De crisibus

Galen

Galen, De crisibus

Ἐφεξῆς δὲ περὶ τῶν οὔρων εἴπωμεν. ἄριστον μὲν οὖν κᾀνταῦθα τὸ τοῖς τῶν ὑγιαινόντων ὁμοιότατον. ὅσον δὲ οὐ τοιοῦτον, ἢ ἁπλῶς ἄπεπτόν ἐστιν, ἢ πρὸς τούτῳ καὶ ὀλέθριον. ἄπεπτον δὲ καὶ πεπεμμένον ὀνόματι μὲν ἓν, ὥσπερ οὖν καὶ τῷ γένει· πάμπολυ δὲ ἐν τῷ μᾶλλόν 

595
τε καὶ ἧττον ἀλλήλων διαφέρουσιν. ὅρους οὖν κᾀνταῦθα πειραθῶμεν ἐπιθεῖναι σαφεῖς, οἷς ἅπαν τοὐν μέσῳ διακριθήσεται. τὸ μὲν δὴ κάλλιστα πεπεμμένον ἐν τοῖς ἀκριβῶς ὑγιαίνουσι σκοπεῖσθαι προσήκει. τοιοῦτον δ’ ἐστὶν ὑπόπυῤῥόν τε ἅμα καὶ ὑπόξανθον καὶ πλέον γε ὑπόπυῤῥον ἢ ὑπόξανθον. εὐθὺς δὲ τοῦτο καὶ τάχους ἔχει συμμέτρως. τὸ δή τοι λεπτότερον ἢ παχύτερον αὐτοῦ πέψιν ἐνδεῆ σημαίνει. τὸ μὲν γὰρ οὔπω κεχύμωται, τὸ δ’ ἔτι τετάρακται. μάθοις δ’ ἂν ἐκ τῶν ἀποκρινομένων μὲν λεπτῶν τε καὶ καθαρῶν, μετὰ ταῦτα δ’ ἤτοι μενόντων ἀεὶ λεπτῶν ἢ μετ’ ὀλίγον ἀναθολουμένων, ὡς ἀμφότερα μὲν εἶναι ἄπεπτα, διαφέρει δὲ τῷ τὸ μὲν οὐκ ἐγχειρεῖσθαί πω πέττεσθαι, τὸ δ’, ὅτι φυσώδη αὐτῷ πνεύματα ἀναμέμικται ταραχή τις, οἷα καὶ τοῖς νέοις οἴνοις τοῖς ἔτι ζέουσι γίγνεται. οὔσης γὰρ τριττῆς διαφορᾶς τῶν οὔρων τῶν θολερῶν, ἢ γὰρ οὐρηθέντα τοιαῦτα καθίσταται μετ’ ὀλίγον, ἢ μένει παραπλήσια μέχρι παντὸς, ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δ’ ἀναθολοῦται.
596
μοχθηρὸν μὲν τὸ τρίτον μέρος τῶν εἰρημένων, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ δεύτερον. τὸ μὲν γὰρ εὐθὺς καθιστάμενον ὀλίγον ἔτι τῆς ἀνωμάλου ταραχῆς ἀπολείπεσθαι δηλοῖ, τὸ δ’ ἀεὶ διαμένον ὅμοιον ἀκμάζειν ἔτι τὸν ἐν τοῖς αἵμασι σάλον ἐνδείκνυται, τὸ δ’ ἔξω ταραττόμενον ἄρχεσθαι πέττεσθαι μέλλει, ὥστ’ εὐλόγως κάκιστον μὲν τοῦτο. καὶ γὰρ καὶ χρόνου παμπόλλου δεῖται, καὶ δυνάμεως ἰσχυρᾶς εἰς τὴν πέψιν. τὸ δ’ οὐρούμενον μὲν θολερὸν, εὐθὺς δ’ ὑπόστασιν ἔχον χρηστὴν, οὐκ εἰς μακρὰν πεφθήσεσθαι δηλοῖ τὸ νόσημα, καὶ διὰ τοῦτο ἐπιεικέστερον. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ λοιπὸν καὶ τρίτον. ἅτε γὰρ ἀκμαζούσης ταραχῆς ἔκγονον ὑπάρχον, ὅσον ἀπολείπεται κακίᾳ τοῦ μέλλουσαν ἔτι τὴν ταραχὴν ἐνδεικνυμένου, τοσοῦτον πλεονεκτεῖ τοῦ παυομένην ἤδη κεκτημένου. τὸ τοίνυν ἐσχάτως ἄπεπτον ὑπὲρ ἅπαντα ταῦτ’ ἐστίν. εἴη δ’ ἂν ὑδατῶδες ἀκριβῶς τὸ τοιοῦτον, οὔτ’ ἤδη πεττόμενον, ὡς τὸ θολερὸν, οὔτε μέλλον, ὡς τὸ μετ’ ὀλίγον ἀναθολούμενον, ἀλλ’ οἷον ἀπεγνωσμένης
597
τῆς πέψεως σύμπτωμα. τὸ τοιοῦτον τοῦ φλεβώδους γένους ὑπάρχει πάθος, οἷον ἀκριβῶς ἀπεψία γαστρός. ὅταν δὲ καὶ ταχέως διεξέρχηται τοῦτο, καλεῖται μὲν ὑπό τινων ὕδερος εἰς ἀμίδα τὸ πάθημα, διαβήτην δ’ ἔνιοι προσαγορεύουσι ἄλλος δέ τις παλαιὸς ἀνὴρ εἰς οὖρα διάῤῥοιαν ὠνόμαζε. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέρωθι σκοπείσθω· τὸ δ’ οὖν πάθημα τοιοῦτόν ἐστιν οἷον ἐν τῇ περὶ γαστέρα λειεντερίᾳ νέκρωσις, ὡς ἂν εἴποι τις, ἀμφοτέρων τῶν δυνάμεων, ἀλλοιωτικῆς τε καὶ καθεκτικῆς ὑπάρχον. ἀλλὰ τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριστον· ἐφεξῆς δ’ αὐτῷ τὸ ὑδατῶδες, ὅσον μὲν ἐπὶ τῷ μὴ πεπέφθαι παραπλήσιον. τῷ δὲ μηδὲν ἄλλο συνενδείκνυσθαι κακὸν καὶ ὀλέθριον ἧττον. ἐκεῖνο μὲν γὰρ οὐ τῆς ἀλλοιωτικῆς μόνον δυνάμεως, ἀλλὰ καὶ τῆς καθεκτικῆς ἀῤῥωστίαν ἐσχάτην δηλοῖ, τουτὶ δὲ τῆς ἑτέρας μόνης, τῆς ἀλλοιωτικῆς. ὅσῳ δ’ ἂν πλείους οὑτινοσοῦν γένους ὀργάνων ἐνέργειαί τε καὶ δυνάμεις ἐμποδισθῶσιν, ἢ καὶ παντάπασιν ἀπόλωνται, τοσούτῳ χεῖρόν ἐστι τὸ νόσημα. διὰ ταῦτ’ ἄρα χείριστον μὲν ἡ εἰς οὖρα διάῤῥοια, διττὴ γὰρ
598
ἡ κακία. μοχθηρὸν δ’ ἱκανῶς καὶ τὸ λεπτὸν οὕτως καὶ λευκὸν, οἷόν περ καὶ τὸ ὕδωρ. ἁπλῆ μὲν ἡ διάθεσις, ἀλλ’ ἔσχατον ἀῤῥωστίας γνώρισμα. τούτῳ δ’ ἐγγύς ἐστιν ἕτερον οὖρον, ἐν πολλαῖς τῶν νόσων φαινόμενον, ὡς οἴνου δοκεῖν ἱκανῶς λευκοῦ καὶ λεπτοῦ μεμιγμένην ἔχειν ἰδέαν. ἡ γένεσις δ’ αὐτοῦ ἐκ τοῦ προειρημένου λεπτοῦ καὶ ὑδατώδους οὔρου βραχὺν ἰχῶρα λεπτὸν ἐκ τῆς πυῤῥᾶς χολῆς ὑποδεξαμένου. καὶ γὰρ εἰ κᾀκτὸς εἰς ὕδωρ καθαρὸν ἐμβάλοις ὠχρᾶς ὀλίγον, ἢ αὐτῆς τῆς χολῆς, τοιοῦτόν σοι φανεῖται. τουτὶ μὲν οὖν ἐγγυτάτω τοῦ παντελοῦς ἀπέπτου, τὸ δ’ ὕπωχρον ἐφεξῆς τούτῳ. τὸ δ’ ὠχρὸν, εἴη μὲν ἂν ἤδη τοῦτο καὶ ὑπόπυῤῥον. εἰ γὰρ εἰς ὕδωρ ἐμβάλλοις, ἢ πυῤῥοῦ χρώματος ὀλίγον, ἢ ὠχροῦ πλέον, ὅμοιόν σοι φανεῖται. πέπτεται δ’ ἤδη τοῦτο, τῆς χρόας γε ἕνεκα. χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι τοῦ ὑδατώδους, εἰ μέλλοι πεπέφθαι καλῶς, ὅσον καὶ τῷ χρώματι. τὸ δ’ ἄριστον ἁπάντων τῶν οὔρων ὑπόπυῤῥόν ἐστιν καὶ ὑπόξανθον, ὡς εἴρηται καὶ πρόσθεν, οἷον εἰ κᾀκτὸς ἐργάσασθαι θελήσοις, αἵματος ὀῤῥῷ καὶ χολῆς
599
πυῤῥᾶς ἐπιθολώσας ὕδωρ. λόγῳ δ’ εἰπεῖν οὐκ ἐγχωρεῖ τὸ ποσὸν τῆς μίξεως, ἀλλ’ ἢ παρ’ ἄλλου χρὴ μαθεῖν, περὶ ἀρίστου οὔρου, ἢ αὐτὸν ἐκ τῆς πείρας διδαχθῆναι τοῦ κατὰ φύσιν οὔρου τὴν ἰδέαν, ἐπ’ αὐτῶν τῶν ὑγιαινόντων ἐξετάζοντα. πεττομένου γὰρ ἔτι τοῦ αἵματος, ὅσον ἂν οὐρηθῇ, λείαν καὶ ὁμαλὴν καὶ λευκὴν ὑπόστασιν καὶ πολλὴν ποιεῖται. τελειωθείσης δὲ τῆς πέψεως, ἐπιτείνεται μὲν αὐτῷ τὰ τοῦ χρώματος, ἔλαττον δ’ ὑφίσταται, κᾂν εἰ πλείονα χρόνον ἐπὶ τούτοις ἄσιτον φυλάττοις τὸν ἄνθρωπον, ὄψει πυῤῥότερον ἀεὶ καὶ μᾶλλον αὐτὸ γινόμενον. ἐδείκνυτο γὰρ δὴ κᾀν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι, ὅσον ἀμετρότερον ἐθερμάνθη τῆς τροφῆς καὶ μάλιστα εἰ πῖον εἴη καὶ γλυκὺ, χολὴ πικρὰ γινόμενον. ἐπεὶ δὲ καὶ ξανθὴν ὀνομάζουσι καὶ πυῤῥὰν καὶ ὠχρὰν τὴν τοιαύτην χολὴν, καὶ μεστὰ πάντα ἐστὶ τὰ τῶν ἰατρῶν βιβλία, τῶν μὲν οὕτως, τῶν δ’ ἐκείνως καλούντων, τινῶν δὲ καὶ ἀδιαφόρως, ἄμεινον ἐν τῷδε πάλιν ἐπιστῆσαι τὸν λόγον, ἵν’ ἕπηταί τις ἀκριβέστερον τοῖς λεγομένοις. ἐγγυτάτω τὴν φύσιν ἐστὶν τὸ πυῤῥὸν χρῶμα τῷ ξανθῷ, 
600
διαφέρει δ’ ἀλλήλων τῷ τὸ μὲν λευκότερον εἶναι, τὸ δὲ στιλπνότερον. καὶ γὰρ οὖν καὶ ἡ πικρὰ χολὴ ποτὲ μὲν πυῤῥὰ φαίνεται μᾶλλον, ποτὲ δὲ ξανθὴ, πολλάκις δ’ ἄν σοι καὶ ὠχρὰ δόξειεν εἶναι, λευκοτέρα μὲν καὶ θολωδεστέρα γινομένη, πυῤῥά· στίλβουσα δὲ καὶ καθαρωτέρα, ξανθή. τὸ γὰρ οἷον πυρῶδες ἐλλάμπον αὐτῇ ξανθότερον ἀπεργάζεται. ὅσον δ’ ἐστὶ τὸ πυῤῥὸν τοῦ ξανθοῦ λευκότερον, τοσοῦτον ἐκείνου τὸ ὠχρόν. ὅσον δ’ αὖ πάλιν ἧττον λευκόν ἐστιν τὸ ξανθὸν τοῦ πυῤῥοῦ, τοσοῦτον τοῦ ξανθοῦ τὸ ἐρυθρόν. ὅθεν καὶ ἡ τοῦ αἵματος χρόα ποτὲ μὲν ξανθοτέρα, ποτὲ δ’ ἐρυθροτέρα φαίνεται. διὸ καὶ τοῦτο ποτὲ μὲν ἐρυθρὸν ὀνομάζουσι, ποτὲ δὲ ξανθόν. οὐδέποτε μέντοι τὸ ξανθότατον αἷμα τὴν αὐτὴν ἔχει χρόαν τῇ ξανθοτάτῃ χολῇ, ἀλλ’ ἔστιν ἐκείνη μὲν ξανθοτέρα, τὸ δὲ αἷμα πάντως ἐρυθρότερον. τὸ γὰρ ἀκριβῶς ξανθὸν αἷμα μέσον ἀκριβοῦς αἵματος καὶ χολῆς ἐστιν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων, ὥστε ἑκατέρου αὐτῷ τῶν χυμῶν προσιόντος μηδέποτε μὲν ἀκριβῶς γίνεσθαι ξανθὸν, ἑαυτοῦ μέντοι ξανθότερον. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ
601
συγκεχύσθαι τὰς προσηγορίας. ὅσον δ’ εἰς τὴν χρείαν διαφέρει, ῥᾷστον ἐξευρεῖν, ὅτι τῶν κατὰ φύσιν οὔρων ὅρος ὁ τῆς ἀκριβοῦς τοῦ αἵματος πέψεως πρῶτος καιρός ἐστιν ἐν τοῖς ὑγιαίνουσιν ἄριστα σώμασι. ὁ δὴ τοῦτο θεασάμενος, εἶθ’ οἷον κανόνα τινὰ τῶν ἄλλων οὔρων ἑαυτῷ ποιησάμενος, ἐξευρήσει ῥᾳδίως τὰς ἀλλοιούσας αὐτὸ διαθέσεις. εἰ μὲν γὰρ τὴν χρόαν ἀκριβῶς ἐπιφυλάττει, ὑπόστασίν τε καὶ λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιεῖται, πέψεως μὲν ἂν εἴη γε καὶ οὕτως ἀκριβοῦς γνώρισμα. πλέονα δὲ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. διὰ τοῦτο καὶ τοῖς παιδίοις σχεδὸν ἅπασι καὶ τῶν τελείων τοῖς ἀργῶς διαιτωμένοις, ἢ ἄλλως ἐμπιπλαμένοις ἱκανὴν ὑπόστασιν ἴσχει τὰ οὖρα. πλεῖον γὰρ ἐν τούτοις ἅπασι τὸ ἀκατέργαστόν τε καὶ ὠμὸν, τοῖς μὲν διὰ τὴν ἀργίαν, τοῖς δὲ διὰ τὴν πλησμονὴν, τοῖς παιδίοις δὲ καὶ διὰ τὴν πλησμονὴν, ἀδδηφάγοι γὰρ μᾶλλον, ἀλλὰ καὶ διότι μία τῆς γαστρὸς ἐνέργεια δυοῖν ἑτέραις
602
ἐνεργείαις ἱκανῶς ἐξαρκεῖν ἀδύνατος, αὐξήσει τε ἅμα καὶ θρέψει. πρὶν οὖν ἀκριβῶς ἐν αὐτῇ πεφθῆναι τὴν τροφὴν, ἕλκει τὸ σῶμα. κᾀντεῦθεν πλεῖστον τὸν ὠμὸν ἀθροίζει χυμόν. διὰ τοῦτο καὶ τοῖς ἐξ ἀργίας τε καὶ πλησμονῆς πυρέττουσιν, ἢν σώζεσθαι μέλλουσι, ἐξ ἀνάγκης ὑφίσταται πλεῖστον. ἔμπαλιν δὲ τοῖς ἐξ ἐνδείας καὶ πόνου πυῤῥὰ μὲν καὶ χολώδη τὰ οὖρα, λύεται γὰρ ἡ νοῦσος καὶ πρὶν ὑποστῆναι πολλάκις. ἀρκεῖ γὰρ ἐπὶ τούτων καὶ νεφέλη καὶ ἐναιώρημα χρηστόν. τοιοῦτον δ’ ἐστὶ τὸ λευκὸν καὶ λεῖον καὶ ὁμαλόν. καὶ γὰρ οὖν αὐτῶν τῶν ὑγιαινόντων τοῖς πονοῦσι πλέον καὶ ἧττον προσφερομένοις σιτία χολωδέστερα τὰ οὖρα. διόπερ οὐδὲ ἁπλῶς ὁ Ἱπποκράτης ἔψεξε τὸ πυῤῥὸν, ἀλλ’ ὅταν ἅμα τῷ τοιοῦτον εἶναι καὶ λεπτὸν ὑπάρχῃ. λέγει γ’ οὖν ᾧδε· ἔστ’ ἂν δὲ πυῤῥὸν εἴη τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ νόσημα εἶναι. δῆλον δὲ καὶ ὡς οὐδὲ ὑφίσταταί τι τοῖς τοιούτοις οὔροις. οὐ γὰρ ἐγχωρεῖ τὸ λεπτὸν ἱκανῶς, οὐδὲ εἰ πάμπολυν χρόνον ἀτρεμοῦν ἀποκέοιτο, λαβεῖν τινα διάκρισιν, ὥστε τὸ μὲν ἐμφερόμενον αὐτῷ παχύτερον ὑποστῆναι, τὸ
603
λεπτότερον δὲ ἐπιπολάσαι. μόνου γὰρ τοῦ παχύτητά τινα κεκτημένου τὸ τοιοῦτον πάθημα. οὐ μὴν οὐδὲ εἰ συμμέτρως εἴη παχὺ, καί τινα βραχεῖαν ὑπόστασιν ἔχον, τοῦτο πέπεπται. εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πεταλώδεις, ἢ πιτυρώδεις ἢ μελαίνας ἢ χλωρὰς ἢ πελιδνὰς ἢ δυσώδεις ὑποστάσεις ἔχοι, πρὸς τῷ καὶ πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλως ὀλέθριον ὑπάρχει. αἱ μὲν γὰρ κριμνώδεις δυοῖν εἰσι διαθέσεων γνωρίσματα, συντήξεως ἁδρομεροῦς καὶ θερμασίας καυσώδους, ἐκφρυγούσης τὸ αἷμα. αἱ δὲ πεταλώδεις αὐτῶν τῶν ἀγγείων εἰσὶ, τὰ ἐπιπολῆς μόρια, πάντως δήπου ἀναλυομένων τε καὶ συντηκομένων, ὡσαύτως δὲ καὶ αἱ πιτυρώδεις, πλὴν ὅσον ἁδρόταται μὲν αὗται καὶ σμικρόταται. πλατύτεραι δὲ καὶ λεπτότεραι τούτων αἱ πεταλώδεις, μέλαιναι δ’ ὑποστάσεις ἢ θερμασίαν ἄκρατον καὶ πυρώδη σημαίνουσιν, ἢ νέκρωσιν ἐκ καταψύξεως ἰσχυρᾶς. οὕτω γὰρ δὴ φαίνεται καὶ τἀκτὸς ἡμῶν μόρια μελαινόμενα, τὰ μὲν ὑπερθερμανθέντα, καθάπερ τοῖς εἱληθεροῦσι, τὰ δ’ ἐσχάτως
604
ψυχθέντα, καὶ οἷον νεκρωθέντα, καθάπερ τοῖς τε πρεσβυτέροις καὶ τοῖς ἄλλοις ὁπωσοῦν ἰσχυρῶς ψυχθεῖσι. καὶ γὰρ οὖν καὶ αὐτῶν ὅλων τῶν οὔρων ἡ μέλαινα χρόα, καὶ προσέτι τῶν ἐναιωρουμένων αὐτοῖς, ἢ ἐποχουμένων νεφελῶν, εἰς τὰς αὐτὰς αἰτίας ἀνάγεται, θερμασίαν, ἢ νέκρωσιν ἐκ καταψύξεως ἰσχυρᾶς. κάκιστον μὲν δὴ σύμπαν τὸ οὖρον μελανθὲν, ὥστε οὐδένα οἶδα σωθέντα τῶν τοιοῦτον οὐρησάντων, ἧττον δ’ ὀλέθριον ἡ ὑπόστασις αὐτοῦ μόνη μελανθεῖσα. ταύτης δ’ ἐστὶν ἧττον ἐναιώρημα μέλαν, ἔτι δ’ ἧττον ἡ νεφέλη. τὸ δ’ αὖ χλωρὸν χρῶμα κατὰ τὴν ἐπὶ τὸ μέλαν ὁδὸν γίνεται, καὶ ἔστιν ὥσπερ οἷον προοίμιον τοῦ μέλανος. εἰ γὰρ κακόηθες εἴη τὸ νόσημα, καὶ τοῖς ἐμέτοις καὶ τοῖς διαχωρήμασι καὶ τοῖς οὔροις τοῖς χλωροῖς, ἐφεξῆς ἐπιφαίνεται τὰ μέλανα. πελιδνὸν δὲ χρῶμα μόνης ψύξεως ἔκγονον, ἡ δ’ αὖ δυσώδης ὀσμὴ σήψεως ἴδιον. εἰ δ’ οἷον ἔλαιον οὐροῖτο, συντήξεως γνώρισμα. τὰ μὲν δὴ τοιαῦτα τῶν οὔρων μοχθηρά· τὰ δ’ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις 
605
λευκὰς καὶ λείας καὶ ὁμαλὰς, ἢ νεφέλας τινὰς ὁμοίως, ἢ ἐναιωρήματα ποιούμενα, πάντων οὔρων ἐστὶ τὰ χρηστότατα, μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη, δεύτερα δὲ ὧν ἐναιωρήματα, τρίτα δὲ ὧν αἱ νεφέλαι. ταῦτα μὲν οὖν τὰ τῆς πέψεώς ἐστι γνωρίσματα, τὰ δ’ ἄλλα σύμπαντα τὰ μὲν ἀπεψίας, τὰ δ’ ὀλέθρου. τὸ μὲν γὰρ λευκὸν καὶ τὸ λεπτὸν καὶ τὸ θολερὸν ἀπεψίας, τὸ δ’ αὖ κριμνῶδες καὶ τὸ πεταλῶδες καὶ τὸ πιτυρῶδες καὶ τὸ μέλαν καὶ τὸ χλωρὸν καὶ τὸ πελιδνὸν καὶ τὸ ἐλαιῶδες καὶ τὸ δυσῶδες ὀλέθρου, τὸ δ’ ὑπόπυῤῥόν τε καὶ ὑπόξανθον ἔτι καὶ λεπτὸν, ᾗ μὲν λεπτὸν, ἄπεπτον, ᾗ δὲ τῇ χρόᾳ τοιοῦτον, ἤδη πέπεπται. μέσον δ’ ἐστὶ τῶν ἀκριβῶς ἀπέπτων τε καὶ πεπεμμένων, ὥσπερ δὴ καὶ οἷς λευκὰ μὲν ἐναιωρήματα καὶ λεῖα, διεσπασμένα δὲ καὶ μὴ συνεχῆ. τοῦτο μὲν δεῖ κᾀν ταῖς ὑποστάσεσι θεωρεῖν, εἰ μὴ λευκαὶ καὶ λεῖαι μόνον, ἀλλὰ καὶ εἰ παντοίως ὁμαλαὶ, τῷ τε μὴ διεσπάσθαι κατά τι καὶ τῷ διὰ παντὸς γίνεσθαι τοῦ χρόνου τοιαῦται. εἰ γὰρ ἐναλλὰξ οὐροῖτο καθαρὰ τοῖς ὑφισταμένοις,
606
ἡμιπέπτου νοσήματος γνωρίσματα. περί τε οὖν τούτων ἁπάντων ὁ θαυμάσιος Ἱπποκράτης πρῶτος ὧν ἴσμεν ἀπεφήνατο κάλλιστα, καὶ ὡς τοῖς μὲν ἀνδράσι καὶ ταῖς γυναιξὶ τὰ μέλανα τῶν οὔρων εἴη κάκιστα, τοῖς δ’ αὖ παιδίοις τὰ ὑδατώδεα. τοῖς μὲν γὰρ παιδίοις συνηθέστερα τὰ παχύτερα, τοῖς δ’ αὖ τελείοις τὰ πυῤῥότερα. τὸ δ’ ἐναντίον ἀεὶ τοῖς οἰκείοις ὀλέθριον. ἀλλὰ καὶ περὶ τῶν ὑπερύθρων οὔρων, εὐθὺς δὲ καὶ τὴν ὑπόστασιν ὑπέρυθρόν τε καὶ λείαν ἐχόντων, ὀρθῶς εἶπεν ὡς σωτήρια μὲν ἱκανῶς ἐστι, χρονιώτερα δὲ τῶν ἀρτίως ὀνομασθέντων ἡμιπέπτων. αἵματος γὰρ ὀῤῥὸς ἐπιχρώζει τὰ τοιαῦτα. χρὴ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῆς πυῤῥᾶς τι μεμίχθαι χολῆς. εἰ δ’ οὕτως ἐστὶ καὶ τὸ κατὰ φύσιν ἀσθενὲς θερμὸν, ὡς μήτε τὴν ξανθὴν χολὴν γεννᾷν ἤδη, μήθ’ αἷμα πεττόμενον ἀκριβῶς, ἀλλ’ ἔτ’ ὀῤῥῶδές τε καὶ ὑγρὸν, ὅτι μὲν εἰς πέψιν αὐτοῦ χρόνου δεῖ πρόδηλον, ὅτι δ’ ἀκίνδυνος ἡ διάθεσις ἡ τῆς ὕλης ἐνδείκνυται φύσις, οὔτε λεπτὴ καὶ ὑδατώδης, οὔτε μὴν παχεῖα
607
τελέως, ἀλλ’ οὔτε δριμεῖά τις, ἢ σεσηπυῖα, χρηστὴ δ’ οὖσα, καὶ τῆς τοῦ αἵματος ἰδέας ἐγγύς.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν οὔρων ὅσον εἰς τὰ παρόντα χρήσιμον εἴρηται πᾶν, ἐφεξῆς ἂν εἴη λέγειν ὅπερ ὑπεσχόμεθα πρόγνωσιν ἀκμῆς, καὶ τῶν ἄλλων τῆς νόσου καιρῶν. εἰ μὲν δὴ τοιοῦτόν τι σημεῖον ἓν, ἢ καὶ πλειόνων σημείων ἄθροισμα εἴχομεν τῶν μελλόντων ἔσεσθαι βεβαίως δηλωτικὸν, οὔτ’ ἂν αὐτὸς ὁ Ἱπποκράτης εἴρηκε μακρὰν τὴν τέχνην, οὔτε ἂν οἱ νῦν ἐθαύμαζον, εἰ δυνατόν ἐστιν εἰς πρόγνωσιν ἰατρικὴν τὰ τοιαῦτα πάνθ’ ἥκειν. ἐπεὶ δ’ οὔτε σημεῖον οὐδὲν οὕτω πιστὸν ὡς ἀκριβῶς ἐνδείξασθαι τὸν μέλλοντα χρόνον ἑκάστου τῶν καιρῶν, ἀλλ’ οὐδὲ κατὰ συνδρομάς τινας ἀλλήλοις ἐπιπλεκόμενα τὰ σημεῖα τῇ πείρᾳ μόνῃ κριθῆναι δύνανται, πάμπολλαι γὰρ ἂν οὕτως αἱ συνδρομαὶ γενήσονται τὸ πλῆθος ὡς μήτε ἀριθμῆσαί τινα αὐτὰς, μήτε τηρῆσαι, μήτε μνημονεῦσαι δύνασθαι, διὰ τοῦτο ἀναγκαῖον ἑκάστου σημείου τὴν φύσιν ἀκριβῶς ἐπισκέπτεσθαι τῷ μέλλοντι προγνώσεσθαι ἀκριβῶς, ἵν’ ἐκ τῆς δυνάμεως ἑκάστου

608
τὴν πρόγνωσιν ᾖ ποιούμενος. οὐ γὰρ δὴ τὰ γε πλείω πάντως ἰσχυρότερα τῶν ἐλαττόνων, ἓν γὰρ ἐνίοτε σημεῖον ἰσχυρὸν πιστότερον γίνεται πολλῶν ἀσθενῶν. ταῦτ’ ἄρα καὶ ὁ θαυμάσιος Ἱπποκράτης ἔλεγεν ἐν τῷ προγνωστικῷ· τὰ σημεῖα δεῖν ἐκμανθάνοντα πάντα κρίνειν ἐκλογιζόμενον τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας· ὥστ’ εὐλόγως καὶ τὴν διδασκαλίαν αὐτῶν ἐποίησε κατὰ τὰς δυνάμεις, οὐχ ἁπλῶς ἐφεξῆς ἀγαθὰ σημεῖα καταλέξας, εἶτ’ αὖθις τὰ κακὰ, προσεπισημηνάμενος δ’ ἐν τοῖς ὀνόμασιν ἑκάστου τὴν φύσιν, ὀλέθριόν τε καὶ δεινὸν ὀνομάζων καὶ δεινότερον καὶ δεινότατον καὶ ἧττον δεινὸν, ἢ μᾶλλον δεινὸν, οὕτω δὲ καὶ πονηρὸν καὶ πονηρότερον καὶ πονηρότατον καὶ θανατῶδές γε νὴ Δία καὶ κακὸν ἁπλῶς. ἐνίοτε δὲ καὶ τὸ κάρτα προσγράφει καθ’ ἑκατέρων τῶν σημείων τὰ γένη, τά τε νῦν εἰρημένα τὰ μοχθηρὰ καὶ τὰ χρηστόν τι δηλοῦντα. καὶ γὰρ οὖν καὶ κατ’ ἐκεῖνα τὸ μὲν ἄριστον λέγει, τὸ δὲ ἀγαθὸν ἁπλῶς, τὸ δὲ μᾶλλόν τε καὶ ἧττον. τοιοῦτον δέ τι καὶ τὸ κάρτα, μεγάλην ἔχειν δύναμιν εἰς σωτηρίαν
609
φησίν. ἐνίοτε δ’ οὐδὲν τούτων προσθεὶς, ὅτι χρόνου σημεῖον ἔσται, καὶ μακρᾶς λύσεως ἐμνημόνευσεν, ἡμῖν, ὡς οἶμαι, καταλιπὼν λογίζεσθαι περὶ τῶν τοιούτων ἁπάντων, ὡς οὔτε πονηρὰ τὸ σύμπαν οὔτ’ ἀκίνδυνα τελέως ἐστὶν, ἀλλὰ σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει σωτήρια, σὺν ἀσθενεῖ δὲ κινδυνώδη. ταῦτα οὐκ ἀναγνῶναι χρὴ μόνον ἐκ τῶν Ἱπποκράτους συγγραμμάτων, ἀλλὰ καὶ μνημονεῦσαι καὶ παραφυλάξαι πολλάκις ἐπὶ τῶν ἀσθενούντων, ἵν’ ἐκ τοῦ συνεχῶς ἑωρακέναι τὴν ἀκριβῆ τῆς δυνάμεως αὐτῶν ἔχωμεν διάγνωσιν· ἀναπεμπάζεσθαι δὲ πρὸς ἑαυτοὺς ἀεὶ καὶ σκοπεῖν τίνα μὲν ἄριστα σημεῖα, τίνα δέ χείριστα, τίνα δ’ ἐν τῷ μεταξὺ τούτων ἐστὶν οἷον βαθμούς τινας ἔχοντα, τὰ μὲν ἐγγὺς τοῖς ἀρίστοις, τὰ δ’ ἐγγὺς τοῖς χειρίστοις, καὶ τίνα μὲν ἧττον, τίνα δὲ μᾶλλον, ἐπὶ τοῦ ἐναλλὰξ εὑρῆσθαι, ἐγγὺς καὶ πόῤῥω τούτων ἐστὶ, τίνα δ’ ἀκριβῶς μέσα θετέον ἐστὶν ἀγαθῶν τε καὶ κακῶν σημείων· ἔπειτ’ ἐφεξῆς σκοπεῖσθαι τίνα μὲν ἀεὶ κακὰ, τίνα δὲ διὰ παντὸς ἀγαθὰ, τίνα δὲ τοῖς καιροῖς ὑπαλλάττεται ὅλης τῆς νόσου, ποτὲ μὲν ἀγαθὰ, ποτὲ δὲ κακὰ 
610
τοιαῦτα γινόμενα, καὶ ποτὲ μὲν ἄπιστα, ποτὲ δὲ πιστά. καὶ γὰρ οὖν καὶ τοῦτο πρὸς Ἱπποκράτους εἴρηται θαυμαστῶς, ὅτι τοῖς μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως. ὅπερ εἰ μὴ γινώσκει τις, οὐδ’ οἷός τ’ ἔσται προγνῶναι σαφῶς. ἀλλ’ ἐνίοτε μὲν ἐνεστηκυίας ἤδη τῆς κρίσεως οὐδὲν ἂν ἰδιώτου φαίνοιτο διαφέρων, ἀλλὰ ταράττοιτό τε ἅμα καὶ φοβοῖτο περὶ τοῦ μέλλοντος, ἐνίοτε δ’ ἂν οἰηθεὶς ἀπηλλάχθαι τῆς νόσου τὸν κάμνοντα, κᾄπειτα συγχωρήσας ἀδεῶς διαιτᾶσθαι, μέγα τι κακὸν ἐξειργάσατο. διαπαντὸς δ’ ἂν κακῶς διαιτῴη, μὴ προγινώσκων τὴν ἐσομένην ἀκμήν. εἰ μὴ γὰρ πρὸς ταύτην ἀποβλέπων τις εὐθὺς ἐξ ἀρχῆς καταστήσει τὸν τῆς διαίτης τρόπον, οὐκ ἔστιν ὅπως οὐ μέγα τι κακὸν ἐξεργάσεται τὸν κάμνοντα.

Ταῦτ’ οὖν ἤδη λέγωμεν ἡμεῖς, ὡς προὐθέμεθα, διαλεγόμενοι κατὰ γένος ἕκαστον. καὶ πρῶτόν γε τῶν σημείων ἁπάντων, ὡς ἔστι τριττή τις διαφορὰ, διέλθωμεν,

611
ἔπειτα δ’ ἑκάστου τὰς δυνάμεις· εἶθ’ ὡς ἄν τις μάλιστα προγινώσκοι τοὺς καιροὺς τῶν νοσημάτων. ἡ μὲν δὴ τριττὴ φύσις ἁπάντων τῶν σημείων ὁποία τίς ἐστιν, εἴρηται μὲν καὶ πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ὡς τὰ μὲν πέψεώς τε καὶ ἀπεψίας ἐστὶ, τὰ δ’ ὀλέθρου καὶ σωτηρίας ἐνδεικτικά. ταυτὶ μὲν οὖν τὰ δύο γένη· τρίτον δ’ ἐπὶ τούτοις ἄλλο γένος ἀνακειμένων ταῖς κρίσεσι τῶν σημείων. ἀπεψίας μὲν οὖν καὶ πέψεως γνωρίσματα διαχωρήματά τε καὶ πτύσματα καὶ οὖρα τίθεσθαι χρή· τὰ δ’ ὀλέθρου καὶ σωτηρίας ἐνδεικτικὰ σημεῖα τά τε σὺν αὐτοῖς ἐστιν ἐκκρινόμενα καὶ τὰ καθ’ ὅλον τὸ σῶμα φαινόμενα· περὶ ὧν ἐπὶ πλεῖστον ἐν τῷ προγνωστικῷ διῆλθεν ὁ Ἱπποκράτης. εἴς γε μὴν τὰς κρίσεις συνεισφέρει μὲν τινὰ καὶ τούτων, οὐ μὴν ἀλλ’ ἴδιόν τι γένος αὐτῶν ἐστιν ἐξαίρετον, ὃ μικρὸν ὕστερον ἅπαν εἰρήσεται. τὰ μὲν δὴ τῆς ἀπεψίας τε καὶ πέψεως σημεῖα βεβαίαν ἀεὶ τὴν οἰκείαν ἔχει δύναμιν, ἄν τ’ εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἄν τε καὶ κατὰ τὰς μετ’ αὐτὴν ἐπιφαίνηται. τὰ μέντοι τοῦ τρόπου τῶν νοσημάτων τριχῶς διῄρηται·
612
τὰ μὲν, ὡς καὶ πρόσθεν ἐλέγετο, τοῖς οὔροις τε καὶ διαχωρήμασι καὶ πτυέλοις ἐμφαινόμενα, τὰ δὲ ἐν ταῖς διαθέσεσιν ὅλου τοῦ σώματος εὑρισκόμενα, τὰ δ’ ἐν ταῖς φυσικαῖς τε καὶ ψυχικαῖς ἐνεργείαις ἐμφαινόμενα. ταῦτα δ’ οὐκ ἔτι σύμπαντα πιστὰ κατὰ πάντας τῶν νοσημάτων τοὺς καιρούς. ἀλλ’ ἐφεξῆς αὐτὰ διαιρήσομεν. τὰ δὲ δὴ κρίσιμα συμπτώματα, διττὴ μὲν καὶ ἡ τούτων φύσις, ἢ ὡς αἰτίων τε ἅμα καὶ ὡς σημείων, ἢ ὡς σημείων μόνον. ἄπιστός τε πᾶσα καὶ τἀναντία σημαίνουσί τε καὶ δρῶσι, κατὰ τοὺς διαφέροντας καιροὺς τῶν νοσημάτων. ἐν τούτοις δὲ δὴ καὶ τὸ σύμπαν ἐστὶν ἀγώνισμα τῆς προγνώσεως. ἐν ἄλλῳ μὲν γὰρ καιρῷ καὶ κατ’ ἄλλην διάθεσίν ἐστι κρίσιμα, κατ’ ἄλλην δέ τινα διάθεσιν, ἢ καιρὸν τῆς νόσου, συμπτώματα μὲν, ἢ σημεῖα γίνεται μοχθηρὰ, κρίσιμα δὲ οὐδ’ ὅλως ἐστίν. εἴρηται δὲ περὶ τούτων καὶ πρὸς Ἱπποκράτους πολλάκις. ἀλλ’ ἀρκεῖ κατά γε τὸ παρὸν ὑπομνῆσαι διὰ μιᾶς ῥήσεως ἐκ τοῦ δευτέρου τῶν ἐπιδημιῶν· τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. τουτὶ δ’ οὐκ ἔτι τοῖς τῆς πέψεώς τε καὶ
613
ἀπεψίας ὑπάρχει σημείοις, ἀλλὰ διὰ παντὸς ἕκαστον αὐτῶν ἕν τι σημαίνει καὶ ταὐτὸν ἀεὶ, τὸ μὲν εὔχρουν εἰ τύχῃ καὶ λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον οὖρον πέψεως σημεῖον, τὸ δὲ λεπτόν τε ἅμα καὶ μηδεμίαν ὑπόστασιν ἔχον ἀεὶ σημεῖον ἀπεψίας. καὶ τὸ μὲν τῆς πέψεως ἀγαθὸν ἀεὶ, τὸ δὲ τῆς ἀπεψίας οὐκ ἀγαθόν ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν εἰρημένων. εἰ μέντοι κεφαλαλγίαν, ἢ παραφροσύνην, ἢ σκοτοδινίαν, ἢ δύσπνοιαν, ἢ ἄλυν, ἢ κῶμα θεάσῃ, βέβαιον οὐδὲν ἐπὶ τούτοις οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἔχεις προγνῶναι. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’ ἱδρῶτας, ἢ ἐμέτους, ἢ κοιλίας, ἢ οὔρων ἔκκρισιν πολλὴν, ἢ αἱμοῤῥαγίαν ἐκ ῥινῶν, ἢ ὑστερῶν, ἢ αἱμοῤῥοΐδων, ἢ παρωτίδας, ἢ τἄλλα ἀποσκήμματα. σύμπαντα γὰρ ταῦτα καὶ κρίσιμα καὶ οὐ κρίσιμα γίγνεται, κατὰ διττὸν τρόπον, ἢ τῷ μηδ’ ὅλως ποιῆσαι κρίσιν ἢ τῷ κακῶς ἐργάσασθαι. τραχήλου μὲν γὰρ πόνος καὶ κροτάφων βάρος καὶ μαρμαρυγαὶ καὶ σκοτόδινοι καὶ κεφαλαλγίαι
614
καὶ δάκρυον παραῤῥέον ἀκούσιον, ἐξέρυθρόν τε τὸ πρόσωπον ἅμα τοῖς ὀφθαλμοῖς, ἢ τὸ κάτω χεῖλος σειόμενον, ἢ ἀγρυπνία τις, ἢ κῶμα, σημεῖα μόνον ἐστὶν ἐνίοτε κρίσιμα, καθάπερ καὶ ἆσθμα καὶ ἄλυς τις, ἢ δύσπνοια καὶ ὑποχόνδριον ἀνασπώμενον, ἄση τέ τις, ἢ ναυτία ἱκανὴ καὶ καῦμα καὶ δίψος σφοδρὸν, καρδιαλγία, καὶ τὸ φέρειν μὴ δύνασθαι τὴν κατάκλισιν, καὶ τὸ παραπαίειν καὶ βοᾷν. γίνεται οὖν ἤδη καὶ ταῦτα πολλάκις ὑπογυίου κρίσεως σημεῖα· τὸ δ’ ἕτερον γένος οὐχ ὡς σημείων ἐστὶ μόνον κρισίμων, ἀλλὰ καὶ ὡς αἰτίων. ἔστι δ’ ἔμετοί τε καὶ διαχωρήσεις γαστρὸς καὶ οὔρων πλῆθος καὶ ἱδρῶτες, αἱμοῤῥαγίαι τε καὶ παρωτίδες καὶ ἀποσκήμματα. συμβαίνει δὲ μήτ’ ἐπὶ τοῖς πρώτοις συμπτώμασι, ἃ δὴ καὶ σημεῖα μόνον ἐστὶ κρίσεως, μήτ’ ἐπὶ τοῖς δευτέροις, ἃ δὴ καὶ τὴν τῶν σημείων ἔχει δύναμιν, καὶ τὴν τῶν αἰτίων γε ἐξ ἀνάγκης γίνεσθαι κρίσιν. ἕτερον δὲ γένος ἐστὶ σημείων τε ἅμα καὶ συμπτωμάτων, οὔτε κρίσιμον ὀνομαζόμενον, ὃ μήτε δηλοῖ μήτε ποιεῖ κρίσιν, οὔθ’ ὁμοίως 
615
πιστὸν ὅλον, ὥστε κατὰ τὰς πέψεις, οὔτ’ ἄπιστον τελέως ἅπαν, ἀλλ’ ἔστιν εὑρεῖν ἐν αὐτοῖς ἔνια μὲν ἀγαθὰ διὰ παντὸς, ἔνια δὲ φαῦλα. τὸ δ’ οὖν ὡς τὸ πολὺ τοιαῦτ’ εἶναι πάντ’ ἔχει. τὸ μὲν οὖν ἐῤῥῶσθαί τε τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθόν. ἀγαθὸν δὲ καὶ ἡ εὔπνοια καὶ ἡ εὐσφυξία καὶ ἡ εὐφορία καὶ τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον πρόσωπον, εὐσχήμων τε κατάκλισις, ὁμαλότης τε τοῦ σώματος σύμπαντος, ὅσα τε ἄλλα κατὰ τὸ προγνωστικὸν ὑφ’ Ἱπποκράτους εἴρηται· κακὰ δὲ τἀναντία τούτου, τουτέστι δυσφορία, κακοσφυξία, δύσπνοια, καὶ μάλισθ’ ἡ ψυχροῦ τοῦ πνεύματος ἐπνεομένου γινομένη· καὶ τὰ ἄλλα ὅσα κατὰ τὸ προγνωστικὸν ὑφ’ Ἱπποκράτους εἴρηται, διορίζοντος σαφῶς ἑκάστου σημείου τὴν δύναμιν. ὅσα μὲν γὰρ ἁπλῶς ἀγαθὰ καὶ δεινὰ καλεῖ, πλειστάκις ἐστὶ τοιαῦτα.

Τὰ δ’ ἄριστά τε καὶ χείριστα πρὸς αὐτοῦ λεγόμενα, καὶ μάλιστα ἐφ’ ὧν προστίθησι τὸ κάρτα, τοιαύτην ἔχει δύναμιν ὡς ἤτοι διαπαντὸς ἕν τι δηλοῦν ἢ σπάνιον

616
εἶναι τὸ μὴ δηλῶσαι, τοιαύτης δή τινος οὔσης διαφορᾶς ἐν τοῖς σημείοις, εἰ μὲν ἀδύνατόν ἐστι διακρῖναι πότε τὰ κρίσιμα σημεῖα σημαίνει κρίσιν, ἢ πότε τὰ κρίνοντα συμπτώματα κρίσιν ἀγαθὴν, ἢ κακὴν ἐπιφέρει, μάτην μὲν ἂν Ἱπποκράτης ἔλεγε· τοῖσι μὴ κατὰ λόγον κουφίζουσι οὐ δεῖ πιστεύειν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως· ἡμεῖς τε μάτην ἐνεστησάμεθα πραγματεύσασθαί τι περὶ κρίσεων. εἰ δ’ οὔτ’ ἄλλο τι τῶν πάντων, οὐδὲ ταῦτ’ εἴρηται πρὸς Ἱπποκράτους μάτην, εἴη ἄν τι πάντως γνώρισμα πιστὸν, ᾧ τὸ κατὰ λόγον τε καὶ παρὰ λόγον διορίζεται. τί δὲ τοῦτ’ ἔστι, ἡδέως ἂν ἤκουσα παρὰ τῶν ὑπερφρονούντων τῆς παλαιᾶς ἰατρικῆς. ἡμεῖς μὲν γὰρ πεπείσμεθα τὸ πρὸς Ἱπποκράτους λεγόμενον ἀληθὲς εἶναι πάντως, ὡς πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφαλείην ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας, ἢ πόνους ἰσχυροὺς, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς. ὥστε καὶ τὸν τῆς ἀρχῆς καιρὸν οὐκ ἄλλῳ τινὶ κρίνομεν,
617
ὡς καὶ πρόσθεν ἔφαμεν. ἐκεῖνοι δὲ οὐδὲ ἡμῖν ἔδοσαν ἀρχῆς γνώρισμα, διὰ τοῦτο οὐκ ἴσασι διακρῖναι πότε μὲν ὀλεθρίως δυσφορεῖ τις, ἢ παραπαίει, πότε δ’ ἐγγὺς οὔσης τῆς κρίσεως· ἀλλ’ ὅμοιοι τοῖς ἰδιώταις εἰσὶν, οὔτ’ εἰς ὅ τι τελευτήσει τὰ γινόμενα προγινώσκοντες οὔθ’ ὅ τι χρὴ ποιεῖν ἐξευρίσκοντες. ἀλλὰ περὶ μὲν τούτων εἰρήσεται καὶ πάλιν.

Πῶς δ’ ἄν τις, εἰ καὶ μήπω παρεῖεν οἱ καθόλου καιροὶ τῆς νόσου, οἷός τ’ εἴη προγινώσκειν αὐτοὺς τῇ χρείᾳ τῆς τέχνης συμφορώτατα, τοῦτο ἤδη δίειμι. πρόκειται μὲν γὰρ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας εἰδέναι τό γε τοσοῦτον, ὡς ἤτοι κατὰ τὴν πρώτην ἢ τὴν δευτέραν τετράδα κριθήσεται τὸ νόσημα. τὸ γὰρ εἴτε τεσσαρεσκαιδεκαταῖον, εἴτε εἰκοσταῖον, οὔπω δῆλον. ἀλλ’ οὐδὲν ἐκ τούτου μέγα τὸ τῆς διαίτης εἶδος ὑπαλλάττεται, καθάπερ εἰ τεταρταῖον ἢ πεμπταῖον κρίνεσθαι μέλλον, οὕτως αὐτό τις διαιτήσειεν, ὡς εἰ καὶ τεσσαρακοσταῖον ἔμελλε λυθήσεσθαι. τουτὶ μὲν γὰρ ἐσχάτως ἄτοπον. καὶ ὅστις ἰατρὸς οὐ προγινώσκει κατὰ τὴν πρώτην, ἢ

618
τὸ πλεῖστόν γε τὴν δευτέραν ἡμέραν, τὸ μὴ δυνάμενον ἐξωτέρω τῆς πρώτης ἐκταθῆναι νόσημα ἑβδομάδος, μέγιστα τοῦτον εἰκὸς ἁμαρτάνειν. εἰ μὲν οὖν ἅπαξ, ἢ δίς ποτε σφαλείη περὶ τὸ τοιοῦτον, συγγνωστός· εἰ δ’ ὅλως οὐκ οἴεται πρόγνωσιν οὐδεμίαν εἶναι τῆς ἐσομένης ἀκμῆς τοῦ νοσήματος, οὐδὲ σμικρὸν οὗτος ἐπαΐει τέχνης ἰατρικῆς. ἐγώ γ’ οὖν τοσοῦτον ἀποδέω τοῦ τὸ μέλλον πᾶν ἄγνωστον ὑπολαμβάνειν, ὥστ’ εἰς ἐπιστήμην βεβαίαν ἐνίοτε ἥκειν αὐτὸ πείθομαι. τί γὰρ ἂν, εἴ τις εὐθὺς κατὰ τὴν πρώτην ἡμέραν οὐδὲν ἔχων σημεῖον κινδυνῶδες, ἀλλὰ καὶ προσέτι σύμπαντα σωτήρια, πυρέττοι μὲν ὀξέως, οὐροίη δὲ εὔχρουν τε ἅμα καὶ συμμέτρως παχὺ, ἆρα οὐ πρόδηλον ἰατρῷ τοῖς ἔργοις τῆς τέχνης προσηδρευκότι περὶ μὲν πρώτην τετράδα τὸ τοιοῦτον κριθήσεσθαι; καὶ μᾶλλον, εἰ νεφέλη τις, ἢ ἐναιώρημα χρηστὸν αὐτῷ γένοιτο, καὶ πολὺ δὲ μᾶλλον, εἰ καὶ ὑπόστασις ἀγαθή; ἀλλὰ δὴ τοῦτο διὰ συντόμου μὲν εἴρηται, μαθεῖν δ’ οὐκ ἐνδέχεται διὰ συντόμου αὐτό. πάντα γὰρ χρὴ ἐπίστασθαι τὰ ἀγαθά τε καὶ κακὰ σημεῖα τὸν ἀκριβῶς αὐτὰ προγνωσόμενον.
619
ὥσπερ οὖν εἰδὼς ταῦτα καὶ ὁ Ἱπποκράτης ἔλεγεν· οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν· εὐήθεις μὲν εἰπὼν τοὺς ἐναντίους τοῖς κακοήθεσιν, ἀποφηνάμενος δὲ ὡς οὐδέτεροι τὴν τετάρτην ἡμέραν ὑπερβαίνουσι. ἀλλ’ οἱ μὲν λύονται πάντως, οἱ δὲ ἀναιροῦσιν. ὡς οὖν ὁ πάντ’ ἔχων ἀσφαλέστατα σημεῖα πυρετὸς ὀξὺς, ἐν τῇ πρώτῃ περιόδῳ τῶν κρισίμων ἡμερῶν ἴσχει τὴν λύσιν, οὕτως ὁ παρακείμενος αὐτῷ τῆς ἑβδόμης οὐκ ἂν ἐξωτέρω προβαίη. τίς δ’ ἐστὶν οὗτος, ἢ δῆλον ὅτι ᾧ πάντα οὐκ ἔστι ἀσφαλέστατα; λέλεκται γὰρ οὖν ἤδη καὶ πρόσθεν ὡς οὐ ταὐτόν ἐστιν ὑπερθετικῶς εἰπεῖν ἢ ἁπλῶς ὁτιοῦν. οὐκ οὖν οὐδ’ ἀσφαλές τε καὶ ἀσφαλέστατον, οὐδὲ κακόηθες καὶ κακοηθέστατον, οὐδὲ δεινὸν καὶ δεινότατον, ἴσην ἔχει τὴν δύναμιν. ἔστω δή τις εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας πυρετὸς ὀξὺς, οὐκ ἄκρως μὲν ἁπλούστατός τε καὶ ἐπὶ σημείων ἀσφαλεστάτων, ἁπλοῦς μέντοι καὶ ἐπὶ σημείων ἀσφαλῶν. 
620
ὃν γὰρ Ἱπποκράτης εὐήθη καλεῖ, τοῦτον ἐγὼ ἁπλοῦν ὀνομάζω, σαφηνείας ἕνεκεν φεύγων τὴν ὁμωνυμίαν, οὗτος εἰς τὴν δευτέραν τετράδα προβήσεται. τὸ δ’ εἴτε κατὰ τὴν πέμπτην ἡμέραν, ἢ τὴν ἕκτην, ἢ τὴν ἑβδόμην κριθήσεται, προϊόντος τοῦ λόγου διορισθήσεται. κατὰ ταὐτὰ δὲ καὶ ὁ κακοήθης τε καὶ ἐπὶ σημείων δεινῶν γινόμενος, καὶ γὰρ καὶ οὗτος ὅσον ἀπολείπεται τοῦ κακοηθεστάτου καὶ μετὰ σημείων δεινοτάτων γινομένου, τοσοῦτον καὶ τὸν θάνατον ὀψιαίτερον ποιήσει. εἰ δέ τις ἁπλοῦς τε καὶ ἁπλουστάτους καὶ κακοήθεις τε καὶ κακοηθεστάτους πυρετοὺς ἀγνοεῖ διαγινώσκειν, οὔτ’ εἰ καλῶς οὔτ’ εἰ μὴ καλῶς εἶπεν ὑπὲρ αὐτῶν Ἱπποκράτης, οἶός τ’ ἔσται ποτὲ τῇ πείρᾳ βασανίσαι. εἰ δὲ μηδὲ τὰς τῶν σημείων εἰδείη δυνάμεις, ἀλλ’ ἁπλῶς οἴοιτο τὰ μὲν ἀγαθὰ, τὰ δὲ κακὰ μόνον ὑπάρχειν αὐτῶν, ἔτι καὶ μᾶλλον ὡς ἐπῳδὴν γραὸς ἀναγνώσεται τὰ πρὸς Ἱπποκράτους γεγραμμένα. τοὺς μὲν δὴ τοιούτους τῶνδε τῶν ὑπομνημάτων ἀπαλλάττεσθαι ἀξιῶ· τοῖς δὲ τὸ προγνωστικὸν Ἱπποκράτους ἀκριβῶς ἀνεγνωκόσιν ἐφεξῆς διαλέξομαι. κατὰ μὲν δὴ τὴν πρώτην ἡμέραν,
621
οὕτως δὲ ἄκουέ μου διαπαντὸς ὅλον τὸν ἐξ ἡμέρας τε καὶ νυκτὸς χρόνον, εἰς τὰς τέτταρας ἐπὶ ταῖς εἴκοσι ὥραις τεμνόμενον, ὑδατῶδες μὲν ἀκριβῶς οὐρείσθω, πυρετὸς δὲ ἔστω βληχρός· οὗτος ὁ ἄνθρωπος εἰς μακρὸν ἐκταθήσεται χρόνον. ὁπόσον δέ τινα τοῦτον ἐν μὲν ταῖς πρώταις ἡμέραις οὔτε δυνατὸν γνῶναι οὔτε εἰδέναι χρήσιμον. οὗ γὰρ ἕνεκα δεόμεθα τῆς τοιαύτης προγνώσεως, ἔχομεν ἤδη τοῦτο τὸ τῆς διαίτης τὸ σχῆμα καταστήσασθαι πρόσφορον, τῆς ἀκμῆς μετὰ πολλὰς ἡμέρας ἐσομένης. καθ’ ἑκάστην μέντοι τετράδα παραφυλάττων ἀκριβῶς τὰ σημεῖα, καὶ αὐτὸν τὸν τῆς ἀκμῆς χρόνον ἀκριβῶς δυνήσῃ προγνῶναι. χρὴ γὰρ, φησὶν, ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμέεσθαι, καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι, καὶ οὐ λήσεις ὅπῃ τρέψεται τὸ νόσημα. ταυτὶ μὲν οὖν κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον ἐξεργασόμεθα. πρὸς δὲ τὴν τοῦ πρώτου καιροῦ πρόγνωσιν, ὃν ἀρχὴν ὀνομάζουσιν, εἰς ὅσον ἐκταθήσεται χρόνον, ἤδη μέγα τι κατὰ τὴν πρώτην ἡμέραν ἐδείχθη λαμβανόμενον, ὅπερ ἐπὶ τῆς δευτέρας ἡμέρας ἔτι σαφέστερον ἔνεστι διορίζεσθαι. μενόντων
622
γὰρ ὁμοίως τοῦ τε πυρετοῦ καὶ τῶν οὔρων, οὐ μόνον ὡς οὔπω τῆς ἀναβάσεως ἡ νόσος ὑπήρξατο λέγειν ἔχομεν, ἀλλ’ ὡς οὐδὲ θᾶττον ἄρξεται τῆς ἑβδόμης ἡμέρας. ἔμαθες γὰρ ὡς ἐσχάτως ἄπεπτον ὑπάρχει τὸ ὑδατῶδες οὖρον. ὥστ’ οὐ μόνον ἤδη παρόντα διαγινώσκειν οἷόν τε τὸν τῆς ἀρχῆς καιρὸν, ἀλλὰ καὶ προγινώσκειν πολλάκις εἰς ὅ τι τελευτήσει.

Ἐπὶ μὲν δὴ τῶν οὕτως χρονίων ἱκανῶς ἐστιν ὁ καιρὸς τῆς ἀρχῆς μακρός· ἐπὶ δὲ τῶν κατοξέων ἐσχάτως στενός. εἰ γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐν τοῖς οὔροις τι φαίνοιτο σημεῖον πέψεως, ἐκπέπτωκεν ἤδη τοῦτο τῆς ἀρχῆς. ἆρ’ οὖν οὐδ’ ἤρξατο τοῦτο τὸ παράπαν; ἢ τοῦτο μὲν ἀδύνατον; οὐ γὰρ ἐνδέχεταί τι νόσημα τὴν ἰδίαν ἀκμὴν ἀπολαβεῖν ἄνευ τῆς ἀρχῆς τε καὶ τῆς ἀναβάσεως. ἐσχάτως δὲ βραχὺς ἑκάτερος ὁ χρόνος αὐτῶν γίνεται, ὡς πολλάκις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάσαι τὴν νόσον. οὕτως οὖν ὀξείας ἀρχῆς οὐδὲ πρόγνωσιν δεῖ ζητεῖν τοῦ τέλους, ἀλλ’ ἀγαπᾷν εἰ παροῦσάν τε διαγινώσκειν τις δύναιτο καὶ ὁπηνίκα πρῶτον εἰς τὴν ἀνάβασιν μεταπίπτει σαφῶς γνωρίζειν.

623
ἔστι δὲ κοινὴ τῶν τοιούτων ἀρχῶν τε καὶ ἀναβάσεων ἡ διάγνωσις τοῖς τοῦ πρώτου παροξυσμοῦ μέρεσιν. ἡ γὰρ αὐτὴ κᾀκείνου καὶ τοῦ σύμπαντος νοσήματος ἀρχή τε καὶ ἀνάβασις γίνεται· οὐ γὰρ δὴ κᾀκεῖνος εὐθὺς ἀπ’ ἀκμῆς ἄρχεται. τοῦτο γὰρ οὐ μόνον οὐδεὶς οἶδεν, ἀλλ’ οὐδ’ ἐπινοῆσαι δύναται, πυρετὸν ὀξὺν εὐθὺς ὑπὸ τὴν πρώτην εἰσβολὴν ἀκμάζοντα συστῆναι, καθάπερ ὑπὸ κεραυνοῦ πληγέντος τοῦ ἀνθρώπου. πῶς οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκμάζον γνωρισθήσεται τὸ νόσημα; πῶς δ’ ἄλλως ἢ εἰ τὰ τῆς πέψεως εὐθὺς ἔχει σημεῖα; παραπλήσιον γάρ τι συμβαίνει κατὰ τὴν τῶν ὠμῶν χυμῶν πέψιν οἷόν τι κᾀν τοῖς φλεγμαίνουσι μορίοις συμπίπτει. λέγει δέ που καὶ περὶ τούτων ὁ Ἱπποκράτης ᾧδε· περὶ μὲν τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου. ὥσπερ οὖν οὐκ ἐνδέχεται διαπυησάσης φλεγμονῆς ἔτ’ ἀκμαῖον πυρετὸν εἶναι, ἢ πόνον ἀπαντῆσαι, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ἂν ὑφίστηταί τι χρηστὸν ἐν τοῖς οὔροις ἀκριβῶς. νεφέλης μέντοι γε
624
μόνης, ἤ τινων ἐναιωρημάτων ἀγαθῶν γινομένων, ὁ τῆς ἀκμῆς καιρὸς οὔπω πάρεστι. καὶ πολὺ δὴ μᾶλλον, ἐπειδὰν μηδὲν τούτων ᾖ, πλὴν εἰ μὴ πάνυ σφόδρα χολῶδες εἴη τὸ νόσημα. ὅστις ἂν οὖν ἅπασι τοῖς εἰρημένοις πολλάκις ἐπὶ τῶν ἀῤῥώστων ἀκριβῶς τὸν νοῦν προσέσχε, τοῦτον οὐκ ἄν ποτε λάθοι καιρὸς οὐδείς. ἀλλ’ εἰ μὲν ὀξὺς εἴη, παρόντα τε ἂν αὐτὸν διαγινώσκοι ἀκριβῶς, καὶ προγινώσκοι τ’ ἂν ὅσον οὔπω γενησόμενον· εἰ δὲ χρόνιος, ἐκ πολλοῦ μὲν στοχάσαιτο ἂν, προσιόντος δ’ ἐγγυτέρω σαφέστερον ἔτι προγινώσκοι. καθόλου γὰρ χρὴ τοῦτο γινώσκειν, ὡς εἰ μή τι σαφὲς ὀφθείη πέψεως γνώρισμα, τὸ ἄχρι τοῦδε σύμπαν ἀρχὴ τοῦ νοσήματος ὑπάρχει. ὁπόσον οὖν ἔτι λείπεται τοῖς ἐνεστῶσι εἰς τὸ σαφὲς ἐκεῖνο τῆς πέψεως γνώρισμα, παρά τε τῆς τοῦ νοσήματος κινήσεως καὶ φύσεως, ὥρας τε καὶ χώρας καὶ ἡλικίας, καὶ κράσεως αὐτοῦ τοῦ κάμνοντος ἐξευρήσεις. εἰ μὲν γὰρ τό τε νόσημα χρόνιον εἴη φύσει, καθάπερ ἀμφημερινὸς εἰ τύχοι, καὶ φαίνοιτο βραδέως ἐπὶ τοῦδε τοῦ κάμνοντος κινεῖσθαι καὶ οἷον τύφεσθαι καὶ καταπνίγεσθαι, καὶ ἡ ὥρα τοῦ ἔτους εἴη χειμὼν καὶ τὸ χωρίον ψυχρὸν, ἥ θ’ ἡλικία 
625
καὶ ἡ φύσις τοῦ κάμνοντος ἐπὶ τὸ ψυχρότερον ῥέποι, πολλοῦ τοῦ μεταξὺ δεήσει χρόνου πρὸς τὴν τοῦ σαφοῦς σημείου γένεσιν, ὃν ἅπαντα τῆς ἀρχῆς ἀριθμητέον. ἔστω σοί γ’ οὖν χειμῶνος ἀρξάμενος ἀμφημερινὸς ἐν οὕτως ἔχοντι σώματι καθάπερ εἴρηται νῦν, ἅμα τοῖς ἀκριβῶς ἀπέπτοις καὶ ὑδατώδεσιν οὔροις, οὐ μόνον οὐκ ἂν τῆς ἑβδόμης ἡμέρας ἐντὸς, ἀλλ’ οὐδὲ τῆς τεσσαρεσκαιδεκάτης δύναιτό τις ἔχειν σαφὲς σημεῖον πέψεως. οὕτω δὲ προσαγορεύω τά τε τῶν ἀμυδρῶν μεταξὺ καὶ τὰ τῆς τελείας πέψεως. ἡ μὲν οὖν τελεία πέψις ἐστὶν, ὅταν ἐν τοῖς οὔροις ὑφίστηταί τι λευκόν τε καὶ λεῖον καὶ ὁμαλὸν καὶ συνεχές· ἡ δ’ ἀμυδρὰ πέψις, ὅταν ἐξ ὑδατώδους οὔρου μετρίως ὕπωχρον γένηται. καὶ μὲν δὴ καὶ εἰ θολερὸν γένοιτο καὶ μένοι τοιοῦτον, καὶ τοῦτο ἀσαφοῦς τέ ἐστιν καὶ ἀμυδρᾶς πέψεως γνώρισμα. καὶ τὸ πυῤῥόν τε καὶ λεπτὸν ἐκ ταὐτοῦ γένους ἐστίν. ἀλλ’ οὐδὲν τούτων τὴν ἀρχὴν πεπαῦσθαι δηλοῖ. σαφεστέρου γὰρ ἀεὶ τὰ τοιαῦτα δεῖται γνωρίσματος, ἤτοι νεφέλης λευκῆς ἢ ἐναιωρήματος ὁμαλοῦ
626
τε καὶ συνεχοῦς καὶ λευκοῦ. καὶ μὲν δὴ καὶ ἡ ἐρυθρὰ νεφέλη καὶ ἡ ὑπόστασις ἡ τοιαύτη. καὶ χωρὶς ὑποστάσεως δὲ τὸ εὔχρουν οὖρον ἅμα τῷ συμμέτρῳ πάχει πεπαῦσθαι δηλοῖ τὴν ἀρχήν.

Οὕτω δὲ κᾀν τοῖς περιπνευμονικοῖς τε καὶ πλευριτικοῖς πάθεσι τὰ μὲν ἰδίως ὀνομαζόμενα πτύελα ταῖς ἐν τοῖς οὔροις ὑποστάσεσιν ἔοικε, τὸ δὲ μηδ’ ὅλως ἀποπτύειν μηδὲν, ἀλλὰ βήττειν μόνον ξηρῶς, οἷόν περ τὸ ἐν τοῖς οὔροις ἐστὶν ἄπεπτον ἐσχάτως, ὅπερ ὑδατῶδες καλοῦμεν. εἰ δὲ ἐκ τοῦ μηδ’ ὅλως πτύειν εἰς τὸ πτύειν μὲν, ἀλλ’ ὑγρά τε καὶ τελέως ἄπεπτα μετασταίη, δῆλον ὡς ἀμυδρά τε καὶ ἀσαφὴς αὐτῶν παντάπασιν ἡ τοιαύτη μεταβολὴ καὶ οὔπω πέπαυται τοῦ νοσήματος ὁ πρῶτος καιρὸς, ὃν ἀρχὴν ἔφαμεν ὀνομάζεσθαι. πότ’ οὖν αὕτη μὲν παύσεται, μεταστήσεται δὲ τελέως εἰς τὴν ἐπίδοσιν ἡ νόσος; ὅταν ἄρξηται πτύειν ὀλίγα πέπονα, τὸ δ’ ἀπὸ τούτου σύμπαν ἄχρι τῆς ἀκμῆς ἀεὶ καὶ μᾶλλον αὐτοῦ πλείω καὶ βελτίω καὶ εὐπετέστερον ἀποπτύοντος. ὅταν δὲ

627
ἀκριβῶς ᾖ πέπονά τε καὶ πολλὰ καὶ μὴ δυσχερῶς ἀναπτυόμενα, τῆς ἀκμῆς ὁ καιρός. ὅταν δὲ ὁμοίως μὲν ἀκριβῶς πέπονά τε καὶ ἀλύπως ἀναγόμενα, μειωθῇ δὲ τὸ πλῆθος ἥ τ’ ὀδύνη μηκέτ’ ᾖ, πεπαῦσθαι χρὴ νομίζειν τὴν ἀκμὴν, παραλαμβάνει γὰρ ἡ παρακμή. ὑποθώμεθα οὖν τινα πάλιν ἄῤῥωστον ὑπὸ πλευρίτιδός τινος ἐχόμενον, οὔτ’ ἀναπτύοντά τι καὶ οὐροῦντα λεπτὰ μὲν, ἀλλ’ εὔχροα. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν ἀρχέσθω μὲν πτύειν, ὑγρὰ δὲ καὶ ἄπεπτα. τοῦτον ὅτι μὲν οὐκ ἄν τις φαίη πρὸ τῆς ἑνδεκάτης ἡμέρας ἐν ἄλλῳ τινὶ τοῦ νοσήματος εἶναι καιρῷ πλὴν ἐν ἀρχῇ, παντί που δῆλον. ἐπὶ δὲ τῆς ἑνδεκάτης ἴσως μὲν ἄν τῳ δόξειε μεταπεπτωκέναι σαφῶς, ἀλλ’ οὐχ ᾧδε ἔχει. ἡ γὰρ ἑνδεκάτη τῆς τεσσαρεσκαιδεκάτης ἐπίδηλος οὖσα τὴν τοῦ δευτέρου καιροῦ τῆς νόσου σαφῆ καὶ βεβαίαν ἀρχὴν ἐκείνην ἕξειν προδηλοῖ. παραφυλάξοις γ’ οὖν αὐτὴν τὴν τεσσαρεσκαιδεκάτην, εἰ τοῖς ἑνδεκάτης προδεδηλωμένοις ὁμολογεῖ. καὶ μετὰ ταύτην αὖθις τὴν ἑπτακαιδεκάτην, ἐπεὶ καὶ ἥδε τῆς εἰκοστῆς ἐστιν ἐπίδηλος, ὡς ἐν τοῖς περὶ κρισίμων εἴρηται. φέρε δὴ κατὰ ταύτην αὐτὸν
628
πτύσαι μικρὰ μὲν, πέπονα δὲ, κατὰ τὴν εἰκοστὴν τούτῳ δυνατόν ἐστίν τινα γενέσθαι κρίσιν, οὐ μὴν τελείαν γε διὰ τὴν τοιαύτην αἰτίαν, ὅτι οὐ τὴν αὐτὴν ἔχουσι δύναμιν, οὔτ’ αὖ τῶν ἐπιδήλων αἱ πρῶται ταῖς ὑστέραις, οὔθ’ αἱ πρῶται κρίσιμοι ταῖς ἐξ ὑστέρου κρισίμοις. ἀλλ’ ἰσχυρότεραι μὲν αἱ πρῶται. χρονίζοντος δ’ ἤδη τοῦ νοσήματος ἀσθενέστεραι γίνονται. χρὴ τοίνυν ἐπὶ προήκοντι τῷ νοσήματι, καὶ μάλισθ’ ὅταν ἱκανῶς ἄπεπτον ᾖ, μεγάλην γίνεσθαι μεταβολὴν, ἵν’ ἀσφαλὴς ἐλπισθῇ κρίσις. μεγάλη δέ τίς ἐστι μεταβολὴ, πέπονα τελέως οὐρῆσαί τε καὶ πτύσαι. τοιαῦτα δὲ οὐχ ὑπέκειτο τὰ κατὰ τὴν ἑπτακαιδεκάτην. ὥστε οὐκ ἐνδέχεται κατὰ τὴν εἰκοστὴν ἡμέραν τὸν τοιοῦτον ἄῤῥωστον ἀπαλλαγῆναι τοῦ νοσήματος, ἢ καὶ κριθῆναι τελέως· ἀλλ’ ἀρκεῖ μεταβολήν τινα ἀξιόλογον γενέσθαι. δυνήσεται γὰρ ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἡ τελεία λύσις ἀπαντῆσαι. ἆρ’ οὖν ὑπόθεσις μόνον ἐστὶν ὁ λόγος, ἢ καὶ τοιοῦτος ὦπται ἄῤῥωστος; ἐμοὶ μὲν δοκεῖ ταῦτ’ ἔχειν ἅπαντα τὰ νῦν εἰρημένα ὁ ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ὑφ’ Ἱπποκράτους γεγραμμένος ὄγδοος, ἀπὸ τῆς
629
λοιμώδους καταστάσεως. ἔχει δ’ ἡ σύμπασα ῥῆσις ᾧδε· ἐν Ἀβδήροις Ἀναξίων, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας· πυρετὸς ὀξὺς ἔλαβε. πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχής. βὴξ ξηρά. οὐδὲν ἔπτυε τὰς πρώτας, διψώδης, ἄγρυπνος. οὖρα δ’ εὔχροα, λεπτὰ καὶ πολλὰ, ἕκτῃ παράληρος. πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδοτο. ἑβδόμῃ ἐπίπονος. ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν· αἵ τε βῆχες ἠνώχλεον, δύσπνους τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον. ἐῤῥύη πολὺ οἷον ἔδει. ξυνέδωκαν οἱ πόνοι. αἱ μέντοι βῆχες αἱ ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσε. βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν. ἐκουφίσθη. εἰκοστῇ ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη. διψώδης δὲ ἦν, καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς ὑπέστρεψεν. ἔβηξεν. ἀνήγαγε πέπονα πολλά. οὔρων ὑπόστασις πολλὴ 
630
καὶ λευκή. ἄδιψος ἐγένετο. εὔπνους. τετάρτῃ καὶ τριακοστῇ ἵδρωσε διόλου, ἀπύρετος ἐκρίθη πάντη. τούτῳ τἄλλα, καθάπερ ὑπεθέμεθα ἡμεῖς, φαίνεται γεγονότα καὶ τῶν οὔρων, εἰ καὶ μὴ πολλάκις, ὡς εἴωθεν ἐπὶ τῶν ἄλλων ἀῤῥώστων, ἀλλὰ δίς γ’ οὖν μνημονεύσας ἐν ἀρχῇ μὲν ὡς λεπτῶν, ἐπὶ δὲ τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας προσγράψας οὔροις ὑπόστασις πολλὴ λευκὴ δῆλός ἐστιν ἀκριβῶς πέπονα τότε πρῶτον αὐτὸν οὐρῆσαι λέγων. διὰ τοῦτ’ οὖν, ὡς καὶ πρόσθεν εἶπον, ἐπὶ μὲν τῆς εἰκοστῆς ἐκρίθη τινὰ ἐλλιπῆ κρίσιν, διότι κατὰ τὴν ἑπτακαιδεκάτην ἤρξατο μικρὰ πέπονα πτύειν. οὐ μὴν τελεία γε ἡ κρίσις ἐγένετο, διότι μηδὲ πέψις ἀκριβὴς οὔρων, ἢ πτυέλων· διὰ τοῦτο οὖν ἐρεῖ· διψώδης δὲ ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. ἐνταῦθα οὖν μοι πάλιν ἀναμνησθεὶς ὡς ὀρθῶς εἴρηται, τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑποστροφὰς εἴωθε ποιεῖν. τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας τὴν διήγησιν ἀνάγνωθι, τόνδε τὸν τρόπον ἔχουσαν· ἑβδόμῃ καὶ εἰκοστῇ ὁ πυρετὸς
631
ὑπέστρεψεν, ἔβηξεν. ἀνήγαγε πέπονα πολλά. οὔροις ὑπόστασις πολλὴ λευκή. ἄδιψος ἐγένετο. προειπὼν γὰρ ὡς ἐν τῷ μεταξὺ τῶν ταῖς μετὰ τὴν εἰκοστὴν ἥ τε δίψα παρέμενεν αὐτῷ καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες ἦσαν, ἐφεξῆς φησι ὡς ἐπὶ τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ὑποστρέψας ἐπύρεξεν, ἄδιψος ἐγένετο, καὶ χρηστὰ πτύειν ἤρξατο, κᾀν τοῖς οὔροις ὑπόστασιν ἔσχε πολλήν τε καὶ λευκήν. τοῦτ’ οὖν ἐστιν αὐτῷ τὸ πρόσθεν ῥηθὲν, ὡς ἐν τοῖς πυρετώδεσι νοσήμασιν ὅμοιόν τι συμπίπτει τοῖς κατὰ τὰς ἐκπυϊσκομένας φλεγμονάς. ὡς γὰρ ἐκεῖ κατὰ τὰς γενέσιας τοῦ πύου οἵ τε πόνοι καὶ οἱ πυρετοὶ μάλιστα συμβαίνουσιν, οὕτως κᾀνταῦθα πεττομένων τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν. οὕτως γ’ οὖν κᾀπὶ τοῦ Ἀναξίωνος, ὅσον ἐκ τῆς προτέρας κρίσεως τῆς ἐλλιποῦς ὑπελείπετο ἂν, τοῦτ’ αὖθις ζέσαν ἐν τῷ τῆς πέψεως καιρῷ τὸν πρὸ τῆς κρίσεως ἐγέννησε πυρετόν. ὅτι δὲ τῆς ἐμφύτου θερμασίας ἐργαζομένης αὐτὸ καὶ οὐχὶ τῆς πυρεκτικῆς, οὐχ ἥκιστα καὶ ἡ τῶν ἡμερῶν ἐνεδείξατο φύσις. πρώτη μὲν γὰρ ἡ ἑνδεκάτη χρηστῆς μὲν, ἀλλ’ ἀμυδρᾶς
632
ὑπήρξατο πέψεως. εἶθ’ ἡ ἑπτακαιδεκάτη σαφέστερον ὑπέδειξε σημεῖον πέψεως. εἶθ’ ἡ εἰκοστὴ κρίσιν ἐλλιπῆ. μετὰ δὲ ταύτην ἡ ἑβδόμη καὶ εἰκοστὴ τελείας πέψεως ἤνεγκε γνώρισμα. διὰ τοῦτο οὖν ἐπιφέρων ἐρεῖ· τετάρτῃ καὶ τριακοστῇ ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐγένετο, ἐκρίθη πάντῃ. δῆλον γὰρ ὡς ἐν ταῖς ἑπτὰ ταῖς μετὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐπέφθη τε ἅμα καὶ ἐξεκρίθη σύμπαντα τὰ τοῦ νοσήματος αἴτια, διὰ μὲν τῶν οὔρων τὰ τοὺς πυρετοὺς ἐργαζόμενα, διὰ δὲ τῶν πτυσμάτων τὰ κατὰ τὸν θώρακα. μεμνῆσθαι δὲ χρὴ τοῦδε τοῦ λόγου πρός τε τὰ παρόντα καὶ τὰ μέλλοντα λεχθήσεσθαι, καὶ τὰ τρία ταῦτα ἡγεῖσθαι ἀλλήλων διαφέροντα, τήν τε ἀμυδρὰν πέψιν καὶ τὴν σαφῆ καὶ τὴν τελείαν. ἀμυδρὰ μὲν γὰρ κατὰ τὴν ια΄, σαφὴς δὲ κατὰ τὴν ιζ΄, τελεία δὲ κατὰ τὴν ζ΄ καὶ εἰκοστὴν ἐγένετο, μεθ’ ἥν ἐν ἑπτὰ ταῖς ἁπάσαις ἡμέραις ἡ νόσος ἐλύθη, καὶ οὕτως ξύμπας ὁ καιρὸς ἀκμὴ ἐγένετο, καθάπερ ἐν τοῖς ἐφεξῆς ἔτι σαφέστερον ἐπιδειχθήσεται. τοῦτο οὖν τὸ πτύελον, ὃ κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν ἐφάνη, εἴπερ ἐφάνη κατὰ τὰς πρώτας ἡμέρας τοῦ νοσήματος μετὰ
633
τῶν τὴν χρηστὴν ὑπόστασιν ἐχόντων οὔρων, οὐκ ἐνεδέχετο μὴ οὐ κατὰ τὴν πρώτην ἑβδομάδα κριθῆναι τὸ νόσημα. πρώτας δ’ ἡμέρας δηλονότι τοῦ νοσήματος εἶπον ἃς ἡ πρώτη τετρὰς διορίζει.

Καὶ γὰρ καὶ τὴν ἀρχὴν τοῦ νοσήματος κατὰ τὸ δεύτερον σημαινόμενον ἐν τούτῳ περιγράφεσθαι τῷ καιρῷ πρόσθεν ἔλεγον. καὶ τοῦτ’ ἔστι τὸ ἐν τοῖς πλευριτικοῖς, πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου μὲν βραχύνει. τριχῶς γὰρ τῆς ἀρχῆς λεγομένης, καθ’ ἕνα μὲν τρόπον τῆς πρώτης εἰσβολῆς τῆς ἁπλῆς, ἢ τῆς ἀπλατοῦς, καθ’ ἕτερον δὲ τῆς εἰς τὴν τρίτην ἡμέραν ἐκτεταμένης, ἣν μόνην ὁ Θεσσαλὸς ὀνειρώττειν μοι δοκεῖ, καὶ πρὸς τούτοις ἔτι τῆς ὡς μέρος ὅλου τοῦ νοσήματος, ἣν τὰ τῆς σαφοῦς πέψεως ὁρίζει σημεῖα. καὶ περὶ πασῶν ὁ Ἱπποκράτης ποιεῖται τὸν λόγον, ὡς ἐκ τῶν προγεγραμμένων ἐστὶν δῆλον, ἔν τε τοῖς ἐφεξῆς ὑπομνήμασιν ἐναργέστερον ἐπιδειχθήσεται. νυνὶ δὲ ὅτι τὴν κατὰ τὸ δεύτερον σημαινόμενον ἀρχὴν ἐδήλωσεν, ὁπότε τοῖς πλευριτικοῖς τὸ κατὰ τὴν ἀρχὴν ἐπιφαινόμενον πτύελον βραχύνειν

634
ἔφησε, πρόδηλον, οἶμαι, γέγονε. περὶ μὲν δὴ τούτου κᾀν τοῖς ἐφεξῆς ἤδη διαιρήσομαι. ὅπως δ’ ἄν τις ἢ παροῦσαν ἤδη καὶ συμπεπληρωμένην τὴν ὡς μέρος ὅλου τοῦ νοσήματος ἀρχὴν διαγινώσκειν, ἢ μέλλουσαν ἔτι συμπληροῦσθαι προγινώσκειν δύναιτο, σαφῶς μοι δοκῶ δεδεῖχθαι. τῆς μὲν γὰρ συμπεπληρωμένης βέβαιον σημεῖον ἡ σαφὴς πέψις ἐστὶ, τῆς μελλούσης δὲ ἥ τε τοῦ νοσήματος αὐτοῦ φύσις ἥ θ’ ὥρα τοῦ ἔτους, ἥ θ’ ἡλικία τοῦ κάμνοντος, ἐξ ἐπιμέτρου δὲ καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ, καὶ ὁ τρόπος τῆς προγεγενημένης διαίτης, ὑγιαίνοντος ἔτι τοῦ κάμνοντος. εἰδικώτερα δὲ ἤδη γνωρίσματα τῆς μελλούσης ἔσεσθαι τελευτῆς τῷ πρώτῳ καιρῷ τῆς νόσου τὰ τῆς πέψεώς ἐστι σημεῖα. καὶ ὡς χρὴ ταῦτα προγινώσκειν ὁπηνίκα μάλιστα γενήσεται, ῥηθήσεται μὲν ἐπιμελέστερον ἔτι καὶ διὰ τῶν ἑξῆς. εἰρήσεται δὲ καὶ νῦν, ὡς ἐπισκέπτεσθαι χρὴ πόσον ἀπολείπεται τὰ παρόντα τῆς ἀπεψίας σημεῖα τῶν ἐσομένων ἐν τῇ σαφεῖ πέψει, τίς τε τοῦ νοσήματος ὁ τρόπος ἐστὶ τῆς κινήσεως, τοῦτ’ ἔστι εἴτ’ ὀξέως, εἴτε ἀργῶς καὶ οἷον τυφόμενον κινοῖτο. χρησιμώτατον δ’ εἰς 
635
ταῦτα, μᾶλλον δὲ καὶ ἀναγκαιότατόν ἐστιν ἀκριβῶς ἐπίστασθαι διαγινώσκειν, ὁπόσον ἀλλήλων ἀπολείπεταί τε καὶ πλεονεκτεῖ τά τε τῆς ἀπεψίας καὶ τὰ τῆς πέψεως σημεῖα. καὶ γὰρ καὶ τὰ τῆς ἀπεψίας οὐ σμικρὰν ἔχει πρὸς ἄλληλα τὴν διαφορὰν, καὶ τὰ τῆς πέψεως ἔτι δὴ μᾶλλον. εἰ μὲν δὴ τὰ τῆς παντελοῦς ἀπεψίας γνωρίσματα κατὰ τὴν πρώτην τετράδα παραμένει, μακρὸς ὁ τῆς ἀρχῆς ἔσται τῷ τοιούτῳ νοσήματι καιρός· εἰ δέ γε τὰ τῆς ἀμυδρᾶς μετρίως ἐν αὐτῇ φανείη, μακρὸς μέν ἐστι καὶ οὗτος, ἀλλ’ οὐχ ὁμοίως τῷ πρόσθεν. εἰ δὲ βραχέα τὰ τῆς ἀπεψίας εἴη σημεῖα, καὶ τὸ μέλλον ἔσται τῆς ἀρχῆς ὀλίγον. ἐπὶ δὲ τούτοις ἔτι κᾀκεῖνα χρὴ προστιθέναι τὰ πρὸς Ἱπποκράτους εἰρημένα χρόνου πλείονος ὑπάρχειν ἐνδεικτικὰ, περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς ὁ λόγος ἡμῖν ἔσται. νυνὶ δὲ παραδείγματος ἕνεκα τοῦδε τοῦ ἀφορισμοῦ μνημονεύσωμεν. οἱ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν πραϋτέρῳ δὲ μῆκος νόσου σημαίνουσι. ἐὰν γὰρ ἐν ταῖς πρώταις ἡμέραις, ἔτι τῶν τῆς ἀπεψίας σημείων ἐπικρατούντων, ἐπιφαίνηταί τινα τοιαῦτα, προσθήσει τῷ χρόνῳ τῆς
636
ἀρχῆς. καὶ δηλονότι τὰ τῆς ἀναβάσεως ἔσται μακρότερα. καὶ ἡ ἀκμὴ κατὰ ταὐτὰ μετὰ χρόνον ἀπαντήσεται πάμπολυν. οὕτω δὲ καὶ ἡ λύσις τοῦ νοσήματος.

Ὥστ’ οὐ μόνου τοῦ πρώτου καιροῦ κατὰ τὰς πρώτας ἡμέρας ἕξεις τινὰ τεχνικὸν στοχασμὸν, ἀλλὰ καὶ τῶν ἐφεξῆς. ἀκριβέστερον δὲ ἀεὶ καὶ μᾶλλον αὐτὸν προγνώσῃ, ταῖς ἐφεξῆς τετράσι προσέχων τὸν νοῦν. ἡ γὰρ ἐπιδείξασα πρώτη τὸ τῆς πέψεως σημεῖον ἀμυδρὸν αὐτή σοι σαφέστερον ἐνδείξεται τὸν ὑπόλοιπον χρόνον τῆς ἀρχῆς, εἰδότι γε τοῦτ’ ἤδη βεβαίως, ὅτι σύμπας ὁ χρόνος, ὁ μήπω μηδὲν ἔχων σαφὲς σημεῖον πέψεως, ὁ πρῶτός ἐστι τῶν τεσσάρων καιρῶν τοῦ νοσήματος, ὃν ἀρχὴν ὀνομάζομεν, εἰ γὰρ πρὸς τοῦτο ἀποβλέπεις, οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἰ ἐν τοσαῖσδε ταῖς πρώταις ἡμέραις ἀπεχώρησε τῶν κατὰ τὴν πρώτην ἡμέραν φανέντων τοσῶνδε, πόσαις ἔτι τὸ ὑπόλοιπον ἄχρι τῆς σαφοῦς πέψεως ἀνύσει· ἐκεῖθεν δ’ ἄρχεται μὲν ἡ ἀνάβασις, ἤτοι δὲ ἐλλιπής τις ἐπιφανεῖται κατὰ ταύτην ἡ κρίσις, ὡς ἐπὶ τοῦ πλευριτικοῦ παρεθέμην ὀλίγον ἔμπροσθεν,

637
ἤ εἴπερ ἀναμείνειε τὸ νόσημα τὴν τελείαν ἀκμὴν, οὕτω καὶ ἡ κρίσις ἐστὶ τελεία. πολλάκις δὲ οὐδὲ γίνεται ἡ κρίσις οὐδεμία μετὰ τὸν τῆς ἀκμῆς καιρὸν, ἀλλὰ κατὰ βραχὺ λύεται τὸ νόσημα, χρόνῳ πλείονι πεττόμενον. ὅπως δὲ χρὴ πρὶν γενέσθαι ταῦτα προγινώσκειν ἐσόμενα, διὰ τῶν ἐφεξῆς ὑπομνημάτων εἰρήσεται. δείξω γὰρ ἐν αὐτοῖς σαφῶς πηνίκα μὲν ἐν ταῖς ἀναβάσεσι, πηνίκα δὲ ἐν ταῖς ἀκμαῖς κρίνεται τὰ νοσήματα, πηνίκα δ’ οὐδόλως κριθέντα, κατὰ βραχὺ πεττόμενα, λύεται. καὶ δῆλον ὡς τὴν μὲν τοιαύτην λύσιν οὐκ ὀνομάζω κρίσιν· εἰ δέ τις ἀθρόα γίνηται μεταβολὴ, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὴν προηγουμένην αὐτῆς ταραχὴν οὕτως προσαγορεύω, καὶ δὴ καὶ τὰς τούτων προγνώσεις ἐν τοῖς ἐφεξῆς ἐρῶ. κάλλιον γὰρ οὐ μόνον ὅτι κατὰ τόνδε τὸν καιρὸν ἡ νόσος ἀθρόαν ἕξει τὴν λύσιν, ἀλλὰ καὶ πότερον μετὰ μεγάλου τινὸς ἀγῶνος, ἢ χωρὶς σάλου τε καὶ κινδύνου παντὸς, ἐπίστασθαι. ταῦτ’ οὖν ἅπαντα διὰ τῶν ἐφεξῆς ὑπομνημάτων ἐπιδειχθήσεται, καὶ πρὸς τούτοις ἔτι προγνώσεις κρίσεων ἀγαθῶν τε καὶ
638
κακῶν καὶ τελείων καὶ ἀτελῶν. ἐν ἀρχῇ δ’ αὐτῶν πάντων προτάξω διαγνώσεις αὐτῶν τῶν εἰσβαλλόντων νοσημάτων. ἐπειδὴ γὰρ ἀπό τε τοῦ νοσήματος ἔφαμεν χρῆναι διαγινώσκειν τι περί τε τῶν καθόλου καιρῶν καὶ προσέτι τῆς ὥρας τοῦ ἔτους καὶ τῶν ἄλλων ὧν εἴπομεν, εἰ μὴ συμπάντων αὐτῶν εἰδείημεν διάγνωσίν τινα, εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ὅμοιόν τι πεισόμεθα τοῖς πολλοῖς τῶν νεωτέρων ἰατρῶν. ὡς γὰρ κᾀκεῖνοι δι’ ἀλλήλων ἑκάτερον τῶν ἀγνοουμένων διδάσκειν ἐπιχειροῦσιν, ἢ διὰ τοῦ μᾶλλον ἀγνώστου τὸ σαφέστερον, οὕτως καὶ ἡμεῖς ποιήσομεν, ἂν μὴ τοῦ νοσήματος ἑκάστου τῆς ἰδέας εὐθὺς ἐν ταῖς πρώταις ἡμέραις ἔχωμέν τινα διάγνωσιν. ἄριστον μὲν οὖν ἐστιν εἰ κατ’ αὐτὴν τὴν πρώτην ἡμέραν, καὶ τοῦτο μυριάκις ἐδείξαμεν ἤδη δυνατὸν ὑπάρχειν καὶ τριταίας τε καὶ τεταρταίας καὶ ἀμφημερινὰς περιόδους, ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διαγνόντες. εἰ δέ ποτε μὴ οἷόν τε εἴη σαφῶς ἐν ταύτῃ διαγνῶναι, στοχασμὸν μὲν ἤδη τινὰ τεχνικὸν ἕξομεν, ἐξ οὗ καλῶς ὑπαρξόμεθα διαίτης. ἀκριβώσομεν δ’ αὐτὸν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἢ τρίτῃ γε πάντως, ἢ τετάρτῃ.
639
καὶ τοίνυν καὶ αὐτὸ τοῦτο κάλλιον ἂν εἴη δηλῶσαι καὶ δοῦναι γνωρίσματα τῶν τ’ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀκριβῶς διαγνωσθῆναι δυναμένων καὶ τῶν ἄχρι μὲν στοχασμοῦ τινος οὐκ ἀτέχνου κατελπιζομένων, ἀκριβῶς δ’ ἐν τῇ τρίτῃ τε καὶ τετάρτῃ διοριζομένων. αὖθις οὖν ἀπὸ τούτων πρῶτον ἀρξάμενοι κατὰ τὸ δεύτερον ὑπόμνημα καὶ τῶν ἄλλων ἑκάστου ὧν ὑπεσχόμεθα κατὰ τὴν οἰκείαν τάξιν ἀποδώσομεν.

640

Εἴρηται μὲν ἤδη καὶ πρόσθεν εὐθὺς κατ’ ἀρχὰς, ἀλλ’ ἄμεινον ὑπομνῆσαι καὶ νῦν ὡς εἴτε τὴν σύμπασαν ἐν νόσῳ μεταβολὴν, εἴτε τὴν ἀθρόαν μόνην, εἴτε τὴν ἀγαθὴν, εἴτε τὴν προηγουμένην ἁπασῶν τῶν ὀξυῤῥόπων ἀλλοιώσεων ταραχὴν ὀνομάζειν ἐθέλοι τις κρίσιν, οὐ πρόκειταί μοι τανῦν διαιρεῖσθαι, ἀλλ’ ὡς ἄν τις ἄριστα ταύτας ἁπάσας ἤδη τε παρούσας διαγινώσκοι καὶ μελλούσας ἔσεσθαι προγινώσκοι, τοῦτ’ εἶναι τὸ σπούδασμα τῷ λόγῳ τῷδε. ὃ δὲ μέγιστον ἤδη καὶ ἀναγκαιότατον ἀποδείξαντες εἰς ἅπαντα τὰ

641
τοιαῦτα, τὸ διαγινώσκειν τε παρόντας ἤδη τοὺς καιροὺς τῶν νοσημάτων, καὶ μέλλοντας ἔσεσθαι προγινώσκειν, ἐφεξῆς ἑκάστου νοσήματος διαγνώσεις τε καὶ προγνώσεις ἐγράψαμεν. ἐπεὶ δὲ ἐκ πολλῶν αὐτὰς γινομένας ἀπεδείξαμεν, ὧν ἕν τι καὶ ἡ τοῦ νοσήματος ὑπῆρξε φύσις, ὅπως ἄν τις καὶ αὐτὴν ταύτην κάλλιστα κατὰ τὴν πρώτην ἡμέραν οἷός τ’ εἴη γνωρίζειν, εἰς τόνδε τὸν δεύτερον ἀνεβαλλόμεθα λόγον. εἰ μὲν δή τις αὐτοῖς ἡμῖν παρέτυχεν ἐπὶ τῶν νοσούντων ἐκ τοῦ πρώτου παροξυσμοῦ, καὶ ἀμφημερινὸν πυρετὸν καὶ τριταῖον καὶ τεταρταῖον καὶ ἡμιτριταῖον καὶ καῦσον, καὶ ἄλλα τινὰ νοσήματα προγινώσκουσιν, ἔργων τῆς θεωρίας εἴληφε βάσανον. εἰ δέ τις οὔπω παρεγίνετο προῤῥήσει τοιαύτῃ, δίκαιον δὴ τοῦτόν ἐστι μήτε θαυμάζειν ἤδη τὰ λεγόμενα, πρὶν κρῖναι τὴν ἐν αὐτοῖς ἀλήθειαν, ἀλλὰ μηδὲ προκατεγνωκέναι, πρὶν ἀκοῦσαί τε σύμπαντος λόγου, καὶ τῇ πείρᾳ βασανίσαι. τὸ μὲν οὖν ἀκοῦσαί τε καὶ συνιέναι τῶν λεγομένων ἁπάντων κοινόν. οὕτως γὰρ εἰρήσεταί μοι σαφῶς, ὡς μηδὲ λαθεῖν ἄν τινα. τὸ δὲ καὶ τῇ πείρᾳ κρῖναι τοὺς λόγους, εἰ μὲν ἡμῖν
642
μέλλει συμπαραγίνεσθαι, ῥᾷστον. εἰ δ’ αὐτὸς ἐφ’ ἑαυτοῦ βασανίζειν, οὐκ ἔθ’ ὁμοίως εὐπετές. ἀλλὰ καὶ τὰς ἐν τοῖς σφυγμοῖς διαφορὰς ἠσκῆσθαι χρὴ διαγινώσκειν αὐτὸν ἀκριβῶς, ἁπάντων τε τῶν ἔργων τῆς τέχνης ἐμπειρίαν ἔχειν ἱκανήν. τὴν γὰρ ἀληθῆ θεωρίαν οὐκ ἐκ τῶν κακῶς ὑποκρινομένων, ἀλλ’ ἐκ τῶν ὀρθῶς μεταχειριζομένων εὔλογον δοκιμάζεσθαι. τούτους οὖν μόνους ὁ λόγος ὅδε καὶ μαθητὰς προσίεται, καὶ κριτὰς, ὧν ἂν διδάξῃ, τίθεται. τοὺς δ’ ἄλλους, ὅσοι τὴν ἰατρικὴν τέχνην εἰς τοσοῦτον ὕβρισαν, ὡς ἕξ μηνῶν εἶναι νομίζειν μάθημα, τούτους οὔτε κριτὰς οὔτε μαθητὰς προσίεται. τὸ μὲν γὰρ οὐ δύνανται, τὸ δ’ οὐ βούλονται.

Ἀεκτέον οὖν ἤδη πῶς ἄν τις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἀκριβῶς διαγινώσκοι τοῦ νοσήματος τὴν φύσιν. ἡμέραν δηλονότι παρ’ ὅλον τὸν λόγον εἰρησομένοις, οὐκ ἐκ τῆς ἡμέρας αὐτῆς μόνης συνεστῶσαν, ἀλλὰ κἀκ τῆς νυκτὸς χρόνου. καθάπερ οὖν καὶ τὸν μῆνα τριάκοντα ἡμερῶν εἶναι λέγομεν, οὐ μόνον τοῦτον τὸν χρόνον, ὃν ὑπὲρ τῆς γῆς ὁ

643
ἥλιος φαίνεται προσαγορεύοντες ἡμέραν, ἀλλὰ καὶ τὸν τῆς νυκτὸς αὐτοῦ προστιθέντες, οὕτως δέ πως καὶ τὸν ἐνιαυτὸν πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν εἶναί φαμεν. ὥσπερ δὲ περὶ τοῦ τῆς ἡμέρας ὀνόματος, καὶ τοῦ κατ’ αὐτὸ σημαινομένου διῄρηται, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον χρὴ μηνῦσαι καὶ περὶ τοῦ νοσήματος. ὅτι δὲ διάθεσίς τίς ἐστιν ἐνέργειαν βλάπτουσα, καὶ ὅτι διττὴ πολλάκις συνίσταται ἅμα. δέδεικται δ’ ἄμφω ταῦτα ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ὑπομνήματι. τὴν μὲν οὖν ἁπλῆν διάθεσιν οὐδεὶς τῶν ἀκριβῶς εἰδότων ἀγνοήσει κατὰ τὴν πρώτην ἡμέραν. ἴδια γὰρ ἔχει τὰ γνωρίσματα· τὴν δ’ ἐπίμικτον οὐχ ἅπασιν ἐγχωρεῖ διαγνῶναι κατ’ ἀρχάς. καὶ οὐδέν γε τοῦτο ἄτοπον εἰς διττῆς διαθέσεως ἐπίγνωσιν, ἡμερῶν δεηθῆναι δυοῖν. ὥσπερ καὶ εἰ τριττή τις εἴη, τριῶν. ἀλλὰ τό γε μίαν ἁπλῆν ἀγνοῆσαι διάθεσιν, ἄτοπόν τε καὶ δεινῶς αἰσχρόν. ἠσκῆσθαι τοίνυν ἁπάσας χρὴ τὰς ἁπλῶς διαθέσεις, ἑκάστην ἰδίᾳ τετελειωμένην τ’.
644
ἤδη γνωρίζειν ἑτοίμως. εἰ μὴ γὰρ ἐν τούτῳ προγυμνάσαιο φιλοπόνως, οὐδὲ ἀρχομένην ἔτι, καὶ σμικρὰν οὖσαν διαγνοίης. ὥσπερ οὐδ’ ἐλαίαν ἢ συκῆν ἢ δρῦν ἄρτι τῆς γῆς ἀνίσχοντα δύναιο ἄν ποτε διαγινώσκειν, ἀγνοῶν ἔτι τὰ τέλεια φυτά. τὸ δὲ τούτου μεῖζον, ὡς οὐδ’ αὐτὰ τέλεια γινώσκειν ἁπλῶς ἀρκεῖ, ἀλλὰ χωρὶς μὲν τοῦ προγινώσκειν ἐκεῖνα τῶν νεογνῶν οὐδὲν ἂν ἰδίᾳ γνωρίσαις. οὐ μὴν οὐδ’ εὐθέως τε καὶ πρώτως ἐντυχὼν νῦν, ἀλλ’ ὡς καὶ τῶν τελείων ἕκαστον οὐκ ὀλιγάκις θεασάμενος ἱκανὸς διαγινώσκειν ἑτοίμως ἐγένου, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον χρή σε καὶ τῶν ἄρτι γεννωμένων ἕκαστον, οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πολλάκις θεασάμενον ἱκανῶς αὐτῶν γενέσθαι γνώριμον. μὴ τοίνυν ἐάν τι τῶν τῇδε γεγραμμένων ἐπιχειρῶν ἀσκεῖν ἐν τῇ πρώτῃ πείρᾳ σφαλῇς, ἀπογινώσκειν εὐθὺς ὡς ἀδυνάτου, μηδὲ ἀποχωρεῖν τῆς μελέτης, πρὶν πάνυ πολλάκις ἐν αὐτῇ γυμνάσασθαι. οὐδὲ γὰρ τοὺς τὴν τοξικὴν μελετῶντας, καίτοι πολλάκις ἁμαρτάνοντας τοῦ σκοποῦ, τό γε κατ’ ἀρχὰς, ὅμως οὐδὲ τούτους ἀφισταμένους ὁρᾷς τῆς ἀσκήσεως, οὐδ’ ἀθυμοῦντας ἀποτυχίας. 
645
ὁπότ’ οὖν τοξικὴν οὕτω σμικρὰν τέχνην, ὡς καὶ τοῖς ἀνδραπόδοις ἀσκεῖσθαι καλῶς, οὐ δυνατόν ἐστιν εὐθὺς ἐξ ἀρχῆς κατορθοῦσθαι, τί χρὴ νομίζειν ἐπὶ τῆς τῶν Ἀσκληπιῶν τέχνης, οὕτω μὲν πολλῆς θεωρίας δεομένης, οὕτω δ’ ἀκριβοῦς τε καὶ φιλοπόνου τῆς ἐπ’ αὐτῶν τῶν ἔργων τριβῆς; εἰ μὲν δή τις εἴης τῶν ἐπὶ τοῖς καλλίστοις ταλαιπωρεῖσθαι προῃρημένων, ἅπαντα μὲν πρώτως ἔκμαθε ἀκριβῶς, τὰ λεγόμενα καθ’ ἕκαστον τῶν νοσημάτων, ἐφεξῆς δ’ ἐπὶ τῶν ἔργων ἄσκησον. εἶθ’ οὕτως ἐπιχείρει κρίνειν αὐτὰ, πότερον ἀληθῶς ἢ ψευδῶς εἴρηται. εἰ δ’ ἀταλαίπωρός τε καὶ ῥᾴθυμος εἴης, ἢ ταλαίπωρος μὲν ἀλλ’ εἰς τὰ χείρω, πλοῦτόν τε καὶ τιμὴν καὶ δύναμιν πολιτικὴν ἀληθείας προαιρούμενος, ἄμεινόν σοι μηδ’ ἅπτεσθαι τῆσδε τῆς θεωρίας, μηδ’ εἰς ἀνάπλεων βορβόρου φρέαρ ἐμβάλλειν ὕδωρ καθαρόν. ἀφανίσεις τε γὰρ τὸ ὕδωρ καὶ τὸ φρέαρ οὐδὲν ὠφελήσεις. τὴν οὖν ἁπλῆν διάθεσιν ἑκάστου τῶν νοσημάτων, ἐπὶ γὰρ τὸν τῆς ἀληθείας ἑταῖρον ἤδη τρέψομαι, πρῶτον ἄσκησόν μοι γνωρίζειν αὐτὴν ἐφ’ ἑαυτῆς,
646
οὐκ ἐκ τῶν ἔξωθεν αὐτῇ προσκειμένων μόνον, ἅπερ οἱ πολλοὶ θεῶνται, ἀλλὰ πρῶτον μὲν καὶ μάλιστα ἐκ τῶν κατὰ τὴν ἰδίαν οὐσίαν ὑπαρχόντων· ἐπεὶ δ’ ἤδη καὶ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων. οἷον ἐπὶ τοῦ καλουμένου τριταίου μὴ τοῦτο μόνον ἐπισκέπτου, τὸ διὰ τρίτης γίνεσθαι τοὺς παροξυσμοὺς, εἰς ἀπυρεξίαν τελευτῶντας. εἰ γὰρ ἤτοι δύο τριταῖοι γενηθεῖεν, ἢ δύο τεταρταῖοι, καθ’ ἑκάστην μὲν ἡμέραν οἱ δύο τριταῖοι· διὰ τρίτης δ’ οἱ δύο τεταρταῖοι παροξύνονται, ἢ τοὺς δύο τριταίους ἕνα νομίσεις ἀμφημερινόν· ἢ τοὺς δύο τεταρταίους ἕνα τριταῖον. ἀλλὰ τὴν ἰδέαν ἐπισκοπεῖσθαί σε κελεύω τῶν πυρετῶν. οὔτε γὰρ ταῖς εἰσβολαῖς τῶν παροξυσμῶν ἐοίκασιν, οὔτε ταῖς ἀναβάσεσιν, οὔτε ταῖς ἀκμαῖς, οὔτε ταῖς παρακμαῖς, οὔτε τῇ ποιότητι τῆς θερμασίας, οὔτε τῇ κινήσει τῶν ἀρτηριῶν, οὔτε τοῖς ἐπιγινομένοις συμπτώμασιν. εἰ μὲν οὖν μηδέποτ’ ἦν θεάσασθαι τριταῖόν τε καὶ ἀμφημερινὸν, αὐτὸν καθ’ ἑαυτὸν ἑκάτερον, ἄδηλος ἂν ἦν αὐτῶν ἡ διάγνωσις, ἐπεὶ δὲ καὶ τριταῖον, αὐτόν ἐστιν ἰδεῖν καθ’ ἑαυτὸν, ἀρξάμενόν τε καὶ προελθόντα καὶ τελειωθέντα
647
καὶ λυθέντα, καὶ ἀμφημερινὸν ὡσαύτως, οὐδέν ἐστιν χαλεπὸν ἀμφημερινοῦ ἑνὸς διακρῖναι δύο τριταίους.