De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Ἑξῆς οὖν λέγωμεν ὑπὲρ ἐκείνων πυρετῶν ἐν οἷς ἡ μὲν καρδία θερμοτέρα πλείονι μέτρῳ, τὰ ψαύοντα δ’ αὐτῆς ἐλάττονι μέτρῳ ψυχρότερα. γενήσονται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ θάττους τε ἅμα καὶ μείζους καὶ πυκνότεροι καὶ ἀμυδρότεροι τῶν κατὰ φύσιν, ἀλλὰ πλείονι μὲν εἰς ἀμυδρότητα καὶ τάχος, ἐλάττονι δὲ εἰς πυκνότητά τε καὶ μέγεθος τοῦ κατὰ φύσιν ἐξιστάμενοι. μόνιμος δὲ καὶ ἡ τούτων γένεσις, ὥσπερ καὶ ἡ τῶν ἄλλων ἑκτικῶν. εἰ δὲ τὸ μὲν σπλάγχνον ἔλαττον ἐξίσταιτο τοῦ κατὰ φύσιν εἰς θερμότητα, τὰ δὲ ψαύοντα αὐτοῦ πλέον εἰς ψυχρότητα, μικρότεροι

362
μὲν ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ καὶ ἀραιότεροι γενήσονται, τῷ τάχει δ’ ἤτοι παραπλήσιοι τοῖς κατὰ φύσιν ἢ βραδύτεροι, παραπλήσιοι μὲν, ὅταν μὴ πολὺ πλέον ἐπὶ τὸ ψυχρότερον ἐξίστηται τὰ ψαύοντα, βραδύτεροι δὲ, ὅταν πολὺ πλέον ἀποκεχωρήκῃ ταῦτα τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρὸν ἤπερ ἡ καρδία πρὸς τὸ θερμόν. ἡ δ’ ἀμυδρότης κᾀνταῦθα κατὰ τὸ ποσὸν τῆς θερμότητος. εἰ δὲ τὸ μὲν σῶμα τῆς καρδίας αὐτὸ ψυχρότερον εἴη τοῦ κατὰ φύσιν, αἱ δ’ ὗλαι καὶ ἄλλα τὰ ψαύοντα αὐτῆς θερμότερα, γενήσονται μὲν δή που κᾀνταῦθα τρεῖς αἱ πᾶσαι διαφοραί. τραπήσονται δ’ οἱ σφυγμοὶ καθ’ ἑκάστην ἀνάλογον ταῖς προειρημέναις. ἔστω γὰρ πρῶτον ἐπὶ τοσοῦτον ἐψῦχθαι τὴν καρδίαν ἐφ’ ὅσον τεθέρμανται τὰ ψαύοντα, βραδύτερος ὁ τοιοῦτος ἔσται σφυγμὸς τοῦ κατὰ φύσιν, ὅταν ἀξιόλογος ἡ ἀλλοίωσις ᾖ. ἀνάλογον δ’ αὐτῷ καὶ τὸ τῆς ἀμυδρότητος ὑπάρχει. τῷ μεγέθει δὲ οὐδὲ ἓν ἐξαλλαχθήσεται τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ τῇ πυκνότητι σαφὲς, οὐδὲ ἀξιόλογον οὐδέν. ἐν μέντοι ταῖς τοῦ κατὰ φύσιν βραχείαις ἐκτροπαῖς ἐφ’ ἑκάτερα δυσφωρατοτέρα ἡ διάκρισις, ὡς πρόσθεν καὶ εἴρηται, καὶ μάλιστα γίνεται δύσγνωστος ἐν
363
οἷς σώμασι τὸ κατὰ φύσιν οὐ προεπιστάμεθα. γινωσκομένου δὲ τούτου δυνατόν ἐστι καὶ τὴν βραχεῖαν ἐπιγνῶναι μεταβολὴν, ὅταν ἠσκημένος ᾖ τις ἐν διαγνώσει σφυγμῶν. ὥσπερ δ’ ὀλίγον ἔμπροσθεν, ἡνίκα τοῦ σπλάγχνου θερμοτέρου γενομένου, τῶν ψαυόντων δ’ αὐτοῦ ψυχροτέρων, ἐσκοπούμεθα τοὺς σφυγμοὺς, ἑκτικὸν ἐλέγομεν εἶναι τὸν πυρετὸν, οὕτως νῦν εἰ μὲν τὸ σπλάγχνον εἴη ψυχρότερον ἅπαντος τοῦ κατὰ φύσιν ὅρου, τὰ δὲ ψαύοντα θερμότερα, πυρέξει μὲν ὁ ἄνθρωπος, ἀλλ’ οὐ τὸν ἑκτικὸν ὀνομαζόμενον πυρετὸν, ἀλλ’ ἤτοι τὸν ἐφήμερον ἢ τὸν ἐπὶ σήψει χυμῶν. ἴδια δ’ ἑκάτερα τὰ γνωρίσματα, τοῦ μὲν ἐφημέρου πυρετοῦ μιχθέντος ψυχροτέρῳ σώματι καρδίας, ὅταν ἴσως ἑκάτερος ἐξεστήκῃ τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐδὲν μὲν τῷ μεγέθει παραλλάττει τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ πυκνότητι σαφὲς οὐδὲν, οὐδὲ τάχει, πρὶν ἀξιόλογον ἑκατέρου γενέσθαι τὴν ἐκτροπὴν, ἀμυδρότερον δ’ εἰς τοσοῦτον εἰς ὅσον καὶ τὸ σπλάγχνον ψυχρότερον ἔσται. τοῦ δ’ ἐπὶ σήψει χυμῶν, ἴσον μὲν ἀεὶ καὶ τούτου τὸ μέγεθος, οὐκ ἴσον δὲ τῶν κατὰ φύσιν, οὐδὲ τῶν ἄλλων γενῶν, ἀλλ’ ἐπειδὰν μὲν ὀλίγον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, οὐδὲν ὅ τι
364
καὶ ἀξιόλογον· πλέον δ’ ἐκστάντων ἐναργῶς θάττων ὁ σφυγμὸς γίνεται κατὰ τὴν συστολὴν, ὥσπερ ὁ πρότερος ἐν τῇ διαστολῇ. καὶ μὲν δὴ καὶ πυκνότερος ἐναργῶς κατὰ τὴν ἐκτὸς ἠρεμίαν, ἀμυδρότερος δὲ φαίνεται τοσοῦτον ὅσον ἡ καρδία κατέψυκται. ἔστω δὴ πάλιν ἐπιπλέον ἐψῦχθαι τὴν καρδίαν ἢ τεθερμάνθαι τὰ ψαύοντα, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, ἐπιπλέον οἱ σφυγμοὶ μὲν τούτων σαφῶς ἀμυδροὶ γενήσονται καὶ μικρότεροι, βραδεῖς δ’ οὐχ ὁμοίως σαφῶς, ἀλλ’ ὅσον ἐπιπλέον ἐψύχθη τὸ σῶμα τῆς καρδίας τῶν ψαυόντων ἑαυτοῦ. καὶ μὲν δὴ καὶ ἀραιοὶ καὶ μικροὶ κατὰ τὴν ἀναλογίαν ἔσονται. ἔστω δὲ πάλιν ἐπὶ σήψει χυμῶν ὁ πυρετὸς, ὁ σφυγμὸς τούτων ἀμυδρὸς ἔσται ὡσαύτως τῷ προειρημένῳ, μικρότερος δ’ ἔτι κἀκείνου κατά γε τὴν διαστολὴν καὶ βραδύτερος. ἡ μέντοι συστολὴ θάττων αὐτοῦ γενήσεται τοῦ κατὰ φύσιν. ἔτι δὲ μᾶλλον ἐν ἐκείνοις ἔσται τοῖς καιροῖς τοῦ παροξυσμοῦ τὸ τοιοῦτον, ἐν οἷς τέ ἐστιν ἀρχὴ καὶ ἐπίδοσις, ἐπεὶ κατά γε τὰς ἀκμὰς ἧττον, ἔτι δ’ ἧττον ἐν ταῖς παρακμαῖς. ὑποκείσθω δὴ τὸ τρίτον εἶδος τῆς ἐπαλλάξεως, ὅπερ ἐστὶν ἔλαττον 
365
εἰς ψυχρότητα μεθεστηκέναι τὴν καρδίαν ἤπερ εἰς θερμότητα τὰ ψαύοντα αὐτῆς, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, οἱ σφυγμοὶ τῷ τοιούτῳ σώματι τοσούτῳ μὲν ἀμυδρότεροι τοῦ κατὰ φύσιν ὅσῳ περ καὶ τὸ σῶμα τῆς καρδίας δυσκρατότερον ἔσονται μείζονές τε καὶ θάττονες τοῦ κατὰ φύσιν, καὶ πλέον γε μείζονες ὅσῳ περ ἢ θάττονες. ἔσονται δὲ καὶ πυκνότεροι. ταῦτα σύμπαντα λέλεκται μήτ’ εἰς σκληρότητα μήτ’ εἰς μαλακότητα τῶν σφυγμῶν ἐπιδήλως ἠλλοιωμένων, ὡς εἴ γε καὶ κατὰ τοῦθ’ ὑπαλλαχθεῖεν, ἡ μὲν ἐπὶ τὸ μαλακὸν αὐτῶν ἐκτροπὴ, τὸ μέγεθος μὲν πάντως αὐξήσει καὶ τὴν ἀραιότητα, προσθήσει δ’ ἐνίοτε καὶ βραδύτητα· εἰ δ’ ἐπὶ τὸ σκληρὸν, τἀναντία, μικρότητά τε καὶ πυκνότητα, καίτοι καὶ τάχος ἐνίοτε προσθήσει. ἐγὼ μὲν δή μοι πάσας ἤδη δοκῶ τῶν πυρετῶν εἰρηκέναι τὰς ἐκ σφυγμῶν διαφορὰς, εἴ γε δὴ τὴν οὐσίαν αὐτῶν ἐπὶ πλεονεξίᾳ τῆς ἐν τῇ καρδίᾳ θερμασίας ὀρθῶς ἐθέμεθα. καὶ σὺν τοῖς πυρετοῖς γε καὶ ἄλλων οὐκ ὀλίγων ἐμνημόνευσα διαθέσεων ἐναντίων τοῖς πυρετοῖς, ἐφ’ ὧν τῶν ἡ τῆς καρδίας διάθεσις ψύξις ἐστίν. ἀλλὰ καὶ περὶ τῶν μικτῶν διαθέσεων εἶπον, ὧν ἡ μίξις ἐξ ἐναντίων
366
ἐπιπλεκομένων ἀλλήλοις γίγνεται. καὶ ἦν ἤδη μοι καιρὸς ἐφ’ ἕτερόν τινα προϊέναι λόγον· ἐπεὶ δὲ οὐκ οἶδ’ ὅπως εἰς παμπόλλην διαφωνίαν ἐμπεπτώκασιν οἱ περὶ πυρετῶν πραγματευσάμενοι, δι’ ἐκείνους ἀναλαβεῖν ἐπὶ κεφαλαίων ἔγνωκα τὰ προειρημένα κατὰ τόδε τὸ γράμμα, ἐν ᾧ περὶ τῆς τῶν πυρετῶν ἐκ σφυγμῶν διαγνώσεως, καὶ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, δι’ Ἀρχιγένην μάλιστα τοῦτο ποιεῖν διέγνωκα. πάντων γὰρ ἐπιμελέστατος ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ δόξας γεγονέναι κινδυνεύει μηδὲν ἡμᾶς διδάσκειν ὁμοίως Ἐρασιστράτῳ. διττὸς γάρ ἐστι τῶν μηδὲν διδασκόντων ὁ τρόπος, ἐνίων μὲν εἰς ἰδιότητα καταφευγόντων ἄῤῥητον, ἐνίων δὲ λεγόντων μὲν ὀνόματα, μήτε δ’ ἃ σημαίνει φυλαττόντων μήθ’ ἃ βούλονται σημαίνειν ἑρμηνευόντων. ὁ γάρ τοι σκληρὸς σφυγμὸς, ὃν ἀχώριστον εἶναι βούλεται τῶν πυρεττόντων ὁ Ἀρχιγένης, ὄνομα μόνον ἐστὶν, οὐδὲν πρᾶγμα σημαίνων ἐπιστημονικῶς τε καὶ βεβαίως νοηθῆναι δυνάμενον. εἴρηται δ’ ἐπιπλέον ὑπὲρ τοῦ τοιούτου σφυγμοῦ κατά τε τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἔτι τε καὶ τὴν
367
διαγνωστικὴν, οὐχ ἥκιστα δὲ καὶ δι’ ὧν ἐξηγούμεθά τε ἅμα καὶ κρίνομεν, ὅσα κατά γε τὸ περὶ τῶν σφυγμῶν βιβλίον ὁ Ἀρχιγένης ἔγραψεν. ἀναγκαῖον δ’ ἐστὶν, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ἐπὶ κεφαλαίων ὑπὲρ αὐτῶν.

    Ὥσπερ τῶν ἄλλων ὀνομάτων ἕκαστον ἴδιον δηλοῖ πρᾶγμα παρὰ τοῖς Ἕλλησι πᾶσιν, οὕτω καὶ κατὰ τῶν ὑποπιπτόντων ταῖς αἰσθήσεσιν ἔθεντο προσηγορίας τινὰς, ἰδίᾳ μὲν ὅσαι δηλοῦσι τὰς ἀκουστὰς διαφορὰς, ἰδίᾳ δ’ ὅσαι τὰς ὁρατὰς, ἢ ὀσφρητὰς, ἢ γευστὰς, ἢ ἁπτάς. οὔτ’ οὖν ἐπ’ ἄλλην φέρουσιν αἴσθησιν τό τε λευκὸν καὶ μέλαν καὶ ξανθὸν καὶ πυῤῥὸν, ὠχρόν τε καὶ φαιὸν καὶ κυανοῦν, ὅσα τ’ ἄλλα χρωμάτων ἐστὶν ὀνόματα πλὴν τῶν ὁρατῶν, οὔτ’ αὖ πάλιν ἐπ’ ἄλλα τὸ αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ στρυφνὸν καὶ στῦφον, ἁλυκόν τε καὶ ἁλμυρὸν, ὅτι μὴ τῶν γευστῶν· οὐ μὴν δ’ ἐπ’ ἄλλων τινῶν θερμὸν καὶ ψυχρὸν, ξηρὸν καὶ ὑγρὸν, καὶ μαλακὸν καὶ σκληρὸν, ἀλλ’ ἐπὶ τῶν ἁπτῶν ἅπαντες. εἰ δέ τις ἐπ’ ἄλλο μεταφέρει τῶν εἰρημένων ὁτιοῦν, ὁ μὲν τρόπος τῆς τοιαύτης χρήσεως ὀνομάζεται

    368
    μεταφορά. γίνεται δὲ δή που ταῖς ἄλλαις ὡσαύτως μεταφοραῖς καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν, καθ’ οἵαν ὁμοιότητα καὶ πόδες εἴρηνται καὶ κορυφαὶ καὶ λαγόνες ὄρους. ὡς γὰρ ἐπὶ τῶν ζώων τὰ κατωτάτω μὲν οἱ πόδες, ἡ κορυφὴ δὲ τὰ ἀνωτάτω πάντων ἐστὶν, οὕτως ἐπὶ τῶν ὀρῶν συγχωροῦμεν τοῖς ποιηταῖς τὰ μὲν ἀνωτάτω κορυφὰς ὀνομάζειν, τὰ κατωτάτω δὲ πόδας. ἐὰν οὖν τις ἐπὶ ζώου ποιούμενος τὸν λόγον, εἶτα πόδας εἰπὼν ἢ λαγόνας ἀξιώσει μήτε τῶν ποδῶν ἀκούειν, ὡς ἅπαντες ἀκούουσιν, μήτε τῶν λαγόνων, ὡς σύνηθες, ἀλλ’ οὕτως δεῖν φάσκῃ λαγόνων ἀκούειν, ὡς ἐπὶ τοῦ ὄρους τοῦ Βριλλησοῦ Καλλίμαχος εἴρηκε·

  1. Βριλλησοῦ λαγόνες εἰσὶ νόμου, ὃν ἐκτήσαντο,
  2. γελοιότατος ἂν εἴη, διττῇ τε καὶ παλινδρομούσῃ χρώμενος ἀπὸ τῶν οὐ κυρίων ἐπὶ τὰ κύρια τῇ μεταφορᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅστις ἐπὶ ἤθους, ἢ οἴνου λεγομένου τοῦ σκληροῦ κατὰ μεταφορὰν, ὑπὲρ τῶν ἁπτῶν σωμάτων ποιούμενος τὸν λόγον οὐχ ὡς σύνηθες ἅπασιν, οὕτως ἀξιῶν τῆς προσηγορίας ἀκούειν, ἀλλ’ ὡς οἶνος λέγεται σκληρὸς,

    369
    ἢ ἄνθρωπος, τὸ ἦθος σκληρόν. ὅμοιον γὰρ ἐκείνῳ τοῦτο τὸ περὶ πραγμάτων ὁρατῶν διαλεγόμενον, εἶτα λευκὸν μὲν εἰπόντα μὴ συγχωρεῖν ἀκούειν οὕτως ὡς εἴθισται πᾶσιν, ἀλλ’ ἐπειδὴ πυρετούς τινας λευκοὺς αὐτὸς ὁ Ἀρχιγένης εἴρηκεν, οὕτως ἀκούειν χρῆναι καὶ τὸ χρῶμα τὸ λευκόν. ὥσπερ οὖν ὁ τοιοῦτος οὐκ ἂν δόξειε σωφρονεῖν, εἰ τὸ κυρίως ἐπὶ χρώματος λεγόμενον ὄνομα μετάγειν ἐπ’ αὐτὸ κατὰ διττὴν μεταφορὰν ἀπὸ τῶν οὐ κυρίως ἀξιώσειεν, οὕτως, οἶμαι, καὶ ὅστις ἐπὶ σώματος ἁπτοῦ τὸν λόγον ποιούμενος, ἐκ μεταφορᾶς κελεύσει τὸ σκληρὸν ὄνομα ἀκούειν. συμβαίνει γὰρ ἐν τοῖς τοιούτοις ἅπασι λόγοις μηδὲν μανθάνειν τοὺς ἀκούοντας, ὅταν εἴργωνταί τε τοῦ κυρίως λεγομένου, μηδέν τ’ ἄλλο νοῆσαι δύνωνται. τί γὰρ ἄλλο τις νοήσειε χρῶμα τὸ λευκὸν ἀκούσας ὄνομα τοῦ τε συνήθους εἰργόμενος ἀκούειν τε κελευόμενος ἐκ τῆς τῶν λευκῶν πυρετῶν μεταφορᾶς; οὕτως οὖν καὶ ὁ σκληρὸς σφυγμὸς ὑπὸ τοῦ Ἀρχιγένους εἰσαγόμενος ἐφ’ ἁπτοῦ πράγματος, εἰ μὴ τὸ κύριον σημαίνει, τοῦτο δὴ τὸ συνήθως ἅπασι λεγόμενον, ἀλλ’ ὡς ἐκεῖνος ἐκ μεταφορᾶς τῆς τῶν οἴνων βούλεται, παντάπασιν ἀσαφής τε καὶ 
    370
    ἄγνωστος γίγνεται καὶ τοιοῦτος οἷος εἰ καὶ σκινδαψὸς ἐλέγετο, πρὸς τῷ καὶ δύνασθαι πᾶν ὁτιοῦν ἄλλο κατὰ τοῦ τῶν πυρετῶν ἰδίου σφυγμοῦ φέρειν ὄνομα, καὶ δοκεῖν τι λέγειν, ὡς πρὸς ἀνθρώπους μὲν ἀγυμνάστους ἐν διαιρέσεσι σημαινομένων, εὐγνώμονας δὲ καὶ πεπιστευκότας, ὅτι γέρων ἄνθρωπος, ἐν τοσαύτῃ γεγονὼς δόξῃ καὶ πολλὰ τὴν τέχνην ὠφεληκὼς, οὐκ ἂν ἑκὼν εἶναί ποτε τοιαύτην ἀσάφειαν ἐμηχανήσατο κατὰ τὸν λόγον, ὡς ὀνόματα προσφέρεσθαι μηδὲν σημαίνοντα. φέρε γὰρ εἴ τις εἴπῃ τὸν τοῦ πυρέττοντος σφυγμὸν εἶναι πικρὸν, ἀξιώσει οὕτως ἀκούειν τοῦ πικροῦ ὀνόματος ὡς ἐπὶ γευστῶν ἐνίοτε λέγομεν, ἆρ’ ἕξομέν τι νοῆσαι σαφές; οὐ μᾶλλον ἢ εἰ στρυφνὸν, ἢ αὐστηρὸν, ἢ ὀξὺν ἀκούσαιμεν εἶναι τὸν σφυγμόν. ἐν ἅπασι μὲν γὰρ αὐτοῖς ἀηδές τι καὶ παρὰ φύσιν ἐμφαίνεται. τί δὲ τοῦτ’ ἔστιν οὐ δηλοῦται, καίτοι κατὰ μὲν τὰς τοιαύτας μεταφορὰς ἀπὸ τῶν κυρίων ἐφ’ ἕτερον οὐ κύριον ἡ μετάθεσις γίνεται, συγκεχωρημένον ἅπασι καὶ εἰθισμένον πρᾶγμα. κατὰ δὲ τὸ τοῦ σκληροῦ σφυγμοῦ σημαινόμενον, ὅπερ ὁ Ἀρχιγένης ἐνομοθέτησεν,
    371
    οὔτε συγκεχωρημένον, οὔτε εἰθισμένον, οὔτε ὅλως γεγονὸς, ἢ γενέσθαι δυνάμενον, ἀκοῦσαι χρὴ σημαινόμενον, ἀπὸ τῶν μεταφορικῶν ἐπὶ τὸ κύριον ἐπανερχομένους. διόπερ ὀνόματος μὲν ἔστιν ἀκοῦσαι, πρᾶγμα δὲ οὐδ’ ἐννοῆσαι. ἀλλ’ οὐκ ἔτι δεῖ περί γε τούτου μηκύνειν, ἐν ἄλλοις ἐπιπλέον ὑπὲρ αὐτοῦ διειλεγμένους, ἀναλαβόντας δὲ τὰ προειρημένα διὰ κεφαλαίων ὑπὲρ ἁπάντων τῶν πυρετῶν ἐπελθεῖν.

Ὅτι μὲν δὴ τρία ἐστὶ τὰ πάντα αὐτῶν γένη δέδεικται δι’ ἑτέρων. ὁποία δέ τις ἑκάστου διάγνωσις ἐκ σφυγμῶν, ἐν τῷδε ῥητέον. οἱ μὲν ἐφήμεροι πάντες εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπουσι τοὺς σφυγμοὺς ὅσον ἐφ’ ἑαυτοῖς. εἰ γὰρ ἐπιμιγνύοιτό τις ἄλλη διάθεσις, ἀνάγκη μικτὴν γενέσθαι τὴν τροπὴν, ἐξ ἐκείνης τε καὶ τῆς κατὰ τὸν λόγον τοῦ πυρετοῦ συνισταμένης. ὡσαύτως δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν εἰς τὰς αὐτὰς διαφορὰς ἀλλοιοῦσι τοὺς σφυγμοὺς ὅσον γ’ ἐφ’ ἑαυτοῖς, καὶ πλέον γ’ ἐπὶ τούτοις ἐξαλλάττεται τὸ τάχος. οἱ δὲ ἐπὶ σήψει χυμῶν ἐν μὲν ταῖς ἀκμαῖς ἀμφοτέρας ἔχουσι τὰς κινήσεις ταχείας, τήν τε τῆς

372
διαστολῆς καὶ τὴν τῆς συστολῆς. ὡσαύτως δὲ καὶ τὰς πυκνότητας ἀμφοτέρας ὁμοίως ἀλλοιοῦσι, τήν τε κατὰ τὴν ἐκτὸς ἡσυχίαν γινομένην καὶ τὴν κατὰ τὴν ἐντὸς, ἐν δὲ ταῖς εἰσβολαῖς οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ἐπιτείνουσι τῆς συστολῆς τὸ τάχος. ἐν δὲ ταῖς ἀναβάσεσι καὶ τοῦτο μὲν καὶ τὴν ἐκτὸς ἡσυχίαν ἐπιπλεῖστον συνεργοῦσιν, ὡς πυκνότατον φαίνεσθαι κατ’ αὐτὴν τὸν σφυγμόν. οὗτοι μόνοι πυρετῶν εἰσιν ἴδιοι σφυγμοὶ κατὰ τὸν ἑαυτῶν λόγον· οἱ δ’ ἄλλοι πάντες οἱ τοῖς πυρέσσουσι συμπίπτοντες ἄλλῃ τινὶ διαθέσει μᾶλλον ἢ τῇ τῶν πυρετῶν ἕπονται. δύο δ’ ἔστι γένη κᾀκείνων τῶν διαθέσεων, ἤτοι τῆς δυνάμεως ἢ τῶν ὀργάνων ἡ κάκωσις. ἐδείχθη γὰρ ὡς εἰς τρία χρὴ βλέποντας ταῦτα ἐξευρίσκειν τὰς ἀλλαττούσας αἰτίας τὸν σφυγμὸν, ὄργανόν τε καὶ χρείαν καὶ δύναμιν. ἐπιδέδεικται γὰρ καὶ ὅσα καθ’ ἕκαστον αὐτῶν γένος, ἐξιστάμενον τοῦ κατὰ φύσιν, ἀναγκαῖόν ἐστι συμπίπτειν τοῖς σφυγμοῖς. οὔκουν ἔτι θαυμαστὸν εἰ διαφέρονταί τε πρὸς ἀλλήλους οἱ σοφοὶ ἰατροὶ περὶ τῶν ἰδίων τοῦ πυρετοῦ σφυγμῶν, ἁμαρτάνουσί τε πάντες, ἅτε μήτε τὰ γένη τῶν πυρετῶν διελόμενοι, τάς τε διὰ τὴν δύναμιν,
373
ἢ τὴν τῶν ὀργάνων κάκωσιν ἀλλοιώσεις τῶν σφυγμῶν αὐτῶν τῶν πυρετῶν ἰδίας εἶναι νομίζοντες. οἷον αὐτίκα παροξυσμῶν εἰσβαλόντων οἱ μὲν τοὺς πυκνούς τε καὶ μικροὺς, οἱ δὲ πρὸς τούτοις καὶ τοὺς ἀμυδροὺς, ἔνιοι δὲ καὶ τοὺς ἀνωμάλους, εἰσὶ δ’ οἳ καὶ τοὺς βραδεῖς, ὥσπερ ἄλλοι τοὺς ταχεῖς, ἔθεντο γνωρίσματα. καίτοι γ’ ἔνιοι τῶν πυρετῶν ἀθλίπτους, ὡς αὐτοὶ καλοῦσι, ποιοῦνται τὰς εἰσβολὰς, ἐφ’ ὧν εἰς μέγεθός τε καὶ τάχος ἡ πρώτη τροπὴ γίνεται τῶν σφυγμῶν, εἶτ’ ὀλίγον ὕστερον αὐξανομένοις τοῖσδε καὶ ἡ πυκνότης ἐπιγίνεται, τῶν δ’ ἄλλων σφυγμῶν τῶν εἰρημένων οὐδεὶς αὐτοῖς οὔτ’ ἀρχομένων τῶν παροξυσμῶν οὔτε αὐξανομένων οὔτε ἀκμαζόντων ἐπιφαίνεται. ἀλλὰ τούτοις μὲν οὔτε ῥῖγος οὔτε φρίκη τις οὔτ’ ἀνωμαλία σαφὴς, ἀλλ’ οὐδὲ ψύξις ἄκρων, ἢ τῆς ἐκτὸς ἐπιφανείας, οὐδὲ δῆξις, ἢ βάρος, ἢ θλίψις στομάχου συνεισβάλλει. τοῖς πλείστοις δ’ ἤτοι ἕν τι τῶν εἰρημένων ἢ καὶ πλείω συνεδρεύει. καί τισιν αὐτῶν ὀλίγον ὕστερον ἔμετος ἐναργῶς ἐνδεικνύμενος, ὡς ἐκ τοῦ συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηροὺς χυμοὺς, οἱ μὲν ἐδήχθησαν αὐτῶν, οἱ δὲ
374
ἐθλίφθησαν, οἱ δ’ ἀσώδεις ἐγένοντο. προφανέστατα γὰρ ἐπὶ τῶν πλείστων ἀρχῶν ἀποχωρεῖ μὲν ἁπάσης τῆς ἐκτὸς ἐπιφανείας τὸ αἷμα, συῤῥεῖ δ’ εἰς τὰ σπλάγχνα, κᾀκ τούτου θλίψεις τε καὶ σφηνώσεις, ἐμφράξεις τε καὶ διατάσεις ἀρτηριῶν γίνονται κυρίων, ἐφ’ αἷς οἱ ἀνώμαλοι σφυγμοὶ ταῖς εἰσβολαῖς τῶν τοιούτων παροξυσμῶν συνεδρεύουσιν, ὥσπερ αὖ πάλιν οἱ ἀμυδροὶ διὰ τὴν τοῦ στομάχου τε καὶ τῆς δυνάμεως κάκωσιν. οὕτως δὲ καὶ οἱ μικροὶ διά τε τὴν ἀῤῥωστίαν γίνονται τῆς δυνάμεως καὶ διὰ τὴν ψύξιν, ὥσπερ γε καὶ οἱ βραδεῖς ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν. ἀλλὰ τούτων γε οὐδεὶς ὁμοίως τῇ διαστολῇ τὴν συστολὴν ἐποιήσατο βραδεῖαν, ἀλλ’ ἔστιν ἀχώριστόν τε καὶ ἰδιώτατον εἰσβολαῖς πυρετοῦ ἐπὶ σήψει χυμῶν ἡ συστολὴ τῆς ἀρτηρίας ὠκυτέρα γινομένη. καὶ ὅστις ἤσκηται γινώσκειν συστολὴν ἀχώριστον ἀρχῆς παροξυσμοῦ τοῦθ’ ἕξει τὸ σημεῖον, ὅταν, ὡς εἴρηται πολλάκις, ὁ σφυγμὸς ἔχῃ τινὰ τόνον. ἐδείχθη γὰρ ἐπὶ τῶν ἀμυδρῶν ἀδιάγνωστος ἡ συστολή. τοῦτ’ οὖν ἀσκητέον ἐν τοῖς μάλιστα τὸν ἀκριβῶς βουλόμενον ἀρχὴν γνωρίζειν παροξυσμοῦ. ὅπως δ’ ἄν τις 
375
ὑπάρξοιτο τῆς ἀσκήσεως, ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπὶ πλεῖστον εἴρηται· τοῦτο τὸ σημεῖον ἀψευδέστατόν ἐστι, καὶ χρὴ θαῤῥεῖν αὐτῷ μάλιστα κατὰ τὰς διαγνώσεις ἐναργῶς φανέντι. ἔγωγ’ οὖν ἐπὶ πολλῶν πολλάκις, ὧν οὐδεπώποτε πρόσθεν ἡψάμην τῶν σφυγμῶν, οὔθ’ ὑγιαινόντων οὔτε νοσούντων, τούτῳ τῷ σημείῳ μόνω πιστεύσας ἥμαρτον οὐδέποτε. ταῖς μὲν γὰρ ἄλλαις ἁπάσαις, εἴτ’ οὖν ψύξις εἴη ὅλου τοῦ σώματος, εἴτε καὶ τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι στόμαχον ὀνομάζομεν, εἴτ’ εἰς τὸ βάθος ῥοπαὶ τοῦ αἵματος, ἤτοι διὰ λύπην, ἢ φόβον, ἢ δι’ ἄλλην τινὰ αἰτίαν γιγνόμεναι, παραπλήσιός ἐστιν ἡ βραδύτης τοῦ σφυγμοῦ διαστελλομένης τε καὶ συστελλομένης τῆς ἀρτηρίας, εὐθὺς δ’ αὐτῇ σύνεστι καὶ ἡ ἀραιότης κατ’ ἄμφω τὰς ἡσυχίας. μόναις δὲ ταῖς πυρεκτικαῖς εἰσβολαῖς, κᾂν ἡ διαστολή ποτε γένηται βραδυτέρα τῆς ἔμπροσθεν, ἀλλ’ ἥ γε συστολὴ τάχος προσκτᾶται. συναιρεῖται δέ τι καὶ τῆς ἐκτὸς ἡσυχίας, ὡς πυκνότερον ἐνταῦθα γίνεσθαι τὸν σφυγμὸν, οὐ μὴν κατά γε τὴν ἐντὸς, ἀλλ’ ἤτοι τῷ πρόσθεν ὡσαύτως, ἢ βραχεῖ τινι κατὰ τὸν καιρὸν τοῦτον ἀραιότερος φαίνεται.
376
παραβάλλειν δὲ δηλονότι χρὴ τὴν ἔμπροσθεν ἡσυχίαν ὡς πρὸς τὴν ἁφὴν τῇ νῦν φαινομένῃ, μεμνημένον μὲν ὅτι σύνθετός ἐστιν ἔκ τε τοῦ πέρατος τῆς συστολῆς καὶ τῆς ἀρχῆς τῆς διαστολῆς καὶ τῆς μεταξὺ τούτων ἠρεμίας, ἐκλογιζόμενον δ’ ὅσον ἑκατέρωθεν αὐτῇ προσῆλθεν, ἐκ τοῦ μὴ φαινομένου μορίου τῶν κινήσεων, αὐτὸ δὲ δὴ τοῦτο πάλιν ἐκλογίζεσθαι τῷ τόνῳ παραμετροῦντα. εἰ μὲν γὰρ ὡσαύτως ἔχει τόνου νῦν τε καὶ πρόσθεν ὁ σφυγμὸς, εἰς ὅσον ἂν ὁ χρόνος τῆς αἰσθητῆς ἡσυχίας γένηται μακρότερος εἰς τοσοῦτο καὶ καὶ τὴν ὄντως ἡσυχίαν ἡγεῖσθαι μεμηκύνθαι. εἰ δ’ ἀμυδρότερος ἢ πρόσθεν γένοιτο, λογίζεσθαί τι καὶ διὰ τοῦτ’ ἀποκεκρύφθαι τῶν κινήσεων, ὅπερ ὑφαιρεῖν χρὴ τῆς αἰσθητῆς ἡσυχίας εἰς τὴν τῆς ὄντως εὕρεσιν. εἰ γὰρ ὀλίγῳ μέν τινι τοῦ πρόσθεν ὁ σφυγμὸς ἀτονώτερος γένηται, πολλῷ δὲ ἀραιότερος, ἡγητέον ἐκτετάσθαι τὴν ὄντως ἡσυχίαν. εἰ δ’ ἀτονώτερος μὲν πολλῷ, βραχεῖ δ’ ἀραιότερος ὡς πρὸς τὴν αἰσθητὴν διάγνωσιν, οὐκέτι καὶ τὴν ὄντως ἡσυχίαν τὴν ἔνδον ἡγητέον ἐκτετάσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ τοῦ σφυγμοῦ βραχεῖαν ἀτονίαν προσλαβόντος, ἀξιολόγως τινὶ
377
φαίνοντο τὰ τῆς πυκνότητος ἐπιτετάσθαι, συναιρεῖσθαι λογιστέον τὴν ὄντως ἡσυχίαν. ἐφ’ ὧν μὲν οὖν ἀμυδρότερος ὁ σφυγμὸς ἐγένετο κατὰ τὸν τῆς διαγνώσεως καιρὸν, ὡς εἴρηται, λογιστέον. ἐφ’ ὧν δ’ ὡσαύτως ἔχει τόνου, σαφεστάτη διάγνωσις ἐπὶ τούτων ἐστὶ καὶ τῆς ἐντὸς ἡσυχίας, ὡς λέλεκται, σκοπουμένοις. ὅταν οὖν ποθ’ ὁ σφυγμὸς ἄτρεπτος μὲν ὢν τἄλλα θάττων γένηται κατὰ τὴν συστολὴν, ἀρχῆς παροξυσμοῦ σημεῖον ἀχώριστον τίθεσο. γίγνεται δ’ εὐθὺς τοιοῦτος σφυγμὸς καὶ πυκνότερος κατὰ τὴν ἐκτὸς ἡσυχίαν, ἐπειγομένης τῆς φύσεως ἀποτρίψασθαι τὸ καπνῶδες περίττωμα, διὸ θᾶττον συνεστέλλετο. κατὰ μὲν οὖν τὴν πρώτην ἀρχὴν τῆς γενέσεως αὐτοῦ τῷ τάχει τῆς συστολῆς μόνον ὁ σφυγμὸς παραλλάττων φαίνεται τοῦ πρόσθεν, ὀλίγῳ δ’ ὕστερον καὶ πυκνοῦσθαι κατὰ τὴν ἐκτὸς ἠρεμίαν, πρωϊαίτερον ἀρχομένης συστέλλεσθαι τῆς ἀρτηρίας. τοῖς δ’ ἐφημέροις πυρετοῖς οὐχ ὑπάρχει τοῦτο, διὰ τὸ χωρὶς σήψεως γίγνεσθαι χυμῶν. οὐ μὴν οὐδὲ τοῖς ἑκτικοῖς, ὅτι μηδὲ ἄρχονταί ποτε, πλὴν εἰ συνέλθοι κατὰ τύχην ἑτέρα τις διάθεσις αὐτοῖς, ὥστ’ ἐφ’ ὧν ζητεῖται μάλιστα πυρετῶν ἡ ἀρχὴ τῶν παροξυσμῶν,
378
ἔχειν ἡμᾶς δεῖ διαρκὲς τὸ σημεῖον. εἰ δὲ κατὰ τὴν πρώτην ἡμέραν ἄρτι μεταπίπτοντος ἐξ ὑγείας εἰς νόσον ἀνθρώπου τινὸς ἁπτοίμεθα τῶν σφυγμῶν, εὐθὺς καὶ τὸ γένος ἡμῖν ἐνδείξεται τοῦ πυρετοῦ τὸ σημεῖον τοῦτο, συνεισβάλλων γὰρ τῷ παροξυσμῷ τῶν ἐπὶ σήψει τινὶ χυμῶν τὸν πυρετὸν εἶναί φησιν. ἐδείχθησαν δ’ ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐκ ταὐτοῦ γένους ὄντες τῷδε καὶ οἱ ἐπὶ ταῖς φλεγμοναῖς. ἀλλὰ διοριστέον αὐτοὺς τῶν ἐπὶ σήψει χυμῶν μόνῃ τῇ σκληρότητι. σκληρὰ γὰρ ἡ προσβολὴ τῶν ἐπὶ φλεγμοναῖς. εἰ μὲν οὖν διαγινώσκειν δύναιο τὴν ἐπὶ τάσει τῆς ἀρτηρίας σκληρὰν προσβολὴν τῆς ἐπὶ ψύξει τε καὶ σκληρότητι, τρεῖς ἕξεις ἐκ τούτου προγνώσεις αἰτίων προγεγονότων, ποτὸν ψυχρὸν, οἶνον ἀκρατέστερον, φλεγμονὴν, ἣν οὐ μόνον ἔμπροσθεν τοῦ παροξυσμοῦ γεγονὸς αἴτιον, ἀλλὰ καὶ παραμένον ἐροῦμεν. τὴν δὲ τοῦ ψυχροῦ τε καὶ τοῦ πλέονος ἀκράτου πόσιν, αὐτὴν μὲν προγεγονέναι, τὴν δ’ ἀπ’ αὐτῆς διάθεσιν ἔτι φυλάττεσθαι. σκληρύνονται μὲν οὖν ἐπὶ ταῖς βλαψάσαις ψυχροποσίαις οἱ χιτῶνες τῶν ἀρτηριῶν, ἐξήρανται δὲ ἐπὶ ταῖς τοῦ πλείονος
379
οἴνου πόσεσιν. εἰ δὲ καὶ τῆς τῶν νεύρων ἀρχῆς ὁ οἶνος ἅψαιτο, καὶ τείνονται παραπλήσιον τοῖς προδηλοῦσι τὸν σπασμόν. ἐπὶ δὲ ταῖς φλεγμοναῖς ἄνευ τῆς τοῦ χιτῶνος οἰκείας σκληρότητος τείνονται, καὶ καλεῖται μὲν καὶ τότε σκληρὸς ὁ σφυγμὸς διὰ τὸ τῆς πληγῆς βίαιον, οὐ μὴν ἐσκλήρυνταί γε κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία, καθάπερ ὅταν ἤτοι ξηρανθῇ πως, ἢ ψυχθῇ βίαιον, ἢ οἷον σκιῤῥώδη τινὰ δέξηται διάθεσιν. ταυτὶ μὲν οὕτω διωρίσθω. τοὺς δ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μηδόλως ἔχοντας τὸ λελεγμένον γνώρισμα, τῶν μὲν ἐπὶ σήψει χυμῶν ἀφοριστέον ἐστὶν, ἤτοι δ’ ἐφημέρους νομιστέον ἢ ἑκτικούς. σπανιώτατα μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς συνίσταται πυρετὸς ἑκτικὸς, οὐ μὴν ἀδύνατός γε οὐδ’ ἡ τοιαύτη γένεσις αὐτοῦ, ἀλλ’ ὤφθησάν που ἡμῖν καὶ οἱ τοιοῦτοι. τὰ μὲν οὖν ἄλλα πάντ’ αὐτῶν γνωρίσματα δι’ ἑτέρας εἴρηται πραγματείας, ἐν ᾗ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς ἐσκοπούμεθα· τὰ δὲ ἀπὸ τῶν σφυγμῶν εἰρήσεται νῦν, οὔθ’ ὁ μέγας οὔθ’ ὁ σφοδρὸς [μὴ σκληρὸς] σφυγμὸς ἅμα τοῖς ἑκτικοῖς ποτε συνεισβάλλουσι πυρετοῖς, ἀλλ’ ὅτι περ ἂν ὑπάρχῃ 
380
τούτων αὐτοῖς, οὐκ εἰσὶν ἑκτικοί. εἰ δὲ καὶ πάνθ’ ἅμα παρείη, προφανῶς εἰσιν ἐφήμεροι, τῆς γε συστολῆς αὐτῶν, ὡς εἴρηται, μὴ ταχυνούσης, ἴδιον γὰρ ἐκείνης τὸ τάχος ἐστὶν ἐπὶ σήψει χυμῶν, ὧν τὰς κατὰ μέρος ἁπάσας διαφορὰς ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον. εἰσὶ δ’ ὡς ἐπὶ κεφαλαίων φάναι πάντες μὲν οἱ κατὰ περιόδους παροξυνόμενοι, πάντες δ’ οἱ συνεχεῖς, ὅταν ὑπὲρ τὴν τρίτην ἡμέραν ἐκταθῶσιν. ἐκ ταὐτοῦ δὲ αὐτοῖς εἰσι γένους καὶ οἱ ταῖς φλεγμοναῖς ἐπιγινόμενοι. κατὰ μὲν οὖν τὰς παρακμὰς ἐκλύεται τὸ τάχος τῆς συστολῆς, καὶ μάλισθ’ ὅταν εἰς ἀπυρεξίαν, ἢ ἐγγὺς αὐτῆς ἀφίκωνται, κατὰ δὲ τὰς ἀρχὰς τῶν παροξυσμῶν γεννᾶται, τυφομένων τρόπον τινὰ τῶν χυμῶν, ἐπιτείνεται δὲ κατὰ τὰς ἀναβάσεις. ἐγγὺς δ’ ἤδη τῆς ἀκμῆς ἐξημμένων τε τῶν χυμῶν καὶ ζεόντων ἀθρόαν μὲν αὔξην τὸ τάχος τῆς διαστολῆς λαμβάνει, διαμένει δὲ ἴσον ἑαυτῷ τὸ τάχος τῆς συστολῆς. ὅταν δ’ ἀκμάσῃ τελέως ὁ πυρετὸς, εἰς ἄκρον μὲν ἥκει τοῦ κατ’ ἐκεῖνον τὸν παροξυσμὸν τάχους ἡ διαστολὴ, μειοῦται δὲ τὸ τάχος τῆς συστολῆς. οἱ μὲν οὖν
381
πλεῖστοι τῶν ἰατρῶν, καὶ μάλισθ’ ὅσοι τὴν συστολὴν ἀδιάγνωστον αἰσθήσει φασὶν ὑπάρχειν, οὐδ’ ἐγγὺς ἥκουσι τοῦ λελεγμένου σημείου, τῶν τε ἐπὶ σήψει χυμῶν ἁπάντων πυρετῶν τῆς τε καθ’ ἕκαστον αὐτῶν παροξυσμὸν ἀρχῆς. ὀλίγιστοι δέ τινες ἀμυδρὰν εἰκόνα τοῦ πράγματος ἐοίκασιν ἑωρακέναι. γράφουσι γοῦν ἀδιορίστως τε καὶ ἀσαφῶς εἰς τοσοῦτον ὡς μηδ’ εἰκάσαι μηδένα τί ποτε βούλονται δηλοῦν. ἐξ αὐτῶν ἐστι καὶ ὁ Ἀρχιγένης, ὡς ἔνεστι γνῶναι τῷ βουληθέντι τό τε περὶ σφυγμῶν αὐτοῦ βιβλίον ἀναγνῶναι καὶ τὰ περὶ τῆς τῶν πυρετῶν σημειώσεως, ἢ τήν γ’ ἐπιτομὴν αὐτῶν. ἐπεσκέμμεθα δὲ καὶ ἡμεῖς ἅμα ταῖς τῶν ἀσαφῶν ἐξηγήσεσιν ἐν ὑπομνήμασιν ὀκτὼ τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. ἄριστα δέ μοι δοκοῦσιν ἀποφήνασθαί τινες, εἰ προσθείημεν αὐτῷ τῷ λόγῳ διορισμόν τινα, τὴν ἐφ’ ἑκάτερα μεταβολὴν τῶν σφυγμῶν, ἀρχῆς παροξυσμοῦ σημεῖον ὑπάρχειν. ὃν δέ φημι χρῆναι προσθεῖναι διορισμὸν, ἔστιν εἰ χωρὶς ἑτέρας προφάσεως ἡ ἀλλοίωσις γένοιτο. προφάσεις δ’ ἔνιαι μὲν ἔξωθέν εἰσιν, οὐ μόνοις τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς
382
ἰδιώταις γνώριμοι, τροφῶν καὶ ποτῶν προσφορὰ, καὶ κίνησις ἡτισοῦν καὶ πάθος ψυχικὸν ὀργισθέντων, ἢ φοβηθέντων, ἢ ἀγωνισάντων, ἡ ὁπωσοῦν ἑτέρως ταραχθέντων. ἔνιαι δ’ ἐξ αὐτοῦ τοῦ σώματος ὁρμώμεναι, περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἡνίκα φρίκης τε καὶ ῥίγους καὶ καταψύξεως, ἔτι τε τῶν εἰς τὴν γαστέρα συῤῥεόντων ἐμνημόνευσα. μηδενὸς γὰρ τοιούτου περὶ τὸν κάμνοντα συμβαίνοντος, ἡ ἐξαιφνίδιος ἐφ’ ὁτιοῦν μεταβολὴ παροξυσμὸν ἀγγέλλει, θάττονος μὲν καὶ μείζονος γινομένου τοῦ σφυγμοῦ, θερμασίας ὑποτρεφομένης τῇ τῶν ἀρτηριῶν ἀρχῇ, βραδυτέρου δὲ ἢ μικροτέρου, ψύξεως. οὕτω δὲ καὶ ἡ μὲν πυκνότης ὁμολογήσει τῇ πλεονεξίᾳ τῆς θερμασίας, ἡ δ’ ἀραιότης τῇ ψύξει. καὶ ἡ ἀμυδρότης δὲ καίτοι δι’ ἄλλο τι σύμπτωμα γινομένη ταῖς τῶν παροξυσμῶν εἰσβολαῖς ἐστιν οἰκεία, συῤῥεόντων ὑγρῶν μοχθηρῶν εἰς τὴν γαστέρα τηνικαῦτα, καὶ τῇ τοῦ στόματος αὐτῶν βλάβῃ κακούντων τὴν δύναμιν. ἡ δὲ ἀνωμαλία τῶν σφυγμῶν, ἡ πολλοῖς τῶν παροξυσμῶν συνεισβάλλουσα θλιβομένων, ἢ ἐμφραττομένων ὑπόγυον ἀρτηριῶν, ἢ πλήθους τοῦ πρὸς τὴν δύναμίν ἐστι γνώρισμα, λόγῳ καὶ τούτων τοῦ παροξυσμοῦ γίγνεσθαι
383
δυναμένων. ὅσαι μὲν οὖν μεταβολαὶ σφυγμῶν ἤτοι τῆς ἐν τῇ καρδίᾳ θερμασίας αὐξανομένης ἢ συῤῥεόντων ἔσω τῶν χυμῶν ἀποτελοῦνται, φανερῶς ἂν αὗται δόξαιεν ἐνδείκνυσθαι παροξυσμὸν ἀρχόμενον, ὅταν γ’, ὡς εἴρηται, τῶν ἄλλων ἀφορισθῶσι προφάσεων. ὅσαι δὲ ψύξεως, οὐκ ἔτ’ ἐξ ἀνάγκης αὗται δείξουσι πυρετὸν εἰσβάλλοντα σημαίνειν· ἀλλ’ ἐὰν κᾀνταῦθα τὰς ἄλλας προφάσεις ἀφορισώμεθα ἁπάσας, ἕξομεν καὶ τὴν ψύξιν ἀγγέλλουσαν, ὅσον οὐδέπω πυρετὸν ἀναφθήσεσθαι. πνίγεται γὰρ κατ’ αὐτὴν τῆς συῤῥεούσης ὕλης εἰς τὸ βάθος, ἱκανῶς ψυχρᾶς ὑπαρχούσης, ὡς κινδυνεύειν σβεσθῆναι τὴν ἀρχὴν, οἷόν τι κᾀκτὸς συμβαίνει πολλάκις, ὅταν ὕλην ἅμα τε πολλὴν καὶ δύσκαυστον ἐπιβάλλωμεν ἀθρόως ὀλίγῳ πυρὶ, κινδυνεύει μὲν γὰρ αὐτίκα σβεσθῆναι, μὴ σβεσθὲν δ’, ἀλλ’ ἀντισχὸν, ὑποτύφειν τε τὴν ὕλην ὀλίγον ὕστερον ἄρξεται, καί τινα θερμασίαν γεννᾷν, τὰ μὲν πρῶτα καπνώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ φλογώδη, μέχρι περ ἀκριβῶς κρατῆσαν τῆς ὕλης, καθαρὰν ἐργάζηται τὴν φλόγα. τῆς γὰρ τοιαύτης φλογὸς οὐ καπνός ἐστι τὸ ἀποῤῥέον, ἀλλ’
384
αἰθάλη τε καὶ λιγνύς ἐστιν, ἄμφω γὰρ ὀνομάζεται τὸ κατοπτηθὲν τῆς ὕλης ἀνωφερὲς περίττωμα, καθάπερ γε τὸ κατωφερὲς τέφρα τε καὶ σποδιὰ καλεῖται. ἀνάλογον δή μοι νόει κᾀπὶ τῶν πυρετῶν, ὅταν ἐν ἀρχῇ παροξυσμοῦ πλῆθος ὕλης ψυχρᾶς ἐπὶ τὴν καρδίαν ἀφίκηται, τὰ μὲν πρῶτα κίνδυνον γίνεσθαι θανάτου, καὶ προδηλώσει τὸν κίνδυνον τοῦτον ἡ ἐπὶ πλεῖστον εἰς ἀραιότητά τε καὶ βραδύτητα καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν. ἂν γὰρ ἐπιγένηται τούτοις ἀμυδρότης ἀξιόλογος, αὐτίκα τεθνήξονται· μὴ γενομένης μέντοι τῆς ἀμυδρότητος, ἀναμάχεται τὴν ἧτταν ταύτης ἡ φύσις, ἐπεγείρει τε τὴν κίνησιν τῶν ἀρτηριῶν ἐπὶ τὸ μεῖζόν τε καὶ θᾶττον καὶ πυκνότερον, ὥστε τὰς κινήσεις ἀμφοτέρας μὲν γενέσθαι θάττονας, ἀλλ’ ἐπιφανέστερον τὴν τῆς συστολῆς, καὶ παραυξάνεσθαί γε διὰ ταχέων αὐτὴν αἰσθητῶς, ἄχρις ἂν ὁ παροξυσμὸς αὐξάνηται, τῷ χρόνῳ δ’ ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται τὸ θερμὸν, ἡ οἷον φλὸξ ἀνάπτεται. καὶ τοῦτ’ ἔστιν ἡ ἀκμὴ τῶν παροξυσμῶν, τὸ μὲν αἰθαλῶδες περίττωμα διά τε τῆς ἐκπνοῆς καὶ τῆς τῶν ἀρτηριῶν συστολῆς ἀποχεούσης τῆς φύσεως, τὸ δ’ οἷον τεφρῶδες διὰ πάχους μὲν οὐ δυναμένης ἐκκρίνειν ὁμοίως, αἰσθητοῖς δέ τισιν ἐξοχετευούσης 
385
πόροις. ἔστι δὲ τοῦτο κατὰ μὲν τὰ φλεγμαίνοντα μόρια τὸ πῦον, ἐν δὲ τοῖς ἀγγείοις αὐτοῖς ὅπερ ἐν τοῖς οὔροις ὑφίσταται. περὶ μὲν δὴ τούτων ἐν ταῖς περὶ τῶν πυρετῶν πραγματείαις ἐπὶ πλεῖστον εἴρηται· τοὺς σφυγμοὺς δ’ , ὡς ἔφαμεν, ἀναγκαῖόν ἐστι τὰς εἰρημένας τροπὰς ἐν ἑκάστῳ τε καιρῷ τοῦ σύμπαντος ἔχειν παροξυσμοῦ, καὶ δὴ καὶ κατὰ τὴν ἀρχὴν, ὡς ἐλέγομεν, οὐ κακῶς ἀποφήνασθαί τινας ἅπασαν μεταβολὴν αὐτῶν ἐφ’ ἑκάτερα. πρὸς δὲ τὸ φυλάττειν ἀκριβῶς τὰς εἰρημένας διαγνώσεις ἀσκητέον ἐστὶ διακρίνειν ἁπάσας τὰς ἀπὸ τῶν ἄλλων προφάσεων ἀλλοιώσεις τῶν σφυγμῶν, εἰς ἃς καίτοι φυλαττόμενος ὁ Ἀρχιγένης ἐμπίπτει πολλάκις, ὥστε μακρολογεῖν τε ἅμα καὶ ταράττειν τὴν διδασκαλίαν τοῖς ἰδίοις καὶ ἀχωρίστοις ἑκάστου τῶν καιρῶν γνωρίσμασι τὰ συνακολουθοῦντα, πολλάκις ὁμοτίμως γράφων, καίτοι γ’ ἐν ἐλαχίστῳ κεῖται μεθόδῳ ληφθέντα. τὴν μὲν γὰρ καθαρὰν θερμότητα τῆς διαστολῆς ἡ κίνησις ἐνδείκνυται, τὴν δὲ οἷον καπνώδη τῆς συστολῆς. αἱ δ’ ἄλλαι τῶν σφυγμῶν ἀλλοιώσεις ἤτοι διὰ τὴν τῆς δυνάμεως ἢ τὴν τῶν ὀργάνων γίνονται
386
μεταβολήν. ἑκάτερον δὲ τούτων ἐπί τισιν ἑτέροις αἰτίοις προηγουμένοις, ὧν τὰ πλεῖστα πάλιν ἐφ’ ἑτέροις προκατάρξασιν. ὀνομαζέσθω γὰρ ἕνεκα σαφοῦς διδασκαλίας ὅσα μὲν ἐκ τοῦ σώματος ὁρμᾶται τῶν ἀλλοιούντων αἰτίων ἤτοι τὴν δύναμιν ἢ τὰ ὄργανα προηγούμενα· τούτων δ’ αὐτῶν ἔστιν ἃ πάλιν ἔξωθεν ὄντα τοῦ σώματος αἴτια τῆς ἀλλοιώσεως ἐγένετο προκατάρχοντα. λέλεκται δ’ ἡμῖν ἡ περὶ ταῦτα μεθόδος ἅπασα δι’ ἑτέρας πραγματείας, ἣν περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιγράφομεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν, εἰ ταῦτά τις ἅπαντα μνήμῃ πρόχειρα ποιησάμενος ἀσκήσας τε διαγινώσκειν ἑτοίμως ἅπαντας τοὺς σφυγμοὺς ἐπιστημονικῶς, ἐνίοτε τὰ προγεγονότα τῶν αἰτίων ἐπὶ τῶν καμνόντων ἐξευρήσει. οὗτος μὲν οὖν ὁ λόγος ἐνταυθοῖ τελευτάτω.

Περὶ δὲ τῆς κάθ’ ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας αὐτῆς τε τῆς καρδίας καὶ προσέτι τῶν ἀρτηριῶν, ἑκάστης τε καταμόνας ἁπασῶν τε κοινῶς, ἐφεξῆς δίειμι. εἴρηται μὲν οὖν τινα καὶ περὶ τούτων ἔμπροσθεν,

387
ἀλλ’ ἡ τοῦ λόγου τάξις ἰδίαν αὐτῶν ἀπαιτοῦσα διδασκαλίαν ὡς οὐδενὸς εἰρημένου περανθήσεται. ποτὲ μὲν οὖν ἡ καρδία ξηροτέρα γενομένη τοῦ κατὰ φύσιν ἁπάσας ἑαυτῇ συναλλοιώσει τὰς ἀρτηρίας, ἐνίοτε δὲ καθ’ ἕν τι τοῦ ζώου μόριον, ἢ καὶ πλείω συμβήσεται τοῦτο ταῖς ἀρτηρίαις. ἔστι δὲ ὅτε τὴν ἐναντίαν μὲν ἕξουσι διάθεσιν, ὅσον ἐφ’ ἑαυταῖς αἱ ἀρτηρίαι τῇ καρδίᾳ, δέξονται δὲ καὶ τὴν παρ’ ἐκείνης, ὥστε συστῆναι μέσην τινὰ διάθεσιν αὐταῖς ἐν ὑγρότητί τε καὶ ξηρότητι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δυσκρασίας ἐλέγομεν, αἴτια δὲ προηγούμενα τὰ μὲν τὰς ἀρτηρίας ἀποφαίνοντα ξηροτέρας, ὕδατα θειώδη καὶ στυπτηριώδη καὶ ἁπλῶς εἰπεῖν ὅσα ξηραίνειν πέφυκεν, οὐχ ὕδατα μόνον, ἀλλὰ καὶ φάρμακα πολυχρονίως ὁμιλήσαντα μορίῳ τινὶ τοῦ σώματος, ἐν ᾧπερ ἂν ἡ τοιαύτη δυσκρασία κατὰ τὰς ἀρτηρίας γενομένη τὸν σφυγμὸν αὐτὸν ἐργάσεται σκληρότερον. οὐχ ἥκιστα δὲ κᾀν ταῖς πλείσταις τῶν ἀτροφιῶν αἵ τ’ ἀρτηρίαι τῶν ἀτροφούντων μορίων γίνονται ξηρότεραι καὶ
388
τὸν σφυγμὸν ἀποφαίνουσι σκληρότερον. ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὴν κατὰ ξηρότητα δυσκρασίαν ἀποτελεῖ. καὶ ἡ δίαιτα μὲν εἰ πολυχρόνιος ἐπὶ τὸ ξηρότερον ἀχθείη, καὶ μέντοι καὶ τῶν φαρμάκων τῶν ξηραινόντων ἐδωδαί τε καὶ πόσεις, ἐν οἷς ἐστι καὶ ὁ ἄκρατος οἶνος, ἔνδειά τε τροφῆς, ἢ κατὰ ἄλλην τινὰ αἰτίαν, ἢ διὰ πάνδημον λιμὸν, ἐνίοτε δὲ καὶ ποτὸν, ὡς ἐν ἀπλοίαις μακραῖς, ἔτι δὲ πόνων ἀμετρία καὶ γῆρας καὶ φροντὶς καὶ λύπη καὶ ἀγρυπνία πολυχρόνιος, οἵ θ’ ἑκτικοὶ πυρετοὶ, καὶ μάλισθ’ ὁ μαρασμώδης. ταῦτ’ οὖν πάντα τὰ εἰρημένα καὶ κατὰ μόνας γενόμενα καὶ σύνδυο καὶ τρία καὶ πλείονα συνιόντα ξηροτέραν μὲν ἐργάζεται τὴν καρδίαν, σκληρότερον δὲ τοῦ κατὰ φύσιν εἰς τοσοῦτον τὸν σφυγμὸν εἰς ὅσον ἂν ἡ ξηρότης αὐξηθῇ. ὑγρᾶς δὲ δυσκρασίας αἴτια τά τε τοῖς μορίοις ἐγγινόμενα πολυχρόνια τῶν οἰδημάτων καὶ οἱ λευκοφλεγματίαι τῶν ὑδέρων, οἵ καὶ τὴν καρδίαν ἀλλοιοῦσι, καὶ μέντοι καὶ τὰ τῶν κυρίων σπλάγχνων οἰδήματα, πάντα ταῦτα τὰς μὲν ἀρτηρίας ὑγρὰς, ὥσπερ καὶ τὴν καρδίαν, τοὺς σφυγμοὺς δὲ ἐργάζεται μαλακούς. αἴτια δὲ μαλακότητος σφυγμῶν
389
ἐστι μετρίας τε καὶ οὐχ ἱκανῶς ἐκδήλου καὶ τὰ τοιαῦτα, ἐδωδαὶ πλείους ὑγραινόντων ἐδεσμάτων, ἀργία τε πολλὴ, καὶ ὕπνοι μακροὶ, καὶ τὰ μετὰ τροφὴν λουτρά. τοῖς μὲν οὖν σκληροῖς σφυγμοῖς ἐδείκνυτο πρόσθεν ἑπομένη ἡ μικρότης, ὥσπερ τοῖς μαλακοῖς τὸ μέγεθος. αὐτοῖς δὲ τούτοις πάλιν ἑπόμενα τάχος τε καὶ βραδύτης, ἔτι τε πυκνότης καὶ ἀραιότης. ἐδείχθησαν δὲ καὶ τῶν ἄλλων αἰτίων αἱ συζυγίαι. λέγω δ’ αἴτια νῦν τὰ πρῶτά τε καὶ οἷον συνεκτικὰ τῆς τῶν σφυγμῶν γενέσεως, τὴν χρείαν τε καὶ τὴν δύναμιν. ὥστε οὐδὲν ἔτι λείπει τῶν τῇ καρδίᾳ συμβαινόντων ἐπὶ δυσκρασίᾳ. οὐ μὴν οὐδ’ ὄγκοι τινὲς ἐν αὐτοῖς γίνονται τοὺς σφυγμοὺς ἀλλοιοῦντες εἰς σκληρότητα, καθάπερ ἐφ’ ἑτέρων σπλάγχνων αἱ φλεγμοναί τε καὶ οἱ σκίῤῥοι. φθάνει γὰρ ἀπολέσθαι τὸ ζῶον, συγκοπὲν ἐπὶ τῇ τῶν τοιούτων ὄγκων γενέσει. πάντ’ οὖν εἴρηται τὰ κατὰ τὴν καρδίαν, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ. ὥστε κᾀμοὶ καιρὸς ἥκει καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε, μεταβάντι δ’ ἐπὶ τὸν τέταρτον ἁπάντων τῶν ἄλλων μορίων τῶν τοῦ σώματος ἐξηγήσασθαι
390
τὰς διαθέσεις, ὅσαι τε κατὰ δυσκρασίαν τινὰ γίνονται καὶ ὅσαι δι’ ὄγκους παρὰ φύσιν, ὁποῖός τέ τις ἑκάστῃ σφυγμὸς ἕπεται.