De methodo medendi

Galen

Galen, De methodo medendi

Τὴν γὰρ τῶν ἀμεθόδων Θεσσαλείων μέθοδον ὄνομα μόνον οἶσθα δήπου κενὸν, ἔρημον ἔργου παντός· οἵ γε τοσαύτης τε καὶ τηλικαύτης οὔσης μεθόδου περὶ τὴν τῶν ἑλκῶν ἴασιν οὔτε τοῖς τῶν ἐμπειρικῶν ἐχρήσαντο διορισμοῖς εἰς τὴν τῶν φαρμάκων εὕρεσιν οὔτ’ ἀπὸ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων ἔλαβον τὴν ἔνδειξιν, ὡς οἱ δογματικοί· μόνον δ’ εἰπόντες ὃ καὶ τοῖς ἰδιώταις γνωρίζεται, τὸ δεῖσθαι τὸ μὲν κοῖλον ἕλκος πληρώσεως, τὸ δὲ πλῆρες ἐπουλώσεως, τὸ δ’ ὑπερσαρκοῦν καθαιρέσεως, καὶ τὸ μὲν ῥυπαρὸν καθάρσεως, τὸ δὲ καθαρὸν ἐπουλώσεως, τὸ δὲ ἔναιμον καὶ κολλήσεως, ἑλκῶν θεραπείας οἴονταί τινα μέθοδον εἰρηκέναι· τοσοῦτον ἀποδέουσι γιγνώσκειν ὡς ταῖς μὲν ὑγροτέραις

205
φύσεσι τῶν ἧττον ξηραινόντων φαρμάκων ἐστὶ χρεία, ταῖς δὲ ξηροτέραις τῶν μᾶλλον. ὃ τοίνυν παρ’ ὅλον τὸν λόγον ἐφάνη σαφῶς αὖθις ἀναληπτέον· ἵν’ ἡμεῖς τε μάλιστα προσέχωμεν αὐτῷ τὸν νοῦν, οἵ τ’ ἄλλοι πάντες οἱ τὴν παλαιὰν μέθοδον διαφθείροντες ἐναργέστερον γνῶσιν ὅσον ἁμαρτάνουσιν. ἄρξομαι δ’ ἀπὸ τῶν σαρκώσεως δεομένων ἑλκῶν, ἕν τι τοῦτο παράδειγμα προχειρισάμενος, ἐπειδὴ καὶ φθάνω τὸν λόγον ὑπὲρ αὐτοῦ πεποιημένος. εἶθ’ ἑξῆς περὶ πάσης ὁμοῦ τῆς ἰάσεως ἐν τῷ καθόλου ποιήσομαι τὸν λόγον. ἐφάνη τοίνυν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τῇ πείρᾳ σκοπουμένοις, οὐ τῶν αὐτῶν ἅπασα φύσις δεομένη φαρμάκων, ἀλλ’ αἱ μὲν ἀσθενέστεραι καὶ μαλακώτεραι τῶν μαλακωτέρων, αἱ δ’ ἰσχυρότεραι, καὶ ξηρότεραι τῶν ἰσχυροτέρων. οὕτω δὲ κᾀπὶ τῶν εἰς οὐλὴν ἀγομένων ἑλκῶν εἶχε καὶ προσέτι τῶν κολλήσεως δεομένων. ἁπλῶς γὰρ οὐδὲν τῶν ἰσχυρῶν φαρμάκων αἱ μαλακαὶ φέρουσι φύσεις. ἐν δὲ τῇ διεξόδῳ ταύτῃ τοῦ λόγου κατάφωρον γίγνεται σαφῶς ὅτι τε τὴν φύσιν ἐπισκεπτέον ἐστὶ τοῦ κάμνοντος, ὅτι τε καθ’ ἕκαστον ἄνθρωπον
206
ἰδίᾳ τίς ἐστι θεραπεία· καὶ τρίτον ἐπὶ τούτοις ὡς ἐπειδὴ τὸ τῆς ἑκάστου φύσεως ἴδιον ἀῤῥητόν ἐστι καὶ πρὸς τὴν ἀκριβεστάτην ἐπιστήμην ἄληπτον, οὗτος ἂν ἄριστος ἰατρὸς εἴη τῶν κατὰ μέρος ἁπάντων νοσημάτων, ὁ μέθοδόν τινα πορισάμενος ἐξ ἧς διαγνωστικὸς μὲν τῶν φύσεων ἔσοιτο, στοχαστικὸς δὲ τῶν ἑκάστης ἰδίων ἰαμάτων. τὸ δ’ οἴεσθαι κοινήν τινα ἁπάντων ἀνθρώπων εἶναι θεραπείαν ἐσχάτως ἠλίθιόν ἐστιν· ὅπερ οἱ ἀναισθητότατοι νομίζουσι μεθοδικοί. καὶ διὰ ταῦθ’ ἑστάναι τὰ τῆς ἰατρικῆς ἔφασαν ἅπαντα θεωρήματα, τουτέστιν ἐπιστημονικὰ καὶ βέβαια ταῖς γνώσεσιν ὑπάρχειν. εἶναί τε τὴν γνῶσιν αὐτῶν τέχνην τινὰ κοινοτήτων, οὐκ ἰδιοτήτων, ὡσπερεὶ τὸν κοινὸν καὶ γενικὸν ἄνθρωπον θεραπεύοντες, οὐ τοὺς κατὰ μέρος. ὡς οὖν ἐν τοῖς ἄλλοις ἅπασιν εὐθέως κατὰ τὰς ἀρχὰς ἐσφάλησαν, οὕτω κᾀν τῷδε· θεραπεύεται μὲν γὰρ οὐχ ὁ κοινὸς καὶ γενικὸς ἄνθρωπος, ἀλλ’ ἡμῶν ἕκαστος, ἄλλος ἄλλην ἔχων δηλονότι κρᾶσίν τε καὶ φύσιν. οἱ δ’ οἴονται μίαν θεραπείαν ἁπάντων ἀνθρώπων
207
εἶναι· ἐγὼ δ’ εἰ καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς ἠπιστάμην ἐξευρίσκειν, οἷον ἐπινοῶ τὸν Ἀσκληπιὸν, αὐτὸς ἂν ἦν τοιοῦτος· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τὸ γοῦν ἐγγυτάτω προσιέναι καθόσον ἀνθρώπῳ δυνατὸν αὐτός τε ἀσκεῖν ἔγνωκα καὶ τοῖς ἄλλοις παρακελεύομαι. πειρῶνται μὲν οὖν εἰς ὅσον οἷόν τε καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας, ἀποχωρεῖν μὲν τῶν κοινῶν, προσέρχεσθαι δὲ τοῖς ἰδίοις· ἀλλ’ ὅσον καὶ τούτοις ἐνδεῖ πρὸς τὸ τέλειον εἴρηται πρόσθεν. οὐ γὰρ ἐπὶ παίδων, ἢ γυναικῶν, ἢ γερόντων, ἢ μαλακὴν ἐχόντων καὶ λευκὴν τὴν σάρκα καὶ ὅσα τοιαῦτα, ὡς ἐκεῖνοι ποιοῦσι, προσδιοριστέον ἐστὶν, ἀλλ’ ὅπως ὑγρότητος ἢ ξηρότητος ἔχει τὸ σῶμα. τοὺς μὲν οὖν ἐμπειρικοὺς ἰατροὺς ἄλλων τε πολλῶν ἕνεκεν ἀποδέχεσθαι χρὴ καὶ μάλισθ’ ὅταν προσέρχεσθαι. πειρῶνται καθόσον ἐγχωρεῖ τῇ τοῦ κάμνοντος ἰδιότητι. μετὰ γὰρ τοὺς διορισμοὺς ἅπαντας οὓς διορίζονται, καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἐπάγουσιν, ὡς κᾀντεῦθεν εὐπορήσαντες οἰκειοτέρων τῷ κάμνοντι βοηθημάτων. εἰρήσεται δ’ ἡμῖν ἐν τοῖς ἑξῆς ἐπὶ
208
πλέον ὑπὲρ τῶν ἐθῶν, κᾀκεῖ ἀποδείξομεν ὑπὲρ τοῦ γνῶναι τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως, ἐξευρῆσθαι τοῖς παλαιοῖς καὶ τὸν ἀπὸ τοῦ ἔθους διορισμόν. τοῦτον οὖν ἐπὶ τοῖς ἄλλοις οἱ ἐμπειρικοὶ παραλαμβάνουσι καὶ πρὸς τούτῳ καὶ αὐτὸν τὸν ἰατρὸν, εἰ πολλάκις εἴη παραγεγονὼς τῷ νοσοῦντι, βέλτιον ἂν ἰᾶσθαί φασι τοῦ μὴ παραγεγονότος· εἶθ’ ὅταν ταῦτα πάντα προσθῶσιν, οὔπω βεβαίαν οὐδ’ ἐπιστημονικὴν ἔχειν φασὶ τῆς ἰδίας τοῦ κάμνοντος ἰάσεως τὴν γνῶσιν. ὁ δ’ ἀναισχυντότατος Θεσσαλὸς ἓν μόνον εἰδὼς, ὅτι τὸ κοῖλον ἕλκος πληρωτέον, ἑστῶτά τε καὶ βεβαία φησι τὰ τῆς ἰατρικῆς εἶναι θεωρήματα. καίτοι τοῦτό γε πάντες, ὡς εἴρηται καὶ πρόσθεν, ἄνθρωποι γινώσκουσιν, οὐχ οἱ νῦν μόνον, ἀφ’ οὗ Θεσσαλὸς, ὁ δεύτερος Ἀσκληπιὸς, εἰς ἀνθρώπους ἧκεν, ἀλλὰ καὶ οἱ πρὸ Δευκαλίωνος, οἶμαι, καὶ Φορωνέως, εἴπερ γε κᾀκεῖνοι λογικοί τε ἦσαν. ἀλλὰ πρὸς τῷ γινώσκειν ὡς σαρκωτέον ἐστὶ τὸ κοῖλον ἕλκος, ἔτι κᾀκεῖνο συνίεσαν, ὡς ὁ γινώσκων τὰ φάρμακα τὰ σαρκώσοντα τοιοῦτον ἕλκος, ἐκεῖνος ἰατρός ἐστιν. εἰ μὲν οὖν ἐξ ἐμπειρίας εὕρηται ταῦτα,
209
δῆλον ὡς ἐμπειρικῶς ἡμῖν ἰατρευτέον ἐστίν· εἰ δὲ ἐκ λόγου, λογικῶς· οὐ γὰρ δὴ ἄλλο μὲν εὕρηκεν, ἄλλῳ δέ τινι νῦν ἐπιδεξίως χρήσεται. ἀλλὰ περὶ μὲν τούτου πρὸς τοὺς ἐμπειρικούς ἐστιν ἡ ἀμφισβήτησίς τις ἡμῖν· ὅπερ δὲ λέγων ἀπέλιπον, ἡ ὄντως ἰατρικὴ τῆς τοῦ κάμνοντος ἐστόχασται φύσεως· ὀνομάζουσι δὲ, οἶμαι, τοῦτο πολλοὶ τῶν ἰατρῶν ἰδιοσυγκρασίαν, καὶ πάντες ἀκατάληπτον ὁμολογοῦσιν ὑπάρχειν· καὶ διὰ τοῦτο καὶ αὐτὴν τὴν ὄντως ἰατρικὴν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι παραχωροῦσιν. ἤρτηται δὲ ὁ λόγος οὗτος σύμπας ἀπὸ διττῶν ἀρχῶν· ἀπὸ μὲν τῶν ἐναργῶς φαινομένων τοῖς ἐμπειρικοῖς τε καὶ τηρητικοῖς, ἀπὸ δὲ τῶν στοιχείων τοῖς λογικοῖς. ὅτι τε γὰρ ἄλλον ἄλλο φάρμακον ὠφελεῖ σχεδὸν ἤδη καὶ οἱ παῖδες ἐπίστανται· συμφωνεῖ δὲ τούτῳ καὶ ὁ ἀπὸ τῶν στοιχείων λογισμός. εἰ γὰρ ὑπόθοιο πεντεκαίδεκα διαφορὰς εἶναι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ταῖς κράσεσι τῶν ἀνθρώπων ἐπὶ μόνης τῆς ὑγρᾶς φύσεως, ἀνάγκη δήπου σε καὶ τῶν φαρμάκων οἷς μέλλεις χρήσασθαι πεντεκαίδεκα διαφορὰς ἐπίστασθαι, καὶ τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον ξηραινούσας, ἵν’
210
ἑκάστῃ φύσει τὸ προσῆκον ἐξευρίσκῃς. εἰ δὲ καὶ τῆς ξηροτέρας φύσεως ἄλλας πεντεκαίδεκα διαφορὰς ὑποθέμενος ὡσαύτως κᾀπ’ ἐκείνης ἄλλων πεντεκαίδεκα δέοιο φαρμάκων, ἔσται σοι τὰ πάντα τριάκοντα φάρμακα πρὸς τριάκοντα φύσεις ἡρμοσμένα, καὶ τούτοις προσηκόντως χρῆσθαι δυνήσεται μόνος ὁ περὶ κράσεως σωμάτων ἀκριβῶς ἐπεσκεμμένος. ἆρ’ οὖν εἰ μὲν ὅλον τὸ σῶμα εἴη ξηρότερον τὴν κρᾶσιν, ὑπὸ τῶν ξηραντικωτέρων ὠφεληθήσεται φαρμάκων· εἰ δὲ μόριον αὐτοῦ τι τῶν ἄλλων φύσει ξηρότερον ὑπάρχοι, τῶν ἧττον ξηραινόντων δεήσεται; ἢ πρόδηλον κᾀνταῦθα τὸ μὲν ξηρότερον τῇ κράσει μόριον τῶν ξηραντικωτέρων, τὸ δ’ ὑγρότερον τῶν ἧττον ξηραινόντων προσδεῖσθαι; καὶ τοῦτ’ οὖν ὅλον παραλέλειπται τοῖς ἀμεθόδοις Θεσσαλείοις, ἓν ἐπὶ παντὸς μορίου φάρμακον ἡγουμένοις ἁρμόττειν. οἱ δ’ ἀπὸ τῆς ἐμπειρίας ὅσον πλεονεκτοῦσι κᾀν τῷδε τῶν Θεσσαλείων μεθοδικῶν, τοσοῦτον ἀπολείπονται τῶν ὄντως μεθοδικῶν τε καὶ λογικῶν. ἔχουσι γὰρ δὴ κᾀκεῖνοι πρὸς τῆς πείρας διδαχθέντες
211
ἄλλο μὲν τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν, ἄλλο δὲ τῶν ἐν ὠσὶν, ἢ ἄρθροις, ἢ σαρξὶν, ἢ δέρματι μόνῳ φάρμακον. ἀλλ’ ὅτι γε κᾀνταῦθα μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατήσωσιν, ἐκ τῶν ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπὶ τὴν ἀρχὴν ἀνέλθωμεν τοῦ λόγου, μιγνύντες ἁπάσας τὰς συμπιπτούσας ἕλκει διαθέσις, ἀπὸ πρώτης ἀρξάμενοι τῆς δυσκρασίας. εἰ γὰρ ἤτοι πρόσθεν εἴη κατὰ δή τινα συντυχίαν, ἢ καὶ παρ’ αὐτὸν τῆς ἑλκώσεως τὸν χρόνον ἡ ἡλκωμένη σὰρξ γένοιτο θερμοτέρα τοῦ δέοντος, ἢ ψυχροτέρα, δεήσει τὸ φάρμακον οὐ μόνον ξηραίνειν μετρίως, ἀλλὰ καὶ θερμαίνειν ἢ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἡ ὑποκειμένη σὰρξ ἐξέστη τοῦ κατὰ φύσιν· οὐ γὰρ ἐγχωρεῖ σάρκωσιν, ἢ πλήρωσιν, ἢ κόλλησιν, ἢ ἐπούλωσιν ἕλκους ὀρθῶς ποτε γενέσθαι τῆς ὑποκειμένης σαρκὸς ἐχούσης κακῶς, οὐδὲ εἰκῆ πρόσθεν ἐλέγομεν ἔργα φύσεως εἶναι σύμπαντα ταῦτα. κάθαρσιν μέντοι τῶν ῥυπαρῶν καὶ καθαίρεσιν τῶν ὑπεραυξηθέντων ἐγχωρεῖ γενέσθαι καὶ χωρὶς τοῦ κατὰ φύσιν ἔχειν

212
τὴν σάρκα· μόνον γὰρ τῶν φαρμάκων ἦν ἔργα. διὸ καὶ μείζων ἡ πρόνοια γιγνέσθω σοι τῆς εὐκρασίας τῶν ἡλκωμένων μορίων, ὁπότε σαρκοῦν ἢ κολλᾷν ἢ ἐπουλοῦν ἐθέλεις αὐτά. σώζεσθαι γὰρ δεῖ τὰς κινήσεις τῆς φύσεως αἷς εἵπετο τῶν εἰρημένων ἕκαστον· οὐ σωθήσονται δ’ ἄλλως εἰ μὴ πάντη κατὰ φύσιν ἔχοι τὸ μόριον. ὥσπερ οὖν εἰ φλεγμονή τις ἅμα τῷ ἕλκει τύχοι, πρὶν ταύτην λῦσαι, σαρκοῦν, ἢ κολλᾷν, ἢ ἐπουλοῦν οὐκ ἂν οὐδεὶς ἐπεχείρησεν αὐτὸ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰ καὶ χωρὶς φλεγμονῆς εἴη μόνη δυσκρασία τῶν εἰρημένων, οὐδὲν ἐλπίσομεν γενέσθαι πρὶν ἐκείνην ἰᾶσθαι. πάλιν οὖν ἐντεῦθεν ἔνδειξίς τις εἰς τὴν τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων εὕρεσιν γίνεται· ξηραίνοντα μὲν γὰρ ἦν ἅπαντα, διέφερε δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὐ μὴν ὅπως γε τοῦ θερμαίνειν ἢ ψύχειν εἶχεν εἴρηταί που πρόσθεν, ἀλλ’ ἡ μέθοδός πως ἀναγκάζει καὶ τοῦτ’. ἐρευνᾶσθαι. οὐ γὰρ ἁπλῶς εἰ ξηραῖνον, ἀλλ’ εἰ μὴ καὶ σφόδρα θερμαῖνον, ἢ ψῦχον ἐπισκέπτεσθαι χρή. φεύξῃ
213
τοιγαροῦν ὑοσκύαμον καὶ μανδραγόραν καὶ κώνειον, ὡς πέρα τοῦ μετρίου ψύχοντα, καίτοι ξηραίνει γε εἰς τοσοῦτον, εἰς ὅσον ἕλκος ξηραίνεσθαι ὀφείλει. καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, εἰ καὶ ξηραίνει συμμέτρως, ἀλλὰ πέρα γε τοῦ προσήκοντός ἐστι θερμά· καὶ διὰ τοῦτο οὐκ ἄν τις αὐτοῖς χρήσαιτο μόνοις ἄνευ τοῦ τοῖς ἀτρέμα ψύχουσιν ἐπιμίξας, ἓν ἐξ ἁπάντων εὔκρατον ἀπεργάσασθαι φάρμακον. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει προσεπιβλέπειν δεήσει καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν· οἷον γὰρ φάρμακόν τι καὶ οὗτος ἔξωθεν προσπίπτων τοῖς σώμασιν, ἐπειδὰν ἀμέτρως ἔχῃ θερμότητος ἢ ψύξεως, ἐμποδὼν ἵσταται τῇ θεραπείᾳ. χρὴ τοίνυν ἀντιπεπονθέναι τὰ φάρμακα ταῖς ἀμετρίαις αὐτοῦ. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης ψυχροτέροις μὲν τῇ δυνάμει χρῆται κατὰ τὰς θερμὰς ὥρας, θερμοτέροις δὲ κατὰ τὰς ψυχράς. οἶσθα δὲ δήπου κᾀνταῦθα τῶν ἀναισθήτων τινὰ μεθοδικῶν ὁμολογήσαντα μὲν ἐπιβλέπειν ὅπως ἔχει θερμότητος ἢ ψύξεως ὁ περιέχων ἀὴρ τὸν κάμνοντα, μὴ μέντοι τὰς ὥρας τοῦ ἔτους ἐπισκέπτεσθαι συγχωροῦντα, ὥσπερ
214
τῶν ὀνομάτων τῶν κατὰ τὰς ὥρας βλαπτόντων ἢ ὠφελούντων, ἀλλ’ οὐ τῆς κράσεως αὐτῶν, ἢ οὐ διὰ ταύτην ἀποβλεπόντων εἰς αὐτὰς τῶν παλαιῶν ἰατρῶν. ἀλλὰ γὰρ ὅτι μὲν ἀναγκαῖόν ἐστι τῷ μέλλοντι μεθόδῳ τινὶ θεραπεύσειν ἕλκος, ἐπί τε τὰ στοιχεῖα πρῶτα καὶ μάλιστα παραγίνεσθαι καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς κράσεις τῶν σωμάτων ὅλων τε καὶ κατὰ τὰ μόρια ἐπιβλέπειν ἱκανῶς οἶμαι δεδεῖχθαι. πάλιν δ’ ἀναμνηστέον κᾀνταῦθα τὸ καὶ πρόσθεν εἰρημένον ἐπὶ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἐνδείξεως· ὡς γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ὑγροτέρα φύσις ὑγροτέρων ἐδεῖτο τῶν φαρμάκων, ἡ δὲ ξηροτέρα ξηροτέρων, οὕτως καὶ νῦν ἡ μὲν θερμοτέρα θερμοτέρων, ἡ δὲ ψυχροτέρα ψυχροτέρων δεήσεται, ἔμπαλιν δὴ τῆς ἐνδείξεως γιγνομένης ἀπὸ τῶν παρὰ φύσιν τε καὶ κατὰ φύσιν· τὰ μὲν γὰρ κατὰ φύσιν ὁμοίων ἑαυτοῖς ἐστὶν ἐστὶν ἐνδεικτικὰ, τὰ δὲ παρὰ φύσιν ἐναντίων, εἴ γε τὰ μὲν φυλάττεσθαι, τὰ δὲ διαφθείρεσθαι χρή.

Τὸ μὲν οὖν καὶ τὰς κράσεις τῶν σωμάτων καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς φύσεις τῶν μορίων ἐπιβλέπειν

215
χρῆναι τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι δεδεῖχθαί μοι νομίζω σαφῶς· καὶ ὡς μὲν πρῶτος σκοπὸς τῆς ἰάσεως ἐκ τῆς διαθέσεως λαμβάνεται μόνης, ἐξευρεῖν δὲ οὐκ ἔτι ἐντεῦθεν ἐγχωρεῖ τὰ βοηθήματα, πρὶν ἐπί τε τὰ στοιχεῖα τῶν σωμάτων ἀναβῆναι καὶ τοῦ κάμνοντος ἐπισκέψασθαι τὴν κρᾶσιν, ὅλου τε τοῦ σώματος καὶ τοῦ πεπονθότος μέρους, εὐθὺς αὐτῷ καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν συνεπισκεπτομένους· ἥτις ἐκτείνεται κᾀπὶ τὰς ἐπιδήμους καταστάσεις καὶ προσέτι τὰς χώρας. ὅτι δὲ πολλάκις ἐναντίαι ἐνδείξεις γίγνονταί κατὰ μίαν θεραπείαν, ὅπως τε χρὴ μεταχειρίζεσθαι τὰς τοιαύτας, εἰρήσεται μὲν ἐπιπλέον ἐν τοῖς ἐφεξῆς, εἴη δ’ ἂν οὐκ ἄπο, τρόπου καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν ὑπὲρ αὐτῶν. οὐδὲν γὰρ οἶμαι θαυμαστὸν ὑγροτέραν μὲν ὑπάρχειν τὴν κρᾶσιν τοῦ κάμνοντος, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον ξηρότερον, ἢ τοῦτο μὲν ὑγρότερον, ἅπασαν δὲ τὴν κρᾶσιν ξηροτέραν· ὡσαύτως δὲ καὶ κατὰ θερμότητα καὶ ψύξιν ὑπεναντίως ἔχειν τῇ κράσει τὸ μόριον πρὸς τὸ ὅλον. ὥσπερ οὖν εἰ τὸ πᾶν σῶμα τῆς μέσης ὑπῆρχε κράσεως, ἣν ἀρίστην ἐδείκνυμεν, οὐδὲν ἂν ἕνεκά
216
γε τῆς τοῦ κάμνοντος φύσεως ἐνεωτερίζομεν ἐν τοῖς φαρμάκοις, οὕτως ἐπειδὰν ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ ψυχρότερον ἢ θερμότερον ᾖ τοῦ δέοντος, ἐπιτείνειν εἰς τοσοῦτον χρὴ τὰς δυνάμεις τῶν φαρμάκων, εἰς ὅσον καὶ τὸ σῶμα φυσικῆς ἐπείληπται δυσκρασίας. οὐ γὰρ δὴ ἐπιλελήσμεθά γε, τίς μὲν ἡ φυσικὴ δυσκρασία, τίς δ’ ἡ παρὰ φύσιν. εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἐν ἄλλοις καὶ μάλιστ’ ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας γράμματι. φέρε τοίνυν ὅλην τὴν κρᾶσιν τοῦ κάμνοντος σώματος ὑγροτέραν εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῶν ἧττον ξηραινόντων φαρμάκων, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον τῶν φύσει ξηροτέρων ὑπάρχειν, οἷά περ ἐλέγομεν εἶναι τὰ ἧττον σαρκώδη. τοιαῦτα δ’ ἐστὶ τά τε κατὰ τοὺς δακτύλους καὶ τὰ ἄρθρα καὶ τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὀδόντας, ἁπλῶς δ’ εἰπεῖν ἵνα χόνδροι πολλοὶ καὶ ὑμένες καὶ σύνδεσμοι καὶ ὀστᾶ καὶ νεῦρα, πιμελὴ δὲ καὶ σὰρξ ἢ οὐδ’ ὅλως, ἢ ἐλαχίστη, διάφορος δ’ ἐν τούτοις ἡ ἔνδειξις ἀπό τε τοῦ πεπονθότος μέρους ἐστὶ καὶ τῆς φύσεως τοῦ κάμνοντος. ὥστε εἰ μὲν ὅσῳ τοῦ κάμνοντος
217
ἡ κρᾶσις ὑγροτέρα πέφυκε τοῦ συμμέτρου, τοσούτῳ καὶ τὸ μόριον εἴη ξηρότερον τοῦ συμμέτρου, μήτε προστιθέναι τι μήτ’ ἀφαιρεῖν τοῦ φαρμάκου, τοιοῦτον δὲ προσφέρειν, οἷον ἂν ἐπὶ τοῦ συμμέτρου τῇ κράσει σώματος ἐν συμμέτρῳ τῇ κράσει μορίῳ γεγονότος ἕλκους παρελάβομεν. εἰ δὲ πλέον εἴη τὸ μόριον τοῦ μετρίου ξηρότερον, ἢ ὅσῳ τοῦ σώματος ἡ κρᾶσις ὑγροτέρα, τοσοῦτον ἐπιτείνεσθαι χρὴ ξηρότητι τὸ φάρμακον, ὅσον ὑπερβάλλει τὸ μόριον τῆς ὅλης κράσεως. οἷον εἰ τέσσαρσι μὲν ἀριθμοῖς εἴη τὸ ἡλκωμένον μέρος ξηρότερον τοῦ συμμέτρου, τρισὶ δ’ ἀριθμοῖς ἡ φύσις τοῦ νοσοῦντος ὑγροτέρα τῆς εὐκράτου, πρόδηλον ὡς ἑνὶ τοῦ συμμέτρου μορίου τὸ νῦν ἡλκωμένων ἔσται, ξηροτέρου δεόμενον φαρμάκου. ὅτι δὲ ἅπαντα ταῦτα στοχασμῷ λαμβάνεται καὶ ὅτι κάλλιστα δυνατός ἐστι στοχάζεσθαι ὁ γεγυμνασμένος ἐν τοῖς. περὶ τούτων λογισμοῖς ἄντικρυς δῆλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἁπάντων ἐναντίαι πολλάκις ἐνδείξεις καθ’ ἕνα γίνονται χρόνον· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν ὑπὲρ τῶν κατὰ θερμόν
218
τε καὶ ψυχρὸν ἐνδείξεων ἀνάλογον τοῖς εἰρημένοις νοεῖσθαι δυναμένων· ἐφ’ ἑτέρων δὲ καὶ τοῖς χρόνοις ἐφ’ οἷς εὐθὺς αἱ ἐνδείξεις τέμνονται, καὶ χρὴ τὴν μὲν ἡσυχάσαι κατά γε τὴν ἀρχὴν τῆς θεραπείας, ἐνεργῆσαι δὲ ἑτέραν· οἷον ὅταν ἕλκος ᾖ κοῖλόν τε ἅμα καὶ ἱκανῶς ῥυπαρόν· αἱ μὲν γὰρ διαθέσεις αἱ παρὰ φύσιν ἐν τούτοις τρεῖς εἰσιν, ἕλκος καὶ κοιλότης καὶ ῥύπος. ἡ δὲ τῆς ἰάσεως τάξις ἀπὸ τῆς ἀναιρέσεως τοῦ ῥύπου τὴν ἀρχὴν ἔχει, τῷ μήτε κολληθῆναί τι, μήτε σαρκωθῆναι δύνασθαι, πρὶν καθαρὸν γενέσθαι. δευτέραν δὲ χώραν ἡ τῆς κοιλότητος ἴασις ἕξει· εἰ γὰρ ἤτοι κολλήσαιμεν, ἢ ἐπουλώσαιμεν, ἢ καθόλου φάναι θεραπεύσαιμεν τὸ ἕλκος, οὐκέτι ἐγχωρεῖ πληρῶσαι τὴν κοιλότητα. φέρε τοίνυν μὴ μόνον ταῦτ’ εἶναι τὰ τρία περὶ τὸ μέρος, ἀλλὰ καὶ φλεγμονὴν, ἢ ἐρυσίπελας, ἢ γάγγραναν, ἤ τινα δυσκρασίαν ἁπλῆν ἢ σύνθετον, ἆρ’ οὐκ ἐνταῦθα πρόδηλον ὡς εἰ μή τις πρότερον ἐκείνην ἰάσαιτο, πληρῶσαι σαρκὶ τὸ κοῖλον ἕλκος οὐκ ἐγχωρεῖ; λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἡ τῆς σαρκὸς γένεσις ἐκ τῆς ὑποκειμένης ἄρχεται τῆς ὑγιοῦς· ἐκ φλεγμαινούσης δὲ καὶ
219
δυσκράτου καὶ ἁπλῶς εἰπεῖν νοσούσης, οὐκ ἐγχωρεῖ γεννηθῆναι νέαν σάρκα. σκοπὸς οὖν ἐν ἁπάσαις ταῖς τοιαύταις ἐπιπλοκαῖς ἔστω σοι τριττός. εἷς μὲν ὡς ὁ ἐξ αἰτίων τοῦ μέλλοντος ἔσεσθαι λαμβανόμενος· ὁ δὲ ἕτερος ὡς ὅ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχων· ὁ δὲ τρίτος ὡς ὁ τῶν ἐπειγόντων τε καὶ κατεπειγόντων ὀνομαζόμενος. ἡ μὲν γὰρ εὐκρασία τῆς ὑποκειμένης σαρκὸς αἰτίας λόγον ἔχει, συμφύουσά τε τὸ ἡλκωμένον αὐτῇ καὶ ἀναπληροῦσα τὸ κοῖλον. ἡ δὲ καθαρότης· τοῦ ἕλκους τὸν ὧν οὐκ ἄνευ λόγον· καὶ ταύτην ὁ ῥύπος διακόπτων κωλύει τὴν θεραπείαν. ἔχει δὲ καὶ αὐτὸ τὸ ἕλκος ὡς πρὸς τὴν κοιλότητα τὸν ὧν οὐκ ἄνευ λόγον. εἰ γὰρ εἰς οὐλὴν ἀχθείη τὸ ἕλκος, οὐκέθ’ οἷόν τε σαρκῶσαι τὴν κοιλότητα. πρὸς ταῦτ’ οὖν ἀποβλέπων ἐξευρήσεις τὴν τάξιν τῆς ἰάσεως· οἷον ἡ φλεγμονὴ καὶ κοιλότης καὶ ἕλκος καὶ ῥύπος ἅμα κατὰ ταὐτὸν ὑπάρχει μόριον· ὅτι χρὴ πρῶτον μὲν τὴν φλεγμονὴν, δεύτερον δὲ τὸν ῥύπον, τρίτον δὲ ἰάσασθαι τὴν κοιλότητα, καὶ τέταρτον τὸ ἕλκος. ἐν μὲν δὴ τοῖς εἰρημένοις ἥ τε τάξις καὶ ἡ τῶν σκοπῶν εὕρεσις ἐντεῦθεν. ὁ δὲ τοῦ
220
κατεπείγοντος σκοπὸς ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δ’ ἐστίν· ἀφ’ ἧς γὰρ κινδυνεύει πρώτης καὶ μάλιστα διαθέσεως ὁ ἄνθρωπος, ἐκείνην πρῶτον ἰατέον. ἐνίοτε δὲ οὐ πρώτην μόνον, ἀλλὰ καὶ μόνην αὐτὴν· οἷον εἰ νυγείσης κεφαλῆς μυὸς ἀκολουθήσειε σπασμὸς, εἶτα πρὸς μηδενὸς τῶν οἰκείων ἰαμάτων καθίσταιτο· διατεμὼν γὰρ ὅλον τὸν μῦν ἐγκάρσιον, ἰάσῃ μὲν τὸν σπασμὸν, ἀλλὰ πηρώσεις τινὰ τῶν τοῦ μορίου κινήσεων. οὕτω δὲ καὶ φλεβὸς ἢ ἀρτηρίας αἱμοῤῥαγούσης ἀμέτρως ὁ διατεμὼν ὅλον ἐγκάρσιον τὸ ἀγγεῖον οὐκέτι μὲν ἰάσασθαι δύναται τὸ ἕλκος αὐτοῦ· τὸν δ’ ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἐπέσχεν. ἀλλὰ καὶ νεῦρον νυγὲν ἀναγκαζόμεθα πολλάκις ἐγκάρσιον διακόπτειν, ὅταν ἤτοι σπασμοὺς, ἢ παραφροσύνας, ἢ ἀμφότερα μεγάλα καὶ δυσίατα βλέπωμεν ἑπόμενα τῇ τρώσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξάρθρημα μεθ’ ἕλκους ἐπειδὰν γένηται κατά τι τῶν μειζόνων ἄρθρων, τὸ μὲν ἕλκος ἰώμεθα, τὸ δὲ ἐξάρθρημα καταλείπομεν ἀνίατον· ὅτι καὶ τοῦτ’ ἐγχειρούντων ἰάσασθαι, σπασμοὶ τοὐπίπαν
221
ἕπονται. τρίτος οὖν οὗτος σκοπός ἐστιν ὁ πρὸς τὸ κατεπεῖγον γιγνόμενος, ἕτερος ἐκείνων τῶν δύο τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. οὐ γὰρ ταὐτόν ἐστιν ἢ ὡς αἴτιόν τι σκοπεῖν, ἢ ὡς τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, ἢ ὡς κατεπεῖγον. ἀλλὰ καὶ ὡς τὸ κατεπεῖγον ἐνίοτε τοιοῦτόν ἐστιν, ὡς ἀνίατον ἀναγκάζειν ἑτέραν ἀπολιπέσθαι διάθεσιν, εἴρηται, καὶ ὡς ἡ διάθεσις αὕτη πολλάκις ὑφ’ ἡμῶν αὐτῶν γίνεται, τοῦτο μὲν ἐπὶ τῶν νενυγμένων νεύρων, ἢ τενόντων, ἢ αἱμοῤῥαγούντων ἀγγείων, τοῦτο δὲ ἐπὶ τῶν κατὰ τὰς κεφαλὰς τετρωμένων μυῶν· ἐπὶ μὲν γὰρ ἐξαρθρήματος ἅμα καὶ ἕλκους οὐκ αὐτὸ ποιοῦμεν, ἀλλὰ μόνον οὐκ ἰώμεθα τὸ γενόμενον. εἰρήσεται δὲ κᾀν τοῖς ἑξῆς ἔτι περὶ τούτων ἐπιμελέστερον.