De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Τέταρτος ἡμῖν οὗτος ὁ λόγος ἐστὶ τῆς διὰ σφυγμῶν προγνώσεως, ἐν μὲν τοῖς πρώτοις δύο καθ’ ἕκαστον σφυγμὸν προβληθέντα τὰς γεννώσας αὐτὸν ἐπισκεψαμένοις διαθέσεις, ἐν δὲ τῷ τρίτῳ καθ’ ἑκάστην διάθεσιν τοὺς οἰκείους σφυγμοὺς ἐξευροῦσιν. ἠρξάμεθα δ’ ἀπὸ τῶν τῇ καρδίᾳ συμβαινόντων, ἐν οἷς εἰσι καὶ πυρετοὶ πάντες, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν ἐπιδέδεικται λόγοις. ὅπερ οὖν ὑπόλοιπον ἔτι, τὰς ἐν τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ ζώου διαθέσεις, αἷς ἡ καρδία συμπάσχουσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διέλθωμεν ἁπάσας

392
ἑξῆς, ὥσπερ καὶ τἄλλα πρόσθεν εἰς μέθοδον ἄγοντες. ἓν μὲν δὴ τοῦτο μόνον ἁπασῶν αὐτῶν κοινὸν ἐπίστασθαι χρὴ, τὸ μηδέποτε δύνασθαι τοὺς ἐν ὅλῳ τῷ ζώῳ σφυγμοὺς εἰς κοινὴν ἀλλοίωσιν ἀχθῆναι, πρὶν τὴν καρδίαν συμπαθεῖν τῷ προτέρῳ πεπονθότι μορίῳ, κατὰ μέρη δέ τινα τοῦ σώματος, ἀλλοιωθῆναί τινας ἀρτηριῶν κινήσεις δύνασθαι, καὶ χωρὶς τοῦ πρὸς τὴν καρδίαν ἐξικέσθαι τὴν βλάβην. ἐπὶ δὲ τούτῳ μνημονευομένῳ πρώτας μὲν ἐπέλθωμεν ὅσαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐγγίνονται διαθέσεις, εἶθ’ ἑξῆς ὅσαι τοῖς τροφικοῖς ὀνομαζομένοις, εἶτ’ αὖθις ὅσαι τοῖς κατὰ κεφαλὴν, καὶ τελευταίας ὅσαι τοῖς κατὰ κῶλα καὶ τὰ προφανῆ τοῦ ζώου μέρη, κᾄπειθ’ ὅσαι τοῖς γεννητικοῖς.

Τὰ μὲν οὖν ἀναπνευστικὰ μόρια τοῦ ζώου δύο ἐστὶ μόνα, πνεύμων καὶ θώραξ· τὰ δὲ τῆς τροφῆς ὄργανα πολὺ πλείω δυοῖν, ἧπαρ καὶ γαστὴρ, ἔντερά τε καὶ σπλὴν, οἱ νεφροὶ, καὶ αἱ κύστεις ἀμφότεραι, ταχίστην θ’ ἅμα καὶ μεγίστην ἁπάντων ἐπιφέρει τῇ καρδίᾳ τὴν βλάβην ὁ πνεύμων. καὶ γὰρ τῇ θέσει πάντων ἔγγιστα καὶ τοῖς ἀγγείοις αὐτῇ συγγενέστατος ὑπάρχει, καὶ σύῤῥους μεγίστοις στόμασιν

393
εἰς ἀμφοτέρας τὰς κοιλίας ἐστίν. εἰ γοῦν ἑαυτοῦ γένοιτό ποτε θερμότερος, αὐτίκα καὶ τὴν καρδίαν θερμαίνει, κᾂν ᾖ ψυχρότερος, οὐδὲ τοῦτ’ ἀναβάλλεται. τάς τε καθ’ ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας οὐχ ὁμοίως μὲν ταῖς εἰρημέναις, θᾶττον δ’ οὖν καὶ ταύτας ἁπάντων τῶν ἄλλων ὀργάνων ἐπιπέμπει τῇ καρδίᾳ. καὶ τὰ πληθωρικὰ δ’ ἐν αὐτῷ νοσήματα, καὶ μάλιστα ὅταν ἐρυσίπελας, ἢ φλεγμονὴ καταλάβῃ τὸ σπλάγχνον, αὐτίκα τῆς καρδίας ἀλλοιοῖ τὰς ἐνεργείας. ὡσαύτως δὲ καὶ ὅσα διὰ φλεγματικὸν ῥεῦμα συνίσταται παθήματα κατ’ αὐτὸν, εἰς συμπάθειαν ἐπισπᾶται τὴν καρδίαν. ἀλλ’ ἀπὸ τῶν δυσκρασιῶν ἀρκτέον, ὅσαι ἄνευ ῥεύματος γίνονται, καὶ πρώτην γ’ ἐξ αὐτῶν προχειριστέον ἐστὶ τὴν κατὰ θερμότητα. τῷ τοίνυν πνεύμονι θερμανθέντι νοσωδῶς ἡ καρδία συνθερμανθεῖσα τοὺς ἐπὶ τῇ χρείᾳ τῶν σφυγμῶν αὐξηθείσῃ γιγνομένους ἐργάζεται σφυγμούς. εἰ δ’ ἐν πλέονι χρόνῳ τοῦτο συμβαίνει, κίνδυνος αὐτῇ τὸν ἑκτικὸν ἀναδέξασθαι πυρετὸν, οὗ τὰ γνωρίσματα πρόσθεν εἴρηται. ἡ μὲν δὴ τῶν σφυγμῶν ἀλλοίωσις ἡ αὐτὴ γενήσεται τῆς καρδίας μόνης αὐτῆς καθ’ ἑαυτὴν δυσκράτως ἐχούσης, ἐπί τε τῇ πρὸς τὸν
394
πνεύμονα συμπαθείᾳ. καὶ μέντοι καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα τὴν αὐτὴν ἕξει κατάστασιν, εἴθ’ ἡ καρδία μόνη τὴν πυρετώδη πάθοι δυσκρασίαν, εἴτε τῷ πνεύμονι συμπάσχοι. πλέονος δ’ αἰσθήσεται καύματος ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος ὁ διὰ τὸν πνεύμονα πάσχων, ἐκπνεύσει τε θερμὸν ἱκανῶς, ὡς καὶ διψήσει θατέρου μᾶλλον καὶ θερμοτέραν ἕξει τήν τε φάρυγγα καὶ τὴν γλῶτταν, ὡς τὰ πολλὰ δὲ καὶ ξηροτέραν. εἰ δ’ ἐπὶ πλέον ἥκοι τὸ κακὸν, χρωσθήσεται χρώματι μέλανι τὴν γλῶτταν καὶ τραχεῖαν ἐσχάτως ἕξει. ψυχθέντος δὲ τοῦ πνεύμονος, ἡ καρδία συμπάσχουσα κατ’ ἀρχὰς μὲν εἰς ἐκείνην ἄξει τοὺς σφυγμοὺς τὴν ἀλλοίωσιν, ἣν ἔμπροσθεν ἐδείξαμεν ἐκλυομένης τῆς χρείας συνίστασθαι, προϊόντος δὲ τοῦ χρόνου ψύξιν ἑκτικὴν ἀναδεξαμένη, τοὺς ἐπὶ ταύτῃ κρατούσῃ λελεγμένους γίγνεσθαι σφυγμοὺς ἀπεργάσεται. τὰ μὲν οὖν ἄλλα κοινὰ τοῖς τε τὴν καρδίαν μόνην ἐψυγμένοις ἐστὶ καὶ τοῖς τὸν πνεύμονα, συμπάσχει γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον τῷ ἑτέρῳ. πρόσεστι δ’ ἐξαίρετον οἷς ὁ πνεύμων ἔψυκται πρῶτος αἴσθησις ψυχρᾶς τῆς ἀναπνοῆς. εἰ δὲ καὶ κατὰ ξηρότητα δύσκρατος ὁ πνεύμων γένοιτο, κατ’ ἀρχὰς μὲν οὐδέν τι σαφὲς ἀλλοιώσει
395
τοὺς σφυγμοὺς, ἐν τῷ χρόνῳ δ’ ἄν ποτε σκληροτέρους ἐργάσεται, τῆς καρδίας συμπαθούσης αὐτῷ. τούτοις ἡ φάρυγξ. ἑτοίμως ξηραίνεται, καίτοι γ’ οὐ διψῶσιν. ἡ δὲ καθ’ ὑγρότητα δυσκρασία πλαδαρὰν μὲν καὶ ἄδιψον ἐργάζεται τὴν φάρυγγα, τῷ χρόνῳ δ’ ἀλλοιοῖ τοὺς σφυγμοὺς εἰς μαλακότητα. τοιαῦται μὲν αἱ ἁπλαῖ δυσκρασίαι τοῦ πνεύμονος. αἱ σύνθετοι δ’ ἐκ τούτων γνωριζέσθωσαν. ἐμοὶ γὰρ ἤδη καιρὸς ἐπὶ θάτερον ἰέναι γένος, ὃ ῥευμάτων ἔγγονον ἔφην ὑπάρχειν. ἔστι δ’ ἐν αὐτῷ κοινὸν μὲν ἁπάντων ἀνωμαλία τῶν σφυγμῶν, ἔμφραξίς τε γὰρ ἑτοίμως καὶ σφήνωσις καὶ θλίψις τῶν κυριωτάτων ἀρτηριῶν, ἐπὶ τοῖς τοιούτοις γίνεται ῥεύμασιν. οὐχ ἧττον δὲ τούτων καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἂν ἐγγὺς οὕτω κειμένης τῆς καρδίας τῷ πνεύμονι, καὶ διὰ μεγάλων στομάτων ἐχούσης τὴν σύῤῥοιαν. ἡ μὲν οὖν ἀνωμαλία κοινὴ πάντων ῥευμάτων ὅσα κατασκήπτει τῷ πνεύμονι, τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ παρά τε τὴν σύστασιν καὶ τὸ ποσὸν τοῦ χυμοῦ γιγνομένου. ἐλάττων μὲν γὰρ ἐπί τε τοῖς λεπτοῖς καὶ ὀλίγοις, ἀξιολογωτέρα δὲ ἐπί τε τοῖς παχέσι καὶ γλίσχροις καὶ πολλοῖς ἀποτελεῖται ῥεύμασι, 
396
καὶ γὰρ ἐμφράττει ταῦτα καὶ θλίβει καὶ βαρύνει μᾶλλον. αἱ δ’ εἰς τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἀλλοιώσεις ἐπὶ μὲν τοῖς θερμοτέροις ῥεύμασιν οἵας ἐπὶ πλήθει θερμασίας, ἐπὶ δὲ τοῖς ψυχροτέροις οἵας ἐπ’ ἐνδείᾳ πρόσθεν ἔφαμεν συνίστασθαι. σκληρότεροι δὲ γίνονται τῶν κατὰ φύσιν ἐπί τε ταῖς ξηραῖς δυσκρασίαις καὶ τοῖς φλεγμονώδεσιν ὄγκοις ἢ σκιῤῥώδεσι τοῦ πνεύμονος, ὥσπερ γε καὶ μαλακώτεροι διὰ τὰς οἰδηματώδεις διαθέσεις. οὐ μὴν οὐδὲ τὸ τῆς ἀναπνοῆς εἶδος ὅμοιον ἐπί τε ταῖς δυσκρασίαις ἐστὶ καὶ τοῖς ῥεύμασιν· αἱ μὲν γὰρ ψυχραὶ δυσκρασίαι μικρὰν καὶ βραδεῖαν καὶ ἀραιὰν ἐργάζονται τὴν ἀναπνοὴν, ὥσπερ καὶ τοὺς σφυγμούς. τὰ μὲν δὴ ῥεύματα τὰ ψυχρὰ τοὺς μὲν σφυγμοὺς ὁμοίως ἀλλοιοῖ, τὴν δ’ ἀναπνοὴν οὔτε μικρὰν οὔτε βραδεῖαν οὔτ’ ἀραιὰν ἐργάζεται. διὰ γὰρ τὴν στενοχωρίαν ὀλίγου πνεύματος ἐμπίπτοντος τῷ πνεύμονι, καὶ διὰ τοῦτο τῆς φύσεως ἐλλιπῶς ἀπολαβούσης αὐτοῦ, συμβαίνει τὴν δευτέραν ἐνέργειαν αὐτίκα τε καὶ ταχεῖαν ἅμα καὶ μεγάλην ἀποτελεῖσθαι, καὶ μόναις ταύταις τῶν δυσπνοιῶν, ὡς κᾀν τῇ περὶ αὐτῶν ἐδείχθη πραγματείᾳ, συμβέβηκεν ὑπεναντίως ἔχειν τῇ διαστολῇ τοῦ θώρακος τὸ ποσὸν τῆς εἰσπνοῆς. μέγιστον μὲν
397
γὰρ ὁ θώραξ διαστέλλεται, πλεῖστον δ’ οὐκ εἰσπνεῖται, καθάπερ ὅτ’ ἄφρακτος ὁ πνεύμων ὑπῆρχεν. ἡ μὲν οὖν ἰδέα τῆς ἀναπνοῆς ὁμοία τοῖς ῥεύμασιν ἅπασιν ὑπάρχει. τὸ πνίγεσθαι δ’ οὐχ ὁμοίως ἅπασιν, ἀλλὰ τοῖς θερμοῖς ἅπασι μᾶλλον ἕπεται, ἐπειδὴ πλείονος τῆς εἰσπνοῆς ἡ φύσις δεῖται τηνικαῦτα. διὰ δὲ τὰς δυσκρασίας μόνας οὐδεὶς ἕπεται κίνδυνος πνίξεως. καὶ τοῖς σφυγμοῖς δ’ αὐτοῖς ἐγγίνεταί τις ἑτέρα διαφορὰ παρὰ τὰς ἔμπροσθεν εἰρημένας ἐν τῷ τὸ ῥεῦμα ποτὲ μὲν εἰς αὐτὰς μόνας ἐμπίπτειν τὰς τραχείας ἀρτηρίας, ποτὲ δ’ εἰς τὰς λείας τε καὶ τὰς φλέβας, ἢ καὶ τὰς μεταξὺ χώρας αὐτῶν ἁπάσας μεταλαμβάνειν. ἐπὶ μὲν γὰρ ταῖς τραχείαις ἀρτηρίαις μόναις πληρωθείσαις οὐδεμία κατὰ σκληρότητα γίνεται μεταβολὴ τοῖς σφυγμοῖς· ἐπὶ δὲ ταῖς λείαις αἱ καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαι τεινόμεναι σκληρότερον ἐργάζονται τὸν σφυγμόν. τὰ δ’ οἰδήματα τοσοῦτον ἐνδεῖ τοῦ σκληρύνειν αὐτὸν ὥστε καὶ μαλακώτερον ἀποτελεῖν, διαβρέχοντα μὲν ἐν τῷ χρόνῳ τοὺς χιτῶνας τῶν ἀρτηριῶν, τάσιν δ’ οὐδεμίαν ἐργαζόμενα, καθάπερ ἐπὶ τῶν φλεγμονωδῶν τε καὶ σκιῤῥωδῶν ὄγκων ἔχει. μὴ τοίνυν ὀνόματα ζήτει ἀκούειν ἔτι
398
περιπνευμονιῶν, ἢ ἀσθμάτων, ἢ πνευμονωδῶν παθῶν, μεμαθηκὼς τὰς διαθέσεις τοῦ πνεύμονος. ὅτι γὰρ ἡ διὰ τῶν ὀνομάτων διδασκαλία πρώτην μὲν ἔχει τὴν περὶ τὸ σημαινόμενον ἀμφισβήτησιν, δευτέραν δὲ τὴν τοῦ ἀριθμοῦ τῶν νοσημάτων ἔννοιαν, ἐν πολλαῖς πολλάκις ἐπιδέδεικται πραγματείαις.

Ἀλλ’ ἐπὶ τὰ τοῦ θώρακος ἰέναι καιρὸς ἤδη νοσήματα κατὰ τὴν αὐτὴν μέθοδον. αἱ μὲν δὴ δυσκρασίαι τὰς αὐτὰς ἀλλοιώσεις ἐργάζονται ταῖς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ πνεύμονος εἰρημέναις. οἱ δ’ ὄγκοι κατά τε τὴν ποσότητα καὶ τὴν ἰδέαν ἑκάστου τῶν ἐργασαμένων αὐτοὺς χυμῶν. διαλλάξουσι δὲ τῷ θᾶττον μὲν καὶ μᾶλλον τῷ πνεύμονι συμπάσχειν τὴν καρδίαν, ἧττον δὲ καὶ βραδύτερον τῷ θώρακι. διαλλάξουσι δὲ κᾀν τῷ ποτὲ μὲν νῦν εἶναι τὸ πάσχον μέρος τοῦ θώρακος, ποτὲ δὲ τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα. πλείων γὰρ ἡ τάσις ἐπὶ τοῖς σκληροῖς καὶ πυκνοῖς μέρεσιν εἰς ὄγκον ἀρθεῖσιν, καὶ διὰ τοῦτο καὶ οἱ πλευριτικοὶ τῶν περιπνευμονικῶν ἀεὶ σκληρότερον ἔχουσι τὸν σφυγμόν. ὁμαλὸς δὲ τοὐπίπαν ἐπὶ τοῖς κατὰ τὰς πλευρὰς ὄγκοις ὁ σφυγμὸς, οὐχ

399
ὥσπερ ἐπὶ τοῖς κατὰ τὸν πνεύμονα παντοίως ἀνώμαλος. οὔτε γὰρ διὰ μεγάλων ἀγγείων οὔτ’ ἐγγὺς τῆς καρδίας ἡ κοινωνία τῷ θώρακι πρὸς αὐτήν ἐστι. περὶ δὲ τῆς κατὰ τὴν δύσπνοιαν ἰδέας οὐδὲν ἐν τῷδε τῷ λόγῳ δέομαι λέγειν, ὥσπερ ἐπὶ πνεύμονος ἐδεήθην διακρῖναι. ποτὲ μὲν ἡ καρδία πρώτη πάσχει, ποτὲ δὲ ὁ πνεύμων. ἑτοίμη γὰρ ἡ διάγνωσις ἐπὶ τῷ θώρακι πάσχοντι.

Ἥπατος δὲ νοσοῦντος ἀλλοιοῦνται σφυγμοὶ κατὰ μὲν τὰς δυσκρασίας ὡς ἔμπροσθεν εἴρηται, κατὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους, ἀνάλογον μέν πως κᾀν τούτοις, ἀλλ’ ἧττον ἐπὶ ταῖς φλεγμοναῖς γίνονται σκληροὶ τῶν ἐπὶ θώρακι τοσοῦτον ὅσον τῶν ἐπὶ πνεύμονι μᾶλλον. οὐδέποτε δ’ οὔτ’ ἐπὶ θώρακος οὔτ’ ἐφ’ ἥπατος ὄγκῳ μαλακὸς ὁ σφυγμὸς γίνεται, διότι μηδ’ ἐπιγίνεταί ποτε τοῖς ὀργάνοις τούτοις οἴδημα φλεγματικόν. ὁ μὲν γὰρ θώραξ πυκνότερος ἢ ὥστε δέξασθαι τοιοῦτον ῥεῦμα, τὸ δ’ ἧπαρ οὐ πυκνότερον μόνον, ἀλλὰ καὶ τῇ συμφύτῳ δυνάμει ῥᾳδίως ἀλλοιοῖ τὸ φλέγμα, συμπάσχει δ’ ἑτοιμότερον ἡ καρδία τῷ ἥπατι,

400
καίτοι ποῤῥώτερον τοῦ θώρακος κειμένῳ, διὰ τὴν τῆς κοίλης φλεβὸς κοινωνίαν.