De methodo medendi

Galen

Galen, De methodo medendi

    Ἐπειδὴ καὶ σύ με πολλάκις, ὦ Ἱέρων φίλτατε, καὶ ἄλλοι τινὲς νῦν ἑταῖροι παρακαλοῦσι θεραπευτικὴν μέθοδον αὐτοῖς γράψαι, ἐγὼ δὲ μάλιστα μὲν καὶ ὑμῖν χαρίζεσθαι βουλόμενος, οὐχ ἥκιστα δὲ καὶ τοὺς μεθ’ ἡμᾶς ἀνθρώπους ὠφελῆσαι καθ’ ὅσον οἷός τέ εἰμι προαιρούμενος, ὅμως ὤκνουν τε· καὶ ἀνεβαλλόμην ἑκάστοτε διὰ πολλὰς αἰτίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ νῦν αὐτὰς διελθεῖν, πρὶν ἄρξασθαι τῆς πραγματείας, ἔχουσι γάρ τι χρήσιμον εἰς τὰ μέλλοντα ῥηθήσεσθαι. κεφάλαιον μὲν οὖν ἁπασῶν αὐτῶν ἐστι τὸ κινδυνεῦσαι

    2
    μάτην γράψαι, μηδενὸς τῶν νῦν ἀνθρώπων ὡς ἔπος εἰπεῖν ἀλήθειαν σπουδάζοντος, ἀλλὰ χρήματά τε καὶ δυνάμεις πολιτικὰς καὶ ἀπλήστους ἡδονῶν ἀπολαύσεις ἐζηλωκότων ἐς τοσοῦτον ὡς μαίνεσθαι νομίζειν εἴ τις ἄρα καὶ γένοιτο σοφίαν ἀσκῶν ἡντιναοῦν. αὐτὴν μὲν γὰρ τὴν πρώτην καὶ ὄντως σοφίαν, ἐπιστήμην οὖσαν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, οὐδ’ εἶναι νομίζουσι τὸ παράπαν· ἰατρικὴν δὲ καὶ γεωμετρίαν καὶ ῥητορικὴν ἀριθμητικήν τε καὶ μουσικὴν ἁπάσας τε τὰς τοιαύτας τέχνας εἶναι μὲν ὑπολαμβάνουσιν, οὐ μὴν ἐπί γε τὸ τέλος αὐτῶν ἰέναι δικαιοῦσιν. ἀλλ’ ἔμοιγε καὶ τῶν πάνυ δοκούντων με φιλεῖν ἔνιοι πολλάκις ἐπετίμησαν ὡς πέρα τοῦ μετρίου τὴν ἀλήθειαν σπουδάζοντι καὶ ὡς οὔθ’ ἑαυτῷ μέλλοντε χρησίμῳ γενήσεσθαι παρ’ ὅλον τὸν βίον οὔτε ἐκείνοις, εἰ μὴ σχολάσαιμι μέν τι τῆς τοσαύτης περὶ τὴν ἀλήθειαν σπουδῆς, προσαγορεύοιμι δὲ περιερχόμενος ἕωθεν, εἰς ἑσπέραν τε συνδειπνοῖμι τοῖς δυναμένοις· ἐκ τούτων γὰρ καὶ φιλεῖσθαι καὶ προσάγεσθαι καὶ τοὺς τεχνίτας πιστεύεσθαι, οὐκ ἐκ τῆς οἰκείας παρασκευῆς· οὐδὲ γὰρ εἶναι τοὺς κρίνοντας
    3
    ἐκείνην, ἁπάντων δι’ ὅλης ἡμέρας ἀσχολουμένων, ἕωθεν μὲν ἔν προσαγορεύσεσι κοινῇ, μετὰ ταῦτα δ’ ἤδη σχιζομένων, ἐπὶ μὲν τὴν ἀγορὰν καὶ τὰς δίκας οὐ σμικροῦ τινος ἔθνους, ἐπὶ δ’ αὖ τοὺς ὀρχηστάς τε καὶ τοὺς ἡνιόχους ἑτέρου πλείονος, οὐκ ὀλίγου δέ τινος ἄλλου τοῖς κύβοις, ἤ τισιν ἔρωσιν, ἢ λουτροῖς, ἢ μέθαις, ἢ κώμοις σχολάζοντος, ἤ τισιν ἄλλαις ἡδοναῖς τοῦ σώματος, ἐς ἑσπέραν δὲ κοινῇ πάντων αὖθις συναθροιζομένων εἰς τὰ συμπόσια, κᾀπειδὰν ἐμπλησθῶσιν οἴνου, οὐ λύρας ἐν κύκλῳ περιφερομένης, ἢ κιθάρας, ἤ τινος ἄλλου τῶν μουσικῶν ὀργάνων ὧν ἅπτεσθαι πάλαι κατὰ τὰς τοιαύτας συνόδους καλὸν ἐνενόμιστο καὶ δεινῶς αἰσχρὸν τοὐναντίον ἦν, ἀλλ’ οὐδὲ λόγων τινῶν ἀνακοινουμένων, οἵους ἐν τοῖς συμποσίοις συνέγραψαν ἡμῖν οἱ παλαιοὶ γινομένους, ἀλλ’ οὐδ’ ἄλλου τῶν καλῶν οὐδενὸς, ἀλλὰ προπινόντων μὲν ἀλλήλοις, ἁμιλλωμένων δὲ περὶ μεγέθους ἐκπωμάτων. ἄριστος γὰρ ἐν τούτοις οὐχ ὁ πλείστων ἁψάμενος ὀργάνων μουσικῶν ἢ λόγων φιλοσόφων, ἀλλ’ ὁ παμπόλλας καὶ μεγίστας ἐκπιὼν κύλικας· ὥστ’ ἔμοιγε καὶ περὶ τὴν ἕω
    4
    δοκοῦσιν ἔτι μεθύειν οἱ πολλοὶ τῶν τοιούτων, καί τινες αὐτῶν ὄζουσιν οἴνου σαφῶς οὕτως ὡς ἄρτι προσενηνεγμένοι. ὥστ’ εἰκότως, ἐπειδὰν νοσεῖν ὑπάρξωνται, μετακαλοῦνται τῶν ἰατρῶν οὐ τοὺς ἀρίστους, οὕς γε μηδὲ πώποτε κρῖναι προὐθυμήθησαν ὑγιαίνοντες, ἀλλὰ τοὺς συνηθεστάτους τε ἅμα καὶ κολακευτικωτάτους, οἳ καὶ ψυχρὸν δώσουσιν, ἢν αἰτηθῶσι, καὶ λούσουσιν, ἢν κελευσθῶσι, καὶ χιόνα καὶ οἶνον ὀρέξουσι καὶ πᾶν ὑπηρετήσουσι τὸ προσταττόμενον ὥσπερ ἀνδράποδα, ἔμπαλιν ἐκείνοις τῶν ἰατρῶν τοῖς παλαιοῖς Ἀσκληπιάδαις, οἳ τῶν νοσούντων ἠξίουν ἄρχειν ὡς στρατηγοὶ στρατηγουμένων καὶ βασιλεῖς ὑπηκόων, οὐκ ἄρχεσθαι καὶ δεσπόζεσθαι, καθάπερ Γέται καὶ Τίβιοι καὶ Φρύγες καὶ, Θρᾴκες ἀργυρώνητοι. οὔκουν οὐχ ὁ κρείττων τὴν τέχνην, ἀλλ’ ὁ κολακεύειν δεινότερος ἐντιμότερος αὐτοῖς ἐστι, καὶ τούτῳ ἅπαντα βάσιμα καὶ πόριμα, καὶ τῶν οἰκιῶν ἀνεῴγασιν αἱ θύραι τῷ τοιούτῳ, καὶ πλουτεῖ τε ταχέως οὗτος καὶ πολὺ δύναται, καὶ μαθητὰς ἔχει τοὺς ἐκ κοιτῶνος πολλοὺς, ὅταν ἔξωροι γένωνται. καὶ τοῦτο κατανοήσας ὁ Θεσσαλὸς
    5
    ἐκεῖνος οὐ τὰ ἄλλα μόνον ἐκολάκευε τοὺς ἐπὶ τῆς Ῥώμης πλουσίους, ἀλλὰ καὶ τῷ μησὶν ἕξ ἐπαγγείλασθαι διδάξειν τὴν τέχνην ἑτοίμως ἐλάμβανε μαθητὰς παμπόλλους. εἰ γὰρ οὔτε γεωμετρίας οὔτε ἀστρονομίας οὔτε διαλεκτικῆς οὔτε μουσικῆς οὔτε ἄλλου τινὸς μαθήματος τῶν καλῶν οἱ μέλλοντες ἰατροὶ γενήσεσθαι δέονται, καθάπερ ὁ γενναιότατος ἐπηγχείλατο Θεσσαλὸς, ἀλλ’ οὐδὲ μακρᾶς ἐμπειρίας χρῄζουσι καὶ συνηθείας τῶν ἔργων τῆς τέχνης, ἕτοιμον ἤδη προσιέναι παντὶ γενησομένῳ ῥᾳδίως ἰατρῷ. διὰ τοῦτο καὶ σκυτοτόμοι καὶ τέκτονες καὶ βαφεῖς καὶ χαλκεῖς ἐπιπηδῶσιν ἤδη τοῖς ἔργοις τῆς ἰατρικῆς, τὰς ἀρχαίας αὑτῶν ἀπολιπόντες τέχνας, οἱ μὲν γὰρ τὸν ῥῶπον διατιθέμενοι καὶ περὶ πρωτείων ἐρίζουσι. καὶ διὰ τοῦτο κᾀγὼ γράφειν ὤκνουν θεραπευτικὴν μέθοδον, ἣν εἰσηγήσαντο μὲν ἄνδρες παλαιοὶ, τελειῶσαι δ’ ἐπεχείρησαν οἱ μετ’ αὐτούς. καὶ πρόσθεν μὲν ἔρις ἦν οὐ σμικρὰ, νικῆσαι τῷ πλήθει τῶν εὑρημάτων ἀλλήλους ὀριγνωμένων τῶν ἐν Κῷ καὶ Κνίδῳ· διττὸν γὰρ ἔτι τοῦτο τὸ γένος ἦν τῶν ἐπὶ 
    6
    τῆς Ἀσίας Ἀσκληπιαδῶν, ἐπιλιπόντος τοῦ κατὰ Ῥόδον· ἤριζον δ’ αὐτοῖς τὴν ἀγαθὴν ἔριν ἐκείνην, ἣν Ἡσίοδος ἐπῄνει καὶ οἱ ἐκ τῆς Ἰταλίας ἰατροὶ, Φιλιστίων τε καὶ Ἐμπεδοκλῆς καὶ Παυσανίας καὶ οἱ τούτων ἑταῖροι· καὶ τρεῖς οὗτοι χοροὶ θαυμαστοὶ πρὸς ἀλλήλους ἁμιλλωμένων ἐγένοντο ἰατρῶν· πλείστους μὲν οὖν καὶ ἀρίστους χορευτὰς ὁ κῷος εὐτυχήσας εἶχεν, ἐγγὺς δ’ ἔτι τούτῳ καὶ ὁ ἀπὸ τῆς Κνίδου, λόγου δ’ ἦν ἄξιος οὐ σμικροῦ καὶ ὁ ἀπὸ τῆς Ἰταλίας. ἀλλ’ οὐδεὶς τούτων· οὔτε ἕωθεν ἐπὶ τὰς τῶν πλουσίων ἐφοίτα θύρας προσαγορεύσων αὐτοὺς οὔτ’ εἰς ἑσπέραν δειπνησόμενος, ἀλλ’ ὥσπερ Ἡσίοδός φησιν,

  1. Εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζων
  2. Πλούσιον, ὃς σπεύδει μὲν ἀρόμμεναι ἠδὲ φυτεύειν,
  3. οὕτω κᾀκεῖνοι διὰ παντὸς ἤριζον ἀλλήλοις οὐκ ἀροῦν ἢ φυτεύειν γῆν, σμικρότερα γὰρ ταῦτα τοῦ τῶν Ἀσκληπιαδῶν γένους καὶ Ἀσκραίῳ πρέποντα ποιητῇ, ἀλλ’ ἀσκεῖν καὶ αὔξειν ἀεὶ καὶ τελειοῦν πειρᾶσθαι τὴν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ

    7
    τέχνην, νυνὶ δ’ ἀπόλωλε μὲν ἡ ἀγαθὴ ἔρις, ἢ σμικρὸν ἔτι καὶ ἀμυδρὸν αὐτῆς ἐν ἀνθρώποις ἐστίν· ἐπικρατεῖ δ’ ἡ πονηρὰ καὶ ὁ ἀποτρέψων οὐδεὶς οὐδ’ ὁ ἰασόμενος, ὥσπερ Ἡσίοδος,

  4. Μηδέ σ’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι.
  5. αὕτη γὰρ ἡ Ἔρις, ὡς ὁ θειότερος αὖ πάλιν Ἡσιόδου ποιητής φησιν·

  6. Ἡ δ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  7. Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.

Ὑπὸ ταύτης τῆς ἔριδος ἐκμανεὶς ὁ Θεσσαλὸς ἐκεῖνος Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις Ἀσκληπιάδαις ἐπιτιμᾷ, καὶ κοινὸν τῆς οἰκουμένης θέατρον ἐν ταῖς ἑαυτοῦ βίβλοις πληρῶν, ἐπ’ ἐκείνου κρίνεται καὶ νικᾷ καὶ στεφανοῦται κατὰ τῶν παλαιῶν ἁπάντων, ἀνακηρυττόμενος αὐτὸς ὑφ’ ἑαυτοῦ. ταυτὶ μὲν οὖν ἔν τε τῷ περὶ τῶν κοινοτήτων ἐποίησε κᾀν τοῖς συγκριτικοῖς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις ὑβρίζων οὐ παύεται, καθάπερ, οἶμαι, καὶ δι’ ὧν ἐπιστέλλει Νέρωνι,

8
κατ’ ἀρχὰς μὲν εὐθέως γράφων αὐτοῖς ὀνόμασιν οὕτως· παραδεδωκὼς νέαν αἵρεσιν καὶ ὡς μόνην ἀληθῆ διὰ τὸ τοὺς προγενεστέρους πάντας ἰατροὺς μηδὲν παραδοῦναι συμφέρον πρός τε ὑγείας συντήρησιν καὶ νόσων ἀπαλλαγήν. ἐπὶ προήκοντι δὲ τῷ γράμματι προϊών φησιν ὡς Ἱπποκράτης μὲν ἐπιβλαβῆ τὴν παράδοσιν πεποίηται, ἐτόλμησε δὲ καὶ τοῖς ἀφορισμοῖς ἀντιλέγειν, ἀσχημοσύνην ἀσχημονήσας μεγίστην, καὶ δείξας ὅτι μηδ’ εἰσήχθη πρός τινος εἰς τὴν Ἱπποκράτειον θεωρίαν μηδ’ ἀνέγνω παρὰ διδασκάλου τὰ συγγράμματα αὐτοῦ· καὶ ὅμως ὁ τοιοῦτος ἑαυτὸν οὐκ αἰδεῖται στεφανῶν. διό μοι δοκῶ κᾀγὼ, καίτοι γε οὐκ εἰθισμένος ἐξελέγχειν πικρῶς τοὺς σκαιοὺς, ἐρεῖν τι πρὸς αὐτὸν ὑπὲρ τῆς τῶν παλαιῶν ὕβρεως. τί πειρᾷ διαβάλλειν ὦ οὗτος τὰ χρηστὰ διὰ τὸ παρὰ τοῖς πολλοῖς εὐδοκιμεῖν, ἐνὸν ὑπερβάλλεσθαι· τοῖς ἀληθέσιν, εἰ φιλόπονός τέ τις εἴης καὶ ἀληθείας ἐραστής; τί δὲ τῇ τῶν ἀκροατῶν ἀμαθίᾳ συμμάχῳ κέχρησαι κατὰ τῆς τῶν παλαιῶν βλασφημίας; μὴ τοὺς ὁμοτέχνους τῷ πατρί σου κριτὰς καθίσῃς ἰατρῶν, τολμηρότατε Θεσσαλέ· νικήσεις
9
γὰρ ἐπ’ αὐτοῖς καὶ καθ’ Ἱπποκράτους λέγων καὶ κατὰ· Διοκλέους καὶ κατὰ Πραξαγόρου καὶ κατὰ πάντων τῶν ἄλλων παλαιῶν, ἀλλ’ ἄνδρας παλαιοὺς, διαλεκτικοὺς, ἐπιστημονικοὺς, ἀληθὲς καὶ ψευδὲς διακρίνειν ἠσκηκότας, ἀκόλουθον καὶ μαχόμενον ὡς χρὴ διορίζειν ἐπισταμένους, ἀποδεικτικὴν. μέθοδον ἐκ παίδων μεμελετηκότας, τούτους εἰς τὸ συνέδριον εἰσάγαγε δικαστὰς, ἐπὶ τούτων τόλμησον Ἱπποκράτει τι μέμψασθαι, τούτων κρινόντων ἐπιχείρησον τι τῇ μιαρᾷ καὶ βαρβάρῳ σου φωνῇ πρὸς Ἱπποκράτην διελθεῖν, πρῶτον μὲν ὡς οὐ χρὴ φύσιν ἀνθρώπου πολυπραγμονεῖν· ἔπειτα δὲ ὡς εἰ καὶ τοῦτο συγχωρήσειέ τις, ἀλλ’ ὅτι γε κακῶς αὐτὴν ἐζήτησεν ἐκεῖνος καὶ ψευδῶς ἀπεφήνατο σύμπαντα. τίς οὖν ἔσται κριτής; εἰ βούλει, Πλάτων, ἐπειδὴ τοῦτον γοῦν οὐκ ἐτόλμησας λοιδορεῖν. ἐγὼ μὲν γὰρ οὐδὲ τοὺς μαθητὰς αὐτοῦ φύγοιμ’ ἂν, οὔτε τὸν Σπεύσιππον οὔτε τὸν Ξενοκράτην· τὸν Ἀριστοτέλην δὲ κᾂν παρακαλέσαιμί σε κριτὴν ὑπομεῖναι καὶ σὺν αὐτῷ Θεόφραστον· εὐξαίμην δ’ ἄν σε καὶ Ζήνωνα καὶ Χρύσιππον ἅπαντάς τε τοὺς ἀπ’ αὐτῶν ἑλέσθαι κριτάς.
10
οὐδεὶς τούτων, ὦ τολμηρότατε Θεσσαλὲ, τῶν Ἱπποκράτους κατέγνω περὶ φύσεως ἀνθρώπου δογμάτων, ἃ τὴν ἀρχὴν οὔτ’ ἀνεγνωκέναι μοι δοκεῖς οὔτ’, εἴπερ ἀνέγνως, συνιέναι· καὶ εἰ συνῆκας δὲ, κρῖναι γοῦν ἀδύνατον ἦν σοι, τραφέντι μὲν ἐν γυναικωνίτιδι παρὰ πατρὶ μοχθηρῶς ἔρια ξαίνοντι. μὴ γὰρ ἀγνοεῖσθαί μοι δόκει τὸ θαυμαστόν σου γένος καὶ τὴν ἀοίδιμόν σου παιδείαν, μηδ’ ὡς ἐν κωφῷ θεάτρῳ λοιδορεῖν Ἱπποκράτην τε καὶ τοὺς ἄλλους παλαιούς· ἀλλὰ τίς ὢν καὶ πόθεν, ἐκ ποίου γένους, ἐκ ποίας ἀνατροφῆς, ἐκ ποίας παιδεύσεως, ἐπίδειξον πρότερον, εἶθ’ οὕτως λέγε, τοῦτ’ αὐτὸ, πρῶτον μαθὼν, ὦ θρασύτατε, ὅτι λέγειν οὐκ ἐφεῖται πᾶσι δημοσίᾳ ἐν οὐδεμιᾷ τῶν εὐνομουμένων πόλεων, ἀλλ’ εἴ τις ἐπίσημός ἐστι καὶ γένος ἔχει καὶ ἀνατροφὴν δεῖξαι καὶ παιδείαν ἀξίαν τοῦ δημηγορεῖν, τούτῳ συγχωροῦσιν ἀγορεύειν οἱ νόμοι· σὺ δ’ οὐδὲν τούτων ἔχων ἐπιδεῖξαι τολμᾷς ὦ γενναιότατε κατηγορεῖν Ἱπποκράτους, καὶ καθίζεις μὲν ἐν ταῖς ληρώδεσί σου βίβλοις δικαστὰς τοὺς Ἕλληνας, ἀποφαίνῃ δ’ αὐτὸς οὐκ ἀναμείνας ἐκείνους καὶ στεφανοῖς σεαυτὸν, ἐνίοτε μὲν κατὰ πάντων 
11
τῶν ἰατρῶν, ἐνίοτε δὲ κατὰ πάντων ἁπλῶς Ἑλλήνων. τοῦτο γάρτοι τὸ θαυμαστόν ἐστι τόλμημα τοῦ σοφωτάτου Θεσσαλοῦ, νικῆσαι μὲν ἅπαντας ἰατροὺς, αὐτὸν ἀγωνιστὴν, αὐτὸν ἀγωνοθέτην, αὐτὸν κριτὴν γενόμενον· ἐφεξῆς δὲ καὶ τοὺς ἄλλους Ἕλληνας εἰς ἀγῶνα προσκαλέσασθαι, ῥήτορας, γεωμέτρας, γραμματικοὺς, ἀστρονόμους, φιλοσόφους, εἶτ’ ἐν αὐτοῖς καταστάντα, καὶ τῇ τῶν ἐριουργῶν ἑρμηνείᾳ χρησάμενον, ἀξιοῦν ἁπάντων εἶναι πρῶτον· ἰατρικὴν μὲν γὰρ ἁπασῶν τῶν τεχνῶν πρωτεύειν, ἑαυτὸν δὲ τοὺς ἰατροὺς ἅπαντας νενικηκέναι. τοῦτο μόνον ἐκ τύχης ἀληθῶς συνελογίσατο Θεσσαλός· εἰ γὰρ ἰατρικὴ μὲν ἁπασῶν ἐστι τῶν τεχνῶν ἀρίστη, πρῶτος δ’ ἐν αὐτῇ Θεσσαλὸς, εἴη ἂν οὕτω γε πάντων ἀνθρώπων πρῶτος καὶ Σωκράτους δηλονότι καὶ Λυκούργου καὶ τῶν ἄλλων, οὓς ὁ Πύθιος ἐπῄνεσεν ἢ ὡς ἀγαθοὺς, ἢ ὡς σοφοὺς, ἢ ὡς Μουσῶν θεράποντας, ἢ ὡς Διὸς ὑπηρέτας, ἢ ὡς ἄλλο τι θεοφιλὲς ἔχοντας. ἄγε δὴ λοιπὸν ὕμνους ᾀδόντων ἅπαντες Θεσσαλοῦ, καὶ γραφόντων ἐπινίκια μέλη, καὶ κοινὸν τῆς οἰκουμένης τὸ θέατρον γενέσθω, καὶ παρελθὼν ᾀδέτω τις ὡς παρὰ τοῖς
12
ἱστοῖς τραφεὶς ἐνίκησε μὲν Δημοσθένην καὶ Λυσίαν καὶ τοὺς ἄλλους ῥήτορας, ἐνίκησε δὲ Πλάτωνα καὶ Σωκράτην καὶ τοὺς ἄλλους φιλοσόφους, ἐνίκησε δὲ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ τοὺς ἄλλους νομοθέτας, ἐστεφάνωται δὲ κοινῇ κατὰ πάντων ἀνθρώπων, ῥητόρων, φιλοσόφων, νομοθετῶν. εἰ γὰρ δὴ γεωμετρῶν ἔτι καὶ γραμματικῶν καὶ μουσικῶν ὀνομαστὶ μνημονεύοιμι μετὰ τὰς τηλικαύτας νίκας, ὑβρίζειν δόξω τὸν ἄνθρωπον· ὅπου γὰρ Λυκοῦργος καὶ Σόλων καὶ Πλάτων καὶ Σωκράτης καὶ Πυθαγόρας ἐνικήθησαν, ἦπου ἄρα καλὸν ἔτι μνημονεύειν Ἱππάρχου καὶ Ἀρχιμήδους καὶ Ἀριστοξένου καὶ Ἀριστάρχου καί τινων ἑτέρων τοιούτων οὐδενὸς ἀξίων, ὡς ἂν εἴποι Θεσσαλός; ἀλλὰ τίς ἡμῖν οὕτω μεγαλόφωνος ποιητὴς ὃς ᾄσεται ταῦτα; τίνος Ὁμήρου νῦν εὐπορήσομεν ἐν ἑξαμέτρῳ τόνῳ τὴν Θεσσάλειον ὑμνήσοντος νίκην; ἢ τίνος μελοποιοῦ κατὰ Πίνδαρον ᾄσοντος ὑψηλῶς ἐν διθυράμβοις ὡς πάλαι τὸν Διόνυσον, οὕτως νῦν τὸν Θεσσαλόν; ἢ τούτων μὲν οὐδενὸς χρῄζομεν, Ἀρχιλόχου δέ
13
τινος ἧ Ἱππώνακτος ἰάμβους γραφόντων, ἤ τινος τῶν ἀπὸ τῆς τραγικῆς σκηνῆς, ὃς ἐρεῖ πρὸς αὐτόν·

  • Μέν’ ὦ ταλαίπωρ’ ἀτρέμα σοῖς ἐν δεμνίοις,
  • Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι.
  • ὄνειρον Ὀρέστειον διηγῇ Θεσσαλέ. οἷον τοῦτο τὸ θέατρον, ἐν ᾧ νικᾷς Ἱπποκράτην; τίνες οἱ κριταὶ καθεδοῦνται; τίνες οἳ ἀγωνοθετοῦντες; ἆρα βούλει πρώτου Πλάτωνος ἀναγνῶμεν τὴν ψῆφον; ἴσως γὰρ οὐκ ἀναίνῃ τοιοῦτον ἑλέσθαι κριτήν· ἀλλά τοί φησιν οὗτος αὐτοῖς ὀνόμασι· ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; εἰ μὲν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος, ἄνευ τῆς μεθόδου ταύτης. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγεις· χρὴ μὲν πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. φημί. τῷ τοίνυν περὶ φύσεως σκοπεῖν τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος; ἆρ’ οὐχ ὧδε; δεῖ διανοεῖσθαι περὶ τῆς ὁτουοῦν φύσεως, πρῶτον μὲν εἰ ἁπλοῦν ἢ καὶ πολυειδές ἐστιν οὗ πέρι βουλευσόμεθα,

    14
    αὐτοί τε εἶναι τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπό του· ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφ’ ἑνὸς, τοῦτο ἰδεῖν ἐφ’ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπό του. ἤκουσας, ὦ γενναιότατε, Πλάτωνος ὁμοίᾳ μεθόδῳ τὰ κατὰ τὴν ψυχὴν ἀξιοῦντος εὑρίσκειν, οἵᾳ περ Ἱπποκράτης τὰ κατὰ τὸ σῶμα· πότερον ἔτι βούλει πολλὰς πολλαχόθι αὐτοῦ τῶν συγγραμμάτων ἐκλέξω σοι ῥήσεις, ἐν αἷς ζηλοῖ τὸν Ἱπποκράτην πάντων μάλιστα τῶν ἔμπροσθεν αὐτοῦ γεγονότων; ἢ τοῦτο μὲν ἐν ἑτέρᾳ πραγματείᾳ πεποιηκὼς, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέπτομαι, εἰς ἐκείνην ἀναπέμψω τὸν βουλόμενον; ἀποδέδεικται γὰρ, ὡς ἐγὼ νομίζω, πάνυ σαφῶς ἡ περὶ πλεῖστά τε καὶ μέγιστα δόγματα συμφωνία τῶν ἀνδρῶν· μεταβὰς δὲ τὸν ἕτερον ἤδη σοι καλέσω χορὸν μάρτυρα, τὸν ἐκ τοῦ περιπάτου, τὰς Ἱπποκράτους ἀρχὰς τῆς φυσιολογίας τιθέμενον;
    15
    ἀλλά τοι καὶ περὶ τούτου δέδεικταί μοι δι’ ἑτέρων ὑπομνημάτων, ὧν ὧν μέν ἐστι τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ἐφεξῆς δ’ ἕτερα τρία τὰ περὶ κράσεων, εἶθ’ ἑξῆς ἕτερα δύο, τὸ μὲν περὶ τῆς ἀνωμάλου δυσκρασίας, ἐκ τῆς περὶ κράσεων ἔτι πραγματείας ὑπάρχον, ἄλλο δὲ περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος, εἶτ’ τούτοις τὰ περὶ φυσικῶν δυνάμεων τρία· ταῦτ’ οὖν εἴπερ ἀναγνοίη τις, ἐπιγνώσεται σαφῶς ἐξηγητὴν ὄντα τῶν περὶ φύσεως λογισμῶν Ἱπποκράτους Ἀριστοτέλη. καὶ μὲν δὴ καὶ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὁπόσα τέ ἐστι καὶ ὁποῖα, καὶ περὶ συμπτωμάτων ὡσαύτως, ἔτι τε καὶ τῶν καθ’ ἑκάτερον αἰτιῶν, Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς ὑπάρξασθαι φαίνεται, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἐπὶ πλεῖστον ἐξηγήσατο· εἴσεται δὲ καὶ περὶ τούτων ὁ βουληθεὶς ἀναγνῶναι τὰ καθ’ ἕκαστον αὐτῶν ὑπομνήματά μοι γεγραμμένα. ὥστ’ εἴπερ οἱ ἐκ τοῦ περιπάτου κριταὶ καθίσαιεν, Ἱπποκράτης μὲν, οἶμαι, νικήσει, Θεσσαλὸς δ’ ὡς ἀναίσχυντός τε καὶ ἰταμὸς ἐκβληθήσεται. εἰ δὲ τοὺς ἀπὸ τῆς στοᾶς φιλοσόφους εἰς τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν 
    16
    ψῆφον, ἐξ ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες οὐκ ἐφιλονείκησαν οἱ περὶ τὸν Χρύσιππον, ἀλλ’ ἐκ τούτων τὰ σύμπαντα κεκρᾶσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα πάσχειν καὶ δρᾷν καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους δόγματα προσίενται, πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη. λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα, καὶ πάντα συμπαθέα τὰ τῶν ζώων μόρια, προσίενται μὲν ἀμφότεροι τουτὶ, διαφέρονται δὲ ἐν τῷ τὰς μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων ἰέναι καὶ κεράννυσθαι πάντῃ, τοὺς δ’ ἀπὸ τῆς στοᾶς οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν. ὅτι δὲ τοῦτο διορίζεσθαι περιττὸν ἰατρῷ, καὶ ὡς ἀρκεῖ μόνον ὁμολογηθέντα εἰς τὰ τῆς ἰατρικῆς ἔργα τὰ πρὸς ἀμφοτέρων ἀποδεικνύμενα, καὶ ὡς αἱ ποιότητές τε καὶ αἱ δυνάμεις
    17
    ἐν τοῖς κεραννυμένοις ὅλαι δι’ ὅλων ἀναμίγνυνται, δέδεικταί μοι πρόσθεν ἤδη καὶ νῦν, εἴ τι δεήσει, δειχθήσεται. ὥστε καὶ κατὰ Πλάτωνα καὶ κατὰ τοὺς ἐκ τοῦ. περιπάτου καὶ κατὰ τοὺς ἐκ τῆς στοᾶς ἡ Ἱπποκράτους νικᾷ φυσιολογία· καὶ πολὺ δὴ μᾶλλον ἐκ τῆς φυσιολογίας ἅπαντες ἐπιδεικνύουσιν οἱ προειρημένοι φιλόσοφοι μὴ δύνασθαί τινα, καλῶς ἰάσασθαι τὰ νοσήματα, πρὶν ὅλου τοῦ σώματος ἐπισκέψασθαι τὴν φύσιν. ἆρ’ οὖν ἐνίκησεν. ἂν ἐν τούτοις τοῖς φιλοσόφοις ὁ Θεσσαλὸς ἀγωνιζόμενος ὑπὲρ τῶν πρωτείων, οἳ τῆς σκυτῶν ἁπάσης φυσιολογίας Ἱπποκράτην προὐστήσαντο; τί δὲ εἰ τοῖς γεωμέτραις, ἢ τοῖς ἀστρονόμοις, ἢ τοῖς μουσικοῖς, ἢ τοῖς ῥήτορσιν. ἐπιτρέψειε τὴν κρίσιν; ἆρ’ οἰόμεθα καὶ τούτους Ἱπποκράτην παρελθόντας ἕτερόν τινα στεφανώσειν; ἐγὼ μὲν οὔτ’ ἄλλον τινὰ πέπεισμαι τὰ πρωτεῖα λήψεσθαι, καὶ πάντων ἥκιστα τὸν ἰταμώτατον Θεσσαλόν οὐδεὶς γὰρ οὕτως ἠτίμησεν οὐ γεωμετρίαν, οὐκ ἀστρονομίαν, οὐ μουσικὴν, οὕ ῥητορικὴν, ὡς ἐκεῖνος, ὥστε ταύτῃ γ’ ἐν ἐχθρῶν θεάτρῳ γένοιτ' ἂν ὁ ἀγὼν αὐτῷ. ἀλλ’ ἴσως τούτους μὲν οὐκ ἂν εἰς
    18
    τὸ θέατρον ἐκάθισεν, οὕς γε αὐτὸς φθάνων ἐχθροὺς ἐποιήσατο, μόνοις δὲ τοῖς ἐν διαλεκτικῇ γυμνασθεῖσι φιλοσόφοις, ὡς ἂν ἀληθῶν τε καὶ ψευδῶν λόγων τὸ κριτήριον ἠσκηκόσιν, ἐπιτρέψειε τὴν κρίσιν. ἀλλ’ ἐὰν τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Χρύσιππον ὡς ἀγυμνάστους ἐν τῇδε παρέλθωμεν, οὐχ εὑρήσομεν ἑτέρους. εἰ τοίνυν οὔτε τοὺς ἀπὸ τῶν ἄλλων τεχνῶν ὑπομένει δικαστὰς ὁ Θεσσαλὸς οὔθ’ οἱ διαλεκτικώτατοι τῶν φιλοσόφων οἴσουσιν, αὐτῷ τὴν ψῆφον, ὑπὸ τίνων ἔτι κριθήσεται νικᾷν; τίνες πληρώσουσιν αὐτῷ τὸ θέατρον; τίνες ἀναγορεύσουσιν; τίνες στεφανώσουσιν; αὐτὸς ἑαυτὸν δηλονότι, τοῦτο γὰρ ἐν ταῖς ἑαυτοῦ βίβλοις ταῖς θαυμασταῖς ἐποίησεν, αὐτὸς ἑαυτὸν καὶ κρίνας καὶ στεφανώσας καὶ ἀναγορεύσας.

    Ἀλλ’ ἴσως ὑπενόησε τοῦτ’ αὐτῷ τιμὴν γενήσεσθαι καὶ μνήμης ἀφορμὴν, εἰ λοιδορησάμενος τοῖς ἀρίστοις ἀνδράσιν ἀναγκάσειεν ἡμᾶς ἀντιλέγειν αὐτῷ. ἀλλ’ οὕτω γε καὶ Ζωΐλος ἔνδοξος τὴν Ὁμήρου μαστίζων εἰκόνα καὶ Σαλμωνεὺς τὸν Δία μιμούμενος καὶ ἄλλο πλῆθος οὐκ

    19
    ὀλίγον ἐπιτρίπτων ἀνθρώπων, ἢ τοὺς βελτίονας οὐκ αἰδουμένων, ἢ καὶ τοῖς θεοῖς αὐτοῖς λοιδορουμένων. ἀλλ’ οὐκ ἀγαθὴν οὗτοί γε δόξαν ὑπελίποντο σφῶν αὐτῶν, οὐδὲ ζηλοῖ νοῦν ἔχων ἀνὴρ οὐδεὶς οὔτε τὸν Ὁμηρομάστιγα Ζωΐλον οὔτε τὸν παραπλῆγα Σαλμωνέα καίτοι τοῖς μὲν φιλολοιδόροις ζηλωτὸς ὁ Ζωΐλος, τοῖς δ’ ἱεροσύλοις ὅ Σαλμωνεύς. ἀλλὰ τί τοῦτο; καὶ γὰρ οἱ βαλαντιοτόμοι τὰ τῶν βαλαντιοτόμων ζηλοῦσι καὶ οἱ προδόται τὰ τῶν προδοτῶν, καὶ οὐδείς ἐστιν ἁπλῶς ἄνθρωπος ὃς οὐκ ἂν σχοίη χορὸν οἰκεῖον ἐν ᾧ στεφθήσεται. καὶ εἴπερ ἔγραψε Θεσσαλὸς ὡς ἐν μαγείροις καὶ βαφεῦσι καὶ ἐριουργοῖς καὶ σκυτοτόμοις καὶ ὑφάνταις τε καὶ κναφεῦσιν ἀγωνιζόμενος, ἀποίσεται τὴν νίκην καὶ καθ’ Ἱπποκράτους καὶ οὐδεὶς ἂν ἡμῶν ἀντεῖπεν ἐπεὶ δὲ πάντας ἀνθρώπους καθίζει δικαστὰς, ἐκ τῶν πάντων δ’ ἐστὶ δήπου καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ Χρύσιππος, οὐκ ἂν ἔτι πάσας μόνος ἀποστρέφοιτο τὰς ψήφους, ἀλλ’ ἴσως ἐνέσται δίκην ἐφέσιμον ἀγωνίσασθαί τινι κᾂν γὰρ Ἱπποκράτης καταφρονήσῃ, μικρότερον ἑαυτοῦ νομίσας ἀγωνίσασθαι πρὸς Θεσσαλὸν, ἀλλ’ ἴσως Ἐρασίστρατος οὐ καταφρονήσει,
    20
    καὶ πολύ γε μᾶλλον Ἡρόφιλος, καὶ τούτων ἔτι μᾶλλον Ἀσκληπιάδης ἄλλοι τε πολλοὶ τῶν νεωτέρων ἰατρῶν ἔχοντές τι, φύσει φιλόνεικον οὐ καταφρονήσουσι τῆς ὕβρεως, ἣν εἰς ἅπαντας ἅμα τοὺς Ἕλληνας ὑβρίζει. Θεσσαλὸς, ἀλλ’ εἰς τὸ μέσον τε προάξουσίν, ἐπιδείξουσί τε τοῖς Ἕλλησιν ἁπάσας αὐτοῦ τὰς βίβλους ἀμαθίας ἐσχάτης μεστὰς, ὃς τοσαῦτά τε καὶ τηλικαῦτα γράψας βιβλία καὶ τοσαύτας ληρήσας ἐπῶν χιλιάδας, ἀπόδειξιν οὐδεμίαν οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων ἐπεχείρησεν εἰπεῖν, ἀλλ’ ὡς τύραννος κελεύει δύο μόνα εἶναι τὰ πάντα κατὰ δίαιταν νοσήματα, ῥοῶδες καὶ στεγνὸν, οὐκ εἰδὼς ὅτι διαφοράν τινά νοσημάτων εἴρηκεν, ἐγνωσμένην μὲν καὶ τοῖς ἔμπροσθεν ἰατροῖς ὡς ἐπιδείξομεν, ἀλλ’ οὐδεὶς ἦν οὕτως ἀπαίδευτος, ὡς τὰς διαφορὰς τῶν νοσημάτων αὐτὰ νομίζειν εἶναι τὰ νοσήματα καὶ τῆς θεραπείας τὴν ἔνδειξιν ἐξ ἐκείνων λαμβάνειν ὑπερβὰς τὴν οὐσίαν. ἀλλὰ τοῦτο τὸ σφάλμα τοῦ Θεσσαλοῦ σμικρὸν μὲν ὦ Ζεῦ καὶ θεοὶ, σμικρότατον, ὃ καὶ παιδάριον ἐν ἐλευθέροις μαθήμασι τεθραμμένον εὐθέως γνωρίσειεν· ὅμως δ’ οὖν τοῦτο τὸ σφάλμα τὸ 
    21
    σμικρὸν εἰς τοσοῦτον ἐπῆρεν αὐθαδείας αὐτὸν ὥστε νομίζειν εὑρηκέναι τι μέγα καὶ σεμνὸν, ὁμοίως ὡς εἰ καί τις εἰπὼν πᾶν ζῶον ἢ λογικὸν ὑπάρχειν ἢ ἄλογον, ἄλλο τι νομίζει καὶ μὴ διαφορὰς εἰρηκέναι ζώων, ὡσαύτως οὖν τούτῳ κᾀκείνου ῥηθέντος, ἅπαν ζῶον ἢ θνητόν ἐστιν ἢ ἀθάνατον· ἡ γὰρ ἔν ἑκάστῃ τῶν διαφορῶν ἀντίθεσις ὅλη κατὰ πάντων λέγεται τῶν εἰδῶν ἅπαν οὖν ζῶον ἢ ἄγριόν ἐστιν ἢ ἥμερον· ἅπαν οὖν ζῶον ἢ ὑπόπουν ἐστὶν ἢ ἄπουν· ἅπαν οὖν ζῶον ἢ κερασφόρον ἐστὶν ἢ ἄκερον· καὶ οὐδέν γε τιμιωτέραν ἑτέρας ἑτέραν ἀντίθεσιν ἐν ταῖς διαφοραῖς ἔστιν εὑρεῖν, οὐδὲ μᾶλλον ὑπάρχουσαν ἅπασι τοῖς κατὰ μέρος. ἀλλ’ οὐ χρὴ περὶ ζώων ἐρωτηθέντας ὁπόσα τὰ πάντα ἐστὶ ἀποκρίνασθαι μίαν ἀντίθεσιν διαφορῶν· οὕτω μὲν γὰρ ἔσται δύο τὰ πάντα, καὶ οὐδὲν μᾶλλον ἢ λογικὸν καὶ ἄλογον, ἢ θνητὸν καὶ ἀθάνατον, ἢ ἄγριον καὶ ἥμερον, ἢ τῶν ἄλλων τις ἀντιθέσεων. εἰ δὲ τὰς διαφορὰς ἐάσας τις, ὡς οὖν ἐστι δίκαιον, ἵππον ἀποκρίναιτο καὶ βοῦν καὶ κύνα καὶ ἄνθρωπον, ἀετόν τε καὶ μέλιτταν καὶ
    22
    μύρμηκα καὶ λέοντα καὶ πρόβατον, ἅπαντά τε τἄλλα κατ’ εἶδος ἐπέλθοι ζῶα, δῆλον ὡς οὗτος ὀρθῶς ἀποκεκριμένος ἐστὶ τῷ πυθομένῳ ὁπόσα τὰ πάντ’ ἐστὶ ζῶα· κᾂν εἰ πολλὰ μὲν διέλθοι τῷ λόγῳ ζῶα, πάντα δ’ ἐξαριθμήσασθαι μὴ δυνατὸν εἶναι λέγοι, καὶ οὕτως ἂν εἴη δεόντως ἀποκεκριμένος. ὁμοίας οὖν οὔσης τῆς ζητήσεως ἐπὶ τοῦ τῶν νοσημάτων ἀριθμοῦ παρὰ πᾶσι τοῖς παλαιοῖς ἰατροῖς, καὶ τῶν μὲν εἰπόντων ἑπτὰ τὰ πάνθ’ ὑπάρχειν αὐτὰ, τῶν δ’ ἐλάττω τούτων ἢ πλείω, πάντων δ’ οὖν εἰς τὰ κατὰ τὴν οὐσίαν εἴδη βλεπόντων, οὐκ εἰς τὰ κατὰ τὴν διαφοράν· οὐδεὶς γὰρ ἦν οὕτως ἀπαίδευτος οὐδ’ ἀμαθὴς λογικῆς θεωρίας ὡς διαφορὰν εἰδῶν εἰπεῖν ἀντ’ οὐσίας· ὁ δ’ ἐκ τῆς γυναικωνίτιδος ἐκπηδήσας Θεσσαλὸς ἐπιτιμᾷ τηλικούτοις ἀνδράσιν, οὐ γένος ἔχων εἰπεῖν, οὐκ ἀνατροφὴν, οὐ παιδείαν οἵαν ἐκείνων ἕκαστος, ὁ μὲν Ἀριστοτέλους, ὁ δὲ Πλάτωνος, ὁ δὲ Θεοφράστου γενόμενος ὁμιλητὴς, ἤ τινος ἄλλου τῶν ἐν τῇ λογικῇ θεωρίᾳ γεγυμνασμένων ἀνδρῶν. ὡς οὖν εἴτις ἐρωτηθεὶς ὁπόσα τῆς
    23
    φωνῆς τὰ πάντ’ ἐστὶ στοιχεῖα, δύο φήσειεν ὑπάρχειν, ἤτοι γὰρ φωνῆεν εἶναι φήσει πάντως ἢ σύμφωνον ὅπερ ἂν εἴη στοχεῖον φωνῆς, ἀληθὲς μὲν εἴρηκεν, οὐ μὴν πρός γε τὴν ἐρώτησιν ἀπεκρίνατο, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὅστις ἂν ὁπόσα τὰ πάντ’ ἐστὶ νοσήματα διελέσθαι βουληθεὶς ὑπερβῇ μὲν εἶδός τι λέγειν νοσήματος, οἷον ἤτοι φλεγμονὴν, ἢ σκίῤῥον, ἢ οἴδημα, διαφορὰς δ’ εἴπῃ μόνας, εἴτ’ οὖν στεγνὸν καὶ ῥοῶδες, εἴτ’ ἀραιὸν καὶ πυκνὸν, εἴτε σκληρὸν καὶ μαλακὸν, εἴτε συντεταμένον καὶ κεχαλασμένον, ἀληθὲς μὲν εἴρηκεν, οὐ μὴν πρός γε τὴν ἐρώτησιν ἀπεκρίνατο. πρῶτον μὲν γὰρ οὐδὲ πᾶσα διαφορὰ προστιθεμένη τῷ γένει συντελεῖ τι πρὸς τὴν τοῦ εἴδους γένεσιν, ἀλλ’ ἥτις ἂν ἐκ τῆς τοῦ γένους οἰκείας ᾖ διαιρέσεως· αὗται γάρ εἰσιν εἰδοποιοὶ μόναι τῶν διαφορῶν, αἱ δ’ ἄλλαι πᾶσαι περιτταί. ζώου μὲν γὰρ οἰκεῖαι διαφοραὶ τὸ θνητὸν καὶ ἀθάνατον, ἄλογόν τε καὶ λογικὸν, ἥμερόν τε καὶ ἄγριον, ὅσα τ’ ἄλλα τοιαῦτα· μαλακὸν δὲ καὶ σκληρὸν, καὶ βαρὺ καὶ κοῦφον, καὶ ἀραιὸν καὶ πυκνὸν, καὶ μέγα καὶ μικρὸν, οὐ ζώου, ἀλλ’ οὐσίας εἰσὶ διαφοραί.
    24
    καὶ τοίνυν εἰ μὲν προστεθείη τῷ ζώῳ τὸ μαλακὸν καὶ τὸ σκληρὸν, ἢ τὸ πυκνὸν ἢ τὸ ἀραιὸν, ἢ τὸ μικρὸν ἢ τὸ μέγα, πλεῖον οὐδὲν εἰς εἴδους γένεσιν συντελέσει· εἰ δ’ ἤτοι λογικὸν καὶ ἀθάνατον, ἢ λογικὸν καὶ θνητὸν, εἴη ἂν τὸ μὲν εἴδει θεὸς, τὸ δὲ ἄνθρωπος· οὕτω δὲ κᾂν εἰ προσθείης τῷ λογικῷ ζώῳ διττὰς οἰκείας διαφορὰς, τὸ πεζὸν καὶ τὸ δίπουν, εἶδος ἐργάσῃ τι καὶ οὕτως, τὸν ἄνθρωπον· ὅθεν ἀδύνατόν ἐστιν οὐδενὸς τῶν ὄντων εἰδοποιοὺς εὑρεῖν διαφορὰς ἄνευ τοῦ τὸν ὁρισμὸν, ἢ τὸν λόγον τῆς οὐσίας ἀκριβῶς αὐτοῦ περιγράψασθαι. δεύτερον δ’ ἐπὶ τούτου σφάλμα τοῖς ἀγυμνάστοις περὶ λόγον, ἐπειδὰν ἐξευρήσουσι μίαν τινὰ διαφορᾶς ἀντίθεσιν, εἶδός τι τοῦ προβεβλημένου γένους ὑπολαμβάνειν εὑρηκέναι, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν τῆς φωνῆς στοιχείων ἐλέγετο. φωνῆεν γάρ τις εἰπὼν καὶ σύμφωνον οὔπω τὰ πάντα στοιχεῖα τῆς ἀνθρώπου φωνῆς εἴρηκεν, ἀλλὰ δύο τὰς πρώτας γενικὰς διαφοράς· εἰ δὲ τὰ μὲν φωνήεντα τέμνων αὖθις εἰς μακρὰ καὶ βραχέα καὶ δίχρονα, τὰ σύμφωνα
    25
    δ’ εἰς ἡμίφωνά τε καὶ ἄφωνα, καὶ αὖθις τὰ μὲν μακρὰ διχῇ, καθάπερ οὖν καὶ τὰ βραχέα, τὰ δ’ αὖ δίχρονα τριχῇ καὶ δὴ καὶ τὰ ἄφωνα πρῶτον μὲν εἰς δασέα καὶ ψιλὰ καὶ μέσα, καὶ τούτων ἕκαστον αὖθις τριχῇ, τὰ δ’ ἡμίφωνα πάλιν, εἰ καὶ ταῦτα κατὰ τὴν οἰκείαν τέμνοις τομὴν, ἵνα μὴ μακρολογῶ περιττῶς, οὕτως ἂν ἐξεύροις τὰ τέτταρα καὶ εἴκοσι στοιχεῖα τῆς φωνῆς ᾗ χρώμεθα. τὸ μὲν γὰρ εἰπεῖν αὐτὸ τοῦτο μόνον, ὡς ἔστι τῶν στοιχείων τῆς φωνῆς τὰ μὲν φωνήεντα, τὰ δὲ σύμφωνα, τεχνικὸν οὔπω ποιεῖ τὸν ἀκροατὴν οὐδ’ ἀκριβῶς ἐπιστήμονα συμπάντων τῶν στοιχείων· ἀλλ’ ἐὰν διελόμενος εἰς βραχέα καὶ μακρὰ καὶ δίχρονα, βραχέα μὲν εἶναι φῇ δύο, τό τε ε καὶ τὸ ο, μακρὰ δ’ ὁμοίως δύο, τό τε η καὶ τὸ ω, δίχρονα δὲ τρία, τό τε ἄλφα καὶ τὸ ι καὶ τὸ υ, τεχνικὸν οὕτω ποιήσει τὸν ἀκούσαντα περὶ τῶν φωνηέντων ἁπάντων· ὡσαύτως δὲ καὶ περὶ τῶν συμφώνων κατὰ τὸν αὐτὸν τρόπον. οὕτως οὖν καὶ ὅστις ἐπιχειρεῖ λέγειν ὑπὲρ τοῦ τῶν νοσημάτων ἀριθμοῦ, πόσα τὰ σύμπαντ’ ἐστὶν, οὐ χρὴ τοῦτον ἐν τῇ πρώτῃ καταμεῖναι διαφορᾷ, τέμνοντα δ’ αὐτὴν, ἐπεξιέναι, μέχρι περ ἂν ἐπί τι τῶν ἐσχάτων εἰδῶν ἀφίκηται 
    26
    τῶν μηκέτι. τμηθῆναι δυναμένων εἰς ἕτερον εἶδος. ὅτι δ’ οὐ τοῦ τυχόντος ἐστὶ τοῦτο ποιεῖν, ἀλλ’ ἀνθρώπου γεγυμνασμένου μεγάλως ἐν τῇ διαιρετικῇ μεθόδῳ, μαθεῖν ἔνεστι τῷ βουλομένῳ πρῶτον μὲν ἅπαντα ἀναγνόντι κατὰ τὴν ἀρχὴν τοῦ Φιλήβου Πλάτωνι γεγραμμένα περὶ τῆς τοιαύτης μεθόδου, μετὰ ταῦτα δὲ τόν τε Σοφιστὴν ἀναλεξαμένῳ καὶ τὸν Πολιτικόν· ἔτι δὲ μᾶλλον αὐτῷ χαλεπώτερον φανεῖται τὸ πρᾶγμα τὸ πρῶτον περὶ μορίων ζώων Ἀριστοτέλους ἀναγνόντι· πειρᾶται μὲν γὰρ ἐν ἐκείνῳ τὰς διαφορὰς ἁπάσας ἐξαριθμήσασθαι τῶν ζώων, ἀπορίας τε παμπόλλας κινήσας, μόγις ὑπόπτως τε καὶ δειλῶς ἀποφαίνεσθαί τι τολμᾷ. εἶτ’ Ἀριστοτέλους τε καὶ Πλάτωνος οὕτω μέγα καὶ χαλεπὸν εἶναι νομιζόντων εἰς τὰς οἰκείας διοφορὰς ἀκριβῶς τὰ γένη τέμνειν καὶ μετ’ αὐτοὺς Θεοφράστου τε καὶ τῶν ἄλλων φιλοσόφων ἐξεργάζεσθαι πειρωμένων τὸν τρόπον, ὡς οὔπω κατωρθωμένον οὐδὲ παρ’ ἐκείνοις, ὁ τολμηρότατος Θεσσαλὸς ἁπλῶς ἀποφηνάμενος ἀξιοῖ πιστεύεσθαι δύο τὰ πάντ’ εἶναι κατὰ δίαιταν νοσήματα τὰ γοῦν ἁπλᾶ καὶ πρῶτα καὶ οἷον στοιχεῖα,
    27
    τρίτον γὰρ ἐξ αὐτῶν ἄλλο γεννᾶται τῷ λόγῳ σύνθετον, ἐπιπεπλεγμένον ἐξ ἀμφοῖν. ἀλλ’ εἴπερ μεθόδῳ τινὶ ταῦτ’ ἐξεῦρες, ὥσπερ οὖν ἀλαζονεύῃ τί οὐχὶ καὶ ἡμῖν ἔφρασας αὐτὴν, ἀλλὰ πᾶν τοὐναντίον, ἢ κατὰ τοὔνομα τὸ σεμνὸν, ᾧ προσαγορεύεις σαυτὸν, ἀμεθοδώτατε καὶ προπετέστατε, τὴν ἀπόφασιν ἐποιήσω, μηδ’ οὖν μηδὲ τῆς ἀρχῆς αὐτῆς ἐφαψάμενος, ἀφ’ ἧς ἀναγκαῖόν. ἐστιν ἄρξασθαι τὸν μέλλοντα καλῶς οὑτινοσοῦν πράγματος ἐξευρήσειν. εἴδη τε καὶ διαφορὰς οἰκείας; περὶ, παντὸς γὰρ, ὦ παῖ, μία ἀρχὴ ἀρίστη, εἰδέναι περὶ ὅτου ἡ ζήτησις, ἢ πάντα ἁμαρτάνειν ἀνάγκη, Πλάτων πού φησιν, οὐκ εἰς τὸ διαιρεῖν μόνον ὁτιοῦν ἀξιῶν ἡμᾶς ἀπ’ αὐτῆς ἄρχεσθαι τοῦ ζητουμένου τῆς οὐσίας, ἀλλ’ εἰς ἅπαν ἀεὶ χρῆσθαι σκέμμα τῷ τοιούτῳ τρόπῳ τῆς ἀρχῆς. ἐχρῆν μὲν οὖν κᾀνταῦθα τί ποτέ ἐστιν νόσημα καὶ τί σύμπτωμα καὶ τί πάθος ἀκριβῶς εἰπόντα, καὶ διορισάμενον ὅπῃ ταὐτόν. ἐστιν ἕκαστον τῶν εἰρημένων καὶ ὅπῃ μὴ, ταὐτὸν, οὕτως ἤδη πειρᾶσθαι τέμνειν εἰς τὰς οἰκείας διαφορὰς αὐτὰ, καθ’ ἣν ἐδίδαξαν ἡμᾶς οἱ φιλόσοφοι μέθοδον· ἢ εἴπερ ἑτέραν τινὰ βελτίω
    28
    τῆς παρ’ ἐκείνων γεγραμμένης ἐξεῦρες, αὐτὸ· τοῦτο πρότερον ἀγωνίσασθαι, καὶ δεῖξαι καὶ διδάξαι τοὺς Ἕλληνας ὧς ὁ παρὰ τοῖς ἱστοῖς τραφεὶς ὑπερεβάλετο μὲν Ἀριστοτέλη καὶ Πλάτωνα μεθόδοις λογικαῖς, κατεπάτησε δὲ Θεόφραστόν τε καὶ τοὺς Στωϊκοὺς ἐν διαλεκτικῇ, φανερῶς δ’ ἐξήλεγξε τοὺς ἑταίρους αὐτῶν ἅπαντας, οὐδὲ τίνα ποτ’ ἐστὶ τὰ πρῶτα νοσήματα· γινώσκοντας, τὸν Ἡρόφιλον ἐκεῖνον τὸν διαλεκτικὸν, καὶ τὸν συμφοιτητὴν αὐτοῦ Φιλότιμον, καὶ τὸν διδάσκαλον αὐτοῦ Πραξαγόραν τὸν ἀπὸ Ἀσκληπιοῦ, καὶ σὺν τούτοις τε καὶ πρὸ τούτων Ἐρασίστρατον, Διοκλέα, Μνησίθεον, Λιευχῆ, Φιλιστίωνα, Πλειστόνικον, αὐτὸν Ἱπποκράτην. τὸ δ’ ἁπλῶς ἀποφήνασθαι δύο εἶναι τὰ πάντα πάθη κατὰ δίαιταν, οὐ μέθοδον, οὐκ ἀπόδειξιν, οὐ πιθανὴν πίστιν, οὐ παραμυθίαν, οὐδ’. ὅλως οὐδὲν ἄλλο προσθέντα, πλὴν εἰς τοὺς παλαιοὺς βλασφημήσαντα, προστάττοντός ἐστιν ἔργον, οὐ διδάσκοντος. ἔστω, σιωπᾶς, ἐκ ποίας εὗρες αὐτὰ μεθόδου λογικῆς· ἀλλά τοι κᾂν κριτήριόν γέ τι τῶν λόγων τῆς ἀληθείας ἐχρῆν σε παρασχέσθαι. τοῦ μὲν γὰρ εὑρεῖν τὸ ζητούμενον
    29
    αἱ λογικαὶ μέθοδοι τὴν δύναμιν ἔχουσι, τοῦ δὲ πιστώσασθαι τὰ καλῶς εὑρημένα δύο ἐστὶν. ἅπασιν ἀνθρώποις κριτήρια, λόγος καὶ πεῖρα. πρὸς γοῦν τὸν ἐρωτήσαντα διὰ τί τῷδέ τινι τῷ πυρέττοντι συνεχώρησας ὕδατος πιεῖν ψυχροῦ δύο εἰσὶν ἀποκρίσεις, ἡ μὲν ἑτέρᾳ γένεσίν τε καὶ φύσιν ἐκδιδάσκουσα πυρετοῦ, καὶ περὶ τοῦ τῶν νόσων καιροῦ· διεξιοῦσα, καὶ κατὰ τὸν αὐτὸν τρόπον ὕδατος ψυχροῦ φύσιν ἐξηγουμένη, κᾀπειδὰν ταῦτα διεξέλθῃ πείρω μένη διδάσκειν, ὡς τῷ τοιῷδε νοσήματι κατὰ τὸν τοιόνδε καιρὸν εὔλογόν ἐστιν ἴαμα γενέσθαι τὸ ὕδωρ τὸ ψυχρόν ἡ. δ’ ἑτέρα τῶν ἀποκρίσεων οὐδενὸς τούτων τῆς. φύσεως ἐφαψαμένη καταφεύγει πρὸς τὴν πεῖραν, ἐν τοιῷδε νοσήματι καὶ καιρῷ τὸ ψυχρὸν ὕδωρ ἑωρᾶσθαι φάσκουσα πολλάκις ὠφελεῖν. ἐχρῆν οὖν, οἶμαι, καὶ τὸν Θεσσαλὸν ἤτοι πεῖραν. ἢ λόγον ἐφ’. οἷς ἀποφαίνεται κριτήριον ἐπάγειν, οὐχ ὡς τύραννον ἡμῖν ἐπιτάττειν, ἀξιοῦντα πιστεύεσθαι χωρὶς ἀποδείξεως. καὶ τίνα; φασὶν ἀκούειν ἀπόδειξιν ἀξιοῖς; οὕτω γὰρ ἀντερωτῶσιν ἡμᾶς οἱ ἀπ’ αὐτοῦ· καὶ δικαίως γε τοῦτο ποιοῦσιν, οὐδ’ εἰς ἔννοιάν
    30
    ποτε παρελθόντες ἀποδείξεως, ὡς ἂν οὔτε γεωμετρίας οὔτ’ ἀριθμητικῆς οὔτε διαλεκτικῆς οὔτε ἀναλυτικῆς οὐθ’ ὅλως λογικῆς τινος ἁψάμενοι θεωρίας. ἀποκριτέον οὖν αὐτοῖς, ὡς ὀψὲ πάνυ μανθάνειν ἐφίεσθε τί ποτ’ ἐστὶν ἀπόδειξις; καὶ ὡς οὐκ ἐνδέχεται χρόνῳ βραχεῖ λεπτῆς γνώμης δεομένῃ παρακαλουθῆσαι θεωρίᾳ μήτ’ ἠσκημένους ἀκούειν ἀκριβῶν λόγων ἐν διαστροφῇ τε πολυχρονίῳ γεγονότας. ἐκείνους μὲν οὖν ἀποπέμψωμεν, ὡς μηδὲ συνιέναι δυναμένους ἀληθῶν μαθημάτων, μήτιγε δὴ μαθεῖν ἢ κρῖναι καλῶς.