De crisibus

Galen

Galen, De crisibus

Εἴτε τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν, εἴτε τὴν ἐπὶ τὸ βέλτιον ῥοπὴν μόνην, εἴτε τὴν προηγουμένην αὐτῶν ταραχὴν, εἴτε καὶ τὴν λύσιν ἅπασαν τοῦ νοσήματος, εἴτε καὶ ταύτης μόνην τὴν ἀγαθὴν θέλοι τις ὀνομάζειν κρίσιν, οὐ πρόκειταί μοι διαιρεῖσθαι τανῦν, ὅ τι μὴ πάρεργον· ἀλλ’ ὡς ἄν τις κάλλιστα προγινώσκοι τὰ τοιαῦτα σύμπαντα, διελθεῖν ἔγνωκα. ἀρίστη δ’ ἀρχὴ τῆς προγνώσεως αὐτῶν ἥπερ δὴ καὶ τῆς ἐσομένης ἀκμῆς. οὕτω δὲ προσαγορεύεται τὸ σφοδρότατον μέρος ὅλης τῆς νόσου.

551

Τέσσαρα μὲν γὰρ ἅπαντα τὰ μόρια τῶν νόσων ἐστὶν, ἀρχὴ καὶ αὔξησις καὶ ἀκμὴ καὶ παρακμή. φθάνουσι δ’ ἔνιαι τῶν νόσων διά τε τὴν σφῶν αὐτῶν κακοήθειαν καὶ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν ἐν τῷ τῆς ἐπιδόσεως χρόνῳ διαφθεῖραι τὸν ἄνθρωπον, ὥσπερ ἕτεραί τινες ἐν τῷ τῆς ἀκμῆς. εἰ δὲ κᾀν τῷ τῆς παρακμῆς χρόνῳ δύναιτό τις ἀποκτεῖναι νόσος, εὐλόγως ἐζήτηται. περὶ μὲν δὴ τούτου προϊόντος τοῦ λόγου διορισθήσεται. τὰ δὲ οὖν τέτταρα μόρια ταῦτα καλοῦσιν μὲν ἔνιοι καὶ καιροὺς ὅλου τοῦ νοσήματος, δι’ αὐτὸ δὲ τοῦτο καὶ καθόλου καιροὺς ὀνομάζουσιν, ὡς ἂν διαφέροντας δηλονότι τῶν κατὰ μέρος, εἰς οὓς ἕκαστος τῶν παροξυσμῶν διαιρεῖται. ὁρίζονται δὲ οὐχ ἡμερῶν ἢ ὡρῶν ἀριθμῷ, καθάπερ ἂν οἰηθείη τις. οὐ γὰρ ἐνδέχεται τὴν ἐν τέτταρσιν ἡμέραις λυθεῖσαν νόσον ἰσόχρονα κεκτῆσθαι τὰ μόρια τῇ μέχρι τῆς τεσσαρακοστῆς ἐκταθείσῃ. καὶ μέχρι μὲν τοῦδε σχεδὸν ἅπαντες ὁμολογοῦσιν ἀλλήλοις. ὅτῳ δὲ χρὴ κρίνειν τε καὶ διορίζειν τοὺς εἰρημένους καιροὺς, οὐκ ἔτι ἐν τῷδε συμφωνοῦσιν ἀλλήλοις·

552
ἀλλ’ οἱ μὲν εἰ προλαμβάνουσιν ἢ ὑστερίζουσιν οἱ παροξυσμοὶ σκοποῦσιν, οἱ δὲ εἰς τὸ μῆκος αὐτῶν ἀποβλέπουσιν, οἱ δὲ εἰς τὸ μέγεθος, ὅπερ δὴ καὶ σφοδρότητα προσαγορεύουσιν. ἔνιοι δὲ τὰ αὐτὰ ταῦτα καὶ κατὰ τὰς ἀνέσεις ἐπισκοποῦνται, κᾄπειτα πρὸς ἀλλήλους ἐρίζουσιν, ἐνὸν ἅπαντά τε συνθεῖναι τὰ λελεγμένα καὶ πρὸς αὐτοῖς ἕτερα τὰ νῦν ῥηθησόμενα, μόγις γὰρ ἂν οὕτως τις ἀκριβῆ στοχασμὸν ποιήσαιτο τοῦ καθεστῶτος καιροῦ. τὸ δὲ παραλιπεῖν ὁτιοῦν ἐξ αὐτῶν ἄσκεπτον εἰς τοσοῦτόν ἐστι βλάπτον τὴν πρόγνωσιν εἰς ὅσον ἂν ἢ μεγέθους ἢ δυνάμεως ἥκῃ τὸ παραλειπόμενον.

Εἰ τοίνυν ἐπιδίδωσιν ἡ νόσος, οὐ μόνον ἐν τῷ προλαμβάνειν τοὺς παροξυσμοὺς τεκμαίρεσθαι προσῆκεν, ἀλλὰ καὶ τὸ μῆκος αὐτῶν ἐπισκοπεῖσθαι χρὴ, καὶ τὸ μέγεθος, καὶ τὸ ἦθος τὸ μετὰ συμπτωμάτων, εἰ τύχῃ, ἢ ἄνευ τούτων, ὥσπερ οὖν κᾀπὶ τοῦ διαλείμματός τε καὶ τῆς παρακμῆς τὰ αὐτὰ ταῦτα θεωρεῖν ἀξιῶ. καλῶ δὲ διάλειμμα μὲν, ἐπειδὰν εἰς ἀπυρεξίαν ὁ παροξυσμὸς παύηται· παρακμὴν δὲ τὸ μετ’

553
αὐτὴν ἀκμὴν ἅπαν αὐτοῦ μέρος, ἕως τῆς ἀρχῆς τοῦ δευτέρου παροξυσμοῦ. τὸ γάρτοι προλαμβάνειν αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐχ ἱκανὸν αὐξήσεως σημεῖον ὑπάρχει, ἰδιότητι πολλάκις ἑπόμενον νόσου μᾶλλον ἢ διὰ τὴν ἀνάβασιν αὐτῆς γιγνόμενον. ἀμέλει καὶ τριταῖαί τινες ἤδη καὶ τεταρταῖαι καὶ ἀμφημεριναὶ περίοδοι, μέχρι παντελοῦς λύσεως, οὕτως ὤφθησαν παροξυνόμεναι. καὶ καλεῖν γε τοῖς ἰατροῖς ἔθος ἐστὶ τοὺς τοιούτους τύπους προληπτικοὺς, ὥσπερ ἑτέρους ὑστερητικοὺς, οἳ ἂν ἀπ’ ἀρχῆς εὐθὺς ἐπιλαμβάνουσί τι τοῦ μέλλοντος χρόνου. ἀλλά τοι κᾀπὶ τούτων τὸ τῆς ἀναλογίας πλέον ἐπιλαβεῖν, ἢ προλαβεῖν, τὸ μὲν παρακμῆς, τὸ δ’ αὐξήσεως εἶναι δοκεῖ γνώρισμα. τὸ δὲ ἁπλῶς προλαμβάνειν, ἢ ὑστερίζειν, οὐδετέρου. σκοπεῖσθαι δὲ προσήκει οὐ τοῦτο μόνον, εἰ προὔλαβεν ὁ δεύτερος παροξυσμὸς τῆς συνήθους ὥρας, ἀλλ’ εἰ καὶ τὸ μῆκος αὐτῷ τοῦ χρόνου ταὐτὸν, ἢ τὸ μέγεθος ἴσον, ἢ εἰ νῦν κακοηθέστερος, ἢ ἁπλούστερος ἐγένετο. τὰ δ’ αὐτὰ ταῦτα κᾀπὶ τῶν διαλειμμάτων τε καὶ τῶν παρακμῶν ἐπισκοπεῖσθαι χρή. τὸ μὲν δὴ μῆκος τοῦ χρόνου ῥᾷστον καταμαθεῖν·
554
τὸ μέγεθος δὲ, ὅπερ καὶ σφοδρότητα καλοῦσι, καὶ μέντοι καὶ τὸ ἦθος, ὅπερ καὶ τρόπον ὀνομάζουσιν, ἔκ τε τῆς οἰκείας τοῦ νοσήματος ἰδέας θεωρεῖν, κᾀκ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων. ἐκ μὲν τῆς οἰκείας ἰδέας τοῦ νοσήματος, εἰς τὰ συμπληροῦντα τὴν ἰδίαν αὐτοῦ φύσιν ἀποβλέποντα, καθάπερ, εἰ τύχῃ, ἐπὶ πλευρίτιδος, εἴς τε τὸ νυγματῶδες ἄλγημα τῆς πλευρᾶς καὶ τὸν ὀξὺν πυρετὸν καὶ τὴν βῆχα καὶ δύσπνοιαν. ἐκ δὲ αὖ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων, εἰ πολλὰ καὶ πολυχρόνια καὶ ἰσχυρὰ καὶ κακοήθη γίγνοιτο, ἢ τοὐναντίον ὀλίγα καὶ ὀλιγοχρόνια καὶ μικρὰ καὶ ἁπλᾶ. καὶ μὲν δὴ καὶ ὁ τοῦ διαλείμματός τε καὶ ὁ τῆς παρακμῆς χρόνος, εἰ μακρότερος τοῦ πρόσθεν, ἢ βραχύτερος, ἢ δυσφορώτερος, ἢ εὐφορώτερος, ἢ εἰ παραμένει τι τῶν ἐκ τοῦ παροξυσμοῦ συμπτωμάτων, ἢ πέπαυται πάντα. εἰ μὲν γὰρ τὰ χείρω τῶν εἰρημένων εὑρίσκοιτο, σαφῶς ἐπιδίδωσιν ἡ νόσος· εἰ δὲ τὰ βελτίω, παρακμάζει. προλαμβανέτω γὰρ ὁ παροξυσμὸς τῆς συνήθους ὥρας καὶ μακρότερος γινέσθω καὶ σφοδρότερος καὶ κακοηθέστερος καὶ σὺν πολλοῖς καὶ μοχθηροῖς 
555
συμπτώμασι ἐνοχλείτω. γινέσθω δὲ καὶ ὁ τῆς παρακμῆς χρόνος βραχύς τε ἅμα καὶ οὐκ ἀκριβῶς εὔφορος, οὐδὲ ἐλεύθερος ἁπάντων τῶν ἐκ τοῦ παροξυσμοῦ συμπτωμάτων, οὐδεὶς ἂν, οἶμαι, περί γε τῶν οὕτω καμνόντων ζητήσειεν, ὡς οὐκ ἐπιδίδωσιν αὐτοῖς εἰς μέγεθος ἡ νόσος. αὖθις δὲ τἀναντία πάντα τούτοις γινέσθω. τῆς μὲν εἰσβολῆς ὑστεριζούσης, τοῦ μήκους τε καὶ τοῦ μεγέθους τοῦ κατὰ τὸν παροξυσμὸν ἐλαττουμένου καὶ τῆς κακοηθείας πραϋνομένης καὶ τῶν ἐπιγινομένων συμπτωμάτων ἐλαττόνων τε καὶ ἁπλουστέρων ὄντων, ἢ οὐδ’ ὅλως ἐπιφαινομένων, καὶ τοῦ διαλείμματος, ἤ τῆς παρακμῆς εὐφόρου καὶ μακρᾶς γινομένης, καὶ πάντα ἐξαλειφούσης τὰ τοῦ παροξυσμοῦ συμπτώματα, καὶ γὰρ καὶ ταῦτα σαφέστατα παρακμῆς γνωρίσματα, καθάπερ τὰ πρότερα τῆς ἐπιδόσεως. ὅταν δὲ ἰσάζῃ πως μάλιστα τὰ κατὰ τοὺς παροξυσμοὺς ἀμφοτέρους, ἀκμάζειν δηλοῖ τὴν νόσον. ἆρ’ οὖν ἤτοι πλείω τοῦ δέοντος ἡμεῖς εἴπομεν; ἢ Ἱπποκράτης τι παραλέλοιπεν ἐν οἷς ἐκδιδάσκων, ὅπως ἄν τις ἐκ περιόδων εὑρίσκοι νοσήματος ἐπίδοσιν, ἀλλήλοις φησὶ χρῆναι παραβάλλειν
556
τοὺς παροξυσμοὺς, εἰ ἐπὶ τὸ πρωϊαίτερον, ἤ οὔ· καὶ εἰ ἐπὶ πλείονα χρόνον, ἢ οὔ· καὶ εἰ μᾶλλον, ἢ οὔ. τὸ μὲν γὰρ πρωϊαίτερον, ἢ οὒ, τοιόνδε τι δηλοῖ, εἰ τῆς συνήθους ὥρας ὁ παροξυσμὸς προὔλαβεν, ἢ ὑστέρισε. τὸ δὲ ἐπὶ πλείονα χρόνον, ἢ οὒ, πότερον πολυχρονιώτερος, ἢ βραχυχρονιώτερος ἐγένετο. τὸ δὲ μᾶλλον, ἢ οὒ, τὰ λοιπὰ τῶν εἰρημένων ἡμῖν ἔμπροσθεν ἐν ἑαυτῷ περιλαβὸν ἔχει. καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ ἦθος, αὐτοῦ τε τοῦ νοσήματος καὶ τῶν ἐπιγινομένων αὐτῷ συμπτωμάτων, ἔτι τε πρὸς τούτοις τὸν ἀριθμὸν αὐτῶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον νοεῖν χρὴ περιεχόμενον. οὕτω δὲ καὶ τῆς παρακμῆς, ὡς μέρους καὶ αὐτῆς τοῦ σύμπαντος παροξυσμοῦ τὸ μᾶλλόν τε καὶ ἧττον, ἐκ τῶν αὐτῶν γε τούτων σκοπῶν ἐξευρίσκειν χρή. ἐπιδόσεως μὲν δὴ, καὶ ἀναβάσεως καὶ αὐξήσεως, ἅπαντα γὰρ ταῦτα προσαγορεύουσι τὸν δεύτερον καιρὸν τῆς νόσου, τό τε πρωϊαίτερον παροξύνεσθαι καὶ τὸ πλείονα χρόνον καὶ τὸ μᾶλλον, γνωρίσματα, καθάπερ γε τῆς παρακμῆς τἀναντία τό θ’ ὑστερίζειν τὸν παροξυσμὸν καὶ βραχυχρονιώτερον γίνεσθαι, καὶ
557
παντοίως τοῦ πρόσθεν ἀσθενέστερον. ἀκμῆς δ’ ἐστὶ σημεῖον ἡ ἐπὶ τῶν αὐτῶν μονή τε καὶ στάσις. καίτοι πολλάκις ἐν ταῖς νόσοις οὐδεὶς αἰσθητὸς χρόνος εὑρίσκεται τοιοῦτος. ἀλλ’ ὁ τέταρτος, εἰ τύχῃ, παροξυσμὸς, ἔτι τὰ τῆς ἀναβάσεως ἔχων σημεῖα τὸν πέμπτον ἤνεγκε παρακμαστικὸν, ὀξυῤῥόπου δηλονότι τῆς ἀκμῆς γενηθείσης, ὡς μηδὲ γνωρίσαι τινὰ παροῦσαν αὐτὴν, ἀλλὰ τοῦ πρώτου χρόνου τῆς παρακμῆς δεηθῆναι πρὸς ἀκριβῆ διάγνωσιν. παραπλήσιον δέ τι κᾀν ταῖς αὐξήσεσιν ὑπάρχει τῶν νοσημάτων. ἐνίοτε γὰρ ὁ πρῶτος παροξυσμὸς ἀρχήν τε ἅμα καὶ ἀνάβασιν ἔχει καὶ ἀκμὴν ἐν ἑαυτῷ· κατὰ μὲν τὰ πρῶτα μέρη δηλονότι τὴν ἀρχὴν, ἐφεξῆς δ’ αὐτῇ τὴν ἀνάβασιν, ὑστάτην δὲ δηλονότι τὴν ἀκμήν. εἶθ’ ἑξῆς ὁ δεύτερος ἐναργῶς ἐφαίνετο παρακμαστικός. ἀλλ’ ἐπιστάντος μὲν τοῦ δευτέρου παροξυσμοῦ, τηνικαῦτα γνωρίζειν ὁποῖός τις ὁ πρῶτος ἐγένετο παροξυσμὸς, πρὸς τῷ παντὸς ἔργον ὑπάρχειν ἰατροῦ, καὶ τὴν ἀξιολογωτάτην χρείαν ἀπόλλυσι τῆς προγνώσεως, ὡς ἐπιπλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δέδεικται γράμμασιν.
558
ἰατροῦ δ’ ἐστὶ γενναίου καὶ τῆς Ἱπποκράτους γνώμης ἀξίου προγνῶναι τὴν μέλλουσαν ἀκμὴν, εἴ γε δὴ καὶ τὰ διαιτήματα σύμπαντα πρὸς αὐτὴν ἀποβλέπων ποιεῖται. κατὰ ταὐτὰ δὲ καὶ τὴν ἐπίδοσιν δηλονότι καὶ τὴν ἀρχὴν τοῦ νοσήματος οὐκ ἐπειδὰν συμπληρωθῇ, τότε γνωρίζειν, ἀλλ’ ἐκ πολλοῦ χρόνου προγινώσκειν ἄμεινον ἂν ᾖ.

Καίτοι γε τὴν ἀρχὴν τοῦ νοσήματος οὐδὲ παροῦσαν ὁρῶ διαγινώσκοντας τοὺς πλείστους τῶν ἰατρῶν· ὥσπερ οὐδὲ τὸν θαυμασιώτατον Θεσσαλὸν, ὃς ἐν μὲν ταῖς ἀρχαῖς στέλλειν παρακελεύεται, κᾂν στεγνὸν ᾖ τὸ νόσημα καὶ χαλάσεως ὅσον ἐφ’ ἑαυτῷ δεόμενον. ὅπως δ’ ἄν τις αὐτὴν γνωρίζοι, καθάπερ τι σαφέστατον ὑπάρχον, οὐδ’ ἐπεχείρησεν εἰπεῖν. ἔχει δ’ ἀπορίαν οὐ σμικράν. εἰ μὲν γὰρ τὴν πρώτην ἀκριβῶς εἰσβολὴν ἀρχὴν τίθεσθαι προσήκει τοῦ σύμπαντος νοσήματος, ἀμερής ἐστιν αὐτὴ καὶ ἄχρονος. εἰ δὲ τὸν πρῶτον παροξυσμὸν, ἴσμεν τοῦτον ἐνίοτε τήν τε ἐπίδοσιν ὅλην καὶ τὴν ἀκμὴν ἐν ἑαυτῷ περιλαμβάνοντα, πρὸς τῷ καὶ ἀλογώτατον εἶναι τήν τε ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις λυθησομένην

559
νόσον καὶ τὴν εἰς μῆνας ἕξ ἐκταθησομένην καὶ συμπάσας τὰς μεταξὺ τὸν πρῶτον μόνον παροξυσμὸν ἔχειν ἀρχήν. ὡς γὰρ οὐδ’ ἐπίδοσιν, οὐδ’ ἀκμὴν, ἢ παρακμὴν ἰσόχρονον ἅπαντα κέκτηται τὰ νοσήματα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδ’ ἀρχήν. οὐ μὴν οὐδὲ τὸν πρῶτον ὑπερβάς τις παροξυσμὸν, εἶθ’ ἕξει τοι περιγράψαι τὴν ἀρχήν. εἰ γὰρ ὁ δεύτερος εὐθὺς διαδέχοιτο τὰ τῆς αὐξήσεως ἔχων γνωρίσματα, καὶ μετ’ αὐτὸν ὁ τρίτος τε καὶ τέταρτος, οἵ τ’ ἄλλοι σύμπαντες οἱ ἐφεξῆς, ὁ τὸν πρῶτον παροξυσμὸν παραλιπὼν, ὡς οὐκ ἀρχὴν, ἢ πάντα τὸν μεταξὺ χρόνον, ἄχρι τῆς ἀκμῆς ἀρχὴν εἶναι φήσειε, καὶ οὕτως ἀπόλλυται παντάπασιν ἡ ἀνάβασις, ἢ ποῖ πρῶτον παύσει τὴν ἀρχὴν οὐκ ἔθ’ ἕξει λέγειν. τίς οὖν ἡ τῆς ἀπορίας ἴασις; εἰ μὲν ἐκμανθάνειν ἐβούλοντο τὰ πρὸς Ἱπποκράτους γεγραμμένα σημεῖα, ταχεῖα ἂν ἐγένετο ἡ διδασκαλία. νυνὶ δὲ πρὸς τῷ μὴ βούλεσθαι μαθεῖν τὰ πρὸς Ἱπποκράτους γεγραμμένα ὀρθῶς, ἔτι τε καὶ διαβάλλειν ἐπιχειροῦσιν, ἂν μὴ γινώσκουσιν. ἀλλ’ ἐκείνοις μὲν ἀδύνατος ἡ 
560
τῆς ἀμαθίας ἴασις, ἡμῖν δ’ εὔπορος. τοῦτο γὰρ παροξυσμοὺς, φησὶ, καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες. ὅτι μὲν δὴ καταστάσιες τῶν νοσημάτων τὰς οἷον ἰδέας αὐτῶν ὀνομάζει, καθ’ ἃς ἐκ τοιῶνδε καὶ τηλίκωνδε σύγκειται τῶν καθόλου καιρῶν, ἐν ἐλαχίστῳ μάλιστ’ ἄν τις τῷδε τῷ τεκμηρίῳ καταμάθοι. προειπὼν γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· εἰσὶ δὲ ἤδη τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστῳ τῶν πυρετῶν, ἐφεξῆς φησι· αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει, μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’ οἷσιν ἄρχηται, μαλθακός τε καὶ ὑποβρύχιος. ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἑκάστην ἡμέραν. περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψε, σαφῶς ἐνδεικνύμενος ὡς τὴν ἐκ τῶν ὅλων τοῦ νοσήματος καιρῶν ποιὰν σύνθεσιν ὀνομάζει κατάστασιν. ὅπως οὖν αἱ νόσοι καὶ ὧραι τοῦ ἔτους καὶ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσεις
561
ἐπιδείξονται τοὺς καθόλου καιροὺς τοῦ νοσήματος: ἐν τούτῳ γάρ ἐσμεν τῷ ζητήματι· τεταρταῖος μὲν γάρ τις πυρετὸς εἰσβάλλων οὐκ ἂν τὸν πρῶτον μόνον ἔχοι παροξυσμὸν τὴν ἀρχὴν, ὥσπερ οὐδὲ τριταῖος ἀκριβὴς, ἕως τῆς ἑβδόμης ἡμέρας ἄρχεσθαι δύναται. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ περὶ τῶν ἄλλων νοσημάτων γινώσκειν. καῦσος μὲν γὰρ καὶ πλευρῖτις καὶ περιπνευμονία βραχυχρόνιον ἔχουσι τὴν ἀρχήν· ἐπιληψίαι δὲ καὶ ἰσχιάδες καὶ ἀρθρίτιδες καὶ νεφρίτιδες πολυχρόνιον. οὕτως μὲν ἀπὸ τῶν νοσημάτων αὐτῶν· ἀπὸ δὲ τῶν ὡρῶν τοῦ ἔτους οὕτως. οἱ θερινοὶ τεταρταῖοι ὡς τὰ πολλὰ γίνονται βραχέες· οἱ δὲ φθινοπωρινοὶ μακροὶ, καὶ μᾶλλον οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. οὕτως δὲ καὶ πᾶν ἄλλο νόσημα θέρους μὲν ὀξύτερον, χειμῶνος δὲ χρονιώτερον κρίνεται. καὶ δῆλον ὅτι καὶ τὴν ἀρχὴν ἐν θέρει μὲν ὀλιγοχρονιωτέραν, ἐν χειμῶνι δὲ ἕξει μακροτέραν, ἀνάλογον δὲ ταύτῃ καὶ τοὺς ἄλλους καιροὺς τοῦ νοσήματος. οὕτως μὲν γὰρ καὶ ὧραι τοῦ ἔτους τὴν κατάστασιν τῶν νοσημάτων προμηνύουσιν. αἱ δὲ τῶν παροξυσμῶν ἐπιδόσεις
562
οὕτως. ἀλλήλοις φησὶ χρῆναι παραβάλλειν τοὺς παροξυσμοὺς, εἰ ἐπὶ τὸ πρωϊαίτερον, ἢ οὒ, καὶ εἰ ἐπὶ πλείονα χρόνον, ἢ οὒ, καὶ εἰ μᾶλλον, ἢ οὔ. ταῦτα γὰρ ἅπαντα συνθεὶς ἐγγυτέρω τῆς ἀκριβοῦς ἀφίξῃ διαγνώσεως. εἰ δὲ μηδὲν αὐτῶν ἐπισκεψάμενος οἴει δύνασθαι γνωρίζειν ἀρχὴν νοσήματος, ἢ διορίζειν ἀναβάσεως, οὐκ ἂν οὐδ’ ἐγγύς ποτε τῆς ἀληθείας ἀφίκοιο.

Ἆρ’ οὖν ἱκανὰ ταῦτά ἐστι πρὸς τὴν ἀκριβῆ τῶν καιρῶν τῆς νόσου διάγνωσιν; οὐδαμῶς. ἀλλ’ ἤδη μέν τινα τεχνικὸν ἔχοντα στοχασμὸν, ἀκριβείας δ’ ἀπολιμπανόμενα τοσοῦτον ὅσον τοῦ μηδόλως ὄντος πλεονεκτεῖν. τί δὴ τούτοις προστιθέμενον ἀκριβῆ ποιήσει τὴν πρόγνωσιν, ὅλον ἀναγνοὺς εἴσῃ τὸν ἀφορισμὸν ᾧδέ πως ἔχοντα. τοὺς παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλοῦσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένουσιν, οἷον ἐν πλευριτικοῖσι, πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει.

563
καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ. ταῦτα μὲν ἐν τοῖς ἀφορισμοῖς. ἐν δ’ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν πεπασμοὺς τῶν ἀπιόντων εἶναί φησι πάντας πάντοθεν ἐπικαίρους καὶ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι. εἶτα ἐπιφέρων ἐρεῖ· πεπασμοὶ ταχύτητα κρίσιος καὶ ἀσφάλειαν ὑγιείης σημαίνουσι. ἀλλ’ οἱ πεπασμοὶ δήπουθεν οὗτοι πάντες ἐν τοῖς πεπαινομένοις, τοῦτ’ ἔστιν ἐν τοῖς πεττομένοις εἰσί. τίνα οὖν ταῦτά ἐστιν; οὐκ ἄλλα τινὰ ἢ ἅπερ ὠνόμασεν ἐπιφαινόμενα. τὰ μὲν γὰρ ἴδια τῶν νοσημάτων αὐτῶν συμπτώματα συνεισβάλλει δήπου καὶ συνάρχεται, τὰ δ’ ἄλλα πάντα ἐπιφαίνεται. συνεισβάλλει μὲν οὖν τῇ πλευρίτιδι πάντως ὅ τ’ ὀξὺς πυρετὸς καὶ τὸ τῆς πλευρᾶς ἄλγημα τὸ νυγματῶδες, ἥ τε δύσπνοια καὶ ἡ βήξ. ἐπιφαίνεται δὲ τὰ μὲν ὡς ἴδια τοῦ νοσήματος αὐτοῦ, τὰ δ’ ὡς κοινὰ τῶν πυρεττόντων ἁπάντων. ὡς ἴδια μὲν οὖν αὐτῆς τῆς νόσου πρῶτον μὲν ἤτοι μηδενὸς ὅλως ἀναγομένου μετὰ τῆς βηχὸς, ὅπερ ἱκανόν ἐστιν ἀπέπτου νοσήματος
564
γνώρισμα· δεύτερον δὲ, εἰ ἀνάγοιτο μὲν, ἀλλ’ οὐ χρηστόν. ἔστι δὲ καὶ τοῦτο διττόν· ἓν μὲν τὸ μὴ πεπέφθαι μόνον, ἕτερον δὲ τὸ καὶ μοχθηρὸν εἶναι. τούτων δὲ ἁπάντων ἀφώρισται τὸ πεπεμμένον, ὃ δὴ καὶ πτύελον ἤδη καλοῦσιν ἰδίως. οὐ γὰρ δὴ τό γ’ αἱματῶδες καὶ τὸ χολῶδες καὶ τὸ ἀφρῶδες οὕτως ὀνομάζομεν, ἀλλὰ ταυτὶ μὲν μᾶλλόν πως πτύσματα προσαγορεύομεν. ὅταν δὲ μήθ’ αἵματος μήτ’ ὠχρᾶς ἢ μελαίνης χολῆς ἐπιμιξίαν ἔχῃ, τὸ τοιοῦτον ἤδη πτύελον ὀνομάζομεν. ὅταν οὖν τοῦτο ταχέως ἐπιφαίνηται, βραχύνει τὸ νόσημα. τὸ δ’ ἤτοι μηδόλως ἀνάγειν ἢ ἄπεπτον εἰς πλείονα χρόνον ἐκταθήσεσθαι δηλοῖ τὸ νόσημα. τὸ δὲ καὶ μοχθηρὸν ἀνάγεσθαι τὸ πτύσμα κινδύνου δηλωτικόν· εἰ δὲ καὶ κοκόηθες εἴη, θανάτου. τί μὲν οὖν ἐστι τὸ πτύελον νῦν οὐ δέομαι λέγειν. ὅσα δὲ ἰδίως ὀνομάζεται πτύσματα, καὶ τούτων ὅσα μὲν ὑπόξανθά τε καὶ ὑπόπυῤῥα καὶ ὕπωχρα καὶ ὕπαφρα καὶ λεπτὰ, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα. κακὸν δὲ οὐδὲν ἐπίσημον ἐνδείκνυται· τὰ δ’ ἀκράτως 
565
ξανθὰ καὶ πυῤῥὰ καὶ παχέα καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίσχρα καὶ στρογγύλα καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα μοχθηρά. προσεπισκέπτεσθαι δὲ καὶ τὸν τῆς ἀναγωγῆς αὐτῶν τρόπον. εἰ μὲν γὰρ εὐπετῶς ἀποπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτα μέν ἐστιν ἀγαθὰ, τὰ δ’ ἐναντία μοχθηρά. καὶ τί δεῖ πλείω λέγειν ἡμᾶς, ἔχοντάς γε τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι ῥῆσιν; πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετέως, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ. δῆλος ἐνταῦθά ἐστι πτύελον ἰδίως ὀνομάζων τὸ κατὰ φύσιν. ᾧ δὴ καὶ συμμεμίχθαι φησὶ χρῆναι τὸ ξανθόν. τὸ δ’ ἰσχυρῶς ἔνιοι μὲν οὐδὲ γράφουσιν ὅλως. οἱ δ’ οὖν καὶ γράφοντες οἱ μὲν ἐπὶ τὸ ξανθὸν, οἱ δὲ ἐπὶ τὸ συμμεμιγμένον ἀναφέρουσιν, ἵν’ ἑκάτερος ᾖ τῶν λόγων τοιόσδε. συμμεμιγμένον τὸ ἰσχυρῶς τῷ πτυέλῳ φαίνεσθαι τὸ ξανθὸν, ἢ πάλιν τὸ ἰσχυρῶς ξανθὸν συμμεμιγμένον φαίνεσθαι τῷ πτυέλῳ. τεχνικώτερον δ’ ἐστὶ τὸ πρότερον. ἀεὶ γὰρ τὰς ἀνωμάλους ἁπάντων κινήσεις καὶ τῶν πολὺ διαφερόντων
566
ἐπιπλοκὰς αὐτός τε ὁ Ἱπποκράτης μέμφεται καὶ ἡ πεῖρα διδάσκει οὕτως ἔχειν. οὐ μὴν οὐδ’ ὁ λόγος ἄπορος, ἀλλ’ οὐκ ἐν καιρῷ νῦν ἂν εἴη λεγόμενος. ὅτι δὲ τὸ ἰσχυρῶς ἐπὶ τὸ συμμεμίχθαι τὴν ἀναφορὰν ἔχει, πρόδηλον κᾀκ τῶν ἐπιφερομένων. εἰ γὰρ πολλῷ, φησὶν, ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀποπτύοιτο ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα παρέχον, ἢ μὴ ἰσχυρῶς συμμεμιγμένον, κάκιον γίνεται. δῆλος γάρ ἐστιν ὁ Ἱπποκράτης ἀντιτάττων ἐνταῦθα τὰ ἐκ τοῦ δευτέρου λόγου ξύμπαντα τοῖς ἐκ τοῦ πρώτου, τῷ μὲν ταχέως τὸ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀποπτύοιτο, τῷ δ’ εὐπετέως τὸ πολλὴν βῆχα παρέχον, τῷ δὲ συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ τό τ’ ἄμικτον ἁπλῶς καὶ μόνον ξανθὸν, τό τε μεμιγμένον μὲν ἐξ ἀμφοῖν, τοῦ τε κατὰ φύσιν πτυέλου καὶ τοῦ ξανθοῦ χρώματος, ἢ πυῤῥοῦ, μὴ μέντοι ἰσχυρῶς. ἀλλὰ καὶ μετὰ ταῦτα συνάπτων ἐρεῖ σαφέστερον ἔτι τὴν αὐτὴν γνώμην ἐξηγούμενος. τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες· ἄκρητον δ’ ἐστὶ
567
δήπου τὸ μὴ μεμιγμένον τῷ πτυέλῳ· τὸ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές. εἶθ’ ἑξῆς πάλιν ἐπὶ τὰ χαλεπώτερα κατὰ βραχὺ παραγινόμενος τῷ λόγῳ, κακὸν δὲ καὶ χλωρόν τε ἐὸν κάρτα καὶ ἀφρῶδές φησιν. εἶθ’ ἑξῆς· εἰ δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων. ἐκ μὲν δὴ τῶν ἰδίων τῆς πλευρίτιδος οὕτω χρὴ διορίζεσθαι. προσεπιβλέπειν δὲ δεῖ καὶ τὰ κοινὰ τῶν ὀξέως νοσούντων ἁπάντων. ἐφεξῆς δ’ αὐτὰ καταριθμεῖται γράφων ὡδί· ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα, εὐπετέως φέρειν τὸ νόσημα, εὔπνουν εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον ῥηϊδίως ἀναβήσσειν, τὸ σῶμα πᾶν θερμόν τε ὁμαλῶς εἶναι καὶ μαλθακὸν καὶ δίψην μὴ ἔχειν. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι ἀγαθὰ ἐόντα. ταυτὶ μὲν οὖν ἀγαθὰ σημεῖα, τά τ’ ἴδια τῶν ἀναπνευστικῶν ὀργάνων καὶ προσέτι τὰ τῶν ἄλλων ἁπάντων ὀξέων νοσημάτων κοινὰ, κατὰ τὸ συνεχὲς ἐφεξῆς ἀλλήλων γεγραμμένα. συνάπτων δ’ αὐτοῖς ἐπάγει· κακὰ δὲ τἀναντία τουτέων, δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα
568
μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι· τὸ πτύελον μόλις ἀναβήσσειν· διψᾷν κάρτα· τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως ἔχεσθαι· καὶ τὴν μὲν κοιλίαν καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι κακὰ ἐόντα. γέγραπται δὲ καὶ περὶ τούτων δηλονότι κατὰ τὸ προγνωστικὸν, ὁμοίαν αὐτοῦ τὴν διδασκαλίαν ἐφ’ ἑκάστων τούτων ποιουμένου, οἵαν περ καὶ νῦν ἐπὶ τῶν πτυσμάτων. ὡς γὰρ ἐν τούτοις τὸ μέν τι πέψεως ἐστι σημεῖον, τὸ δ’ ἀπεψίας, τὸ δ’ ὀλέθρου· καὶ τὸ μὲν τῆς πέψεως εὐθὺς ἐν ἀρχῇ φαινόμενον ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον δηλοῖ, τὸ δὲ τῆς ἀπεψίας ἐν χρόνῳ, τὸ δ’ ὀλέθριον ἀπολεῖσθαι, καὶ τὸ μὲν μεγάλως ὀλέθριον ἐν τάχει, τὸ δ’ ἧττον ἐκείνου χρονίως. οὕτω κᾀπὶ τῶν οὔρων αὐτῶν διώρισται καὶ τῶν διαχωρημάτων καὶ τῶν ἄλλων ἁπάντων, ὑπὲρ ὧν ἐφεξῆς ἡμῖν ὁ λόγος ἔσται. καὶ γὰρ τούτων ἁπάντων τὰ μὲν
569
πέψεως, τὰ δ’ ἀπεψίας, τὰ δ’ ὀλέθρου σημεῖα. καὶ γὰρ τὸ μέλαν πτύσμα πρὸς τῷ μὴ πεπέφθαι καὶ ὀλέθριόν ἐστιν. οὕτω δὲ καὶ οὖρον μέλαν οὐκ ἄπεπτον μόνον, ἀλλὰ καὶ ὀλέθριον. ἔστι δὲ ἁπλῶς ἄπεπτον τὸ λεπτὸν καὶ λευκὸν, ὅπερ ὑδατῶδες ὀνομάζομεν.

Ἐπὶ τὸν ἀφορισμὸν οὖν αὖθις ἐπανέλθωμεν τὸν λέγοντα, τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει. καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ. σαφῶς γὰρ ταῦτα τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἁπάντων ἐστὶν ἐπιτομὴ, τὰ κεφάλαια μόνον αὐτὰ τῶν ἐν ἐκείνῳ κατὰ μέρος εἰρημένων, 

570
εἰς τοὺς ἀφορισμοὺς μεταθεῖναι πειραθέντος τοῦ παλαιοῦ. τίνα δ’ ἦν τὰ κεφάλαια; πολλάκις γὰρ αὐτὰ ἀναλαμβάνειν κάλλιον οἶμαι, ἵνα κᾂν νῦν τις αἰδεσθεὶς μάθῃ ἀρχῆς τε νοσήματος εἶναι διαγνωστικὸς καὶ τῆς μελλούσης ἀκμῆς προγνωστικὸς, τουτέστιν, ὡς αὐτός φησι, καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ ἡ τῆς ὥρας φύσις, καὶ τῶν παροξυσμῶν αἱ περίοδοι, καὶ τὰ τοῖς νοσήμασι ἐπιφαινόμενα. καὶ δὴ πάλιν ἐπὶ τοῦ αὐτοῦ παραδείγματος ὁ λόγος μοι γινέσθω, διαστελλομένῳ βραχύ τι περὶ τῶν ὀνομάτων, οἷς οἱ παλαιοὶ μὲν, ὥσπερ ἦν καὶ προσῆκον, ἐχρῶντο τοῦ δηλῶσαι τὸ νοούμενον ἕνεκα. τὸ σύμπαν δ’ αὐτῆς ἦν σπούδασμα ἡ τῶν πραγμάτων αὐτῶν ἀκριβὴς γνῶσις. οἱ νεώτεροι δὲ ὀλίγου δεῖν ἅπαντες ἐν τοῖς ὀνόμασι κατατρίβουσι τὸν ἑαυτῶν βίον, ἀμελήσαντες τῶν πραγμάτων. ἀρχὴν οὖν τῆς νόσου καὶ τὴν πρώτην μὲν εἰσβολὴν καὶ τὴν ἀμερῆ τοῦ πρώτου παροξυσμοῦ καλοῦσι. καθάπερ τὸ νῦν, τὸ ἀπλατές. ἤδη δὲ καὶ χρόνον τινὰ πλατύτερον. ὥσπερ ἐπ’ αὐτοῦ πάλιν τοῦ νῦν, ἐπειδὰν ἤτοι χειμῶνα νῦν εἶναι λέγωμεν, ἢ θέρος, ἤ τινα τῶν
571
ἄλλων ὡρῶν. ὅτι μὲν οὖν ἐν οὐδενὶ τῶν τοιούτων λόγων ὁ Ἱπποκράτης, οἷος ὅ τε προγεγραμμένος ἀφορισμός ἐστιν καὶ ἄλλοι πολλοὶ τῶν ἐφεξῆς εἰρησομένων, ἀρχὴν ὀνομάζει τὴν πρώτην ἐκείνην καὶ ἀμερῆ τῶν νοσημάτων εἰσβολὴν, εὔδηλον παντί. πῶς γὰρ ἤτοι τὸ περὶ τὰς ἀρχὰς τῶν νούσων σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ, δύναιτ’ ἄν τις οὕτως εἰρῆσθαι νομίζειν, ἢ τὸ, ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δὲ ἡσυχίην ἔχειν βέλτιόν ἐστι. καὶ τὸ, ἢν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιόνδε ᾖ. τὸ γὰρ νεκρῶδες ἐκεῖνο πρόσωπον, ἐφ’ οὗ ταῦτα λέγεται, κατὰ τὴν ἀκριβῶς πρώτην εἰσβολὴν τῶν νοσημάτων οὐκ ἄν ποτε δύναιτο συστῆναι. κατὰ ταὐτὰ δὲ κᾀν τῷ λέγειν· ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακίῃσι χρέεσθαι, τὴν εἰς πλάτος χρόνου προήκουσαν ἀρχὴν ἐνδείκνυται. καὶ πολὺ δὴ μᾶλλον ἐν τῷ φάναι· κατὰ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. καὶ μὲν δὴ καὶ τῶν νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω, ἢ κάτω ὑπέλθοι, θανάσιμον, ὡσαύτως εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῷ περὶ διαίτης ὀξέων,
572
ἐπὶ τοῦ καταλόγου τῶν σφοδρῶν ἐκείνων συμπτωμάτων ἐπήνεγκε· ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης ἐστὶ δηλωτικὰ σφοδροτάτης, καὶ ὡς ἐπὶ τὸ πολὺ ἀποθνήσκουσιν. κατὰ ταὐτὰ δὲ τούτοις δηλονότι καὶ τὸ κατὰ τὸν ἀφορισμὸν ἔχει τὸν νῦν ἡμῖν προκείμενον, ἐν ᾧ φησιν· οἷον ἐν πλευριτικοῖσιν, πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει. οὐ γὰρ δὴ τήν γε πρώτην ἀκριβῶς εἰσβολὴν σημαίνει νῦν τὸ ἀρχομένου διά τε τὴν φύσιν αὐτὴν τῶν πραγμάτων καὶ διὰ τὸ μηδ’ ἂν ἐπιφαινόμενα τὰ τοιαῦτα δύνασθαι λεχθῆναι. τίνι γὰρ ἔτι διοίσει τῶν συνεισβαλόντων; ἐκεῖνα μὲν γὰρ σαφῶς ἔχει τὴν αὐτὴν ἀρχὴν ἀλλήλων τε καὶ τῇ συμπάσῃ νόσῳ. ἐπιφαίνεται δὲ τὰ μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, τὰ δ’ ἐν τῇ δευτέρᾳ, τὰ δ’ ἐν τῇ τρίτῃ τε καὶ τετάρτῃ, τὰ δὲ καὶ προεληλυθότος ἤδη τοῦ νοσήματος.

Ἡ δὲ κατὰ πλάτος ἀρχὴ κοινῇ μέν τινι ταύτῃ καὶ προχείρῳ φαντασίᾳ καὶ μήπω μηδὲν ἐχούσῃ τεχνικὸν ἐν τῷ πρώτῳ παροξυσμῷ περιέχεται. καὶ διὰ τοῦτο

573
τὰ μὲν εὐθὺς ἀρχόμενα τὴν ἀκμὴν ἀπειληφέναι λέγεται, καθάπερ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐπειδή φησιν, αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει. τὸ γὰρ ἀρχόμενον οὐκ ἐπὶ τοῦ καιροῦ τοῦ νοσήματος εἴρηται νῦν, ἢ μάχοιτ’ ἂν αὐτῷ τὸ ἀνθεῖν τε καὶ ἀκμάζειν· ἀλλ’ ἐπὶ τοῦ χρόνου δηλονότι τοῦ μετὰ τὴν ἀκριβῶς ἀρχὴν τὴν πρώτην, ἄχρι τρίτης τῆς ἡμέρας τὸ πλεῖστον ἐκτεταμένου. πάντως μὲν γὰρ ὁ πυρετὸς οὗτος ἀρχήν τινα τὴν πρώτην ἐκείνην καὶ ἀπλατῆ ποιησάμενος, ἔπειθ’ οὕτως ἀναβάσει τινὶ χρησάμενος, ἀπολαμβάνει τὴν οἰκείαν ἀκμὴν, ὁ μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ὁ δὲ ἐν τῇ δευτέρᾳ. οὐ μὴν ἀπό γε τῆς εἰσβολῆς τοῦ πρώτου παροξυσμοῦ δύναιτ’ ἄν τις γενέσθαι πυρετὸς ἀκμάζων. ἀλλ’ ἄν τε κατὰ τὴν πρώτην ἡμέραν ἄν τε κατὰ τὴν δευτέραν ἀκμάσας ἐντεῦθεν ἄχρι τῆς παντελοῦς λύσεως ἐκταθῇ, μηδεμίαν αἰσθητὴν ἑτέραν παροξυσμοῦ λαβὼν εἰσβολὴν, οὕτως ἂν ἀπ’ ἀρχῆς εὐθὺς λέγοιτο τὴν ἰδίαν ἀκμὴν ἐσχηκέναι. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον. αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει.
574
τοιοῦτον οὖν ἐστι καὶ τὸ ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει πρὶν τὸν δεύτερον εἰσβάλλειν δηλονότι παροξυσμόν. ἔτι γὰρ ἄρχεσθαι λέγοιτ’ ἂν ἡ πλευρῖτις, οὐ μόνον ἐπειδὰν ἀνάβασιν ὁ τοιοῦτος ἔχῃ παροξυσμὸς, ἢ ἀκμὴν, ἀλλὰ κᾀν τῇ παρακμῇ συμπάσῃ. καὶ ὅλως πρὶν εἰσβάλλειν τὸν δεύτερον παροξυσμὸν, διὰ τρίτης τοὐπίπαν ἐν πλευρίτισιν ἀπαντῶντα. πᾶν οὖν ὅ τι ἂν ἐπιφαίνηται σημεῖον, ὀλιγοχρόνιόν τε ἅμα καὶ σωτήριον ἔσεσθαι δηλοῖ τὸ νόσημα. τοιοῦτον δὴ καὶ τὸ πτύελόν ἐστι τὸ ἐν τοῖς πλευριτικοῖς. ἑκάστου γὰρ τῶν μορίων τοῦ σώματος τὸ περίττωμα τὴν ὑπάρχουσαν αὐτῷ διάθεσιν ἐνδείκνυται, πεπεμμένον μὲν ὑγιεινήν, ἄπεπτον δὲ ὑπάρχον νοσεράν. οὕτω γοῦν εἴρηται κᾀκεῖνα. διαχώρημα δὲ ἄριστόν ἐστιν τὸ μαλθακόν τε καὶ συνεστηκὸς, καὶ τὴν ὥραν, ἥν περ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων. τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. καὶ τοίνυν καὶ τὸ πτύελον, ἐπειδὴ μὲν ἀκριβῶς ὅμοιον ᾖ 
575
τοῖς τῶν ὑγιαινόντων, ἀκριβῶς ὑγιαίνειν ἐνδείξεται τὰ τῆς ἀναπνοῆς ὄργανα· παραποδιζόμενον δέ τι καὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον εἰς τοσοῦτον ἐκεῖνα βεβλάφθαι δηλοῖ εἰς ὅσον ἂν καὶ αὐτὸ τῆς κατὰ φύσιν ἰδέας ἀπολείπηται. τὸ δ’ ἐναντιώτατον τοῦ κατὰ φύσιν ἄπεπτόν ἐστιν καὶ μεγάλην ἐνδείκνυται τὴν τῶν πεπονθότων τόπων ἀσθένειαν. εἰ δὲ καὶ μοχθηρᾶς αἰτίας ἔχει τι γνώρισμα, καθάπερ τὸ μέλαν, ὀλεθριώτατον ἤδη τὸ τοιοῦτον. οὕτω δὲ ἔχει κᾀπὶ τῶν οὔρων. καὶ γὰρ καὶ τούτων ὅσα μὲν ὁμοιότατα τοῖς τῶν ὑγιαινόντων ἐστὶν, ταυτὶ μὲν ἱκανῶς εὐρωστεῖν ἐνδείκνυται τὸ φλεβῶδες γένος τῶν ὀργάνων· ὅσα δὲ ἀπεπτότερα, τὴν ἀῤῥωστίαν αὐτῶν μηνύει. τὰ δὲ ἐναντιώτατα τοῖς τῶν ὑγιαινόντων αὐτὰ μὲν τελέως ἐστὶν ἄπεπτα, μεγάλην δὲ ἀῤῥωστίαν ἐνδείκνυται τοῦ φλεβώδους γένους παντός. ὅσα δὲ καὶ τῆς κρατούσης αἰτίας ἐμφαίνει τὸ μοχθηρὸν, ὥσπερ καὶ τὰ μέλανα, ταυτὶ ἐσχάτως ὀλέθρια. ταυτὶ μὲν οὖν τὰ τρία γένη τῶν σημείων ἐνδείκνυται πέψιν ἰδίαν ἑκάστῳ. τῆς μὲν κάτω γαστρὸς
576
τὰ κατὰ φύσιν διαχωρήματα. τοῦ φλεβώδους δ’ αὖ γένους τὰ οὖρα. τῶν δ’ ἀναπνευστικῶν ὀργάνων μόνον τὰ πτύσματα. καθάπερ δὲ ταῦτα τῶν τόπων αὐτῶν ὅθεν ἐκκρίνεται τὰ γνωρίσματα φέρει, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τὰ οὖρα νεφρῶν καὶ οὐρητήρων καὶ κύστεως καὶ καυλοῦ. ἀλλὰ τὰ μὲν ἐπὶ τοῖς τούτων ἀῤῥωστήμασιν οὖρα διὰ τῶν ἀφορισμῶν ἰδίᾳ κατέλεξεν ὁ Ἱπποκράτης. τὰ δὲ τοῖς ὀξέσι νοσήμασι συνεδρεύοντα κατὰ τὸ προγνωστικὸν ἔγραψεν. ὅτι δὲ τοῦτο τὸ βιβλίον σύμπαν, ὡς ἤδη πολλάκις ἀποδέδεικται, περὶ μόνων ἐστὶ τῶν ὀξέων, ἀμέλει τελειώσας ἐν αὐτῷ σύμπαντα τὸν περὶ τῶν οὔρων λόγον ἐπὶ τῷ τέλει προσέθηκε, μὴ ἐξαπατάτω δέ σε ἤν τι αὐτέη ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδοίη τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν. ὡς οὖν τῆς κύστεως ἐμνημόνευσε, παράδειγμα τῷ λόγῳ ποιησάμενος αὐτὴν, οὕτω καὶ νεφρῶν καὶ οὐρητήρων καὶ καυλοῦ συνυπακούειν χρή. μεγίστη δ’ ἀπόδειξις αὐτὰ τὰ πρὸς αὐτοῦ γραφέντα διὰ τῶν ἀφορισμῶν. ὥσπερ γὰρ κύστεως, οὕτω καὶ νεφρῶν νοσούντων γράφει
577
σημεῖον. ὁκόσοισιν ἐν τῷ οὔρῳ, φησὶν, παχεῖ ἐόντι, σαρκία μικρὰ, ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται. ταυτὶ μὲν οὖν, ὡς ἔφην, τὰ τρία γένη τῶν σημείων ἕκαστον ἰδίας πέψεως ἐνδεικτικὸν ὑπάρχον· οὖρα μὲν τῆς κατὰ τὰς φλέβας, διαχωρήματα δὲ τῆς κατὰ γαστέρα, πτύσματα δὲ τῆς τῶν ἀναπνευστικῶν ὀργάνων, καὶ οὐκ ἐνδέχεται δέ ποτε μὴ οὐκ ἀγαθόν τι μέγα δηλοῦν τὸ τῆς πέψεως σημεῖον. αἱμοῤῥαγίαι δὲ καὶ ἱδρῶτες καὶ παρωτίδες καὶ τὰ ἄλλα ἀποσκήμματα σὺν μὲν τῷ καιρῷ πέφυκεν ὠφελεῖν, ἀκαίρως δὲ οὐδὲν ὀνίνησι. ὅθεν μοι δοκεῖ τὰ τοιαῦτα αἰνίττεσθαι διὰ τοῦ περὶ χυμῶν βιβλίου λέγων τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι. καὶ γὰρ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δύσπνοιαι καὶ παραφροσύναι καὶ δάκρυα καὶ ἀγρυπνίαι καὶ κώματα καὶ σκοτόδινοι καὶ μαρμαρυγαὶ καὶ ἄσαι καὶ καρδιαλγίαι καὶ κεφαλαλγίαι καὶ τἄλλα σύμπαντα τὰ καθ’ ἕκαστον μόριον ἀλγήματα διορισμοῦ δεῖται πηνίκα μέν ἐστιν ὠφέλιμα, πηνίκα δὲ βλαβερὰ, πηνίκα
578
δ’ οὐ μόνον οὐδὲν ὀνίνησι, ἀλλὰ καὶ σημεῖα γίνεται μοχθηρότατα. καθάπερ οὖν ἕν τι ποσὸν ἀφωρισμένον οὐκ ἐδήλου τὸ τῆς ἀρχῆς ὄνομα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ τὸ αὐτίκα. πλάτος δὲ ἔχον χρόνου τοσοῦτον ὅσον περ καὶ τὸ τῆς ἀρχῆς ἐστιν. δῆλον δὲ ὡς καὶ πολλάκις ἀντ’ ἐπιῤῥήματος τῷ αὐτίκα χρώμεθα τοῦ ἀμέλει, καθάπερ κᾀν τῷ τοιῷδε λόγῳ φαίνεται κεχρημένος ὁ Ἱπποκράτης· εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν· αὐτίκα γὰρ συνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει. τουτὶ γὰρ τὸ αὐτίκα πλέον οὐδὲν δηλοῖ τοῦ ἀμέλει, καθάπερ, οἶμαι, κᾀν τῷ περὶ διαίτης ὀξέων. ἐν οἷς οὕτω φησίν· ἢν οὖν μὴ προστιμωρήσῃ τις, ὅσον δεῖται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοροφίης, πολλαχόθεν βεβλάψεται. οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη. τὸ μὲν οὖν αὐτίκα τοιόνδε σημαίνει. ἔστι δὲ τοῦ αὐτίκα πάμπολλα παραδείγματα παρά τε τῶν ἄλλων ἁπάντων Ἑλλήνων εὑρεῖν, οὐχ ἥκιστα δὲ καὶ παρ’ Ἱπποκράτους. ἐπὶ δὲ θάτερον ἤδη μεταβῶμεν.
579
ἐπειδὰν γάρ φησι, τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι, τὸ παραχρῆμα δηλοῖ, τουτέστι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος. ἔστι δ’ οὐ ταῦτα τά γε νῦν εἰρημένα κρίσιμα καὶ τὰ τῆς πέψεως γνωρίσματα. τοῖς μὲν γὰρ οὐκ ἐγχωρεῖ τὸ μὴ οὐ κρίσιν τινὰ πάντως, ἢ ἀγαθὴν, ἢ κακὴν ποιήσασθαι. τὰ δὲ τῆς πέψεως σημεῖα σωθήσεσθαι μὲν δηλοῖ τὸν ἄνθρωπον, οὐ μέντοι γε κριθήσεσθαι πάντως. οὔτε γὰρ εἰ τὴν ἀθρόαν ἀκούοιμεν ἐν νόσῳ μεταβολὴν, οὔτ’ εἰ τὴν προηγουμένην αὐτῆς ταραχὴν, ἐξ ἀνάγκης τὰ τῆς πέψεως σημεῖα τῶν εἰρημένων ἔσται. δύναται γὰρ ἐν χρόνῳ πλείονι κατὰ βραχὺ τὸ νόσημα πεττόμενον ἐπὶ τὴν παντελῆ λύσιν ἀφικέσθαι. δηλωθήσεται δὲ κᾀν τοῖς ἐφεξῆς ἔτι σαφέστερον ὅπῃ διενήνοχε τὰ κρίσιμα συμπτώματα τῶν τῆς πέψεως σημείων. νυνὶ δὲ ἀρκεῖ τό γε τοσοῦτον ἐπιδεδεῖχθαι, ὡς τῆς μὲν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις πέψεως τὰ πτύελα, τῆς δ’ ἐν ταῖς φλεψὶ τὰ οὖρα, τῆς δὲ κατὰ τὴν γαστέρα τὰ διαχωρήματα τίθεσθαι χρὴ σημεῖα. καὶ ὡς ἐπὶ μὲν τῶν πυρετῶν ἁπάντων, ἐπειδὴ τοῦ φλεβώδους γένους εἰσὶ παθήματα, καὶ γὰρ καὶ τὰς ἀρτηρίας 
580
ἐν τούτῳ νῦν τῷ γένει περιλαμβανέτω, τοῖς οὔροις μάλιστα προσεκτέον ἐστίν. ἐπὶ δὲ τῶν πλευριτικῶν πρώτοις μὲν τοῖς πτύσμασι, ἤδη δὲ καὶ τοῖς οὔροις, ὅτι καὶ μετὰ πυρετοῦ πάντως ἡ πλευρῖτις. ἐπὶ δὲ τῶν κατὰ τὴν γαστέρα χωρὶς μὲν πυρετοῦ τοῖς διαχωρήμασι μόνοις, σὺν πυρετῷ δὲ καὶ τοῖς οὔροις.

Ἤ τοίνυν ἑκάστου τῶν νοσημάτων ἴδιος ἀρχὴ τοῖς τῆς πέψεως σημείοις ὁρίζεται, διαφέρουσα τῆς ἐν πλάτει λεγομένης ἀρχῆς τῆς ἀτέχνου πάμπολλα. μακροτέρα γὰρ ἐκείνη τῆς τρίτης ἡμέρας οὐκ ἐπινοεῖται προϊοῦσα, καθάπερ κᾀν τῷ προγνωστικῷ δεδήλωται σαφέστατα. προειπὼν γάρ· ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τὸ πρόσωπον τοιοῦτον ᾖ, μετὰ ταῦτά φησιν· ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νοσήματος, ἢ τριταίου, ἢ τεταρταίου, τὴν κατὰ πλάτος ἀρχὴν ἐνδεικνυμένου ἀκριβῶς ἡμῖν, ἄχρι τῆς τρίτης ἡμέρας ἐκτείνεσθαι. τὴν δ’ ὄντως ἑκάστου νοσήματος ἰδίαν ἀρχὴν, ἣν δὴ καὶ μέρος ὑπάρχειν ἔφαμεν αὐτοῦ, μέχρι παμπόλλων τετράδων ἐνδέχεται προέρχεσθαι. παύεται γὰρ τότε πρῶτον,

581
ἐπειδὰν τὰ τῆς πέψεως ἐπιφανῇ σημεῖα. τὸ δ’ ἀπὸ τοῦδε σύμπαν ἕως τῆς ἀκμῆς ἕτερον ἤδη μέρος ἐστὶν, αὔξησίς τε καὶ ἀνάβασις ὀνομαζόμενον. εἶτ’ ἀκμὴ μετὰ ταῦτα, τὸ σφοδρότατον τῆς ὅλης νόσου μόριον. ὑστάτη δὲ πασῶν ἡ παρακμή. πέψεως μὲν οὖν δὴ σημεῖα, πολλάκις γὰρ δεῖ τὰ χρησιμώτατα λέγειν, οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται. τὰ κρίσιμα δ’ ἔστιν ὅτε κακῶς. οὔτε γὰρ ἐν ταῖς ἀναβάσεσιν οὔτ’ ἐν ταῖς ἀρχαῖς, ἀλλ’ ἐν ταῖς ἀκμαῖς αὐτὰ ἐπιφαίνεσθαι χρή. περὶ μὲν δὴ τῶν ἐν ταῖς ἀναβάσεσί τε καὶ ταῖς ἀκμαῖς ἐπιφαινομένων ἐφεξῆς ἐροῦμεν· περὶ δὲ τῶν ἐν ταῖς ἀρχαῖς ἤδη λέγωμεν, ἀναμνήσαντες πάλιν ὡς ἐν ἅπαντι τῷ μετὰ ταῦτα λόγῳ, παρέντες τὰ δύο σημαινόμενα τῆς ἀρχῆς, τό τε τῆς πρώτης εἰσβολῆς τῆς ἀπλατοῦς τό τε τῆς τοῦ πρώτου παροξυσμοῦ, περὶ μόνου τοῦ τρίτου διαλεξόμεθα χρόνου, τοῦ τῆς ἀπεψίας. καὶ γὰρ καὶ τεχνικὴ τῆσδε τῆς ἀρχῆς ἡ διάγνωσίς ἐστιν καὶ μεγάλα δηλοῦν πέφυκεν. οὔτ’ οὖν ἱδρῶτες οὔτ’ ἔμετοι καὶ διαχωρήματα γαστρὸς οὔτε παρωτίδες
582
οὔτε αἱμοῤῥαγίαι κατὰ τοῦτον ἐπιφανεῖσαι τὸν χρόνον, ἔκρινάν ποτε νόσημα. ταυτὶ μὲν οὖν ἤδη καὶ ὡς αἴτια πεπίστευται τὰς νόσους ἀπαλλάττειν· τὰ δ’ ὡς σημεῖα τούτων δηλωτικὰ παραφροσύναι τ’ εἰσὶ καὶ ἀγρυπνίαι καὶ κώματα καὶ ἀλγήματα καὶ δάκρυα καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ πάνθ’ ὅσα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ταῦτα χωρὶς τῶν τῆς πέψεως σημείων ἐπιφανέντα κακίστων διαθέσεών ἐστι γνωρίσματα. σύμπαντα μὲν οὖν δὴ ταῦτα, τά τε ὡς αἴτια τά τε ὡς σημεῖα κρίσιμα, μὴ αὐτίκα φαινέσθω· τουτέστι μὴ κατὰ τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ἡνίκα τελέως ἄπεπτον ὑπάρχει· τὰ δ’ ἄλλα τρία γένη τῶν τὴν πέψιν δηλούντων σημείων, εἰ καὶ κατὰ τὴν πρώτην εὐθὺς ὥραν φαίνοιτο τοῦ πρώτου παροξυσμοῦ, καλῶς ἐπιφαίνηται.

Πάλιν οὖν ἀναλαβόντες εἴπωμεν ταὐτό. τοὺς καθόλου καιροὺς τῶν νοσημάτων ἔκ τε τῶν νόσων αὐτῶν πρῶτον χρὴ στοχάζεσθαι, πηλίκοι τινὲς ἔσονται τῷ χρόνῳ, κᾀκ τῶν ὡρῶν τοῦ ἔτους καὶ τῆς τῶν περιόδων ἀναλογίας, καὶ πρὸς τούτοις ἅπασιν ἐκ τῶν ἐπιφαινομένων,

583
ἐν οἷς πρῶτα καὶ κυριώτατα τὰ τῆς πέψεώς ἐστι σημεῖα, δι’ ὧν τὴν μὲν ἤδη περιγεγραμμένην ἀρχὴν ἀκριβῶς γνωρίσαις. ἐκ ταύτης δὲ τὴν μέλλουσαν ἀκμὴν στοχασμῷ τεχνικῷ προγνώσῃ τῷ μετ’ ὀλίγον εἰρησομένῳ. καλῶ δὲ τεχνικὸν στοχασμὸν ὃς ἂν ἐγγυτάτω τῆς ἀληθείας ἀφίκηται. ὥσπερ οὖν ἀρχῆς ἀκριβὴς διάγνωσις οὐκ ἔστι πρὶν ἄρξασθαι τὴν ἀνάβασιν, οὕτως οὐδὲ τῆς ἀναβάσεως πρὶν εἰσβαλεῖν τὴν ἀκμήν. ἀσκητέον δὲ κᾀνταῦθα πρότερον εἰσβάλλουσαν ἀκμὴν γνωρίζειν, ἔπειθ’ οὕτως προγινώσκειν. ἐπεὶ δὲ καὶ τούτων ἁπάντων ἡγεμὼν Ἱπποκράτης ἐστὶ, δίκαιον ἂν εἴη κᾀνταῦθα τὰς ἐκείνου ῥήσεις ἐξηγουμένους διαπεραίνεσθαι τὸν λόγον. ἄμεινον δ’ ἴσως ἐστὶν πρὶν ὑπάρξασθαι τοῦτο ποιεῖν ἔτι βραχὺ περὶ τῶν εἰρημένων προσθεῖναι. ἣν γὰρ ὡς μέρος τοῦ νοσήματος ἐζητοῦμεν εὑρεῖν ἀρχὴν, εἴτε ἰσόχρονος ἐν ἁπάσαις ταῖς νόσοις ἐστὶν, εἴτε καθ’ ἑκάστην αὐτῶν ἴδιος, ἐν ᾗ καὶ τὸν Θεσσαλὸν ἔφαμεν ἐξευρηκέναι τὸ ληρῶδες ἐκεῖνο παράγγελμα, τὸ δεῖν ἐν ἀρχῇ στέλλειν τὰ νοσήματα, κᾂν ἐκ τῆς στενῆς ᾖ
584
κενότητος. Ἱπποκράτης μὲν πάντων πρῶτος ἀκριβῶς ἐδήλωσε, οὐ μὴν μανθάνουσιν οὐδ’ αὐτὸ διὰ τὸ τάχος τῆς ἑρμηνείας. ἀρκέσει δὲ ἔν γε τῷ παρόντι διὰ μιᾶς ῥήσεως ἐπιδεῖξαι τὴν γνώμην αὐτοῦ, καὶ γὰρ τὰς ἄλλας ῥήσεις ἄν τις εἰ μὴ παντάπασιν ἀταλαίπωρος εἴη, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ἐξευρίσκειν δύναιτο, προχειρισάμενος δὴ τόνδε τὸν ἀφορισμόν· πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ. τὸ μὲν δὴ ὀργᾷν κυρίως μὲν ἐπὶ τῶν ζώων εἴθισται λέγεσθαι τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ. μετενήνεκται δὲ νῦν ἐπὶ τὰ κατεπείγοντα καὶ κινούμενα ταχέως νοσήματα. καὶ μάλιστα ἐπειδὰν ἐρεθίζηταί πως ἡ τοῦ κάμνοντος αἴσθησις, ὑπὸ τῆς τῶν ὑγρῶν τε καὶ πνευμάτων ἀτάκτου κινήσεως. ἐπὶ γὰρ τούτων μόνων εὐλόγως ἄν τις χρήσαιτο καταρχὰς φαρμακείαις, σύμμαχον ἔχων εἰς τὸ τῆς ὁλκῆς εὐπετέστερον τὴν τῶν πλεοναζόντων ὑγρῶν κίνησιν, ὡς τά γε πρὸς τῷ τελέως ὑπάρχειν ἄπεπτα, τὸ μόνιμόν τε καὶ ἑδραῖον ἔχοντα, χαλεπῶς ὑπακούειν ταῖς ὁλκαῖς τῶν καθαιρόντων φαρμάκων. οὕτως οὖν εἴρηται κᾀκεῖνα. ὁκόσοισι δὲ 
585
τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν συντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιροῦσιν· οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος· τὰ δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ἀλλὰ περὶ μὲν τούτου σκέψασθαι τῆς θεραπευτικῆς μεθόδου ἔργον ἐστίν. τὸν δ’ οὖν Ἱπποκράτην καλεῖν ἀρχὴν ἐκεῖνον ἅπαντα τὸν χρόνον τοῦ νοσήματος, ἐν ᾧ παντελῶς ἐστιν ἄπεπτον, ἤδη φαίνεται. προειπὼν γὰρ ὡς πέπονα χρὴ φαρμακεύειν, ἐπήνεγκεν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ὡς τότ’ ἀρχῆς οὔσης, ὅτ’ ὠμὸν τὸ νόσημα καὶ ἄπεπτον ὑπάρχει.

Πῶς οὖν, ἀναληπτέον γὰρ αὖθις ὅθεν προλέγοντες ἀπελίπομεν, ὅρον ἐπιθήσει τις οὕτω σαφῆ τῷ πέρατι τῆς ἀναβάσεως, ὥσπερ καὶ τῷ τῆς ἀρχῆς; πῶς δὲ ἄλλον ἢ τὰ τῆς ἀκμῆς θεασάμενος γνωρίσματα; λέγει δὲ καὶ ταῦτα ὁ Ἱπποκράτης ἑνὶ μὲν λόγῳ τῷδε· κατὰ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἤδη ἀσθενέστερα, κατὰ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.

586
ἑτέρῳ δὲ τῷδε· ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει. πῶς οὖν ἐπιγνῶμεν αὐτό; διὰ τοῦθ’, ὅτι νῦν ἰσχυρότατόν ἐστι νόσημα καὶ τοὺς μεγίστους ἔχει παροξυσμούς. εἰ μὲν γὰρ ἀθρόως μέλλει μεταβάλλειν, ὅπερ δὴ κρίνεσθαι καλέσομεν ἐν τῷ παρόντι, τὴν ἀρχὴν τῆς κρίσεως ἔσχατον ὅρον ἀναβάσεως θετέον· εἰ δὲ κατὰ βραχὺ, τοῖς ἐν ταῖς περιόδοις παροξυσμοῖς δοκιμαστέος. εἰ μὲν γὰρ ἐπὶ τὸ πρωϊαίτερόν τε καὶ πλείονα χρόνον, καὶ μᾶλλον, ὡς αὐτὸς ἔλεγεν, εἴησαν γινόμενοι, δῆλον ὡς ἐπὶ τὴν ἀκμὴν ἀνέρχεται καὶ αὐξάνεται τὸ νόσημα. τῆς δὲ ἐπὶ τοὐναντίον μεταβολῆς αὐτοὺς ἐκδεξαμένης, παύεται καὶ παρακμάζει. συμβαίνει δέ ποτε δύο παροξυσμοὺς γινομένους μεγίστους μὲν τῶν ἄλλων, ἴσους δ’ ἀλλήλοις τὸν τῆς ἀκμῆς περιγράψαι καιρόν· ἐνίοτε δ’ ἕνα καὶ τῶν ἔμπροσθεν ἁπάντων καὶ τῶν μετ’ αὐτὸν γενέσθαι μέγιστον. εἰς τρεῖς δὲ παροξυσμοὺς ἐν μὲν τοῖς ὀξέσι οὐ πάνυ τι προέρχεσθαι συμβαίνει τὸν τῆς ἀκμῆς καιρόν· ἐν δὲ τοῖς χρονίοις οὐκ εἰς τοσούτους μόνον, ἀλλὰ καὶ πολὺ πλείονας. οὕτω μὲν διαγινώσκειν χρὴ τοὺς
587
καθόλου καιροὺς, ἢ γινομένους, ἢ γεγονότας ἄρτι, μέλλοντας δ’ ἔσεσθαι καθ’ ἕτερον τρόπον.

Ἵνα σαφὴς ᾖ τοῖς ἀκούουσι, ἀνάγκη πρότερον εἰπεῖν τι περί τε διαχωρημάτων καὶ οὔρων, ὡς πρότερον εἴπομεν περὶ τῶν πτυσμάτων. διαχώρημα τοίνυν ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ συνεστηκὸς, καὶ τὴν ὥρην, ἥν περ καὶ ὑγιαίνοντι ὑπεχώρει. πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων. ἐνταῦθα μὲν ἀπό τε συστάσεως αὐτοῦ καὶ ποσότητος καὶ τοῦ καιροῦ τῆς ἐκκρίσεως ποιεῖται τὴν διάγνωσιν, ἐπειδὴ τὴν κάτω κοιλίαν ὑγιαίνουσαν ἐνδείκνυται τὸ τοιοῦτον διαχώρημα. διὰ τοῦτο οὖν ἐπιφέρων ἐρεῖ· τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. κάτω δὲ κοιλίαν εἴρηκε νῦν ἀντιδιαιρούμενος τῷ θώρακι. διὰ τοῦτο τοίνυν οὐδὲ τῆς χροιᾶς ἐμνημόνευσε τοῦ διαχωρήματος. οὐδὲν γὰρ ὡς πρὸς τὴν τῆς κοιλίας αὐτῆς ἀκριβῆ διάγνωσιν, ὅπως ἔχῃ διαθέσεως, ἡ χροιὰ τῶν διαχωρημάτων ἐνδείκνυται. τοῦ γὰρ πεπέφθαι καλῶς ἱκανὰ τὰ προειρημένα γνωρίσματα τὸ μαλθακόν τε εἶναι καὶ συνεστηκὸς τὸ διαχώρημα, καὶ μήτε

588
προλαμβάνειν τὸν κατὰ φύσιν καιρὸν, μήθ’ ὑστερίζειν. καὶ τὸ πλῆθος ἀνάλογον τοῖς ἐδέσμασιν. ὥσπερ δ’ εἰ ταῦτα εἴη, πάντως πέπτεται, οὕτως οὐκ ἔτι, εἰ μὴ τούτων τι παρείη, πάντως οὐ πέπτεται. δύναται μὲν γὰρ αὐτὴ ἡ γαστὴρ ἐῤῥῶσθαι περὶ τὸ ἑαυτῆς ἔργον, ἤτοι εἰ διά τινα θερμασίαν ἰσχυρὰν παρακειμένων αὐτῇ μορίων, ἐξικμάζεσθαί τε καὶ ξηραίνεσθαι τὸ καλῶς πεφθὲν, ἢ δι’ ἀῤῥωστίαν ἀναδόσεως ὑγρότερον τοῦ δέοντος ὑπιέναι. τὸ μέντοι μαλθακόν τε καὶ συνεστηκὸς ἄντικρυς μὲν ἐνδείκνυται τὴν πεπτικὴν ἐνέργειαν ἐῤῥῶσθαι, συνενδείκνυται δὲ καὶ τὸ τὴν ἀνάδοσιν ἀμέμπτως ἀποτελεῖσθαι. καὶ πρὸς τούτοις ἔτι τὸ μηδὲν φλεγμαίνειν τῶν κατὰ τὴν γαστέρα μορίων. εἰ δέ τῳ δοκεῖ παραλελεῖφθαι τὸ λεῖον, εἶναι γὰρ χρὴ τὸ καλῶς πεπεμμένον εὐθὺς καὶ λεῖον, οὐκ ὀρθῶς οὗτος διαγινώσκει. τὸ γὰρ συνεστηκὸς οὐκ ἐνδέχεται μὴ οὐχὶ καὶ λεῖον ὑπάρχειν. ἡνῶσθαι γὰρ αὐτὸ δεῖ τοῖς μορίοις ἅπασι καὶ οἷον ἓν ὑπάρχειν ἀκριβῶς. εἰ δὲ τὰ μὲν ὁλόκληρά τε καὶ τραχέα καὶ σκληρὰ τῶν μορίων αὐτοῦ
589
φαίνοιτο, τὰ δ’ ὑγρὰ καὶ ὑδατώδη, πῶς ἂν εἴη ταῦτα πρὸς ἄλληλα συνεστηκότα; διαλέλυται γὰρ οὕτω γε ἀπ’ ἀλλήλων, καὶ τὰ μὲν τραχέα τε καὶ σκληρὰ κεχώρισται πάντῃ. τὸ δ’ ὑγρὸν, ὡς ἂν ὑδατῶδές τε καὶ λεπτὸν ἔτι μένῃ, οὔθ’ ἑαυτὸ συνδεῖν δύναται τοῖς στερεοῖς οὔτε δι’ ἑαυτοῦ κᾀκείνοις τινὰ κοινωνίαν ἐργάζεσθαι, περιῤῥέον τε αὐτοῖς ἐν κύκλῳ καὶ ᾀποῤῥέον, ἀνώμαλόν τε ἅμα καὶ οὐδαμῶς γε συνεστηκὸς ἐργάζεται τὸ διαχώρημα. τὸ μὲν δὴ τοιοῦτον, λέγω δὴ τὸ μαλθακόν τε καὶ συνεστηκὸς, ὑγιαίνειν μὲν ἐνδείκνυται πάντως τὴν γαστέρα. συνενδείκνυται δὲ, ὡς ἔφην, καὶ τὸ μηδὲν τῶν πέριξ πεπονθέναι καὶ τὸ τὴν ἀνάδοσιν ἀμέμπτως γίνεσθαι. πάντως γὰρ ἂν ὑγρὸν ἦν, ἐλλιπῶς αὐτῆς ἐπιτελουμένης. εἰ δὲ καὶ τὸν καιρὸν φυλάττει τῆς ἐκκρίσεως, καθ’ ὃν ὑγιαίνοντος ἐγένετο, δῆλον ὡς οὔτε βραδυπεψίαν οὔτε τῆς καθεκτικῆς ἢ ἀποκριτικῆς δυνάμεως ἐνδείκνυταί τι σφάλμα. τὸ μὲν δὴ ὀψιαίτερον ἢ χρὴ διαχωρεῖν, ἢ τὴν πέψιν αὐτὴν, ἢ τὴν διὰ τῶν ἐντέρων φορὰν ἐνδείκνυται βραδυτέραν· τὸ δὲ πρωϊαίτερον τὴν ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως, οὐ γὰρ δὴ ῥώμην γε τῆς 
590
ἀλλοιωτικῆς. οὐ γὰρ ἐνδέχεται τὸν νοσοῦντα, καὶ μάλιστα ὀξέως, ῥωμαλεωτέραν ἔχειν τοῦ κατὰ φύσιν τὴν κοιλίαν, ἀλλ’ ἀγαπητὸν, εἰ μὴ πολλῷ τινι τοῦ κατὰ φύσιν ἀπολείποιτο. τὸ μέντοι σὺν δήξει τινὶ ταχέως διεξερχόμενον ἐρεθισμῷ δηλονότι τὸ τοιοῦτον ἔπαθεν, οὔτε δ’ ἰσχὺν οὔτε ἀῤῥωστίαν ὅλως ἐνδείκνυται δυνάμεως. ἀλλὰ τό γε χωρὶς δήξεως, ἤ τινος ἄλλου συμπτώματος ἐν τῷ προσήκοντι καιρῷ κενούμενον, ἐῤῥῶσθαι τὰς τρεῖς τῆς κοιλίας ἐνδείκνυται δυνάμεις, τὴν ἀλλοιωτικὴν, τὴν καθεκτικὴν καὶ τὴν ἀποκριτικὴν, ὅτι δὲ τέσσαρες αἱ πᾶσι φυσικαὶ δυνάμεις ἐν ἑκάστῳ τῶν τοῦ σώματος ἡμῶν μορίων εἰσὶν ἑτέρωθι δέδεικται. καὶ νῦν οὐ χρὴ τῶν οὕτω τι παρεμπιπτόντων ἀπόδειξιν μαθεῖν. ἰδίᾳ γὰρ ὑπὲρ ἑκάστου γέγραπται. λοιπὸν οὖν ὑπὲρ τοῦ χρῆναι πρὸς λόγον τῶν εἰσιόντων εἶναι τὰ κενούμενα, διελθεῖν ἀπολείπεται. τὸ τοίνυν μαλθακόν τε καὶ συνεστηκὸς καὶ κατὰ τὴν τῶν ὑγιαινόντων ὥραν ἐκκρινόμενον, εἰ μὴ διασώζοι τὴν τῶν ἐδηδεσμένων ἀναλογίαν, ἴσχεταί πού τι
591
μέρος αὐτοῦ κατὰ τὸ τυφλὸν ἔντερον, ἢ τὸ κῶλον, ἢ κᾀν ταῖς ἄλλαις ἕλιξι ταῖς λεπταῖς. οὐκ ἀγαθὸν δὲ τοῦτο καὶ ὡς σημεῖον καὶ ὡς αἴτιον. ὡς σημεῖον μὲν, ὅτι τὴν ἀποκριτικήν τε καὶ προωστικὴν ὀνομαζομένην δύναμιν ἄῤῥωστον εἶναί φησιν· ὡς αἴτιον δὲ, ὅτι μένει τινὰ τῶν περιττωμάτων ἔνδον ἃ ἐχρῆν ἐκκρίνεσθαι μᾶλλον. ὥστε τὸ μὲν ἅμα ταῦτ’ ἔχον ἅπαντα τὰ προειρημένα γνωρίσματα διαχώρημα βεβαίως ἐνδείκνυται τὴν κάτω κοιλίαν ὑγιαίνειν· εἰ δέ πῃ τινος αὐτῶν ἀπολείποιτο, ποτὲ μὲν αὐτῆς τῆς γαστρὸς ἐνδείξεταί τινα διάθεσιν, ἐνίοτε δὲ βεβλάφθαι τὴν ἀνάδοσιν, ἢ καί τι τῶν πέριξ ὀργάνων οὐχ ὑγιαίνειν, ἢ καί τι σύμπτωμα κρατεῖν, ὡς ἐπὶ τῆς δήξεως ἐλέγετο. ποῖον οὖν τι τὸ κατὰ φύσιν ἔχον ἀκριβῶς ἐστι διαχώρημα, τὸ μηδὲν μήτ’ ἐν τῇ γαστρὶ μήτ’ ἐν τοῖς πέριξ ὀργάνοις ἐνδεικνύμενον σφάλμα· τοιοῦτον δ’ ἂν εἴη τὸ πρὸς τὸ τὰ προειρημένα διαφυλάττειν ἅπαντα, δύο ταῦτ’ ἔτι προσειληφὸς, ἅπερ αὐτὸς Ἱπποκράτης ἐφεξῆς ἐδίδαξε γράφων ὡδί· ὑπόπυῤῥον δ’ ἔστω καὶ μὴ λίην δυσῶδες.
592
εἰ γὰρ ἤτοι πυῤῥὸν ἀκράτως, ἢ μηδόλως ὑπόπυῤῥον, ἀλλὰ καὶ κατὰ τὴν τῶν ἐδηδεσμένων εἴη χροιὰν, ἤτοι πλέον εἰς τὴν γαστέρα συῤῥεῖν ὠχρᾶς χολῆς, ἢ μηδόλως ὑπιέναι δηλώσει. τούτων δὲ τὸ μὲν πρότερον, εἰ μὲν κατ’ ἀρχὰς γίγνοιτο, χολωδεστέραν ἐνδείκνυται τὴν νόσον· εἰ δ’ ἐν τοῖς τῆς παρακμῆς χρόνοις, ἐκκαθαίρεσθαι χρηστῶς τὸ σῶμα. περὶ μὲν δὴ τούτων ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον διορισθήσεται· τὸ δὲ ἄπεπτον διαχώρημα τὸ λεπτὸν καὶ τραχὺ καὶ ἀχύμωτόν ἐστι, καὶ τὴν τῶν ἐδηδεσμένων διαφυλάττον ποιότητα. τρίτον δ’ ἐπὶ τούτοις ἐστὶ γένος διαχωρημάτων τὸ μηκέτι ἐκ τῆς τῶν σιτίων διαθέσεως, ἀλλ’ ἐκ τῶν συῤῥεόντων εἰς τὴν γαστέρα περιττωμάτων ἐκ παντὸς τοῦ σώματος ἐνδείκνυσθαί τι δυνάμενον, οἷόν περ καὶ τὸ πυῤῥὸν ἀκράτως, ὡς ὀλίγον ἔμπροσθεν ἐλέγομεν. ἀλλὰ τοῦτο μὲν ὅταν ὁ τῆς πικρᾶς χολῆς χυμὸς ἄκρατός τε καὶ πολὺς εἰς τὴν γαστέρα συῤῥέῃ, γίγνεται· τὸ χλωρὸν δὲ τῆς ἰώδους χολῆς ἐστι γνώρισμα, καθάπερ γε τὸ μέλαν ἤτοι τῆς μελαίνης, ἤ τινος αἵματος αὐτόθι κατοπτηθέντος. εἰ δ’ οἷον πελιδνόν τε φαίνοιτο κατὰ τὴν
593
διαχώρησιν, οὐδενὸς ἐδηδεσμένου τοιούτου, ψύξιν τινὰ καὶ νέκρωσιν οὐκ ἀγεννῆ τῶν ἐντὸς ὑποδείκνυσιν, ὥσπερ εἰ καὶ λιπαρὸν, οὐδενὸς ἐδηδεσμένου λιπαροῦ, συντήξεώς ἐστι γνώρισμα. καὶ μὲν δὴ καὶ τὸ γλίσχρον, εἰ μὴ καὶ τοῦτο κατὰ τὴν τοῦ σιτίου φύσιν εἴη τοιοῦτον, συντήξεώς ἐστι σημεῖον. ἀλλὰ τὸ μὲν λιπαρὸν πιμελῆς τηκομένης γίνεται, τὸ δ’ αὖ γλίσχρον αὐτῶν τῶν στερεῶν τοῦ ζώου μορίων, ὥστε χεῖρον μακρῷ. καὶ μὲν δὴ καὶ τὸ λίαν δυσῶδες εἰ μὴ καὶ τοῦτ’ εἴη κατὰ τὸ σιτίον, οὐ μικρὰν ἐνδείκνυται σῆψιν. ἁπλῶς δ’ εἰπεῖν ἐπὶ πάντων εἰ μὴ κατὰ τὸ σιτίον ἡ ποιότης εἴη τῶν διαχωρημάτων, οὕτως ἤδη σκοπεῖσθαι τὴν διάθεσιν, ὥστε κᾂν μὴ λέγηταί που τοῦτο, προσυπακούειν αὐτὸ χρή. καὶ πάντα γε τὰ ὑφ’ Ἱπποκράτους εἰρημένα διὰ τοῦ προγνωστικοῦ, ὡς εἴρηται, δῆλον, διοριζομένων ἡμῶν ἀεὶ τὸ δι’ ἄλλο τι καὶ οὐ διὰ τὸ νόσημα γεγονός. λοιπὸν δ’ ἂν εἴη περί τε τοῦ τρύζοντος εἰπεῖν καὶ ἀφρώδους καὶ ποικίλου. τὸ μὲν δὴ τρύζον ὠνόμασται μὲν ἀπὸ τοῦ γιγνομένου ψόφου κατὰ τὴν διαχώρησιν, ἐνδείκνυται δὲ τὸ μὲν ἐκκρινόμενον αὐτὸ σὺν
594
ὑγρότητι λεπτῇ φυσῶδες εἶναι, τὰ δ’ ὄργανα συνῆχθαί τε καὶ οἷον ἐσφίχθαι καὶ στενοχωρεῖσθαι· τὸ δ’ ἀφρῶδες, ὥσπερ οὖν κᾀπὶ τῶν ἐκτὸς, ἤτοι ζέοντός τινος, ἢ φυσώδους πνεύματος ὑγρῷ μαχομένου γίγνεται. τὸ μὲν δὴ πρότερον ἀμέτρου θερμασίας συντηκούσης τὸ σῶμα, τὸ δὲ δεύτερον ἀνωμάλου ταραχῆς ἐστιν ἔκγονον. τὰ δὲ ποικίλα ποικίλαις ἔχεσθαι τὸ σῶμα διαθέσεσιν ἐνδείκνυται. διὰ τοῦτο οὖν καὶ χρόνια καὶ κακοήθη. αἱ πολλαὶ γὰρ διαθέσεις καὶ χρόνου πλείονος εἰς πέψιν δέονται καὶ τὸν κίνδυνον ἐπιφέρουσιν ὁμότιμον τῷ πλήθει. καὶ γὰρ πέττεται ῥᾷον ἁπλῆ διάθεσις καὶ ἧττον κινδυνώδης ἐστὶ τῆς πολυειδοῦς. οὕτω μὲν δὴ καὶ περὶ τῶν διαχωρημάτων δεῖ γινώσκειν.