De methodo medendi

Galen

Galen, De methodo medendi

Ἡμεῖς δὲ μετὰ τῶν ἠσκημένων τε ἅμα παρακολουθεῖν ἀποδείξει καὶ φύσει συνετῶν, οὐ γὰρ δὴ ὄνους Θεσσαλείους ἐπαγγελλόμεθα διδάσκειν, ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἴωμεν, εὐθὺς ἅμα τῇ διδασκαλίᾳ τῇς θεραπευτικῆς μεθόδου καὶ ὧν ἐσφάλησαν οἱ πλεῖστοι τῶν ἰατρῶν ἐπιχειρησάντων ἰξευρεῖν αὐτὴν ἐξηγούμενοι τὰς αἰτίας· εἰς γάρτοι τὴν βεβαιοτέραν πίστιν τῶν ἀληθῶν οὐδὲ τοῦτο σμικρὸν φαίνεται συντελεῖν. πρῶτον μὲν οὖν εὐλαβηθῶμεν ἀμφοῖν 

31
ἅμα μεμνῆσθαι, μεθόδου τε λογικῆς καὶ πείρας ἀλόγου· πρόκειται γὰρ οὐ περὶ πάσης εὑρέσεως ἰαμάτων εἰπεῖν νῦν, ἀλλὰ μόνης τῆς κατὰ μέθοδον· ὥσπερ καὶ περί γε τῆς ἐμπειρικῆς ἡμῖν τε δι’ ἑτέρου γράμματος εἴρηται καὶ αὐτοῖς ἐμπειρικοῖς καλουμένοις ἰατροῖς ἐπὶ πλεῖστον ἐξείργασται καὶ οὕτως ἂν εὐξαίμην καὶ τοὺς λογικοὺς ἅπαντας ἰατροὺς ἔχεσθαι τοῦ προκειμένου, καὶ μὴ συγχεῖν, μηδὲ ταράττειν, μηδὲ συνάγειν εἰς ταὐτὸν ἀναλογισμόν τε καὶ πεῖραν, ἀλλ’ ἑκάτερον ἰδίᾳ μεταχειρίζεσθαι καὶ σκοπεῖσθαι τίνα δύναμιν ἔχει καὶ πόσον εἰς τὸ τέλος τῆς τέχνης συνεργεῖ. τὸ τοίνυν μεθόδῳ τι ζητεῖν ἐξευρεῖν ἀντίκειται μὲν τῷ κατὰ τύχην τε καὶ αὐτομάτως· ἔστι δὲ τὸ τοιοῦτον μετά τινος ὁδοῦ καὶ τάξεως, ὡς εἶναί τι πρῶτον ἐν τῇ ζητήσει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καὶ οὕτως ἐφεξῆς τἄλλα σύμπαντα, μέχρι περ ἄν ἀφίκηταί τις ἐπ’ αὐτὸ τὸ προκείμενον ἐξ ἀρχῆς. οἱ μὲν οὖν ἀπὸ τῆς ἐμπειρίας καλῶς ποιοῦντες ὁμολογοῦσιν ὡς οὔτε τῆς εὑρέσεως οὔτε τῆς διδασκαλίας ἀναγκαία τάξις ἐστὸν παρ’
32
αὐτοῖς· ἄτεχνον γάρ τι καὶ ἄλογον ἡ πεῖρα καὶ τύχης ἀγαθῆς δεόμενον εἰς τὴν τῶν ζητουμένων εὕρεσιν ὅσοι δὲ λόγον ἡγεμόνα τῆς εὑρέσεως ἐποιήσαντο· καὶ τάξιν, ὁδόν τε μίαν τὴν ἐπὶ τὸ τέλος. ἄγουσαν ὑπέθεντο, τούτοις ἀναγκαῖον μὲν ἦν ἀπὸ πρώτου τινὸς ἀρξαμένοις ὁμολογουμένου πᾶσιν ἀνθρώποις, οὕτως ἤδη μετιέναι πρὸς τὰ λοιπά ποιοῦσί γε μὴν οὐχ οὕτως, ἀλλὰ καὶ τὰς ἀρχὰς οἱ πλεῖστοι διαφωνουμένας λαμβάνουσιν, οὐκ ἀποδείξαντες δὲ ἐπὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν τρόπον μετέρχονται, νομοθετοῦντες μᾶλλον ἢ ἀποδεικνύντες. ἅπαντα δ’ αὐτοῖς τὰ τοιαῦτα συμβαίνει διὰ τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐπεσκέφθαι πρότερον, ἀλλ’ ἅμα τε τοῖς ζητουμένοις ἐφίστασθαι καὶ τολμᾷν χρῆσθαι πρὸς τὴν πίστιν αὐτῶν ἀποδείξεσιν, ὅμοιόν τι ποιοῦσιν ἀνθρώπῳ μετρεῖν ἐπιχειροῦντι σφαῖραν, ἢ κύβον, ἢ κῶνον, ἢ κύλινδρον, ἤ τι τοιοῦτον ἕτερον, οὔτε γεωμετρίας οὔτε λογιστικῆς ἐπιστήμονι θεωρίας, ἀλλὰ μηδὲ πῆχυν, ἢ παλαιστὴν, ἢ πόδα παρεσκευασμένῳ, κᾄπειτα ἀγανακτοῦντι πρὸς τοὺς ἀπόδειξιν ζητοῦντας,
33
ἢ καὶ σιωπᾷν ἀξιοῦντας. ὡς γὰρ κᾀκεῖ γελοῖος ὁ φάσκων ὀρθογωνίου τριγώνου, τῆς μὲν ἑτέρας τῶν περὶ τὴν ὀρθὴν γωνίαν πεντάποδος, εἰ οὕτως ἔτυχεν, ὑπαρχούσης, τῆς δ’ ἑτέρας δωδεκάποδος, οὐ τριάκοντα ποδῶν γίγνεσθαι τὸ ἐμβαδὸν, ἀλλὰ τετταράκοντα, καὶ τούτων μηδεμίαν ἀπόδειξιν ἔχων εἰπεῖν, οὕτω κᾀνταῦθα γελοῖος ὁ ἀποφηνάμενος μὲν ὁτιοῦν, ἀποδεῖξαι δ’ οὐ δυνάμενος. ὡς οὖν τῆς κατὰ τὸ τρίγωνον ἀποδείξεως, οὐ γὰρ ἀφεκτέον ἡμῖν ἐστι τοῦ παραδείγματος, ἀπεληλακόσιν ἤδη τοῦ λόγου τοὺς ἀπαιδεύτους μεθοδικοὺς, αὐτὸ μὲν τὸ προκείμενον ἐκ δυοῖν τούτων ἐπεραίνετο προτάσεων, μιᾶς μὲν τῆς τὸ περιεχόμενον χωρίον ὑπό τε τῆς πεντάποδος καὶ δωδεκάποδος, ἑξηκοντάπουν γίγνεσθαι, δευτέρας δὲ τῆς ἥμισυ τρίγωνον ἐκείνου τοῦ χωρίου λεγούσης καὶ δεικνυούσης ὑπάρχειν, ἑκατέρα δὲ πάλιν τούτων ἑτέρων τινῶν εἰς ἀπόδειξιν ἐδεῖτο προτάσεων, εἶτ’ ἐκεῖναι πάλιν ἑτέρων, ἄχρι περ ἂν ἐπὶ τὰς πρώτας ἀνέλθωμεν, αἱ δὲ οὐκ ἐξ ἄλλων, οὐδὲ δι’ ἀποδείξεως, ἀλλ’ ἐξ ἑαυτῶν ἔχουσι τὴν πίστιν, οὕτως, οἶμαι, κᾀπὶ τῶν τὴν ἰατρικὴν τέχνην ἀποδεικνυμένων
34
ἁπάντων εἰς πρώτας τινὰς ἀναποδείκτους προτάσεις καὶ ἐξ ἑαυτῶν πιστὰς ἀνάγεσθαι χρῆναι πάντα. καὶ εἴπερ οὕτως ἅπαντες ἐπεχείρησαν εἰπεῖν τι περὶ τῆς θεραπευτικῆς μεθόδου, πάντως ἄν που καὶ συνεφώνησαν ἀλλήλοις, ὥσπερ οἱ ἀριθμητικοί τε καὶ γεωμέτραι καὶ οἱ λογιστικοί· μαθεῖν γοῦν ἔστι παρ’ ἐκείνων εὐθὺς κατ’ ἀρχὰς ὁποῖον μέν τι δηλοῦται πρὸς ἑκάστου τῶν ὀνομάτων οἷς μέλλουσι χρῆσθαι, τίνας δὲ προτάσεις ἀναποδείκτους παραλήψονται πρὸς τὸν λόγον, ἅσπερ δὴ καὶ ἀξιώματα καλοῦσιν, οἷον ὅτι γραμμὴν μὲν ὀνομάζω μῆκος ἀπλατὲς, ἐπιφάνειαν δὲ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, καὶ τρίγωνον μὲν τόδε τι, τετράγωνον δὲ τόδε τι, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον· εἶθ’ ὅτι καὶ τοῖς τοιούτοις ἀξιώμασι χρήσοιτο, προειπὼν ὡς τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἴσα ἔσται· μετὰ ταῦτ’ ἤδη πειρᾶται δεικνύναι τὰ θεωρήματα, μηδὲν τούτων ἔξωθεν ὧν ἐξ ἀρχῆς ὑπέθετο προλαμβάνων. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, ὡς οἶσθα καὶ αὐτὸς, Ἱέρων κράτιστε, πόθεν ἤρξαντο τῆς εὑρέσεως ἣν εὑρηκέναι φασὶν ἐρωτώμενοι
35
τοσοῦτον ἀποδέουσι τοῦ λέγειν ἀναποδείκτους τε καὶ ἅπασιν ὁμολογουμένας ἀρχὰς, ὥστ’ οὐδ’ ἀποκρίνεσθαι σύμφωνον ἑαυτοῖς οὐδὲν ἐξευρίσκουσιν, ἀλλ’ Εὐρίπου δίκην ἄνω τε καὶ κάτω μεταβάλλονται, τἀναντία τιθέμενος ἕκαστος ἑαυτῷ τοῦ λόγου προϊόντος ὧν ἐξ ἀρχῆς ὑπέθετο. φαινομένας γοῦν εἰπὼν εἶναι τὰς κοινότητας ὁ σοφώτατος Θεσσαλὸς, ὀλίγον ὕστερον οὐ μόνον οὐδένα τῶν ἔμπροσθεν ἰατρῶν ἰδεῖν αὐτάς φησιν, ἀλλ’ οὐδὲ τὸν πρῶτον γεννήσαντα Θεμίσωνα· τούτῳ γὰρ οὖν δὴ μόνῳ παραχωρεῖ καθάπερ πατρὶ τέκνα γνήσια τὰς τερατώδεις ἐκείνας κοινότητας. εἶθ’ οἱ μετ’ αὐτοὺς ἅπαντες ἀλλήλοις τε καὶ τῷ Θεσσαλῷ διηνέχθησαν, οὔτε τὰς αὐτὰς εἰσηγούμενοι κοινότητας οὔθ’ ὅλως ἀλλήλοις ὁμολογοῦντες οὐδὲ καθ’ ἓν, ὥσπέρ σοι καὶ τοῦτο πολλάκις ἀπέδειξα παρόντων αὐτῶν τῶν μεθοδικῶν· ἴσως δ’ ἄν που καὶ γράψαιμι κατὰ πολλὴν σχολὴν ὑπὲρ τῆς διαφωνίας αὐτῶν, ἀλλὰ νῦν γε τοσοῦτον εἰς τὰ προκείμενα προσήκει λαβεῖν, ὡς ἐχρῆν ἀρχηγοὺς αἱρέσεως καθισταμένους αὐτοὺς ἐξηγήσασθαι πρότερον ἐφ’ ὅτου πράγματος ἕκαστον 
36
τῶν ὀνομάτων ἐπιφέρουσιν, ὥσπερ οὖν καὶ οἱ ἐμπειρικοὶ ποιοῦσι, φαίνεσθαι μὲν λέγοντες τὰ ταῖς αἰσθήσεσιν ὑποπίπτοντα, γινώσκεσθαι δὲ τὰ μνημονευόμενα, φαίνεσθαι δ’ ἄμα καὶ γινώσκεσθαι τὰ καὶ πρότερόν ποτε ταῖς αἰσθήσεσιν ὑποπεσόντα καὶ νῦν ὁμοίως ὑποπίπτοντα. πότερον οὖν οὕτω καὶ αὐτοὶ φαίνεσθαι λέγουσι τὰς κοινότητας ὡς αἰσθήσει γνωριζομένας, ἢ καὶ τὰ διὰ λόγου λαμβανόμενα φαινόμενα καλοῦσιν; οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπειρίας οὐ πάνυ τι συγχωροῦσιν οὐδὲν τῶν τῷ λόγῳ μόνῳ δοκούντων ἐγνῶσθαι φαινόμενον ὀνομάζειν· οἱ δ’ αὖ παλαιοὶ φιλόσοφοι διττὸν γένος εἶναί φασι τῶν φαινομένων, ἓν μὲν, ὅπερ καὶ τοῖς ἐμπειρικοῖς ὁμολογεῖται, τῶν αἰσθήσει τινὶ διαγινωσκομένων, οἷον λευκοῦ καὶ μέλανος καὶ σκληροῦ καὶ μαλακοῦ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ὁμοίων, ἕτερον δὲ τῶν ὑποπιπτόντων νοήσει κατὰ πρώτην ἐπιβολὴν ἀναπόδεικτον, ὡς τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ὑπάρχειν ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, καὶ τὰ ὅλα ἴσα γίγνεσθαι, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ λοιπὰ ἴσα εἶναι. τοῦ τοιούτου γένους εἶναί φασι καὶ τὸ μηδὲν ἀναιτίως γίγνεσθαι· καὶ πάντ’ ἐξ ὄντος τινὸς, ἐκ δὲ
37
τοῦ μηδόλως ὄντος οὐδέν· οὕτω δὲ καὶ τὸ φθείρεσθαι μηδὲν εἰς τὸ τέως οὐκ ὂν, καὶ τὸ περὶ παντὸς ἀναγκαῖον ἢ καταφάσκειν ἢ ἀποφάσκειν, ἕτερά τε τοιαῦτα πολλὰ, περὶ ὧν ἐν ταῖς λογικαῖς πραγματείαις ἐπισκέπτονται, καὶ ἡμῖν δὲ εἰς ὅσον οἷόν τε σαφέστατα διὰ τῶν ὑπὲρ ἀποδείξεως ὑπομνημάτων εἴρηται. περὶ τούτων ἐν ταῖς τοιαύταις ἀρχαῖς, ἃς δὴ καὶ λογικὰς ὀνομάζομεν, ἀμφισβητοῦσιν ἔνιοι τῶν φιλοσόφων ἐρίζοντες· ἀλλ’ ἐκεῖνοι μὲν ἄχρι γοῦν τοσούτου σωφρονοῦσιν, ὡς ἀπιστεῖν ἀποδείξει πάσῃ, γινώσκοντες, οἶμαι, κᾂν μὴ λέγωσιν, ὡς αὐτὸ γοῦν τοῦτο βεβαίως ἐπίστανται, τὸ μηδὲν ἀποδειχθῆναι δύνασθαι, τῶν λογικῶν ἀρχῶν ἀπιστουμένων· ὅσοι δ’ ἄχρι τοσούτου σκαιοὶ καὶ ἀνόητοι τυγχάνουσιν ὄντες, ὡς μηδὲ αὐτῷ τούτῳ παρακολουθεῖν, ἀποδεικνύναι μὲν πειρῶνται, τίνες δέ εἰσι καὶ ποῖαι καὶ πόσαι τῶν ἀποδείξεων ἀρχαὶ μήτε γινώσκειν μήτε ζητεῖν ἐθέλειν μήτ’ ἄλλου διδάσκοντος ἀκούειν ὑπομένειν, ἀλλ’ ἁπλῶς ἀποφαίνεσθαι καὶ φθέγγεσθαι ῥήματα μηδ’ ὅ τι σημαίνει σαφῶς εἰπεῖν δυνάμενοι. εὐλόγως οὖν ἑκατοντάβιβλοι πραγματεῖαι γράφονται
38
τοῖς ἀπ’ αὐτῶν, ἅμα μὲν ζητοῦσι καθ’ ὅτου πράγματος ἕκαστον τῶν ὀνομάτων ὁ Θεσσαλὸς ἐπέφερεν, ἅμα δ’ οὐχ εὑρίσκουσιν οὐδὲν τοιοῦτον ᾧ συμφωνήσει πάντα τὰ κατὰ μέρος ὑπ’ αὐτοῦ λεγόμενα. τίνες γὰρ οὖν αἱ φαινόμεναι κοινότητές εἰσιν, ἢ πῶς φαινόμεναι, λέγειν οὐκ ἔχουσιν, οὐδ’ ἂν πολλαπλασίους ἄλλας γράψωσι βίβλους. ἤτοι γὰρ αἰσθήσει πάντως ὑποπίπτειν χρὴ τὸ φαινόμενον, ἢ νοήσει κατὰ μίαν ἐπιβολὴν ἀθρόως, ἑκάτερα χωρὶς ἀποδείξεως· εἴ τι δ’ ἐκπέπτωκεν ἐκ τοῦ κατὰ μίαν προσβολὴν εἰς γνῶσιν ἥκειν, εὐθὺς μὲν τοῦτο καὶ διαπεφώνηται πάντως· καὶ ἀποδείξεως δεῖται καὶ τέχνην οὐδεμίαν ἀπὸ τοιούτου πράγματος ἄρχεσθαι προσήκει. ταῦτ’ οὖν εἰ μὲν ἐγυμνάσαντο κατὰ τὰς λογικὸς μεθόδους, αὐτοί τ’ ἂν ᾔδεσαν ἡμῶν τε οὐκ ἂν μάτην κατέτριβον τὸν χρόνον· ἐπεὶ δ’ ἀγύμναστοι καὶ ἀμαθεῖς ὄντες, ἐξ ἀπονοίας ἐτόλμησαν ἀποδείξει χρήσασθαι, πρὶν ὅ τί ποτέ ἐστιν ἀπόδειξις μαθεῖν, ἀναγκαῖον ἤδη τοὺς τοιούτους ἅπαντας σφάλλεσθαι καὶ ληρεῖν μακρὰ, καὶ μηδὲ τοῖς ὀρθῶς ἀποδεικνύουσιν ἀκολουθεῖν, ἀλλ’ ἀναλίσκειν μάτην τὸν χρόνον. μὴ τοίνυν αὐτοῖς
39
μηδ’ ὡς ζώοις λογικοῖς ἔτι διαλεγώμεθα, μηδ’ ἀντιλέγωμεν. μακρὰ, πρὶν ἂν ἐθελήσωσι μαθεῖν οἷόν τι πρᾶγμά ἐστιν. ἀπόδειξις, ὅπως τε δεῖ τὸν μέλλοντα καλῶς αὐτῇ χρήσασθαι γεγυμνάσθαι.

Καί σοι τὸν ἑξῆς λόγον ἤδη ἅπαντα ποιήσομαι, χρώμενός ταῖς μεθόδοις ἃς ἐν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασι κατεστησάμην. ὅτι τε γὰρ ἀρχαὶ πάσης ἀποδείξεώς εἰσι τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα καὶ ὡς ἐπὶ πάντων τῶν ζητουμένων εἰς λόγον χρὴ μεταλαμβάνεσθαι τοὔνομα, δι’ ἐκείνων ἀποδέδεικται· νυνὶ δ’ ὅπως μὲν ἢ εὑρίσκειν, ἢ ἀποδεικνύναι προσήκει, λέγειν οὐ πρόκειται, τοῖς δ’ ἤδη μεμαθηκόσι τε καὶ ἠσκηκόσιν ἅμα μὲν ἀποδοῦναι τινὰ καρπὸν τῶν πόνων εὐκαιρότατον, ἐξευρόντας οὐ σμικρὸν πρᾶγμα τὸ νῦν ἡμῖν προκείμενον· ἅμα δ’ εἴ τινες ἐπιθυμηταὶ τῆς μεγίστης τέχνης εἰσὶν, ἣ περὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου καταγίνεται, προγυμνάσαι καὶ τούτους εὔλογον ἐν τοῖς σμικροτέροις· τούτου γὰρ χρὴ μάλιστα κατὰ πάσας τὰς μεθόδους ἀντέχεσθαι, τοῦ γυμνάζεσθαι κατ’ αὐτὰς

40
ἐπὶ πολλῶν πολλάκις προβλημάτων μικροτέρων, πρὶν ἐπιχειρεῖν τοῖς μείζοσιν. ἥδ’ οὖν ἡμῖν ἀρχὴ τῆς ἀληθοῦς ἔστω διδασκαλίας, ἣν ἂν εὐθὺς ἀπ’ ἀρχῆς ἐποιησάμεθα, ζητοῦντές τε τὴν τέχνην αὐτοὶ καὶ ποδηγοῦντες ἑτέρους μηδέπω διεστραμμένους οὕτως ὥστ’ ἐπεὶ πρόκειται θεραπείας εὑρεῖν ἁπάντων τῶν νοσημάτων, ἀναγκαῖον ἐπίστασθαι πρότερον ὁπόσα τὰ σύμπαντά ἐστιν· ἀλλ’ ἐπεὶ μήτε διαφορὰς μήτε εἴδη δυνατὸν ἐξευρεῖν γένους μηδενὸς ἄνευ τοῦ βεβαίως αὐτὸ τὸ τεμνόμενον ἐπίστασθαι, χρὴ δήπου καὶ νῦν ὅ τί ποτέ ἐστι νόσημα τῷ λόγῳ διελθεῖν, ἵν’ οὕτως ἐπιχειρήσωμεν ὀρθῶς αὐτοῦ τῇ διαιρέσει. πῶς οὖν ἐξεύρωμεν αὐτὸ ὀρθῶς μεθόδῳ; πῶς δ’ ἄλλως ἢ ὡς ἐν τοῖς περὶ ἀποδείξεως ἐλέγετο; τῆς ἐννοίας πρότερον ὁμολογηθείσης, ἧς χωρὶς οὐχ οἷόν τέ ἐστιν εὑρεθῆναι τὴν οὐσίαν τοῦ προκειμένου πράγματος· αὐτὴν δὲ τὴν ἔννοιαν ὁμολογουμένην ἅπασιν ἐλέγομεν χρῆναί λαμβάνειν, ἢ οὐδ’ ἂν ἀρχὴν δεόντως ὀνομάζεσθαι. τίς οὖν ὑπὸ πάντων ἐστὶν ἀνθρώπων ὁμολογουμένη περὶ τοῦ νοσεῖν ἔννοια; καὶ κατὰ τίνος μάλιστα φέρουσιν ὑποκειμένου πράγματος 
41
τουτὶ τὸ ῥῆμα τὸ νοσεῖν; ἆρ’ οὐκ ἐπειδὰν μὲν ἀνεμπόδιστοι ταῖς ἐνεργείαις ἁπάντων ὦσι τῶν τοῦ σώματος μορίων, ὑγιαίνειν τε σφᾶς αὐτοὺς τηνικαῦτά φασι καὶ οὐδὲν οἴονται δεῖσθαι τῶν ἰατρῶν, ἐπειδὰν δὲ τῶν κατὰ φύσιν ἔργων τοῦ σώματος ὁτιοῦν αἰσθάνωνταί σφισιν ἢ κακῶς ἢ μηδόλως ἔτι γινόμενον, ἡγοῦνταί γε νοσεῖν ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος, οὗ τὴν ἐνέργειαν ὁρῶσι βεβλαμμένην, ἰατρῷ τε συμβούλῳ χρῶνται περὶ τῆς ἰάσεως; ἐγὼ μὲν οὕτως ὁρῶ πάντας ἀνθρώπους τῷ τε τῆς ὑγείας καὶ τῷ τῆς νόσου χρωμένους ὀνόματι, καὶ τὴν ἔννοιαν ἣν εἶπον ἅπαντας διασώζοντας ἐπί τε τούτων αὐτῶν καὶ ἔτι πρὸς τούτοις οὐδὲν ἧττον ἐπὶ τῶν παρακειμένων αὐτοῖς ὀνομάτων τε καὶ ῥημάτων ἁπάντων. καὶ γὰρ ὑγιαίνειν ἐκεῖνον ὑπειλήφασιν ᾧ μηδεμία βέβλαπται μηδενὸς ἐνέργεια μορίου, καὶ νοσεῖν ᾧ βέβλαπται· καὶ ὑγιαίνων οὗτος ὀνομάζεται παρ’ αὐτοῖς ᾧ πάντα τοῦ σώματος τὰ μόρια κατὰ φύσιν ἐνεργεῖ, καὶ νοσῶν ᾧ βέβλαπταί τι· καὶ οὐδεὶς ὅλως Ἑλλήνων οὔτ’ ὠνόμασεν ἄλλως οὔτ’ ἐπ’ ἄλλό τι πρᾶγμα φέρει τῶν εἰρημένων ὀνομάτων
42
ἕκαστον, ὡς ἐπὶ πλεῖστον ἐδείξαμεν ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων ἐξηγήσει, καὶ αὐτοῦ γε τούτου μέμνησό μοι διὰ παντὸς τοῦ λόγου μάλιστα, διότι τὰς μὲν τῶν ὀνομάτων ἐξηγήσεις ἐκ τῆς τῶν Ἑλλήνων συνηθείας ποιησόμεθα, καθότι κᾀν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν ἐλέγετο· τὰς δὲ τῆς οὐσίας αὐτῆς τοῦ πράγματος εὑρέσεις τε καὶ ζητήσεις καὶ ἀποδείξεις οὐκέτ’ ἐκ τῶν τοῖς πολλοῖς δοκούντων, ἀλλ’ ἐκ τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν τοῦ τρόπου τῆς εὑρέσεως ἐν ἐκείνοις εἴρηται. λαβόντες οὖν ἀρχὴν ὁμολογουμένην ἅπασιν, ὡς ἐν τῇ θεραπευτικῇ μεθόδῳ τοῦτ’ εἴη τὸ προκείμενον, ὑγείαν ἐκπορίζεσθαι τοῖς νενοσηκόσι σώμασι, τουτέστι τὰς κατὰ φύσιν ἐνεργείας τῶν μορίων, εἴπερ βεβλαμμέναι τύχοιεν, ἐπανορθοῦσθαι· τὸ μετὰ τοῦτ’ ἤδη ζητήσομεν ὁπόσα τὰ σύμπαντά ἐστι κατὰ τὸν τόπον ἀλλήλοις παρακείμενα πράγματα, μή που τύχωμέν τινα τοῦ λόγου προϊόντος ἢ νοσήματα νομίσαντες, ὅταν ᾖ παραπλήσια τούτοις, ἢ ὑγείαν, ὅταν καὶ τῇ ταύτης φύσει πλησιάζη. προκεχειρίσθω δέ τινα μόρια σαφηνείας ἕνεκεν, ἐφ’ ὧν ὁ λόγος ἡμῖν περανθήσεται·
43
πρῶτον μὲν ἁπάντων ὀφθαλμός· ὁμολογεῖται γὰρ οὖν ἐπὶ τούτου πᾶσιν ἀνθρώποις, οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς τυχοῦσιν, ὡς ἔστιν ἔργον αὐτῷ τὸ βλέπειν. εἴτε δ’ ἔργον εἴποιμι κατὰ τὸν λόγον, εἴτ’ ἐνέργειαν, οὐδὲν ἔν γε τῷ νῦν διαφέρει· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ τὸ βλέπειν εἴποι τις ἔργον εἶναι τῶν ὀφθαλμῶν, οὐδ’ εἰ τὴν βλέψιν, οὐδ’ εἰ τὴν ὄψιν ἢ τὴν ὅρασιν, ἢ ὅπως ἂν ἄλλως ὀνομάσῃ, διαφέρει καὶ γὰρ εἰ σολοικίζων ὀνομάσοι, πρός γε τὴν αὐτὴν τοῦ πράγματος ἐπιστήμην οὐδὲν τοῦτο βλάπτει, μόνον εἰ καθ’ ὅτου πράγματος φέρει τοὔνομα, διηγήσοιτο σαφῶς, ἐν τούτῳ γάρ ἐστι τὸ κῦρος τῆς διδασκαλίας. ὀνομαζέσθω τοίνυν ὀφθαλμὸς μὲν τὸ μόριον τοῦ σώματος, οὐδὲν οὐδ’ ἐνταῦθα διαφέρον εἴτε μέρος εἴτε μόριον εἴποι τις· ὅ τι γὰρ ἂν ᾖ τοῦ παντὸς συμπληρωτικὸν, ἐκεῖνο μόριόν τε καὶ μέρος ὀνομάζεται, τοῦ ὅλου δηλονότι σώματος, οὗ συμπληρωτικὸν ὑπάρχει. ἐν γὰρ τῷ πρὸς τὶ τὸ μέρος· ὅλου γὰρ καὶ παντός ἐστι τὸ μέρος, ὥσπερ, οἶμαι, καὶ τὸ πᾶν καὶ τὸ ὅλον πρὸς τὴν τῶν οἰκείων μερῶν τε καὶ μορίων ἀναφορὰν ὀνομάζεται,
44
καὶ ἔστιν ὥσπερ τὸ δεξιὸν πρὸς τὸ ἀριστερὸν καὶ τὸ ἀριστερὸν πρὸς τὸ δεξιὸν, οὕτω καὶ τὸ πᾶν πρὸς τὸ μέρος καὶ τὸ μέρος πρὸς τὸ πᾶν. εἴ τις οὖν ταύτην φυλάττων τὴν ἔννοιαν αἱρεῖται μέρος λέγειν, οὐ μόριον, ἢ εἴ τις ἔμπαλιν οὐ μόριον, ἀλλὰ μέρος, ἐμοὶ μὲν οὐδὲν εἰς τὴν εὕρεσιν τῶν πραγμάτων ἐμποδίζει, δείκνυσι δ’ αὑτὸν ὀψιμαθῆ τῆς τῶν Ἑλλήνων φωνῆς· ὥσπέρ γε καὶ εἴ τις ὅλον καὶ τὸ πᾶν διορίζει, καὶ οὗτος ἀγνοεῖ τὴν τῶν Ἑλλήνων διάλεκτον. εἴρηται δ’, ὡς οἶσθα, περὶ τῆς τῶν ὀνομάτων χρήσεως ἐπὶ πλέον ἑτέρωθι, καὶ νῦν ὅσον ἀναγκαῖον εἰς τὸ προκείμενον δίειμι, τοῦτ’ ἐνδεικνύμενος μόνον, ὡς οὐ χρὴ περιέλκεσθαι τοῖς ὀνόμασιν, οὐδὲ τοὺς ἐν τούτοις διαφερομένους ἤδη κᾀν τοῖς πράγμασιν αὐτοῖς ἡγεῖσθαι διαφέρεσθαι. καὶ τούτου δ’ αὐτοῦ πάντας ὡς ἔπος εἰπεῖν ὁρᾷς ἀγυμνάστους, οὐ τοὺς ἰατροὺς μόνον τοὺς νῦν ὄντας, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς πλείστους· ὀλίγοι γὰρ αὐτῶν ἴσασι διακρίνειν τὰς ἐν τοῖς ὀνόμασι διαφωνίας τῶν ἐν τοῖς πράγμασιν· ἀλλ’ ἐδείχθη καὶ ἡ τούτου μέθοδος ἐν τῇ λογικῇ θεωρίᾳ, καὶ νῦν ἥκει καιρὸς αὐτῆς,
45
εἴπερ ποτε καὶ ἄλλοτε. τίς δ’ ἦν ἡ μέθοδος; ἢ ἀπὸ τῆς τῶν πραγμάτων ἄρξασθαι διαφορᾶς, οὐκ ἀπὸ τῆς τῶν ὀνομάτων, καὶ δεῖξαι λόγου χάριν ἀλλήλοις παρακείμενα τέτταρα πράγματα, κᾄπειθ’ ἑξῆς ἀποδείξει βεβαιώσασθαι τὸ μήτε πλείω τούτων εἶναι μήτ’ ἐλάττω τὰ κατὰ τὸ προκείμενον σκέμμα περιεχόμενα· μετὰ τοῦτο δ’ ἤδη καὶ καθ’ ἕκαστον τῶν πραγμάτων ἴδιον ὄνομα θέμενον, οὕτω περαίνειν ἅπαντα τὸν ἑξῆς λόγον, οὐκέτ’ οὐδαμόσε μετατιθέντα καὶ μεταφέροντα τῶν ὀνομάτων οὐδὲν, ἀλλ’ ἀκριβῶς διαφυλάττοντα καθ’ οὗπερ ἂν αὐτὸς ἐξ ἀρχῆς ἐπιτίθηται πράγματος. καὶ γὰρ σαφὴς οὕτως ἡ διδασκαλία γίνεται καὶ τῶν παρὰ τὰς ὁμωνυμίας σοφισμάτων ἐκτὸς, καὶ ῥᾳδίως ἐξελέγχεται τὰ μάτην προσκείμενα καὶ διὰ ταχέων εὑρίσκεται τὰ λείποντα, καὶ τά τε διαφωνούμενα καὶ τὰ συμφωνούμενα μάλιστα ἐν ταῖς τοιαύταις ἑρμηνείαις ἀκριβῶς γνωρίζεται.

Λεγέσθω δὴ πάλιν ἡμῖν ἀναλαβοῦσιν. ὄψις μὲν ὀφθαλμῶν ἐνέργεια, διάλεξις δὲ γλώττης, βάδισις δὲ σκελῶν· ἡ δὲ ἐνέργεια πάλιν αὕτη κίνησις δραστική· τούτων δ’ 

46
αὐτῶν ἡ μὲν κίνησις ἐξάλλαξις τοῦ προϋπάρχοντος, ἡ δραστικὴ δὲ ἡ ἐξ ἑαυτοῦ, ὥσπέρ γε καὶ παθητικὴ κίνησις ἡ ἀπό τινος τῶν ἔξω· οἷον ἡ μὲν πτῆσις ἐνέργεια τοῦ πτηνοῦ καὶ ἡ βάδισις τοῦ βαδιστικοῦ· τὸ δ’ ὑφ’ ἑτέρου· φερόμενον, ὡς ἀμείβειν τόπους, οὐκ ἐνεργεῖν, ἀλλὰ πάσχειν ἐστίν. ἐνήργησε μὲν γὰρ ὁ βαδίσας ἐκ Πειραιέως ἐπὶ Σούνιον, ἐκινήθη γὰρ δραστικῶς, τουτέστιν ἐξ ἑαυτοῦ τε καὶ κατὰ τὴν οἰκείαν φύσιν· ἔπαθε δὲ ὁ πλεύσας ἐπὶ τὸ Σούνιον ἐκ τοῦ Πειραιέως, ἠνέχθη γὰρ ὑπὸ τῆς νεώς. ἐπεὶ δ’ ἐξάλλαξιν εἶπον εἶναι τοῦ προϋπάρχοντος τὴν κίνησιν, ἐξαλλάττεται δὲ διχῶς τὸ προϋπάρχον, ἢ κατὰ ποιότητα, ἢ κατὰ τόπον, ἡ μὲν οὖν κατὰ τόπον ἐξαλλαγὴ αὐτοῦ φορὰ, ὀνομάζεται, ἡ δὲ κατὰ ποιότητα μεταβολὴ, ἀλλοίωσις· ὥστε εἶναι φορὰν μὲν ἐξάλλαξιν, ἢ ὑπάλλαξιν, ἢ ἀλλαγὴν, ἢ μεταβολὴν τοῦ προϋπάρχοντος τόπου, ἐξεπίτηδες γὰρ ἐχρησάμην πολλοῖς ὀνόμασιν, αὐτὸ τοῦτ’ ἐνδείκνυσθαι βουλόμενος, ὡς ἔνεστι παμπόλλους ὁρισμοὺς ποιεῖν ἑνὸς πράγματος, ἐν ταῖς φωναῖς μόνον, οὐκ ἐν τοῖς νοήμασι διαφέροντας, ἀλλοίωσιν δὲ ἢ μεταβολὴν κατὰ
47
τὸ ποιὸν, ἢ ἀλλαγὴν τῆς προϋπαρχούσης ποιότητος, ἢ ὑπαλλαγὴν κατὰ τὸ ποιὸν, ἢ ὑπάλλαξιν ποιότητος, ἢ ὅπως ἂν ἄλλως ἐλπίσῃς μάλιστα συνήσειν τοῦ λεγομένου τὸν ἀκούοντα· τὸ γὰρ πολυειδὲς τῆς ἑρμηνείας εἰς τοῦτο ἔστω σοι χρήσιμον. ἡ μὲν οὖν ὄψις, αὖθις γὰρ ἐπὶ τὸν ὀφθαλμὸν ἰτέον, ἐνέργεια τοῦ μέρους ἐστίν· ὁ δ’ ὀφθαλμὸς αὐτὸς τὸ τοῦ ζώου μόριον, οὐδὲν γὰρ, ὡς εἴρηται, διαφέρει μόριον εἰπεῖν, ἢ μέρος. ὄργανον δὲ ὀνομάζω μέρος ζώου τελείας ἐνεργείας ἀπεργαστικὸν, οἷον ὀφθαλμὸν ὄψεως καὶ γλῶτταν διαλέκτου καὶ σκέλη βαδίσεως· οὕτω δὲ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον, ὄργανά τε καὶ μόρια ζώων ἐστί. κατὰ ταύτην γοῦν τὴν χρῆσιν τῶν ὀνομάτων οὐ πρὸς ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸς τῶν παλαιῶν Ἑλλήνων ὁρισθεῖσαν, ὁ μὲν οὖν ὀφθαλμὸς ὀνομασθήσεται καὶ μόριον ζώου καὶ μέρος καὶ ὄργανον· ὁ δὲ κερατοειδὴς χιτὼν μόριον μὲν καὶ μέρος, ὄργανον δ’ οὔ· κατὰ ταὐτὰ δὲ καὶ ὁ ῥαγοειδὴς καὶ ὁ ἀραχνοειδὴς καὶ ὁ ἀμφιβληστροειδής· ἕκαστος γὰρ τούτων πρῶτον μὲν καὶ μάλιστα μόριόν ἐστιν ὀφθαλμοῦ, διότι δ’ οὗτος προσώπου,
48
διὰ τοῦτο κᾀκεῖνοι κατὰ δεύτερον ἤδη λόγον· οὕτω δὲ καὶ τοῦ σώματος ὅλου, διότι καὶ τὸ πρόσωπον ὅλου τοῦ σώματός ἐστι μόριον. ὁμοιομερὲς δέ ἐστι μόριον, ὡς καὶ τοὔνομα αὐτὸ σαφῶς ἐνδείκνυται, τὸ διαιρούμενον εἰς ὅμοια πάντῃ μόρια, καθάπερ ἐν ὀφθαλμῶ τό θ’ ὑαλοειδὲς καὶ τὸ κρυσταλλοειδὲς καὶ τῶν χιτώνων ἡ ἴδιος οὐσία. δείκνυται δὲ καὶ ταῦτα ἐπὶ πλέον ἐν τοῖς τῶν ἀνατομικῶν ἐγχειρήσεων ὑπομνήμασιν, ἐνταῦθα δὲ ἀρκεῖ μόνον εἰπεῖν ὧν εἰς τὰ παρόντα δεόμεθα μνημονεῦσαι· δεόμεθα δὲ καθ’ ἕκαστον μόριον ἐπιδεῖξαι πλείω πράγματα, διαφέροντα μὲν ἀλλήλων, οὐχ ὁρώμενα δὲ ἐνίοις τῶν ἰατρῶν· ἔφαμεν δὲ τοῦτο χρήσιμον ὑπάρχειν εἴς τε τὸ χρῆσθαι τοῖς ὀνόμασιν ὀρθῶς, οὗπερ ἕνεκα καὶ νῦν αὐτὸ μετεχειρισάμεθα, καὶ μέντοι καὶ πρὸς αὐτὴν τὴν προκειμένην μέθοδον ἀναγκαιότατον ἐπιδειχθήσεται. τὸ μὲν γὰρ ὄργανον ὀφθαλμὸς, ἐνέργεια δ’ ἡ ὄψις· ἓν δ’ αὐτοῦ τῶν μορίων ὁμοιομερές τε καὶ πρῶτον ὄργανον ὄψεως, τὸ κρυσταλλοειδὲς ὑγρὸν, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἀποδέδεικται· τοῦτο γάρ ἐστι τὸ δεόμενον ἀλλοιωθῆναι πρός τινος τῶν
49
ἔξωθεν χρωμάτων, ἵν’ ἴδῃ τὸ ζῶον. ἀλλοιοῦσθαι δ’ οὐκ ἠδύνατο, μὴ καθαρὸν ἀκριβῶς καὶ διαφανὲς γινόμενον· οὕτω δ’ εἶναι καὶ καθαρὸν καὶ διαφανὲς οὐκ ἠδύνατο χωρὶς τῆς νῦν ὑπαρχούσης αὐτῆς κράσεως· ἐδείχθη γὰρ ἕκαστον τῶν ὄντων τοιοῦτον ὂν οἷόν πέρ ἐστι διὰ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ κρᾶσιν· ὥστ’ εἴ τι τούτων ἐξαλλαχθείη μεγάλως, ἢ οὐκ ὄψεται τὸ ζῶον, ἢ κακῶς ὄψεται. ἀλλὰ τοῦτο μὲν οὔπω γινώσκομεν, ἀρχόμενοι ζητεῖν τὴν τέχνην, οὐδὲ χρὴ τῶν ἔπειτά τι μελλόντων ζητεῖσθαι προλαμβάνειν ὡς ἐπισταμένους, οὐδ’ ἐγὼ τούτου χάριν ἐμνημόνευσα τῶν ὑπὲρ τοῦ κρυσταλλοειδοῦς μοι δεδειγμένων ἐν ἑτέροις, ἀλλ’ ἕνεκα τῆς τῶν νῦν μελλόντων ῥηθήσεσθαι σαφηνείας. ὁρῶντες γὰρ ὀφθαλμὸν ἀκριβῶς ἐνεργοῦντα, καὶ αὖθις μὴ βλέποντα, καὶ τὸ μὲν ὑγείαν αὐτοῦ, τὸ δὲ νόσον ἢ πάθος ἢ ὅ τι βούλει καλοῦντες, οὐδὲν γὰρ τοῦτο διαφέρει πρός γε τὰ παρόντα, ζητοῦμεν ἑξῆς τίς ποτ’ ἐστὶν ἡ τῆς βλάβης αἰτία.