ὁποῖόν ἐστι τὸ διὰ τῶν ἰτεῶν, ἢ καὶ αὐτοῦ τοῦ Ἀνδρωνείου καταχρίσω μετ’ ὄξους, ἢ τῶν τούτου τινὶ ξηραντικωτέρων. ἐπεὶ γὰρ ξηρὸν ἐσχάτως ἐστὶ τὸ θεραπευόμενον μόριον, ἀναγκαῖον αὐτὸ ξηραίνειν ἐσχάτως· ἐνδείκνυται γὰρ ὥσπερ τὸ πάθος τοὐναντίον ἑαυτῷ πρὸς τὴν θεραπείαν, οὕτω τὸ μόριον ὅ τί, περ ἂν ὁμοιότατον ἑαυτῷ τυγχάνῃ. καὶ τοίνυν ὥσπερ εἶπον, οὕτω καὶ ἔπραξα, καὶ ὁ ἄνθρωπος ὑγιάσθη, μὴ δεηθεὶς ἰσχυροτέρων ἄλλων φαρμάκων. ἐπ’ ἐνίων μέντοι δεηθέντων, οἷς ἐξ ἐνιαυτοῦ καὶ δυοῖν ἐτῶν ἦν ἕλκη ἐν τῷ ὠτὶ, προσηνέγκαμεν φάρμακον ἁπάντων τῶν ῥηθέντων ἰσχυρότερον· ἔστι δὲ καὶ ἡ καλουμένη σκωρία τοῦ σιδήρου, κοπτομένη τε καὶ διακοσκινομένη λεπτοτάτῳ κοσκίνῳ, κᾄπειτα λειουμένη
356
μέχρι τοῦ χνοώδης γενέσθαι· μετὰ δὲ ταῦτα σὺν ὄξει δριμυτάτῳ καθεψομένη μέχρι τοῦ σύστασιν σχεῖν μελιτώδη τε καὶ γλοιώδη. δῆλον δ’ ὅτι πολλαπλάσιον εἶναι χρὴ τὸ ὄξος ἐν τῇ μίξει· ἀλλ’ ὅπερ εἶπον ἤδη πολλάκις, ἡ μὲν εὐπορία τῆς ὕλης τῶν φαρμάκων ἐξ ἑτέρων ὑπομνημάτων ἔσται σοι· τὰ δὲ τῆς μεθόδου περαινέσθω. τὸ γάρ τοι τῆς ἀκοῆς χωρίον, ἐπειδὴ ξηρότατον ἐστι, διὰ τοῦτο τῶν ἄκρως ξηραινόντων δεῖται φαρμάκων, ὧν οὐδὲν οὐδενὶ τῶν ἄλλων μορίων ἁρμόττει προσφέρειν, ἀλλ’ ὀφθαλμῷ μὲν ἡλκωμένῳ τὸ διὰ τοῦ λιβανωτοῦ κολλύριον, εἰ οὕτως ἔτυχε· μυκτῆρσι δὲ πολὺ μὲν ξηραντικώτερον ἢ κατ’ ὀφθαλμοὺς, ἧττον δὲ ἢ κατ’ οὖς. ὥστε καὶ οἱ κυκλίσκοι πάντες οἱ προειρημένοι χρηστοὶ, καὶ τὸ τοῦ Μούσα φάρμακον, ὅσα τ’ ἄλλα τοιαῦτα. τῶν δ’ ἐν τοῖς στόμασιν ἑλκῶν ὅσα μὲν ἱκανῶς πλαδαρὰ τῶν ξηραινόντων ἰσχυρῶς δεῖται φαρμάκων, οἷον τοῦ διφρυγοῦς αὐτοῦ τε καθ’ αὑτὸ καὶ μετὰ μέλιτος, οἴνου τε καὶ οἰνομέλιτος· ὡσαύτως δὲ καὶ τῆς ἴρεως καλουμένης· ἔτι τε τῆς ἀνθηρᾶς, ἤτοι ξηρῶν, ἢ μετὰ μέλιτος, ἢ οἰνομέλιτος,
357
ἢ οἴνου. ἀγαθὸν δ’ εἰς τὰ τοιαῦτα καὶ τὸ τοῦ Μούσα φάρμακον, ὅ τε τοῦ ῥοῦ χυλὸς ὀμφάκιόν τε καὶ ὅσα πέρ ἐστιν ἄλλα γενναίως ξηραίνοντα. τί γὰρ δεῖ τὰς ὕλας ἐπέρχεσθαι, τὰ δ’ ἁπλούστερα τῶν ἐν τοῖς στόμασιν ἑλκῶν ἱκανὰ θεραπεύειν ἐστὶ καὶ τὰ μετρίως ξηραίνοντα φάρμακα· καθάπερ ταυτὶ τὰ διὰ τὸ συνεχὲς τῆς χρείας ὀνομασθέντα στοματικά· τό τε διὰ μύρων καὶ βάθου καρποῦ καὶ καρύων χλωρῶν λέμματος χυλοῦ, καὶ τούτων ἔτι μᾶλλον τὸ διὰ γλεύκους τε καὶ τῶν τῆς κυπαρίττου σφαιρίων. ὅσα δ’ ἱκανῶς ὑγρὰ τῶν ἐν τοῖς στόμασιν ἑλκῶν πλησίον ὀστῶν, ἔστι δὲ καὶ κίνδυνος διὰ τοῦτο καὶ αὐτὸ τὸ ὀστοῦν σφακελίσαι, σφοδροτάτων ταῦτα δεῖται φαρμάκων διὰ τὴν τῶν ὀστῶν οὐσίαν ξηρὰν οὖσαν. ὥστ’ ἐγὼ λειαίνων ἀεὶ τοὺς προειρημένους κυκλίσκους ἐπιτίθημι τὸ φάρμακον ξηρόν.

Εἴρηται δ’ ὀλίγον ἔμπροσθεν καὶ τῶν κατὰ κύστιν καὶ μήτραν ἔντερά τε καὶ πνεύμονα τὰ γένη τῶν φαρμάκων, οἷς ἐφ’ ἑκάστου χρηστέον ἐστὶ, ἀπὸ μὲν τῆς οὐσίας τῶν θεραπευσομένων μορίων τοῦ φαρμάκου λαμβανομένου

358
μετὰ τοῦ προεπεσκέφθαι τὴν διάθεσιν, τοῦ τρόπου δὲ τῆς χρήσεως αὐτῶν ἀπό τε τῆς διαπλάσεως ἅμα καὶ τῆς θέσεως. ἐντεῦθεν γὰρ ἐπενοήθησαν ὠτεγχύται τε καὶ μητρεγχύται καὶ καθετῆρες καὶ κλυστῆρες. ἐντεῦθεν δὲ καὶ ὅτι τὰ μὲν κατὰ γαστέρα καὶ θώρακα καὶ πνεύμονα συνιστάμενα τῶν ἑλκῶν διὰ τῶν ἐσθιομένων καὶ πινομένων θεραπεύεσθαι χρὴ, τὰ δὲ κατ’ ἔντερα ὅσα μὲν ἐγγὺς τῇ γαστρὶ, διὰ τῶν ἐσθιομένων καὶ πινομένων, ὅσα δ’ ἤδη κατωτέρω, διὰ τῶν ἐνιεμένων· οὔτε γὰρ τοῖς πλησίον τῆς γαστρὸς ἐπαναβῆναι δύναται τὸ διὰ τῆς ἕδρας ἐνιέμενον οὔτ’ εἰς τὰ κάτω τοῦ στόματος ληφθέντος ἡ δύναμις ἀκραιφνὴς ἐξικνεῖσθαι. διὰ τοῦτο καὶ ὅσα κατὰ θώρακα καὶ πνεύμονα συνίσταται τῶν ἑλκῶν ἅμα τε δυσιατότερα τῶν κατὰ τὴν γαστέρα, πόῤῥω γὰρ αὐτῶν ἡ θέσις, ὡς ἐκλύεσθαι τῶν φαρμάκων τὴν δύναμιν, ἅμα τε δι’ αὐτὸ τοῦτο πολὺ σφοδροτέρων χρῄζει τῶν καταπινομένων φαρμάκων ἢ εἰ αὐτοῖς τοῖς ἕλκεσιν ἄντικρυς προσεφέρετο. καὶ διὰ τοῦτο ἐξεύρηται τοῖς ἰατροῖς, ἡνίκα ἐκκαθαίρειν δέονται πῦον ἐκ θώρακος ἢ πνεύμονος, ἰσχυρότατά
359
τε καὶ τμητικώτατα φάρμακα καὶ τοιαῦτα τὴν δύναμιν ὡς παροξῦναι τὸ ἕλκος, εἴπερ ἦν ἐν τῇ γαστρί. καὶ μέν γε τὸ διὰ τῶν βηχῶν ἐκκαθαίρειν αὐτὰ ἐκ τῆς διαπλάσεως ἐλήφθη τῶν μορίων, οὐδεμίαν ἐχόντων ἐκροὴν τοιαύτην οἵαν μήτρα καὶ κύστις καὶ ἕδρα καὶ ὦτα καὶ μυκτῆρες καὶ στόμα. διὰ τοῦτο καὶ ἡ γαστὴρ κατ’ ἄμφω τὰ μέρη καθαίρεσθαι δύναται· ἄνω μὲν διὰ τῶν ἐμέτων, κάτω δ’ ὡς ἡ φύσις. ἀπὸ γάρ τοι τῶν μορίων ὡς ὀργανικῶν αἱ τοιαῦται τῶν ἐνδείξεων, ὥσπερ αἱ κατὰ τὸ ξηραίνειν ἐνδείξεις, ἀπὸ τῆς οὐσίας αὐτῶν ὡς ὁμοιομερῶν. ἀπὸ δέ γε τῶν παθῶν αἱ τοιαῦται πάλιν οἷον ἀπὸ τῶν ἑλκῶν, ἐπειδὴ περὶ τούτων ὁ λόγος ἦν, ὅτι τε ξηραντέον, ὡς ἔμπροσθεν ἐδείκνυτο, καὶ ὅτι τῶν κατὰ τὴν γαστέρα τὸ πῦον ἀποπλῦναι βουλομένοις οὐκ ἀκίνδυνον ἐμεῖν· ὥσπερ εἰ καὶ ἄλλως ἀποῤῥίπτοις ἐμπεπλασμένον αὐτῇ φλέγμα δι’ ὀξυμέλιτός τε καὶ ῥαφανίδων, ἀλλὰ βέλτιον ὑπάγειν κάτω· κίνδυνος γὰρ ἐμοῦντι καὶ σπαράξαι τὸ ἡλκωμένον καί τινα χυμὸν οὐ χρηστὸν ἐκ τῶν πλησίον ἐπισπᾶσθαι. διὰ τοῦτο δὲ, ὡς ἔφην, καὶ τὰ κατὰ πνεύμονα τῶν 
360
ἑλκῶν δυσιατότατα· χωρὶς μὲν γὰρ τοῦ βήττειν οὐκ ἂν ἐκκαθαρθείη, βηττόντων δ’ ἐπιρήγνυται. δι’ ἀλλήλων οὖν αὐτοῖς κυκλεῖται τὸ κακόν· ἐπιφλεγμαίνοντα γὰρ αὖθις τὰ σπαραχθέντα δεύτερον αὖθις δεῖται πεφθῆναί τε τὴν φλεγμονὴν ἀποκαθαρθῆναί τε τὸ πῦον, ὥστ’ ἐκ πάντων αὐτοῖς παρεσκευάσθαι τὸ δυσίατον, οὔτε τῶν οἰκείων ἕλκεσι φαρμάκων ψαῦσαι δυναμένων τοῦ ἕλκους, ὡς ἐν γαστρὶ, καὶ φθανόντων ἐκλύεσθαι μεταξύ· καὶ ὅτι κινεῖται κατὰ τὰς ἀναπνοὰς καὶ σπαράττεται κατὰ τὰς βῆχας. ὥσθ’ ὅταν ἀγγεῖον ἐν πνεύμονι ῥαγῇ, γιγνώσκειν χρὴ σαφῶς εἰ μὴ παραχρῆμα πρὶν φλεγμῆναι κολληθείη, μετὰ ταῦτά γε ἀνίατον ἐσόμενον.

Ὅσα μέντοι τῶν ἑλκῶν ἐν ταῖς τραχείαις ἀρτηρίαις γίγνεται κατὰ τὸν ἔνδον αὐτῶν χιτῶνα, καὶ μάλισθ’ ὅσα τοῦ λάρυγγος πλησίον, ἢ καὶ κατ’ αὐτόν ἐστι, ταῦτα θεραπεύεται· καὶ ἡμεῖς οὐκ ὀλίγους ἰασάμεθα τῶν οὕτω καμνόντων. εὕρομεν δὲ μάλιστα τὴν θεραπείαν αὐτῶν ἐνθένδε κατὰ τὸν μέγαν τοῦτον λοιμὸν, ὃν εἴη ποτὲ παύσεσθαι, πρῶτον

361
εἰσβάλλοντα. τότε νεανίσκος τις ἐνναταῖος ἐξήνθησεν ἕλκεσιν ὅλον τὸ σῶμα, καθάπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ σωθέντες. ἐν τούτῳ δὲ καὶ ὑπέβηττε βραχέα. τῇ δ’ ὑστεραίᾳ λουσάμενος αὐτίκα μὲν ἔβηξε σφοδρότερον, ἀνηνέχθη δ’ αὐτῷ μετὰ τῆς βηχὸς, ἣν ὀνομάζουσιν ἐφελκίδα. καὶ ἡ αἴσθησις ἦν τἀνθρώπῳ σαφὴς κατὰ τὴν τραχεῖαν ἀρτηρίαν τὴν ἐν τῷ τραχήλῳ πλησίον τῆς σφαγῆς ἡλκωμένου τοῦ μέρους. καὶ μέντοι καὶ διανοίξαντες αὐτοῦ τὸ στόμα κατεσκεψάμεθα τὴν φάρυγγα, μή που κατ’ αὐτὴν εἴη τὸ ἕλκος. οὔτ’ οὖν οὕτως ἐπισκοπουμένοις ἐφαίνετο πεπονθέναι, καὶ πάντως ἂν ἐδόκει τῇ διόδῳ τῶν ἐσθιομένων τε καὶ πινομένων αἴσθησις ἔσεσθαι τῷ κάμνοντι σαφὴς, εἴπερ ἕλκος ἦν αὐτόθι. καὶ μέντοι καὶ δι’ ὄξους καί τινα διὰ νάπυος ἐδώκαμεν αὐτῷ προσενέγκασθαι βεβαιοτέρας ἕνεκα διαγνώσεως. οὔτ’ οὖν τούτων ἔδακνεν αὐτόν τι καὶ ἡ αἴσθησις ἦν ἐν τῷ τραχήλῳ σαφής· ἠρέθιζε τότε κατ’ ἐκεῖνο τὸ χωρίον ὡς ἐξορμᾷν εἰς βῆχας· συνεβουλεύομεν οὖν αὐτῷ ἀντέχειν καθόσον οἷός τ’ ἐστὶ καὶ μὴ βήττειν. ἔπραττε δὴ τοῦτο. βραχύ τε γὰρ
362
ἦν τὸ ἐρεθίζον, ἡμεῖς τε τρόπῳ παντὶ συνεπράττομεν εἰς οὐλὴν ἀχθῆναι τὸ ἕλκος, ἔξωθεν μὲν ἐπιτιθέντες τι τῶν ξηραινόντων φαρμάκων, ὕπτιον δὲ κατακλίναντες· εἶτα διδόντες ὑγρὸν φάρμακον τῶν πρὸς ἕλκη τοιαῦτα ποιούντων· καὶ τοῦτ’ ἐν τῷ στόματι κατέχειν ἀξιοῦντες, ἐπιτρέποντα βραχύ τι παραῤῥεῖν εἰς τὴν τραχεῖαν ἀρτηρίαν. καὶ τοίνυν οὕτω πραττόντων αἰσθάνεσθαι σαφῶς ἔφασκε τῆς ἀπὸ τοῦ φαρμάκου στύψεως περὶ τὸ ἕλκος, εἴτε κατὰ διάδοσιν γιγνομένης, εἴτε καὶ αὐτοῦ τοῦ φαρμάκου περὶ τὸ ἕλκος δροσοειδῶς παραῤῥέοντος εἰς τὴν ἀρτηρίαν καὶ παρηθουμένου. ἦν δὲ οὐδ’ αὐτὸς ὁ κάμνων ἄπειρος τῆς ἰατρικῆς, ἀλλά τις τῶν ἐκ τριβῆς τε καὶ γυμνασίας ἐμπειρικῶς ἰατρευόντων. αἰσθάνεσθαί τε οὖν ἔλεγε παραῤῥέοντος εἰς τὴν ἀρτηρίαν τοῦ φαρμάκου καί ποτε καὶ βῆχα κινοῦντος, ἀντεῖχε μέντοι πολλὰ μὴ βήττων. καὶ τοίνυν αὐτὸς προθυμηθεὶς ἐν Ῥώμῃ μὲν, ἔνθα περ ἐλοίμωξεν, ἄλλας τρεῖς ἡμέρας ἐπέμεινε μετὰ τὴν ἐννάτην· μετὰ ταῦτα δ’ ἐνθεὶς ἑαυτὸν πλοίῳ κατέπλευσε μὲν πρῶτον ἐπὶ τὴν θάλατταν διὰ τοῦ ποταμοῦ, τετάρτῃ
363
δ’ ὕστερον ἡμέρᾳ πλέων ἐν ταῖς Ταβίαις γίγνεται, καὶ κέχρηται τῷ γάλακτι θαυμαστήν τινα δύναμιν ὄντως ἔχοντι καὶ οὐ μάτην ἐπῃνημένῳ. καί μοι δοκεῖ καιρὸς ἥκειν εἰπεῖν τι περὶ γάλακτος χρήσεως οὐ τοὺ κατὰ τὰς Ταβίας μόνον, ἀλλὰ καὶ τοῦ ἄλλου παντός. οὐδὲ γὰρ τοὺς ἐν Ἰταλίᾳ μόνῃ χρὴ θεραπεύειν, ἀλλ’ ὅσον οἷόν τε τοὺς πανταχόθι. τῷ μὲν οὖν ἐν ταῖς Ταβίαις γάλακτι πολλὰ συνετέλεσεν εἰς ἀρετήν· αὐτό τε τὸ χωρίον ὑψηλὸν ὑπάρχον αὐτάρκως, ὅ τε πέριξ ἀὴρ ξηρὸς, ἥ τε νομὴ τοῖς ζώοις χρηστή. ταύτην μέν γε ἀλλαχόθι τεχνήσεσθαι δυνατὸν ἐν λόφῳ μετρίως ὑψηλῷ, φυτεύσαντας καὶ βοτάνας καὶ θάμνους, ὁπόσοι γάλα χρηστόν τε ἅμα καὶ στῦφον ἐργάσονται· λεχθήσεται δ’ αὐτῶν ὀλίγον ὕστερον παραδείγματα. τὸν μέντοι πέριξ ἀέρα κατασκευάσαι μὲν ὅμοιον ἀδύνατον, ἐκλέξασθαι δὲ τῶν ὄντων τὸν ὁμοιότατον οὐκ ἀδύνατον. ὁμοιότατος δ’ ἂν εἴη ὁ ταῦτ’ ἔχων, ἅπερ ἐκείνῳ πάρεστιν· ὕψος μὲν τοῦ λόφου μέτριον, ὁδὸς δ’ ἐπ’ αὐτὸν ἀπὸ τῆς θαλάττης εἰς τριάκοντα στάδια καί τι πλέον οὐ πολλῷ. τὸ δὲ χωρίον αὐτὸ τὸ ἐπὶ τῇ θαλάττῃ
364
αἱ Ταβίαι κατὰ τὸν πυθμένα τοῦ κόλπου μάλιστά ἐστι τοῦ μεταξὺ Σουῤῥέντου τε καὶ Νεαπόλεως, ἐν τῇ πλευρᾷ μᾶλλον τῇ κατὰ Σούῤῥεντον. αὕτη δ’ ἡ πλευρὰ πᾶσα λόφος ἐστὶν εὐμεγέθης, μακρὸς, εἰς τὸ Τυῤῥηνὸν ἐξήκων πέλαγος. ἐγκέκλιται δ’ ἠρέμα πρὸς τὴν δύσιν ὁ λόφος οὗτος, οὐκ ἀκριβῶς δ’ ἐπὶ τὴν μεσημβρίαν ἐκτέταται. οὗτος μὲν ὁ λόφος ἄκλειστον τοῖς ἀνατολικοῖς ἀνέμοις φυλάττει τὸν κόλπον, εὔρῳ καὶ ἀπηλιώτῃ καὶ βοῤῥᾷ· συνάπτει δ’ αὐτῷ κατὰ τὸν μυχὸν τοῦ κόλπου λόφος ἕτερος οὐ μικρὸς, ὃν ἔν τε τοῖς συγγράμμασιν οἱ παλαιοὶ Ῥωμαῖοι καὶ τῶν νῦν οἱ ἀκριβέστεροι Βεσούβιον ὀνομάζουσι. τὸ δ’ ἔνδοξόν τε καὶ νέον ὄνομα τοῦ λόφου Βέσβιον ἅπασιν ἀνθρώποις γνώριμον διὰ τὸ κάτωθεν ἀναφερόμενον ἐκ τῆς γῆς ἐν αὐτῷ πῦρ· ὅ μοι δοκεῖ καὶ αὐτὸ μεγάλα συντελεῖν εἰς ξηρότητα τῷ πέριξ ἀέρι· καὶ χωρὶς δὲ τοῦ πυρὸς οὔτε λίμνη τις ἐγγὺς οὔθ’ ἕλκος οὔτε ποταμὸς ἀξιόλογος οὐδαμόθι τοῦ κόλπου. τῶν δ’ ἀρκτικῶν πνευμάτων ἁπάντων ἄχρι δύσεως θερινῆς ὁ Βεσουβηνὸς λόφος πρόβλημ’ ἐστὶ, καὶ πολλὴ τέφρα μέχρι τῆς θαλάσσης ἀπ’ 
365
αὐτοῦ καθήκει, λείψανόν τι ἐν αὐτῷ κεκαυμένης τε καὶ νῦν ἔτι καιομένης ὕλης. ταῦτα πάντα ξηρὸν ἐργάζεται τὸν ἀέρα. δύναιτ’ ἂν οὖν τις ἑτέρωθι τῆς οἰκουμένης ἐκλέξασθαι λόφον οὕτω ξηρὸν, οὐ πόῤῥω θαλάττης, οὔτε μέγαν ὡς ἐγκεῖσθαι ταῖς τῶν ἀνέμων εἰσβολαῖς, οὔτε πάνυ ταπεινὸν ὡς τὰς ἐκ τῶν ὑποκειμένων πεδίων ἀναθυμιάσεις ἑτοίμως δέχεσθαι. πεφυλάχθω δ’ αὐτὸν ἐστράφθαι πρὸς ἄρκτον· οὕτω γὰρ ἂν ἀπεστραμμένος εἴη τὸν ἥλιον. εἰ δὲ κᾀν τοῖς εὐκράτοις τῆς ὅλης οἰκουμένης ὁ λόφος ὑπάρχοι, καθάπερ ὁ κατὰ τὰς Ταβίας ἐστὶν, ἄμεινον μακρῷ. ἐν τοιούτῳ λόφῳ πόαι μὲν ἔστωσαν ἄγρωστις καὶ λωτὸς καὶ πολύγονον καὶ μελισσόφυλλον, θάμνοι δὲ σχῖνος καὶ κόμαρος καὶ βάτος καὶ κισσὸς καὶ κύτισος, ὅσοι τ’ ἄλλοι τούτοις ἐοίκασιν. οὕτω μέν σοι τὰ τοῦ λόφου παρεσκευάσθω. τὰ δὲ ζῶα βόες μέν εἰσιν ἐν τῷ κατὰ Ταβίας, καὶ ἔστι τούτου τοῦ ζώου παχὺ τὸ γάλα, καθάπερ τὸ τῶν ὄνων λεπτόν. ἐγὼ δ’ ἂν καὶ βοῦς καὶ ὄνους καὶ αἶγας ἀφείην ἐπὶ τὰς νομὰς, ὥστ’ ἔχειν χρῆσθαι γάλακτι παντὶ, παχεῖ μὲν ἐκ τῶν βοῶν, λεπτῷ δ’ ἐκ τῶν ὄνων, μέσῳ δ’
366
ἀμφοῖν ἐκ τῶν αἰγῶν. οἱ παλαιοὶ δὲ καὶ γυναῖκα θηλάζουσαν ἐφίστων τοῖς τῇ φθόῃ κάμνουσι· κᾀγὼ δὲ ἀποδέχομαι τὴν γνώμην αὐτῶν, ὅτι τε τὸ οἰκεῖον ᾑροῦντο καὶ ὅτι πρὶν ψυγῆναι τῷ πέριξ ἀέρι. καί σοι τοῦτ’ ἔστω μέγιστον παράγγελμα γάλακτος χρήσεως ἐπὶ πάντων οἷς γάλακτος χρεία, αὐτίκα πίνειν ἀμελχθὲν, τῷ ζώῳ παρεστῶτα· προσεπεμβάλλειν δὲ καὶ μέλιτος, ὅτῳ τυροῦσθαι πέφυκεν ἐν τῇ γαστρί· εἰ δ’ ὑπελθεῖν αὐτό ποτε θᾶττον βουληθείης, καὶ ἁλῶν. ἐκεῖνος μέν γε οὖν ὁ νεανίας ἐκ τῆς λοιμώδους νόσου κατὰ τὴν ἀρτηρίαν ἕλκος ἔχων ὑγιὴς ἐγένετο καὶ ἄλλοι μετ’ αὐτὸν ὁμοίως. ἑτέρῳ δὲ μειρακίῳ περὶ ἔτος ὀκτωκαιδέκατον ἐκ κατάῤῥου πλείοσιν ἡμέραις γενομένου τὰ μὲν πρῶτα μετὰ βηχὸς αἷμα θερμὸν εὐανθὲς οὐ πολὺ, μετὰ δὲ ταῦτα ἀνεπτύσθη τι καὶ τοῦ χιτῶνος αὐτοῦ μέρος, ὃς ὑπαλείφων ἔνδοθεν τὴν ἀρτηρίαν εἰς τὴν φάρυγγά τε καὶ τὸ στόμα διὰ τοῦ λάρυγγος ἀνεφέρετο. ἐδόκει δέ μοι τῷ τε πάχει τεκμαιρομένῳ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει τοῦ λάρυγγος ὑπάρχειν τὸ ἔνδοθεν σῶμα· καὶ μέντοι καὶ ἐβλάβη τοὐντεῦθεν
367
εἰς τὴν φωνὴν ὁ ἄνθρωπος· ἀλλὰ καὶ οὕτως ἐν χρόνῳ μὲν πλείονι διεσώθη καὶ αὐτός. οἱ δ’ ἐκ τοῦ λοιμοῦ ῥᾳδίως ὑγιάζεσθαί μοι δοκοῦσι τῷ προεξηράνθαι τε καὶ προκεκαθάρθαι σύμπαν τὸ σῶμα· καὶ γὰρ ἔμετός τισιν αὐτῶν ἐγένετο καὶ ἡ γαστὴρ ἅπασιν ἐταράχθη. καὶ οὕτως ἤδη κεκενωμένοις τοῖς σώζεσθαι μέλλουσιν ἐξανθήματα μέλανα διὰ παντὸς τοῦ σώματος ἀθρόως ἐπεφαίνετο· τοῖς πλείστοις μὲν ἑλκώδη, πᾶσι δὲ ξηρά. καὶ ἦν εὔδηλον ἰδόντι τοῦ σεσηπότος ἐν τοῖς πυρετοῖς αἵματος εἶναι τοῦτο λείψανον, οἷον τέφραν τινὰ τῆς φύσεως ὠθούσης ἐπὶ τὸ δέρμα, καθάπερ ἄλλα πολλὰ τῶν περιττῶν. οὐ μὴν ἐδέησέ γε πρὸς τὰ τοιαῦτα τῶν ἐξανθημάτων φαρμάκου· καθίστατο γὰρ αὐτόματα τρόπῳ τῷδε· τινῶν μὲν, οἷς γε καὶ ἡλκώθη, τὸ ἐπιπολῆς ἀπέπιπτεν, ὅπερ ὀνομάζουσιν ἐφελκίδα· κᾀντεῦθεν ἤδη τὸ λοιπὸν ἐγγὺς ἦν ὑγείας· καὶ μετὰ μίαν ἢ δύο ἡμέρας ἐπουλοῦτο. τινῶν δὲ, οἶς οὐχ ἡλκώθη, τὸ μὲν ἐξάνθημα τραχύ τε καὶ ψωρῶδες ἦν, ἀνέπιπτε καὶ οἷόν τι λέμμα, κᾀκ τούτου πάντες
368
ὑγιεῖς ἐγίγνοντο. θαυμαστόν οὖν οὐδὲν εἰ καὶ κατὰ τὸν πνεύμονα τοιούτων ἐξανθημάτων γεγενημένων ἐσώζοντο διὰ τὴν ξηρότητα τῶν ἑλκῶν. ὃν γὰρ ἂν ἐπὶ τῶν ἄλλων ἑλκῶν ἁπάντων ὁ πρόσθεν λόγος ἐδείκνυε σκοπὸν εἶναι τῆς θεραπείας, τοῦθ’ ὑπῆρχεν ἤδη τοῖς ἐκ τοῦ λοιμοῦ γεγενημένοις. ἅπαντα γὰρ ἦν ξηρὰ καὶ τραχέα, τὰ μὲν πλεῖστα ψώρᾳ, τινὰ δ’ αὐτῶν καὶ λέπρᾳ παραπλήσια. μαρτυρούσης οὖν τῷ λόγῳ τῆς πείρας καὶ τοῖς ἕλκεσιν ἕνα τοῦτον ἔχουσι σκοπὸν τῆς ἰάσεως τὸ ξηρανθῆναι, δύναιτ’ ἄν τις σώζειν παμπόλλους τῶν αἷμα πτυσάντων ἐκ πνεύμονος, ὥσπερ καὶ ἡμεῖς ἐσώσαμεν.

Ὅπως μὲν οὖν χρὴ θεραπεύειν οἷς ἀγγεῖον ἀξιόλογον ἐῤῥάγη κατενεχθεῖσιν, ἢ μέγα βοήσασιν, ἢ βάρος ἀραμένοις ὑπὲρ τὴν δύναμιν, ἤ τινος ἐμπεσόντος τῷ θώρακι σκληροῦ καὶ μεγάλου ἔξωθεν σώματος, εἴρηται πρόσθεν. ὡς δ’ ἄν τις κάλλιστα καὶ τοὺς ἐπὶ κατάῤῥου πτύσαντας αἷμα μεταχειρίζοιτο, νῦν εἰρήσεται, σαφηνείας ἕνεκα

369
προχειρισαμένων ἡμῶν ἣν ἐποιησάμεθα θεραπείαν ἐν Ῥώμῃ γυναικὸς τῶν ἐν τέλει. αὐτὴ γὰρ ἀκηκουῖα λόγων τοιούτων οἵους νῦν διεληλύθαμεν ὑπὲρ τῶν ἐκ πνεύμονος αἷμα πτυσάντων, εἴτ’ ἐκ κατάῤῥου τινὸς ἢ βηχὸς ἰσχυρᾶς ὀλίγον τι πτύσασα διὰ νυκτὸς ἔπεμψεν αὐτίκα πρός με παρέχειν ἑαυτὴν φάσκουσα πᾶν ὅ τι ἂν ἐθέλοιμι πράττειν. ἠκηκόει δὲ κατὰ τοὺς ἔμπροσθεν χρόνους ὡς εἰ μή τις αὐτίκα βοηθήσειε δραστικῶς πρὶν ἢ φλεγμῆναι τὸ ἕλκος, οὐδὲν ἀνύσει, καὶ ὡς τοῦτ’ ἂν εἴη μάλιστα τὸ αἴτιον τοῦ διαφθείρεσθαι τοὺς ἀναβήξαντας τὸ αἷμα. φλέβα μὲν οὖν τεμεῖν αὐτῆς οὐκ ἠξίωσα, τεττάρων ἡμερῶν ἤδη διὰ τὸν κατάῤῥουν ὀλίγου δεῖν ἀσίτου γεγενημένης. κλύσματι δὲ δριμεῖ κελεύσας χρήσασθαι καὶ τρίψασθαί τε καὶ σκέλη καὶ τὰς χεῖρας ἐπὶ πλεῖστον ἅμα φαρμάκῳ θερμαίνοντι καὶ διαδήσας, εἶτα ξυρήσας τὴν κεφαλὴν ἐπέθηκα τὸ διὰ τῆς κόπρου τῶν ἀγρίων περιστερῶν φάρμακον. ὡρῶν δὲ μεταξὺ τριῶν γενομένων ἐπὶ τὸ βαλανεῖον ἤγαγον καὶ λούσας ἄνευ τοῦ ψαῦσαι λίπους τῆς κεφαλῆς, εἶτα σκεπάσας αὐτὴν συμμέτρῳ πίλῳ 
370
πρὸς τὴν ἐνεστηκυῖαν ὥραν ἔθρεψα ῥοφήματι μόνῳ τῶν αὐστηρῶν ὀπωρῶν ἐπιδιδούς. εἶθ’ ὑπνοῦν μελλούσῃ τὸ διὰ τῶν ἐχιδνῶν ἔδωκα φάρμακον ὡς πρὸ τεττάρων μηνῶν ἐσκευασμένον· ἔτι γὰρ ἔχει τὸν τοῦ μήκωνος ὀπὸν ἰσχυρὸν τὸ τοιοῦτον, ἐν δὲ τοῖς κεχρονικόσιν ἐξίτηλος γίνεται, διὰ τοῦτο οὖν ὑπνῶδές τέ ἐστι καὶ ξηραίνει τὰ ῥεύματα σὺν τῷ καὶ παχύνειν ἀτρέμα. παυσαμένου δὲ τελέως τοῦ κατάῤῥου δῆλος μὲν ὁ πνεύμων ἦν ἔκ τε τοῦ τῆς ἀναπνοῆς εἴδους καὶ τοῦ ψόφου τῆς γενομένης ἅπαξ που βηχὸς ἐκκαθάρσεως· δεόμενος. οὐ μὴν συνέπραξά γε εἰς τοῦτο κατὰ τὴν δευτέραν ἡμέραν, ἀλλ’ ἐφ’ ἡσυχίας τε καὶ σιγῆς ἁπάσης τὴν γυναῖκα φυλάξας καὶ τρίψας τὰ κῶλα καὶ διαδήσας ἐκέλευσα καὶ τἄλλα πάντα μέρη τρίψασθαι πλὴν τῆς κεφαλῆς, ἔτι γὰρ ἦν ἀπὸ τοῦ φαρμάκου θερμή. αὖθις δὲ εἰς τὴν ἑσπέραν ἔδωκα τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου μέγεθος, ὅσον γε ὁ παρ’ ἡμῖν κύαμος. ἦν δὲ πολὺ τούτου μεῖζον ὃ κατὰ τὴν προτέραν εἰλήφει. ὡς δὲ καὶ ταύτῃ τῇ νυκτὶ καλῶς ἐκοιμήθη, τῇ τρίτῃ τῶν ἡμερῶν ἕωθεν δοὺς μέλιτος ἑψημένου συχνὸν, ἐφ’ ἡσυχίας
371
ἐφύλαξα. προηκούσης δὲ τῆς ἡμέρας ἅπαν ὁμοίως τρίψας τὸ σῶμα τροφὴν ἐκέλευσα λαβεῖν πτισάνης χυλὸν σὺν ἄρτῳ βραχεῖ. κᾄπειτα τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθεν μὲν τοῦ διὰ τῶν. ἐχιδνῶν φαρμάκου ἀκμαίου κατὰ τὴν ἡλικίαν ἅμα σὺν χρηστῷ μέλιτι προσέδωκα. τῇ κεφαλῇ δὲ τοῦ αὐτοῦ φαρμάκου πάλιν ἐπιθεὶς, ὃ θερμαίνει τε καὶ ξηραίνει σφοδρῶς, εἶτα λούσας καὶ θρέψας μετρίως, ἐκκαθαίρειν ἤδη σφοδρότερον ἐπεχείρησα τὸν πνεύμονα τῇ πέμπτῃ τῶν ἡμερῶν. εἶτ’ αὖθις καὶ αὖθις ἐχρησάμην ἐκ διαλειμμάτων κατὰ μὲν τῆς κεφαλῆς τῇ συνήθει κηρωτῇ, τῇ διὰ τῆς θαψίας. τὴν δ’ ὅλην τοῦ σώματος ἐπιμέλειαν ἀναθρεπτικὴν ἐποιησάμην ἐν αἰωρήσεσι καὶ τρίψεσι καὶ περιπάτοις καὶ ἀλουσίαις καὶ διαίτῃ μετρίᾳ τε ἅμα καὶ εὐχύμῳ. αὕτη καλῶς ἔσχεν ἡ γυνὴ μηδὲ δεηθεῖσα τοῦ γάλακτος. ἄλλον δέ τινα νεανίσκον οὐκ ἐκ κατάῤῥου τῆς βηχὸς ὁρμηθείσης, ἀλλ’ ἐπὶ ψύξει τῶν ἀναπνευστικῶν, αἷμα καὶ αὐτὸν πτύσαντα πλῆθος ὅσον ἥμισυ κοτύλης, παραχρῆμα μὲν ἐφλεβοτόμησα καὶ δὶς τῆς αὐτῆς
372
ἡμέρας ἐπαφεῖλον· εἶτα δὶς κατὰ τὴν ὑστεραίαν· τρίψει δὲ τῶν κώλων καὶ δεσμῷ ἐν τῇ πρώτῃ χρησάμενος, εἰς ἑσπέραν ἔδωκα τὸ διὰ τῶν σπερμάτων ἡμέτερον φάρμακον. ἐν δὲ τῇ δευτέρᾳ μετὰ τὴν ἐπαφαίρεσιν ἐπέθηκα παντὶ τῷ θώρακι τὴν διὰ τῆς θαψίας κηρωτὴν, εἶτ’ ἄρας αὐτὴν εἰς ἑσπέραν, ὅπως μὴ θερμήνειε περαιτέρω τοῦ δέοντος, ἐν τῇ τρίτῃ πάλιν ἐπιθεὶς ὥραις που τρισὶν ἔλουσα τὸν ἄνθρωπον, ἔθρεψά τε ταῖς τρισὶν ἡμέραις παραπλησίως, ῥοφήματα μὲν ἐν ταῖς πρώταις δύο, τῇ τρίτῃ δὲ χυλὸν μὲν πτισάνης προδοὺς, ἰχθὺν δέ τινα τῶν εὐπέπτων δοὺς ἁπλῶς ἠρτυμένον. ἔδωκα δὲ καὶ τὸ διὰ τῶν σπερμάτων φάρμακον, ἐν δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν ὁμοίως εἰς ἑσπέραν· ὑπνοποιόν τε γάρ ἐστι καὶ ἀνώδυνον καὶ ξηραντικόν. ἤδη δὲ καὶ τῶν ἀναπνευστικῶν ἐν εὐκρασίᾳ τῇ κατὰ φύσιν ὄντων καὶ τοῦ παντὸς σώματος κεκενωμένου καὶ μηδὲ μιᾶς ὑποψίας φλεγμονῆς ὑπολειπομένης κατὰ τὸ ἐῤῥωγὸς ἀγγεῖον, ἀνακαθαίρειν ἠρξάμην. εἶτα πίνοντα τὸ διὰ τῶν ἐχιδνῶν φάρμακον ἀκμαῖον κατὰ τὴν ἡλικίαν ἐπὶ τὰς Ταβίας ἐξέπεμψα.
373
πάντας οὕτως ἐγὼ τοὺς κατὰ τὴν πρώτην ἡμέραν ἑαυτοὺς. ἡμῖν ἐγχειρίσαντας ἰασάμην.

Οὐ μὴν τούς γε μετὰ δύο ἢ τρεῖς ἅπαντας, ἀλλ’ ἔνιοί τινες αὐτῶν ἀνίατον ἔσχον τὸ ἕλκος. ὅσοι δ’ ἔφθασαν οὕτω φλεγμήναντες ὡς πυρέξαι, τούτων οὐδεὶς ἐθεραπεύθη τελέως. ἀλλ’ ὅσοι μετὰ ταῦτα διὰ πάντων ὀρθῶς τῶν βοηθημάτων διεξῆλθον, ὡς ξηρανθῆναι τὸ ἕλκος, ἐκέρδησαν οὗτοι τοσοῦτον ὡς μήτ’ ἐπινέμεσθαι μήτε μεῖζον γίγνεσθαι, ξηρανθὲν δὲ καὶ τυλωθὲν ἐπιτρέψαι χρόνῳ πλέονι ζῆσαι τὸν ἄνθρωπον. μόνοι δὲ ἀνιάτως διακεῖσθαί μοι δοκοῦσι τῶν ἕλκος ἐν πνεύμονι ἐχόντων οἱ διὰ κακοχυμίαν, τινὰ ἀναβρωθέντες, ὧν ἔνιοι καὶ τοῦ σιάλου φασὶν ὥσπερ ἅλμης αἰσθάνεσθαι. χρόνου μὲν γὰρ οἶμαι πάντως δεῖν μακροῦ πρὸς τὴν τῆς κακοχυμίας ἐπανόρθωσιν. ἀνάγκη δ’ ἐν τῷ χρόνῳ δυοῖν θάτερον, ἢ ξηραινόμενον τὸ ἕλκος τυλωθῆναι καὶ διὰ τοῦτο ἀνίατον γενέσθαι παντάπασιν, ἢ μὴ ξηραινόμενον αὐτό τε πρῶτον ἀποδειχθῆναι σηπεδονῶδες ἐπινέμεσθαί τε τὰ πέριξ καὶ οὕτως ἐν χρόνῳ διασῆψαι τὸν πνεύμονα.

374
πολλοὶ δὲ τῶν ἐσχηκότων τοιαύτην κακοχυμίαν ἤδη βήττοντες ἐξ αὐτῆς, οὐ μέν τοί γ’ ἐπτυκότες οὐδέπω τὸ αἷμα, τῆς περ’ ἡμῶν τυχόντες προνοίας εἰς τέλος ὑγιάσθησαν. χρὴ δὲ ἐν ἀρχῇ μὲν οὐδενὸς οὕτως ὡς τοῦ μήτε βήττειν αὐτοὺς φροντίσαι μήτ’ ἐκ τῆς κεφαλῆς καταῤῥεῖν τι εἰς τὸν πνεύμονα. καὶ γίνεται τοῦτο τρισὶ βοηθήμασι, καθάρσει μὲν πρώτῳ, δευτέρῳ δὲ τῷ διὰ τῶν σπερμάτων φαρμάκῳ, τρίτῳ δὲ τῇ προνοίᾳ τῆς κεφαλῆς. δεῖ δὲ τὸ μὲν καθαῖρον εἶναι μικτὸν ἐκ διαφερουσῶν δυνάμεων, οἷά πέρ ἐστι τὰ ἡμέτερα καταπότια δι’ ἀλόης καὶ σκαμμωνίας καὶ κολοκυνθίδος καὶ ἀγαρικοῦ καὶ βδελλίου καὶ κόμμεως Ἀραβικοῦ συγκείμενα, πρὸς τὸ πλέονας ἰδέας ἐκκαθαίρειν τῶν περιττωμάτων. ἱκανὸν δὲ ὠφελῆσαι καὶ τὸ χωρὶς κόμμεως· ὕστερον δ’ ἂν, εἰ δεήσει, καὶ τοῖς τὰ μέλανα καθαίρουσι χρήσαιο· τὴν δὲ τῆς κεφαλῆς πρόνοιαν ἐπιτρέψαι τῇ διὰ θαψίας κηρωτῇ. ταῦτα μὲν ἐν ἀρχῇ ποιητέον ἐστὶν; ἐφεξῆς δὲ ἀνατρέφειν χρηστῶς εὐχύμοις ἐδέσμασι καὶ τρίψεσι καὶ περιπάτοις καὶ λουτροῖς. εἰρήσεται δὲ ἡ περὶ τὰ τοιαῦτα μέθοδος ἐν τῷ προσήκοντι 
375
χωρίῳ τῆς συγγραφῆς, ὁποῖοι οὗτοι μάλιστα δέονται τοῦ γάλακτος, ἀμελήσαντες δὲ πάντων ἀνιατότατοι γίνονται· περὶ δὲ φλεβοτομίας αὐτῶν ὧδε χρὴ γινώσκειν. ὅσοι μὲν ἂν δόξωσιν ὀλίγον ἔχειν αἷμα καθ’ ὃν εἴρηκα τρόπον, εἰς εὐχυμίαν τινὰ προσαγαγὼν αὐτοὺς, φλεβοτομῆσαί τε δυνήσῃ καὶ πάλιν ἀναθρέψαι, καὶ πάλιν καθᾶραι καὶ αὖθις ἀναθρέψαι, καὶ αὖθις, εἰ δεήσειε, φλεβοτομῆσαι, καὶ μάλισθ’ ὅσοις ἐστὶν οἷον ἰλύς τις μοχθηρὰ καὶ παχεῖα τὸ σύμπαν αἷμα· τοὺς δ’ ἰσχυρούς τε καὶ πολυαίμους εὐθὺς ἐξ ἀρχῆς φλεβοτομεῖν.

Οὐδὲν ὧν εἶπον οὔτε νῦν οὔτε πρόσθεν ὧν ἂν ἢ αὐτὸς ἐξεῦρον, ἢ κατὰ τὴν Ἱπποκράτους ὁδὸν ἐχρησάμην, ἀβασάνιστόν ἐστιν οὐδ’ ἄκριτον, ἀλλ’ ὑπὸ τῆς πείρας ἅπαντα κέκριται, τὸν μὲν τῆς ἀποτυχίας κίνδυνον ἡμῶν ὑπομεινάντων, τὸν καρπὸν δὲ τῆς χρήσεως ἑξόντων ἁπάντων οἷς ἂν μέλῃ τῶν ἔργων τῆς τέχνης. ἄλλοι μὲν γάρ εἰσιν οἱ ἀληθεῖς, ἄλλοι δὲ οἱ τῶν σοφιστῶν λόγοι. καὶ τί δεῖ λέγειν περὶ τῶν σοφιστῶν, ὅπου καὶ τῶν ἀξιολόγων ἰατρῶν

376
ἔνιοι ὅλα γράψαντες. βιβλία περὶ αἵματος ἀναγωγῆς ἄλλα μέν τινα πολλὰ καὶ μικρὰ καλῶς διεξῆλθον, οὐδενὸς δὲ τῶν μεγίστων ἐμνημόνευσαν; οὐκ ἐννοοῦντες ὡς μὲν διὰ τὰ πολλὰ καὶ σμικρὰ τὰ καλῶς παρ’ αὐτῶν παρῃνημένα μακρὸς ὁ θάνατος αὐτοῖς τοῖς κάμνουσι γενήσοιτο, διὰ δὲ τρία ταῦτα σώζονται πάντες οἱ σωθῆναι δυνάμενοι, διὰ φλεβοτομίαν καὶ κάθαρσιν καὶ τὰ ῥωννύντα τὴν κεφαλὴν φάρμακα. εἰρήσεται δὲ τελεώτερον ἐν τοῖς ἑξῆς περὶ φλεβοτομίας, ὅταν ὑπὲρ τῆς τῶν κακοχύμων θεραπείας διερχώμεθα. μὴ τοίνυν ὥσπερ ἔνιοι τῶν ἰατρῶν ἀπὸ τῶν μικρῶν ἄρχεσθαι βοηθημάτων, μηδ’ ὅπερ ἐκεῖνοι λέγουσιν, ἐννοεῖν, ὡς. ἀποπειρατέον ἐστὶ τούτων πρότερον, εἶτ’, εἴπερ ἀνύει μηδὲν, ἐπιτίθεσθαι τοῖς μείζοσιν. ἐπὶ μὲν γὰρ τῶν ἀκινδύνων παθῶν ἀληθὴς ἡ τοιαύτη δόξα, τεθνηξομένου δὲ πάντως τοῦ κάμνοντος, ἐὰν εἰς ἀρχὴν καταστῇ φθόης, ἀλογώτατόν ἐστιν ἀπὸ τῶν μικροτέρων ἄρχεσθαι. τά τε γὰρ ἄλλα πάντα καλῶς ὑφ’. Ἱπποκράτους εἴρηται καὶ σὺν αὐτοῖς ὁ ἀφορισμὸς ὅδε·
377
εἰς δὲ τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβίην κράτισται. τί ποτ’ οὖν Ἐρασιστράτῳ δόξαν ἀργός τε καὶ ῥᾴθυμος ἐν ἀρχῇ τῶν τοιούτων παθῶν γενόμενος, ἐπιμελὴς αὖθίς ἐστιν, ὅτε οὐδὲν ὄφελος; φλεβοτομία γὰρ οὐδ’ ὅλως ἐπ’ οὐδενὸς τοῦ αἵματος ἀναγωγῇ χρῆται, λογισμῷ φαυλοτάτῳ πιστεύσας· ἐκάθηρέ τε οὐδένα, καθάπερ οὐδὲ τὴν κεφαλὴν ἐξήρανεν. ἅπερ εἴ τις ἐξέλοι τῶν κινδυνευόντων ἁλῶναι φθόῃ, κᾂν τἄλλα πάντα διέλθοι καλῶς, οὐδὲν, οἶμαι, πλέον ἀνύσει. φλεβοτομίαν γὰρ παραιτεῖται, δεσμοῖς μόνοις χρώμενος ἐπὶ τῶν κώλων ὑπὲρ ἀντισπάσεως, ἵν’, ὡς αὐτός φησι, εἰς τοὺς τῆς φλεγμονῆς καιροὺς ἔχωμεν αὔταρκες αἷμα καὶ μὴ διὰ τὴν ἔνδειαν αὐτοῦ τρέφειν ἀναγκαζώμεθα τὸν ἄῤῥωστον. ἀλλ’ ὦ γενναιότατε, φαίη τις ἂν, οἶμαι, πρὸς αὐτὸν, ἐὰν φθάσῃ φλεγμήνας πνεύμων ἐπ’ ἀγγείου ῥήξει, μηκέτι ἔλπιζε τοῦτον ἰαθήσεσθαι δι’ οὓς ὀλίγον ἔμπροσθεν εἶπον λογισμούς· ὥστ’ οὐδὲν ἔτι σου χρῄζει, προδοθεὶς ἐν ἀρχῇ. παραπλήσιον γάρ τι ποιεῖς κυβερνήτῃ δι’ ἀμέλειαν περιτρέψαντι τὸ πλοῖον, εἶτ’ ἐγχειρίζοντι σανίδας τῶν πλωτήρων
378
τινὶ καὶ συμβουλεύοντι διὰ ταύτης πορίζεσθαι τὴν σωτηρίαν. ἀλλ’ ἴσως Ἐρασίστρατος ἡγεῖτο τῶν ἐξ ἀνάγκης. ἑπομένων τραύμασιν εἶναι τὴν φλεγμονὴν, ἀγνοεῖ δ’, εἴπερ οὕτω γιγνώσκει, μεγάλα· πάρεστι γοῦν θεάσασθαι τῷ βουλομένῳ μυρίους τῶν ὁσημέραι μονομαχούντων ἄνευ φλεγμονῆς τραύματα μέγιστα κολληθέντας· ὥστε τῇ δευτέρᾳ ἢ τῇ τετάρτῃ τῶν ἡμερῶν ἐν ἀσφαλείᾳ πάσῃ καθεστηκέναι. παμπόλλους δὲ καὶ ἡμεῖς ἐθεραπεύσαμεν ἀγγεῖον ἐν πνεύμονι ῥήξαντας. ἐκ καταπτώσεως ἢ ἐκ πληγῆς ἢ βοῆς, πρὶν φλεγμῆναι τὸ ῥαγέν. εἰ δὲ καὶ τοῦτόν φησι φλεγμῆναι τὸν πνεύμονα, τοῖς ἑαυτοῦ μάχεται δόγμασιν, ἅμα μὲν φλεγμαίνειν λέγων κύριον σπλάγχνον ἐγγυτάτω κείμενον καρδίας, ἅμα δ’ ἀπύρεκτον φαίνεσθαι τὸν ἄνθρωπον, ἔτι τε λυθείσης τῆς φλεγμονῆς, μηδὲν ἀναπτυσθῆναι. ἀντακουσάτω τοιγαροῦν παρ’ ἡμῶν ὡς οὔτε κολληθῆναι τὸ ἕλκος οἷόν τ’ ἐστὶν, ἐὰν ὁ πνεύμων φλεγμαίνῃ· καὶ πάντως πυρέξει φλεγμήναντος· ἀναπτύσει θ’ ἑξῆς σὺν βηχὶ πυώδη πτύσματα, λυομένης τῆς φλεγμονῆς. ἐὰν τοίνυν μήτε πυρέξῃ μήτε βήξῃ μήτε ἀναπτύσῃ
379
τι τῶν ἐφ’ ἕλκει καὶ φλεγμονῇ ἰχώρων, τίνα νοῦν ἔχει φλεγμῆναι φάναι τούτου τὸν πνεύμονα; τοῦτό τε οὖν τὸ βοήθημα μέγιστον ὑπάρχων οὐκ ὀρθῶς παρ’ αὐτοῦ κατέγνωσται, τούτῳ τ’ ἐφεξῆς ἡ κάθαρσις ἀμνημόνευτος ἐᾶται, καὶ φάρμακον ἀγωνιστικὸν οὐδὲν εἴρηται τῷ ἀνδρὶ κατ’ οὐδὲν γένος τῶν προειρημένων. ἀλλ’ ἐάν τε κεφαλὴ πέμπῃ τὸ ῥεῦμα, φυλαχθήσεται πέμπουσα· ἐάν τε διὰ δυσκρασίαν αὐτῶν τῶν ἀναπνευστικῶν γένηται ἡ βὴξ, καὶ αὐτὴ φυλαχθήσεται. παραπλήσιος γοῦν ἐστιν ὁ Ἐρασίστρατος ἀγαλματοποιῷ, τὰ μὲν ἄλλα πάντα κοσμήσαντι, τυφλὸν δ’ ἐργασαμένῳ τὸ ἄγαλμα. τί γὰρ ὄφελος τοῦ λοιποῦ κάλλους, ὀφθαλμῶ μὴ παρόντων; εἶτα τῶν τηλικούτων ἀνδρῶν μέγιστα σφαλλομένων ὁ θαυμασιώτατος Θεσσαλὸς, οὐδ’ ἐννοήσας τὴν τέχνην, ἀξιώσει μεθοδικὸς ὀνομάζεσθαι· καὶ νῦν ὁρῶμεν σχεδὸν ἅπαντας τοὺς ἀπ’ αὐτοῦ φλεβοτομοῦντας ἄλλους τε πολλοὺς τῶν καμνόντων, οἷς οὐχ ὅπως ὠφέλιμον, ἀλλὰ καὶ βλαβερὸν ἐχρῆν. ὑπειλῆφθαι τὸ βοήθημα, φυλαττόντων γε αὐτῶν τὰς οἰκείας ὑποθέσεις· οὐχ ἥκιστα δὲ καὶ τοὺς αἷμα πτύσαντας, εἴτε 
380
σὺν ἐμέτοις εἴτε σὺν βηξὶν, ὅταν ὦσιν ἰσχυροὶ τὴν δύναμιν. εἶτα πῶς ἀλλήλοις ὁμολογεῖ ταῦτα, τὸ φλεβοτομεῖν τινα τῶν αἷμα πτυσάντων, αὐτοὺς ἐν τοῖς ἰδίοις συγγράμμασι γράφοντας τοῖς στεγνοῖς πάθεσιν ἐπιτήδειον εἶναι τὸ βοήθημα; μὴ τοίνυν ἔτι μηδὲ μεθοδικοὺς ἑαυτοὺς ὀνομαζέτωσαν, ἀλλ’ ἐμπειρικοὺς, οἳ παρέντες τὸν λόγον, ὃν ἐνόμιζον ὑπάρχειν ὑγιῆ, τῇ πείρᾳ χρῶνται πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν. ἆρ’ οὖν ἐν τούτοις μὲν ἐναργῶς ἐξελέγχονται μηδὲν μήτε μεθόδῳ μήθ’ ὅλως λόγῳ τινὶ πράττοντες, ἐν οἷς δὲ τὰ μέρη φασὶν ὑπάρχειν ἄχρηστα πρὸς τὴν τῆς θεραπείας εὕρεσιν, οὐ πολὺ μᾶλλον; καὶ μὴν εἴ τις ἀναμνησθείη τῶν εἰρημένων ἡμῖν ἐπὶ ὠτῶν καὶ μυκτήρων καὶ ὀφθαλμῶν καὶ στόματος καὶ θώρακος καὶ πνεύμονος; ἔτι τε μήτρας καὶ κύστεως καὶ τῶν κατὰ τὴν γαστέρα, τοῦ παντὸς ἁμαρτάνοντες φανοῦνται. τοιοῦτος γοῦν καὶ ὁ τῷ Μακεδονικῷ φαρμάκῳ χρώμενος ἐπ’ αἰδοίου φλεγμαίνοντος, ἅμα τῷ χαλαστικῷ καταπλάσματι, τῷ συνήθει τούτῳ τῷ δι’ ἄρτου καὶ ὑδρελαίου σκευαζομένῳ. καί τις ἄλλος αὐτῷ παραπλήσιος ἐφ’
381
ἕδρας ἡλκωμένης τοῖς αὐτοῖς χρώμενος· ἀλλ’ ἐν τοῖς περὶ τῶν φλεγμονῶν λόγοις ὑπὲρ τῶν τοιούτων ἐροῦμεν. ἕλκη δὲ χωρὶς φλεγμονῆς ἐν αἰδοίῳ καὶ ἕδρᾳ καταπλάσματος μὲν οὐδενὸς δεῖται, φαρμάκου δ’ ἐπουλοῦντος; οὐ μὰ Δία τοιούτου τὴν φύσιν οἷον εἰς οὐλὴν ἄγει τὰ κατὰ τὰς σάρκας ἕλκη, ἀλλ’ εἰς τοσοῦτον ξηροτέρου τὴν δύναμιν εἰς ὅσον ἐστὶ καὶ τὰ μόρια ξηρότερα σαρκός. καὶ τό γε θαυμασιώτερον, αὐτῶν τῶν ἐν αἰδοίῳ συνισταμένων ἑλκῶν ἐπὶ μᾶλλον δεῖται ξηραίνεσθαι τά τε τοῦ καυλοῦ σύμπαντος ὅσα τε ἐκτὸς αὐτοῦ κατὰ τὸ πέρας ἐστὶν, ὃ προσαγορεύουσι βάλανον. ἧττον δὲ τούτων χρῄζει ξηραινόντων φαρμάκων ὅσα τῆς πόσθης ἐστὶν ἕλκη, κᾀκ τούτων ἔθ’ ἧττον ὅσα κατὰ τοῦ λοιποῦ δέρματος ὃ περὶ σύμπαν ἐστὶ τὸ αἰδοῖον. ὑγρὸν οὖν ποθ’ ἕλκος ἐπὶ τῆς βαλάνου τῶν ἀμεθόδων ἰατρῶν τις, τούτων δὴ τῶν Θεσσαλείων, μὴ δυνάμενος ἰάσασθαι τούτοις τοῖς ἐπουλωτικοῖς ὀνομαζομένοις φαρμάκοις, εἰς συμβουλὴν ἡμᾶς παρεκάλεσεν. ἀκούσας οὖν ὅτι πολὺ ξηροτέρου δεῖται φαρμάκου τὸ μόριον τοῦτο, παρ’ ὅσον ἐστὶ καὶ φύσει ξηρότερον,
382
ἠπίστει μὲν τὸ πρῶτον· ὡς δ’ ὑπ’ ἀνάγκης εἰς τὸ χρήσασθαί τινι τῶν ἡμετέρων ἀφίκετο, τρισὶ μὲν ἡμέραις ὑγιάσθη τὸ ἕλκος· εὔδηλος δὲ ἦν ὁ ἰατρὸς οὐ τοσοῦτον χαίρων ἐπὶ τῷ θεραπεῦσαι τὸν ἄνθρωπον ὅσον ἀνιώμενος ἐπὶ τῷ πονηρᾷ συντετράφθαι δογμάτων αἱρέσει. τὸ γάρ τοι διὰ χάρτου κεκαυμένου, τοῦτο δὴ τὸ σύνηθες ἡμῖν, ἰᾶται τὰ τοιαῦτα τῶν ἑλκῶν, ὥσπερ γε καὶ ἄνηθον κεκαυμένον ὁμοίως ἐπιπαττόμενον, καὶ κολοκύνθη δὲ ξηρὰ κεκαυμένη κατὰ τὸν αὐτὸν τρόπον· ἄλλα τε πολλὰ τῶν ὄντως ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὅσα δ’ ἄνικμα τῶν τοιούτων ἑλκῶν ἐστι καὶ πρόσψατα, τούτοις καὶ ἡ ἀλόη μόνη φάρμακον ἀγαθόν· ἐπιπάττεται δὲ χνοώδης ξηρά. αὕτη δὲ καὶ τὰ κατὰ τὴν ἕδραν ἕλκη τὰ ξηρὰ θεραπεύει καλῶς. ὁμοιοτάτην δ’ αὐτῇ δύναμιν ἔχει καὶ καδμεία δι’ οἴνου πεπλυμένη ξηρά. καὶ ταύτης ἐγγύς ἐστιν ἡ καλουμένη λιθάργυρος. εἶθ’ ἑξῆς ἡ μολύβδαινα. πάντων δ’ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν. εἰ δ’ ὑγρότερα τύχοι πίτυός τε φλοιὸς αὐτὸς καθ’ ἑαυτὸν, ὅ τε λίθος ὁ αἱματίτης ὀνομαζόμενος.
383
εἰ δὲ καὶ βάθος αὐτοῖς συνείη τι, μετὰ τὸ ξηρᾶναι τῶν εἰρημένων τινὶ, μάννης αὐτοῖς τοσοῦτον μικτέον ὅσον αὔταρκες εἰς γένεσιν σαρκός. τούτων τε οὖν οὐδὲν οὐδὲ ὄναρ ἴσασιν οἱ ἀπὸ τῆς ἀμεθοδωτάτης αἱρέσεως ἅπαν ἕλκος ἡγούμενοι τῆς αὐτῆς δεῖσθαι θεραπείας, ἐν ᾧπερ ἂν ᾖ τοῦ ζώου μορίῳ· καὶ πρὸς τούτοις ἔτι, μηδ’ ὅπως χρὴ ῥάπτειν αὐτῶν ἔνια, καθάπερ εἰ τύχοι τὰ κατ’ ἐπιγάστριον· ὑπὲρ ὧν ἐν τῷ μετὰ ταῦτα λόγῳ λεχθήσεται σὺν τοῖς ὑπολοίποις ἅπασι.