De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐν γὰρ τῷ παρόντι συγκεφαλαιώσασθαι βούλομαι τὸν ἐνεστῶτα λόγον ἐπὶ τὰς οἰκείας διαφορὰς τῶν ἑλκῶν ἐπανελθών· ἵν’ εἴ τις κᾀντεῦθεν ἔνδειξις ἰαμάτων ἐστὶ, μηδὲ ταύτην παραλίπωμεν. τὸ μὲν οὖν φλεγμαῖνον ἕλκος καὶ τὸ σηπόμενον ἀναβιβρωσκόμενόν τε καὶ γαγγραινούμενον

222
ἐρυσιπελατῶδες τε καὶ καρκινῶδες ἀνώδυνόν τε καὶ ὀδυνῶδες, τά τ’ ἄλλα τοιαῦτα λέγουσιν ὡς διαφορὰς ἑλκῶν, εἰ μὲν ἄλλως τις διέρχοιτο θεραπείαν ἐμπειρικὴν ἀναγράφων, οὐκ ἀμφισβητητέον αὐτῷ διαφορὰς ἑλκῶν ὀνομάζοντι· μυριάκις γὰρ εἴρηται τὸ μὴ δεῖν ὑπὲρ τῶν ὀνομάτων ἐρίζειν· εἰ δ’ ὡς ἐντεῦθεν μέλλων ἐρεῖν τι τεχνικὸν ὑπὲρ ἐνδείξεων, ἐπιδεικτέον αὐτῷ τὰς μὲν εἰρημένας ἁπάσας διαθέσεις ὑπάρχειν συνθέτους, ἄλλας δ’ εἶναι διαφορὰς ἕλκους ἁπλοῦ καὶ μόνου, χωρὶς ἑτέρας τινὸς ἐπιπεπλεγμένης αὐτῷ διαθέσεως. εἰ γὰρ ἁπλῶς διαιρέσεως γενομένης ὑπό τινος ὀξέος τὸ σχῆμα τοῦ τρώσαντος ἐναπομαχθείη τῷ διῃρημένῳ, γένοιντ’ ἂν οὕτω ἑλκῶν διαφοραὶ πάμπολλαι, λοξῶν, εὐθειῶν, ἑλικοειδῶν, ἀγκιστροειδῶν, ἄλλως ὁπωσοῦν ἐχόντων. αὗται μὲν οὖν αἱ διαφοραὶ πᾶσαι παρὰ τὸ σχῆμα. παρὰ δ’ αὖ τὸ μέγεθος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτεραι μυρίαι· καὶ γὰρ μικρὸν καὶ μέγα καὶ μεῖζον καὶ μικρότερον ἕλκος ἕλκους λέγεταί τι καὶ γίνεται· καὶ μὲν δὴ καὶ βραχὺ καὶ μακρὸν ἐπιπολῆς τε καὶ
223
βαθὺ, καὶ καθ’ ἕκαστον αὐτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κατὰ τὸ μέγεθος, ἢ τὸ πηλίκον, ἢ τὸ ποσὸν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν διαφορᾷ. καὶ εἴπερ ταῦτα οὕτως ἔχει, πάντως δήπου καὶ ὁμαλὲς καὶ ἀνώμαλον ἕλκος ἐν τῷ βάθει τῆς διαιρέσεως ἔσται. κατὰ μῆκος γὰρ, εἰ οὕτως ἔτυχεν, ἀνεσχισμένου τοῦ μηροῦ τὸ μὲν ἄνω μέρος τῆς διαιρέσεως ἐνδέχεται βαθὺ, τὸ κάτω δὲ ἐπιπόλαιον ὑπάρχειν, ἢ ἔμπαλιν ἐπιπολῆς μὲν τὸ ἄνω, βαθὺ δ’ εἶναι τὸ κάτω. καὶ μὲν δὴ καὶ τὸ διεσπάσθαι κατά τι, ἢ τοὐπίπαν καὶ διατετμῆσθαι καὶ τοῦ τρώσαντος ὑποδύντος ὑπὸ τὸ δέρμα λοξὸν, μέρος μέν τι τοῦ ἕλκους φαίνεσθαι, μέρος δ’ ἕτερον ὑπὸ τῷ δέρματι κατακεκρύφθαι, καὶ τοῦτο ἢ ἐκ τῶν ἄνωθεν εἶναι μερῶν, ἢ ἐκ τῶν κάτωθεν, ἢ ἐκ τῶν πλαγίων, ἅπαντα καὶ ταῦθ’ ἑλκῶν εἰ διαφοραί. παρὰ δ’ αὖ τὸν χρόνον ἕτεραι διαφοραὶ τῶν ἑλκῶν, παλαιὸν καὶ ἔναιμον ἢ πρόσφατον ὀλιγοχρόνιόν τε, καὶ πολυχρόνιον, ἐν ἅπασι δ’ αὐτοῖς τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ. κατὰ μὲν αὐτὴν τοῦ ἕλκους τὴν φύσιν
224
αὗται διαφοραὶ, κυριώταται μὲν αἱ κατὰ τὴν οὐσίαν τοῦ πράγματος ἥ τε παρὰ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ποσὸν τῆς διαιρέσεως, ἤτοι κατὰ τὸ μῆκος, ἢ βάθος, ἢ κατ’ ἀμφοτέρας τὰς διαστάσεις, ὁμαλότητά τε καὶ ἀνωμαλίαν τὴν ἐν τούτοις. ἔξωθεν δὲ προσιοῦσαι τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσαι· παρά τε τὸν χρόνον ἐν ᾧ τὸ ἕλκος, οὕτω γὰρ τὸ μὲν πρόσφατον καλεῖται, τὸ δὲ παλαιὸν, καὶ παρὰ τὸ φαίνεσθαί τε καὶ μὴ φαίνεσθαι πᾶν ἢ μέρος. ἤδη δὲ καὶ παρὰ τὸν τῆς γενέσεως τρόπον ἐν τῷ τμηθῆναι πᾶν ἢ διασπασθῆναι πᾶν· ἤ τι μὲν τετμῆσθαι μέρος αὐτοῦ, διεσπάσθαι δ’ ἕτερον. εἰ δὲ καὶ τὰς παρὰ τὸν τόπον ἐν ᾧ γέγονε τὸ ἕλκος ἐκλογίζοιο διαφορὰς, οἷον εἰ πέρας μυὸς, εἰ ἀρχὴ μυὸς, εἰ τὸ μέσον τοῦ μυὸς, εἰ δέρμα ἐστὶ τὸ ἡλκωμένον, εἰ ἧπαρ ἢ γαστὴρ, εἶεν ἂν δήπου καὶ αὗται διαφοραὶ τῶν ἑλκῶν. ταῦτα μὲν οὖν οὕτως ἔχει, οὐκ ἀπὸ τῆς οἰκείας αὐτῶν φύσεως, ἀλλ’ ἀπὸ τῶν χωρίων ἐν οἷς συνίστανται τὴν γένεσιν ἔχουσα. ὅταν δ’ εἴποι τις ἤτοι φλεγμαῖνον ἕλκος, ἢ ὑπερσαρκοῦν, ἢ κοῖλον,
225
οἴεται παραπλησίας εἰρηκέναι διαφορὰς ἑλκῶν, ἃς νῦν ἤδη· πέπαυμαι λέγων, οὗτος ἐξ ἀνάγκης ἐν τῇ θεραπευτικῇ μεθόδῳ σφαλήσεται. τὸ γὰρ φλεγμαῖνον ἕλκος οὑτωσὶ λεγόμενον ὅμοιον μὲν ἔχει τὸ τῆς ἑρμηνείας σχῆμα τῷ μικρὸν ἕλκος, οὐ μὴν τό γε δηλούμενον ὅμοιον ὑπάρχει. τὸ μὲν γὰρ ἐπιπολῆς ἢ βαθὺ κατηγορήσαντες τοῦ ἕλκους, οἰκείαν αὐτοῦ διαφορὰν ἐμηνύσαμεν· τὸ φλεγμαῖνον δ’ οὐδ’ ὅλως ἐστὶν ἕλκους διαφορά· δύναται γὰρ φλεγμῇναι μόριον καὶ χωρὶς ἕλκους. ὅθεν οἶμαι καὶ τὴν λέξιν ἐνταυθοῖ μὲν ὑπαλλάξαι δυνατόν· εἰ γὰρ εἴποις ἕλκος τῷδέ τινι γεγονέναι μετὰ φλεγμονῆς, οἰκειότερόν γε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις· οὐ μὴν εἰ φαίης μετὰ μεγέθους μὲν τῷδε, μετὰ σμικρότητος δὲ ἄλλῳ γεγονέναι. καὶ γὰρ οἰκειότερόν τε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις, εἰ τῷδε μέν τινι φαίης ἕλκος μέγα γεγονέναι, τῷ δὲ αὖ μικρόν. ὅθεν εἰ οἷόν τ’ ἦν καὶ τὴν λέξιν ὑπαλλάττειν ὡς καὶ τῷ λεγομένῳ πράγματι πρεπωδεστέραν ἐργάζεσθαι καὶ τοῖς ἀκούσουσι σαφεστέραν, οὐ χρὴ κατοκνεῖν οὕτω ποιεῖν· ἀρχὴ γὰρ τοῦ μὴ σοφίζεσθαι περὶ τὰ πράγματα τὸ καὶ τῇ
226
λέξει χρῆσθαι διωρισμένῃ. τίς οὖν ἐν τοῖς τοιούτοις ἡ μέθοδος; εἰπεῖν γὰρ χρὴ παράγγελμά τι καὶ οἷον σκοπὸν ᾧ προσέχοντες τὸν νοῦν ἀεὶ δυνησόμεθα διορίζεσθαι ταχέως εἴτε διαφορὰν εἴρηκέ τις ἡστινοσοῦν διαθέσεως, εἴτ’ ἐπιπλοκὴν ἑτέρας. ἔστω δή σοι διορισμὸς ὅδε· τὸ δυνάμενον ἰδίᾳ ποτὲ καὶ καθ’ ἑαυτὸ συστῆναι, τοῦτ’ οὐκ ἄν ποτε γένοιτο τῶν ἄλλων οὐδενὸς διαφορά. μέγεθος μὲν οὖν καὶ σμικρότης, ὁμαλότης τε καὶ ἀνωμαλία καὶ χρόνος καὶ σχῆμα τῶν ἑτέροις συμβεβηκότων ἐστίν. ἕλκος δὲ καὶ φλεγμονὴ καὶ γάγγραινα καὶ σηπεδὼν ἕκαστον ἰδίᾳ τε καὶ καθ’ αὐτὸ δύναται συστῆναι, διαθέσεις γὰρ τινές εἰσι τοῦ σώματος ἡμῶν παρὰ φύσιν, οὐ τὰ ταῖς διαθέσεσιν ἐξ ἀνάγκης συμβεβηκότα. πᾶσι μὲν γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης συμβέβηκεν ἤτοι μικροῖς ἢ μεγάλοις ὑπάρχειν, ἢ ὁμαλέσιν, ἢ ἀνωμάλοις, ἢ προσφάτοις, ἢ παλαιοῖς, ἢ φαίνεσθαι προχείρως, ἢ κεκρύφθαι καὶ μὴ βλέπεσθαι· τὸ φλεγμαίνειν δ’ οὐκ ἔστι τῶν συμβεβηκότων ἕλκει, καθάπερ οὐδὲ τὸ σήπεσθαι καὶ γαγγραινοῦσθαι. πάντα γὰρ ταῦτ’ ἐστὶν ἐκ τοῦ τῶν νοσημάτων γένους, εἴ γε παρὰ
227
φύσιν εἰσὶ διαθέσεις καὶ βλάπτουσιν ἐνέργειαν. ἑτέρῳ δ’ αὖ πάλιν τρόπω ἕλκος ὀδυνώμενον ἢ ἕλκος ῥυπαρὸν λέγεται μὲν ὥς τις ἕλκους διαφορὰ, σύνθετον δέ τι δηλοῦται κᾀνταῦθα πλὴν ἕτερον τρόπον ἢ ὡς φλεγμαῖνον ἕλκος ἐλέγετο καὶ σηπομένου. ἐκεῖ μὲν γὰρ διάθεσις ἡ φλεγμονὴ καὶ ἡ σηπεδών· ἐνταυθοῖ δὲ ὅ τε πόνος καὶ ὁ ῥύπος ἐκ τοῦ τῶν συμπτωμάτων γένους. οὕτω δὲ κᾀπειδὰν εἴπῃ τις ἕλκος, ἢ κακόχυμον, ἢ ῥευματικὸν, ἢ ἀναβιβρωσκόμενον, αἰτίαν συνεμφαίνει τῇ διαθέσει. καὶ δῆλον ἐκ τῶν τοιούτων ὡς οἷον στοχεῖά τινα τῆς θεραπευτικῆς ἐστι μεθόδου τὰ πρῶτά τε καὶ ἁπλᾶ καὶ ἀσύνθετα νοσήματα, καὶ διὰ τοῦτ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν νοσημάτων ὑπομνήματι πάντ’ ἐξηριθμησάμεθα ταῦτα. διοίσει δ’ οὐδὲν ἢ πρῶτα λέγειν, ἢ ἁπλᾶ· καὶ γὰρ εἰ πρῶτον, ἁπλοῦν, καὶ εἰ ἁπλοῦν, πρῶτον ὥστε καὶ στοιχειῶδες. ἔνδειξις δὲ ἰάσεως ἀπὸ τῶν διαφορῶν οὐχ ἁπασῶν γίνεται. τὸ γὰρ πρόσφατον ἢ παλαιὸν ἕλκος οὐδὲν ἐνδείκνυται, καίτοι δοκεῖ τισιν, ἀλλὰ παραλογίζονται
228
σφᾶς αὐτοὺς, ὡς κᾀν τοῖς κατὰ δίαιταν ἑτέραν μὲν ἀρχῆς, ἑτέραν δ’ ἐπιδόσεως, ἄλλην δ’ ἀκμῆς τε καὶ παρακμῆς ἔνδειξιν εἶναι λέγοντες· ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐρεῖν μέλλοντες, οὐ δεόμεθα νῦν μηκύνειν τὸν λόγον· ἀλλ’ ὅσον εἰς τὰ παρόντα μόνον αὔταρκες ἐροῦμεν. τὸ ἕλκος τὸ πρόσφατον, ἐπειδὴ τοὐπίπαν ἄνευ τε διαθέσεως ἑτέρας ἐστὶ καὶ σύμπτωμα μηδὲν μηδέπω ἔχει συνὸν, ἑτέραν οἷόν τε ποιεῖσθαι τὴν ἔδειξιν τοῦ παλαιοῦ· τὸ δ’ οὐχ οὕτως ἔχει. τὸ γὰρ αὐτὸ τοῦτο μόνον ἕλκος· ἔστι δὲ τοιοῦτον ᾧ μήτε κοιλότης τις σύνεστι μήτ’ ὀδύνη μήτε ῥύπος, ἁπασῶν τε τῶν ἄλλων ἀπήλλακται διαθέσεων, αὐτῆς δὲ μόνης δεῖται τῆς ἰδίας ἰάσεως, ἧς ὁ σκοπὸς ἕνωσις, ἢ κόλλησις, ἢ σύμφυσις, ἢ συνέχεια. μυριάκις γὰρ εἴρηται τὸ καλεῖν ὡς ἂν ἐθέλῃ τις, ἔνθα μηδὲν βλάπτεται τὸ πρᾶγμα. εἴτ’ οὖν πρόσφατον εἴη τὸ τοιοῦτον ἕλκος εἴτε παλαιὸν, ἀεὶ τῆς αὐτῆς δεῖται θεραπείας, οὐδὲν τῆς ἀπὸ τοῦ χρόνου διαφορᾶς ἴδιον ἐνδεικνυμένης. εἰ μέντοι κοιλότητα βαθεῖαν ἔχει κατακεκρυμμένην ὑπὸ τῷ δέρματι,
229
σκέπτεσθαι πότερον ἐκ τῶν ἄνωθεν μερῶν εἴη, ὡς ὑποῤῥεῖν ἐξ αὐτῆς τοὺς ἰχῶρας κατάντεις, ἢ κάτωθεν, ὡς αὐτόθι συνίστασθαι. τῶν μὲν οὖν ὑποῤῥύσεις ἐχόντων ἡ αὐτὴ θεραπεία τοῖς ἄλλοις, τῶν δ’ οὐκ ἐχόντων ἡμᾶς χρὴ μηχανᾶσθαί τινας ἐκροάς, διττὴ δ’ ἡ μηχανή· ποτὲ μὲν ἀνατέμνοντί σοι τὴν κοιλότητα σύμπασαν, ἐνίοτε δὲ ἀντιδιαιροῦντι μόνον ἐν τῷ πυθμένι. τὸ δ’ ὅτε χρὴ τούτων ἑκάτερον δρᾷν ἥ τε τῶν χωρίων ἐνδείξεται φύσις καὶ τὸ τοῦ ἕλκους μέγεθος. εἰ μὲν γὰρ καὶ τὰ χωρία σφαλερὰν ἔχει τὴν διαίρεσιν καὶ τὸ ἕλκος εἴη μέγα, βέλτιον ἀντιδιαιρεῖν, εἰ δὲ τἀναντία, τὸ ἀνατέμνειν ἄμεινον. ἡ δ’ ἐπίδεσις ἀρχέσθω μὲν ἐκ τῶν ἄνωθεν, τελευτάτω δὲ κάτω ἵναπερ ἡ ἐκροή. ὅτι δὲ καὶ ἡ παρὰ τὰ τετρωμένα μόρια σύμπαντα διαφορὰ τῶν ἑλκῶν ἐπικαιροτάτη πρὸς ἔνδειξιν τῆς ἰάσεως ἔμπροσθεν εἴρηται. ἀλλ’ ἐκείνη μὲν ὡς ὁμοιομερῶν, ἧς δὲ νῦν ἐμνημονεύσαμεν, ὡς ὀργανικῶν ἐστιν ἔνδειξις. εἰρήσεται μὲν δὴ καὶ περὶ τῆς ἢ ὡς ὁμοιομερῶν, ἢ ὡς ὀργανικῶν σωμάτων ἐνδείξεως ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· ἐν δὲ τῷ παρόντι πάλιν ἐπὶ τὰς
230
οἰκείας διαφορὰς τῶν ἑλκῶν ἰτέον· εἶτ’ ἐγκάρσιον ἢ εὐθὺ, καὶ μέχρι βάθους ἢ ἐπιπολῆς, καὶ μικρὸν ἢ μέγα διοριστέον. τὰ μὲν γὰρ ἐγκάρσια διὰ τὸ τὰ χείλη μᾶλλον αὐτῶν διεστηκέναι τε καὶ ἀφεστηκέναι τῆς συναγωγῆς ἀκριβεστέρας δεῖται· ὥστε καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν ἐπὶ τούτων χρηστέον. ὅσα δὲ κατὰ τὰ μῆκος τῶν μυῶν ἐγένετο, ταῦτ’ ἐκ δυοῖν ἀρχῶν ἐπιδῶν οὔτε ῥαφῶν οὔτε ἀγκτήρων δεήσῃ. εἰ δ’ ἄλλως ἐπιδεῖν ἐθελήσαις ἢ ἀγκτῆρσιν καὶ ῥαφαῖς, ἀρκέσουσιν ἢ ἐλάχισται παντελῶς αἱ ῥαφαί. καὶ τὰ μὲν μεγάλα τῶν ἑλκῶν ἐπὶ μᾶλλον ξηραίνουσι θεραπεύσεις φαρμάκοις, εἴ τι τῶν ἔμπροσθεν εἰρημένων μέμνησαι· τὰ δὲ σμικρὰ καὶ τὸ μετρίως ξηραῖνον αὐτάρκως ἰάσεται. τὰ δ’ εἰς βάθος διήκοντα πάντως μὲν ἤδη καὶ μεγάλα, δεῖται δὲ τῆς ἐκ δυοῖν ἀρχῶν ἐπιδέσεως καὶ τοῦ μὴ προπετῶς κολληθῆναι τὰ χείλη· τὰ δ’ εἰς βάθος τε καὶ μῆκος ἐπὶ πολὺ προήκοντα διχῇ τ’ ἂν εἴη μεγάλα καὶ διττὴν ἔχει τὸν ἔνδειξιν, ὡς καὶ τῶν πάνυ ξηραινόντων δεῖσθαι φαρμάκων, καὶ μὴ συνάγεσθαι προπετῶς τὰ χείλη
231
καὶ ἐκ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι καὶ ῥάπτεσθαι διὰ βάθους. οὕτω δὲ κᾂν εἰ πολλὰς ἐπιπεπλεγμένας ἴδοις διαφορὰς, ἑκάστην ἰδίαν ἔνδειξιν ἔχουσαν, εἰ μὲν μὴ μάχοιντο, πάσαις χρῆσθαι κράτιστον· εἰ δέ πῃ καὶ διαφέροιντο, πῶς χρὴ διορίζεσθαι περὶ τῶν τοιούτων εἴρηται μέν που κᾀν τοῖς ἔμπροσθεν, εἰρήσεται δὲ κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον. ἤδη γάρ μοι καιρὸς εἶναι δοκεῖ καταπάνειν ἐνταυθοῖ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων. ἐν δὲ τῷ αὐτὸ τετάρτῳ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὡς τὸ πολὺ γινομένων διαθέσεων ὁ λόγος ἡμῖν ἔσται. συναναγράψομεν δ’ αὐταῖς καὶ τὰς τῶν προηγουμένων αἰτίων θεραπείας.

232

Ἕν τι γένος ἦν νόσου καὶ ἡ τῆς συνεχείας, λύσις, ἐν ἅπασι μὲν τοῦ ζώου τοῖς μέρεσι γινομένη, προσαγορευομένη δ’ οὐχ ὡσαύτως ἐν ἅπασιν. ἕλκος μὲν γὰρ ἐν σαρκώδει μορίῳ, κάταγμα δ’ ἐν ὀστῷ, σπάσμα δ’ ἐν νεύρῳ καλεῖται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ ἀπόσπασμα καὶ τὸ ῥῆγμα καὶ τὸ θλάσμα, τὸ μὲν ἐν συνδέσμῳ γινόμενον, τὰ δ’ ἐν ἀγγείοις τε καὶ μυσὶν ἐκ βιαίας πληγῆς ἢ καταπτώσεως ἤ τινος ἑτέρας ἰσχυρᾶς κινήσεως. ἡ δ’ ἐκχύμωσις ὡς τὰ πολλὰ μὲν ἅμα τῷ θλασθῆναί τε καὶ ῥαγῆναι γίνεται, συμπίπτει δέ

233
ποτε καὶ κατὰ ἀναστόμωσιν ἀγγείων καὶ τὴν καλουμένην ὑπό τινων διαπήδησιν, ἕτερόν τι γένος συνεχείας λύσεως ὑπάρχουσαν τηνικαῦτα. καὶ μὴν καὶ κατὰ ἀνάβρωσιν ἐνίοτε διαφθείρεται τὸ συνεχὲς ἐν τοῖς τοῦ ζώου μέρεσιν· ἀλλ’ ἤδη μικτὴ διάθεσις τοῦτο· συνεφάπτεται γὰρ ἑτέρου γένους νοσήματος, ὑπὸ τὸ ποσὸν τῶν μορίων πεπτωκότος· ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἔμπροσθεν ἐδείκνυμεν. ἔστι γὰρ οὖν καὶ αὐτῶν τούτων ἡ γένεσις διττὴ, ποτὲ μὲν ἐκ περιαιρέσεως ἀποτελουμένη, ποτὲ δὲ ἐξ ἀναβρώσεως· ἀλλ’ ἡ μὲν περιαίρεσις ὅπως γίνεται πρόδηλον· ἡ δὲ ἀνάβρωσις εἰ μὲν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ ζώου τὴν γένεσιν ἔχει, χυμῶν ἐστι μοχθηρῶν ἔγγονος· εἰ δὲ ἔξωθεν, ἐπὶ φαρμάκοις ἢ πυρὶ συνίσταται. καὶ δὴ καὶ προσέχειν χρὴ τὸν νοῦν, ὥσπερ καὶ πρόσθεν ἐλέγετο, καὶ διορίζεσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν ἐπιπεπλεγμένων· ἁπλῆν μὲν γὰρ ἐφ’ ἁπλῷ νοσήματι καὶ τὴν θεραπείαν, οὐχ ἁπλῆν δὲ ἐπὶ συνθέτῳ ποιεῖσθαι προσῆκον. ἥτις μὲν οὖν ἐστι μέθοδος ἐπὶ ταῖς τῶν συνθέτων ἰάσεσιν ἔμπροσθεν εἴρηται. χρὴ δ’ οὐ τὸ καθόλου μόνον αὐτῆς ἐκμαθεῖν, ἀλλὰ κᾀν τοῖς
234
κατὰ μέρος γεγυμνάσθαι. καὶ γὰρ οὖν κᾀν τούτοις ἑτέρων ἐστὶ χρεία μεθόδων πολλῶν ὡς ἄν εἴποι τις μερικῶν· ἐφ’ ἑκάστου γὰρ εἴδους νοσήματος ἴδιον εἶδός ἐστι μεθόδου. πάλιν οὖν ὅσον ὑπόλοιπόν ἐστι τῆς τῶν ἑλκῶν ἰάσεως, ἐν τῷδε τῷ γράμματι λεγέσθω τὴν ἀρχὴν ἡμῖν ἐνθένδε ποιησαμένοις. ἕλκος ἅπαν ἤτοι μόνον ἐστὶν αὐτὸ καθ’ ἑαυτὸ, μήτε συνεισβαλούσης αὐτῷ διαθέσεως ἑτέρας μήτε προηγησαμένης μήτε ἀκολουθησάσης, ἢ μετά τινος ἑτέρας ἤτοι μιᾶς ἢ καὶ πλειόνων συνίσταται. καὶ τούτων τῶν διαθέσεων ἔνιαι μὲν οὐ μόνον εὐθὺς ἐξ ἀρχῆς ἐποιήσαντο ἕλκος, ἀλλὰ καὶ νῦν ἔτι καὶ μεῖζον ἐργάζονται· τινὲς δὲ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσιν ὡς πρὸς τὴν ἴασιν· ἀλλὰ περὶ μὲν τούτων εἴρηται πρόσθεν, ὑπὲρ δὲ τῶν μεῖζον ἐργαζομένων τὸ ἕλκος ἐν τῷδε λεχθήσεται. διττὸς μὲν οὖν ὁ ἐπ’ αὐτῶν σκοπὸς, ἢ ἐκκόψαι τελείως ἐκ τοῦ σώματος τὰς τοιαύτας διαθέσεις, ἢ νικῆσαι τὴν ἀπ’ αὐτῶν βλάβην. ἀλλὰ τοῦτο μὲν ἐπειδὰν σμικρὰ παντελῶς ἡ διάθεσις ὑπάρχῃ, δυνατὸν ἐργάσασθαι· μεγάλης δ’ οὔσης. τὸ ἕλκος εἰς οὐλὴν ἀγαγεῖν οὐκ ἐνδέχεται, πρὶν ἐκείνην ἰάσασθαι.
235
τίνες οὖν αἱ τοιαῦται διαθέσεις καὶ πόσαι σκεπτέον ἡμῖν ἀκριβῶς ἐνθένδε ποθὲν ἀρξαμένοις ὅθεν κᾀν τοῖς ἔμπροσθεν ἠρξάμεθα. πᾶν ἕλκος, εἴτε μετὰ κοιλότητος εἴτε καὶ μόνον ὑπάρχει, τῆς θ’ ὑποκειμένης σαρκὸς δεῖται κατὰ φύσιν ἐχούσης καὶ μηδενὸς μεταξὺ παρεμπίπτοντος εἰς τὰ κολληθησόμενα χείλη, καθάπερ πολλάκις γίνεται, τρίχα καὶ ψάμμον καὶ ῥύπον, ἔλαιόν τε καί τι τοιοῦτον ἕτερον ἐμποδίσαι τὴν κόλλησιν, ἀλλὰ ταῦτα μὲν οἷον συμπτώματά τινα τῶν ἑλκῶν ἐστι, κωλῦσαι μὲν ὁπότε παρείη τὴν ἴασιν δυνάμενα, ποιῆσαι δ’ , εἰ μὴ παρείη, μὴ δυνάμενα. τῆς δ’ ὑποκειμένης σαρκὸς ἡ διάθεσις αἰτίας λόγον ἔχει πρὸς τὸ γινόμενον· ἐξ αὐτῆς γὰρ καὶ διὰ αὐτὴν ἥ τε κόλλησις τῶν διεστώτων καὶ ἡ σάρκωσις τῶν κοίλων γίνεται. χρὴ τοίνυν ταύτην ἀκριβῶς κατὰ φύσιν ἔχειν, ἵν’ ἑκάτερον ἐκείνων ἀμέμπτως ἐπιτελῆται· τὸ καλῶς δ’ ἔχειν αὐτὴν κατὰ τὴν οἰκείαν ὑπάρχει κρᾶσιν; ὥσπερ καὶ τοῖς ἄλλοις ἅπασιν. εὔκρατον μὲν οὖν ἀκριβῶς εἶναι προσήκει τὴν ὑποκειμένην σάρκα πρὸς κόλλησίν τε καὶ σάρκωσιν ἑλκῶν. ἆρ’ οὖν ἀρκεῖ τοῦτο μόνον,
236
ἢ καὶ τὸ ἐπιῤῥέον αἷμα χρηστὸν καὶ σύμμετρον εἶναι χρή; ἐμοὶ μὲν καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι δοκεῖ· τό τε γὰρ διεφθαρμένον αἷμα τοσοῦτον ἀποδεῖ πρὸς κόλλησιν ἢ γένεσιν σαρκὸς ἐπιτήδειον ὑπάρχειν, ὥστ’ αὐτὸ πολλάκις ἀναβιβρώσκειν καὶ ἑλκοῦν τὸ σῶμα· τό τε πολὺ πλάδον ἐν τοῖς ἡλκωμένοις περιττὸν ἐργαζόμενον ἐμποδὼν ἴσταται ταῖς ἰάσεσιν, ὥς που καὶ πρόσθεν ἐδείκνυτο. καὶ τρεῖς οὗτοι τρόποι τῶν δυσιάτων ἑλκῶν ἐοίκασιν ὑπάρχειν· ὅ τ’ ἐκ τῆς δυσκρασίας τῆς ὑποκειμένης σαρκὸς καὶ ὁ ἐκ τῆς μοχθηρίας τοῦ τ’ ἐπιῤῥέοντος αἵματος, καὶ τρίτος ὁ ἐκ τῆς ποσότητος. ἢ οὐχ ὧδε χρὴ τὴν διαίρεσιν, ἀλλ’ ὡδὶ ποιήσασθαι μᾶλλον; ὡς τῶν δυσιάτων ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκὸς, τὰ δὲ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν γίνεται τοιαῦτα καὶ ὡς τῆς μὲν δυσκρασίας δύο ἔστωσαν διαφοραὶ, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνίοτε δὲ καὶ μετ’ ὄγκου τινὸς ἐπικτήτου. τῆς δ’ ἐπιῤῥοῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιῤῥεόντων χυμῶν· ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβέβηκέ
237
τινας τῶν εἰρημένων διαθέσεων, ἢ καὶ πάσας ἅμα. χρὴ δ’ οὐ πασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλ’ ἑκάστης ἰδίᾳ.

Τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθ’ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ ὃ εἵλκυσας καταιονῶν ἐπιπλέον· ὥστ’ οὐδὲν ἔσταί σοι πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης· εἰ δ’ ὑγροτέρα τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδ’ ὅλως χρώμενον· ἀλλ’ εἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος, οἶνος, ἢ ὀξύκρατον, ἢ ἀφέψημα πόας αὐστηρᾶς παρασκευαζέσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. ἔσται δὲ ἑκατέρα δήλη καὶ χροιᾷ καὶ ἁφῇ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει·

238
ποτὲ μὲν γὰρ πυρώσεως ὁμολογοῦσιν αἰσθάνεσθαι, ποτὲ δ’ ἐπιδήλου τινὸς ψύξεως κατὰ τὸ μόριον· καὶ χαίρουσιν ἢ τοῖς ψυχροῖς φαρμάκοις ἢ τοῖς θερμοῖς· καὶ τοῖς μὲν ἐρύθημα λεπτὸν ἐπανθεῖ, τοῖς δὲ ἐπὶ τὸ λευκότερον ἡ χροιά. ταυτὶ μὲν οὖν οὐ τῆς παρούσης ἐστὶ πραγματείας διορίζειν· οὐ γὰρ διαγνωστικὴν μέθοδον, ἀλλὰ θεραπευτικὴν ἐνεστησάμεθα· τῇ δὲ ἀκολουθίᾳ πως τοῦ λόγου συνεξέδραμεν· αὖθις οὖν ἐπανέλθωμεν ἐφ’ ἅπερ ἐξ ἀρχῆς προὐθέμεθα. τῶν σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἐστὶν ὄγκων ἁπάντων ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δ’ ὅσον ἐξ αὐτῶν συνῆπται τῆ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκοι, περιτέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκός· ἐπειδὰν δὲ καὶ μέχρι πλέονος ἡ διάθεσις ἐκτείνηται, σκέψις ἐνταῦθα γίνεται πότερα περικοπτέον ἅπαν τὸ παρὰ φύσιν ἐστὶν, ἢ θεραπευτέον ἐν χρόνῳ. καὶ δῆλον ὡς καὶ τῇ τοῦ κάμνοντος εἰς τοῦτο προσχρῆσθαι
239
δεῖ προθυμίᾳ· τινὲς μὲν γὰρ ἐν χρόνῳ πλείονι θεραπεύεσθαι βούλονται χωρὶς τομῆς· ἔνιοι δὲ πᾶν ὁτιοῦν ὑπομένειν εἰσὶν ἕτοιμοι τοῦ θᾶττον ὑγιᾶναι χάριν. οὕτω δὲ κᾀπὶ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δ’ ὡς κακοχυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ὀλίγῳ τε πλείω καὶ μὴ πολλῷ φαυλότερος ᾖ τοῦ κατὰ φύσιν ὁ ἐπιῤῥέων τοῖς ἡλκωμένοις χυμὸς, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει, στύφοντά τε καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δὲ ἐπὶ τὸ ὑγιὲς, ὡς ἐν τοῖς κατάγμασιν ἐκέλευσεν ὁ Ἱπποκράτης. ἀλλὰ καὶ τὰ τοῖς ἕλκεσιν αὐτοῖς προσαγόμενα φάρμακα ξηραντικώτερα τῶν τοῖς ἁπλοῖς ἕλκεσι προσαγομένων ὑπαρχέτω. μὴ δυναμένης δὲ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιῤῥοῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον, ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν δι’ ἀτονίαν τινὰ τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνει, ταύτην ἰατέον· εἴη δ’ ἂν ἔτι τοῦτο τῶν ἡλκωμένων
240
μορίων οἰκεία τις ἴασις· εἰ δὲ διὰ πλῆθος ἢ κακοχυμίαν ἤτοι παντὸς τοῦ σώματος ἤ τινος τῶν ὑπαρκειμένων μορίων, ἐκεῖνα πρότερον ἐπανορθωτέον. ἡ μὲν οὖν ἀτονία τοῦ μέρους, δι’ ἣν ἐπ’ αὐτὸ πλείους τοῦ δέοντος ἀφικνοῦνται χυμοὶ, πάντως μὲν ἐπὶ δυσκρασίᾳ γίνεται, οὐ μὴν ἁπάσῃ γε ἕπεται ἀτονία δυσκρασίᾳ· καὶ διὰ τοῦτο πολλάκις μὲν αὐτὸ τοῦτο μόνον ἡ ἡλκωμένη σὰρξ δύσκρατός ἐστιν, οὐ μὴν καὶ ἄτονος· ἐνίοτε δ’ ἄμφω, δύσκρατός τε ἅμα καὶ ἄῥῥωστος· αἱ γὰρ ἐπιπλέον ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἰτίαι τοῖς πεπονθόσιν. ἰατέον δὲ ταύτας, ὡς καὶ πρόσθεν εἴρηται, τὰς μὲν θερμὰς ψύχοντα, τὰς δὲ ξηρὰς ὑγραίνοντα, καὶ τὰς μὲν ψυχρὰς θερμαίνοντα, τὰς δὲ ὑγρὰς ξηραίνοντα· καὶ δὴ καὶ κατὰ συζυγίαν εἰ ψυχρότερός τε ἅμα καὶ ὑγρότερος ὁ τόπος εἴη, θερμαίνοντά τε καὶ ξηραίνοντα· κᾀπὶ τῶν ἄλλων ὡσαύτως, ἀεὶ ταῖς κρατούσαις ποιότησι τὰς ἐναντίας προσάγοντα. λογισμὸς δὲ τούτου τοιόσδε τὸ κατωρθωμένον ἅπαν οὐκ ἐν ζώοις μόνον ἢ φυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι σύμμετρόν τί ἐστι καὶ μέσον ἁπάντων τῶν διημαρτημένων· ὅτου
241
γὰρ ἂν μήτ’ ἀφελεῖν ἔστιν μήτε προσθεῖναι μηδὲν ἢ μόριον ἢ ποιότητα πάντῃ τοῦτ’ ἀμέμπτως ἔχει· τὸ δ’ ἀφαιρέσεως τινὸς ἢ προσθήκης χρῇζον ἐκπέπτωκε μὲν ἤδη τῆς ἀρίστης κατασκευῆς, ἐπανελθεῖν δ’ αὐτὴν ἑτέρως ἀμήχανον αὐτῷ χωρὶς τοῦ τὸ μὲν περιττὸν ἀφελεῖν, τὸ δὲ ἐλλεῖπον προσθεῖναι. περὶ μὲν δὴ τῶν μορίοις τισὶν ἐλλειπόντων ἢ πλεοναζόντων ἕτερος λόγος· ἐν οἷς δὲ ἐπικρατεῖ τις ποιότης, εὐθὺς μὲν ἐνταῦθα νενικῆσθαι τὴν ἐναντίαν ἀναγκαῖον, εὐθὺς δὲ καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς τέως κεκρατημένης, αὖθις ἀντεισαγομένης ἀνάγκη γίνεσθαι. ψύχων γὰρ τὸ τεθερμασμένον ἅμα μὲν ἀντεισάξεις τὸ λοιπὸν, ἅμα δὲ καὶ καθαρεῖς τὸ πλεονάζον. ὥστε ἀνάγκη πᾶσα τῶν κατὰ δυσκρασίαν τινὰ τοῦ κατὰ φύσιν ἐξεστηκότων τὴν ἴασιν γίνεσθαι διὰ τῶν ἐναντίων τῇ δυνάμει· οὕτω μὲν ἡ δι’ ἀτονίαν ὑπὸ ῥεύματος ἐνοχλουμένη σὰρξ, ἤ τι μόριον ἕτερον σαρκῶδες· ἐπειδὰν τὴν τῆς δυσκρασίας πρότερον ἰαθῇ διάθεσιν, ἐφεξῆς δηλονότι καὶ τὴν τῆς ἑλκώσεως ἰαθήσεται, οὐκ ἄλλως μὲν νῦν θεραπευθεῖσα
242
τὴν δυσκρασίαν, ἄλλως δ’ εἰ χωρὶς ἕλκους ἐπεπόνθει. ᾧ καὶ δῆλον ὡς οὐχ ἕλκους ἐστὶν, ἀλλὰ δυσκρασίας ἴδιος ἡ τοιαύτη πᾶσα θεραπεία. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ δι’ ἕτερόν τι μόριον ἢ καὶ τὸ σύμπαν σῶμα πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον ἐπιῤῥέον τι τοῖς ἡλκωμένοις μέρεσι μοχθηρὸν ἰάσασθαι χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον ἢ καὶ τὸ σύμπαν σῶμα. κατὰ τοῦτ’ οὖν καὶ κιρσοὺς πολλάκις ὑπερκειμένους τῶν ἡλκωμένων μορίων ἰασώμεθα πρότερον, ἵν’ ἐφεξῆς ἰασώμεθα τὸ ἕλκος, καὶ τῶν σπληνωδῶν τὸν σπλῆνα καὶ τῶν ἄλλό τι μόριον ἐπίσημον πεπονθότων ἐκεῖνο πρότερον ἐκθεραπεύσαντες, οὕτως ἐπὶ τὴν τῶν ἑλκῶν ἴασιν ἀφικόμεθα. ἀλλ’ οὐδεμία τῶν ἰάσεων τούτων αὐτοῦ τοῦ ἕλκους ἐστὶν, ἀλλά τινος ἑτέρας διαθέσεως ἤτοι γεννώσης ἢ αὐξανούσης τὸ ἕλκος.