De causis pulsuum

Galen

Galen, De causis pulsuum

Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός ἐστι· σπανιώτατα δ’ ὤφθη ποτὲ μέγας, καὶ τόνου μετρίως ἔχει καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς ἄγαν καὶ ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν σοι δόξει· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ τῶν πυρετῶν ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος ἐναργῶς ἐκτήσατο κατ’ ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα, καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας εἶδος εὑρεῖν ἐν αὐτῷ σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ καὶ ὅλη σοι δόξει πολλάκις ἡ ἀρτηρία, καταλιποῦσα τὸν ἑαυτῆς τόπον ἄνω φέρεσθαι, κλονωδῶς ἀναβραττομένη μᾶλλον ἢ σφυγμωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ

185
κάτω χωρεῖν, κατασπωμένη μᾶλλον ἢ συσπωμένη. τὸ δ’ ἄγαν αὐτῆς πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. Οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ἐξευρεῖν τὰς τῶν εἰρημένων αἰτίας τῷ γιγνώσκοντι μὲν ὡς ἐπὶ χολώδει χυμῷ φρενῖτις γίνεται, καθάπερ ἐπὶ φλεγματώδει λήθαργος, εἰδότι δὲ ὅτι καὶ κατὰ μὲν αὐτὸν τὸν ἐγκέφαλον ὁ λήθαργος μᾶλλον ἔχει τὴν γένεσιν, ἡ φρενῖτις δὲ κατά τε τὴν λεπτὴν μάλιστα μήνιγγα καὶ τὸ διάφραγμα. τούτων γάρ τις μεμνημένος καὶ ὅτι μικροὶ καὶ ὅτι σκληροὶ κατὰ λόγον οἱ σφυγμοὶ γίνονται μαθεῖν οὐ δεῖται. καὶ μὴν εἰ θερμὸν μὲν τὸ πάθος, μικροὶ δ’ οἱ σφυγμοὶ, πάντως δήπου καὶ πυκνοί. δέδεκται γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς τὸ τῆς προτέρας διαστολῆς ἐλλιπὲς εἰς πυκνότητα τρέπει τοὺς σφυγμούς. ὥσπερ δ’ ὁ περιπνευμονικὸς σπανίως ποτὲ δίκροτος γίνεται, διότι σκληρότητος ἥκιστα μετέχει, οὕτως ὁ φρενιτικὸς κυματώδης σπανιώτατα γίνεται, διότι καὶ αὐτὸς ἥκιστα μετέχει μαλακότητος. τὸ δ’ ὑποτρέμειν ὅτι δυνάμεώς ἐστιν ἀῤῥωστούσης γνώρισμα δέδεικται δι’ ἑτέρων. ὅταν οὖν ἡ ἐν ταῖς ἀρτηρίαις δύναμις ἐπιπλέον διαστέλλειν αὐτὰς ἐγχειρῇ, δεῖται γὰρ τούτου διὰ τὸ πλῆθος 
186
τῆς θερμασίας, ἔπειτα μὴ δύνηται διὰ τὴν σκληρότητα τοῦ χιτῶνος, ὑποτρέμειν πως ὁ σφυγμὸς δοκεῖ. καὶ δῆλον ὡς τηνικαῦτα μάλιστα γίνεται τὸ τοιοῦτον, ἐπειδὰν καὶ συγκοπήσεσθαι μέλλωσιν, ὥσπερ ἐπειδὰν σπασθήσεσθαι, σπασμώδης ἐστὶ καὶ ἡ τῶν σφυγμῶν κίνησις. τὸ δ’ ἀποκεκόφθαι σπασμωδῶς τὴν κίνησιν καὶ μὴ κατὰ βραχὺ παύεσθαι διὰ παντὸς ὑπάρχει τοῖς φρενιτικοῖς, ὡς ἂν καὶ τῆς θερμότητος ἐπικρατούσης καὶ τῶν ὀργάνων σκληρῶν ὑπαρχόντων. ὀρεγομένης γὰρ ἔτι τῆς δυνάμεως διαστέλλειν τὰς ἀρτηρίας, ἡ τῶν χιτώνων ἀντιβαίνει σκληρότης, κᾀντεῦθεν τὸ βίαιον καὶ τὸ οἷον σπασμωδῶς ἀποκεκομμένον. οὕτω δὲ σκληρότης καὶ ἡ ἀρχὴ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ἐξαιφνίδιός τέ τις καὶ ἀθρόα ὥσπερ ἐκθορνυμέναις γίνεται μᾶλλον, οὐ κατὰ βραχὺ διαστελλομέναις. οὕτω δὲ καὶ τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν ἅπασι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον φαίνεται τὸ τοιοῦτο συμβαῖνον, οὐκ ἐν τῷ πέρατι μόνον τῆς κινήσεως, ἀλλὰ κατὰ τὴν ἀρχὴν εὐθύς. αἰτία δὲ κοινὴ τούτων ἁπάντων ἡ τῆς χρείας τῶν σφυγμῶν αὔξησις, ἅμα τῇ τοῦ χιτῶνος σκληρότητι. ὅταν γὰρ ἐπείγῃ μὲν ἡ χρεία, καὶ διὰ τοῦθ’
187
ἡ δύναμις ὡς ἐπὶ μεγάλην τε καὶ ταχεῖαν ἐξορμᾷ διαστολὴν, ἀντιβαίνει δ’ ἡ τῶν ὀργάνων σκληρότης, ἀνάγκη τὴν προειρημένην ἰδέαν ταῖς κινήσεσι συμπίπτειν. ἀλλὰ καὶ ὅτι διὰ τὴν αὐτὴν ταύτην ξηρότητά τε καὶ σκληρότητα καὶ τάσιν τῶν ἀγγείων ἀνώμαλος ὁ σφυγμὸς φαίνεται κατὰ τὴν θέσιν οὐδὲν θαυμαστὸν ἐννοεῖν τοῖς μεμνημένοις τῶν ἔμπροσθεν. ὥσπερ οὔθ’ ὅτι τὸ λίαν πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. ἀῤῥώστου γὰρ δυνάμεως ἡ πυκνότης ἔγγονος ἐδείκνυτο.

Ἐφεξῆς ὁ λόγος ἐστὶ περὶ τοῦ μικτοῦ δοκοῦντος εἶναι πάθους ἔκ τε φρενίτιδος καὶ ληθάργου καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς ἐν τῷ μέσῳ τῆς ἑκατέρου τῶν παθῶν ἔχοντος ἰδέας. ἥτις μὲν δὴ τοῦδε τοῦ πάθους ἐστὶν ἡ φύσις, ἐν ἑτέροις δεδήλωται· διότι δ’ εὔλογον αὐτῷ καὶ τοὺς σφυγμοὺς ἔχειν μικτοὺς, ὡς ἂν καὶ αὐτῷ μικτῷ φύσιν ὑπάρχοντι, θαυμάσιον οὐδέν. ὥστε τις τοῦτο γινώσκων οὐδὲν ἔτι δεῖται λόγου πλείονος. ἀλλ’ ἀρκεῖ μοι κᾀνταῦθα παραγράψαι τὴν ἐκ τῆς εἰσαγωγῆς ῥῆσιν, ᾧδέ πως ἔχουσαν.

188

Ἔστι δέ τι καὶ ἄλλο πάθος, ὃ εἴτε μέσον αὐτὸ ληθάργου καὶ φρενίτιδος χρὴ νομίζειν, ὡς οὐδ’ ἑτέρῳ ταὐτὸν ὂν, εἴτε κοινὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν τῆς φρενίτιδος εἰδῶν ἔκ τε τῶν τοῦ ληθάργου, τοῦτο μὲν ἰδίᾳ σκεψόμεθα· περὶ δὲ τῶν σφυγμῶν νῦν αὐτοῦ ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά τι προσβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτὸ δηλώσω. τὰ μὲν πολλὰ μύουσι τοῖς ὀφθαλμοῖς καὶ ὑπνώδεις εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ’ αὖ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες διετέλεσαν ἀσκαρδαμυκτὶ, παραπλησίως τοῖς κατόχοις. καὶ εἰ πυνθάνοιό τι καὶ εἰ διαλέγεσθαι βιάζοιο, δυσχερεῖς ἀποκρίνασθαι καὶ ἀργοὶ, τὰ πολλὰ δὲ παραφόρως φθεγγόμενοι καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι καὶ ληροῦντες εἰκῆ. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ νῦν βούλομαι δηλοῦν τοῖς συνεδρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ δ’ αὐτοῦ ταχεῖς μὲν καὶ πυκνοὶ, παραπλησίως φρενιτικοῖς, ἀλλ’ ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσιν, πλατεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν, ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ’ ἑτέρω μὲν

189
τρόπῳ καθάπερ εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες τὴν συστολὴν, καὶ οἷον ὑποκλέπτοντες τῷ τὴν διαστολὴν, οὐ μὴν ὅμοιοί γε κατ’ αὐτὴν τῷ τῶν φρενιτικῶν. τὸ γὰρ οἷον ἀποκεκομμένον οὐκ ἔχουσιν.

Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους γὰρ αὐτοὺς καὶ κατεχομένους ἐκάλουν οἱ παλαιοὶ, κατοχὴν δὲ καὶ κατάληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε χάριν καὶ βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστὶν, οὐ μὴν ἀσθενὴς ὁ τῶν κατόχων σφυγμὸς, οὐδὲ μαλακὸς, ἀλλ’ ἐν τούτοις δὴ καὶ πάνυ διαφέρει, ὥστε κᾀν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι διαφέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς, ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ’ αὐτῶν θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς.

190

Σύμπαντα σχεδὸν τἄλλα ταὐτὰ τοῖς κατόχοις ἐστὶ πρὸς τοὺς ληθάργους, πλὴν τοῦ διοιδίσκεσθαί τε καὶ οἷον νεκροῦσθαι τὴν ἕξιν. ὅθεν καὶ οἱ σφυγμοὶ τήν τε ἀμυδρότητα καὶ τὴν μαλακότητα παραλλάττουσαν ἴσχουσι, τὴν μὲν, ὅτι μήπω τῆς δυσκρασίας ὅλην τὴν ἕξιν διαδεδυκυίας ἡ δύναμις εὔρωστός ἐστι, τὴν μαλακότητα δὲ οὐδ’ αὐτὴν ἔχουσιν, ὅτι μηδὲ τὸν χιτῶνα τῆς ἀρτηρίας ἤδη μαλακόν. ὁ δὲ τῆς ἀρτηρίας τόπος οὐκ ἀεὶ μὲν ἐναργῶς, ἐμοὶ γοῦν ἐφάνη θερμότερος, ὡς τὰ πολλὰ μέντοι σαφῶς εὑρίσκεται θερμότερος. αἴτιον δὲ κᾀν τούτῳ τῷ πάθει κᾀν τοῖς ἄλλοις, ἐν οἷς ταὐτὸν εὑρίσκεται σύμπτωμα, τὸ τὴν ψύξιν τῆς ἕξεως οὐχ ὁμοίως ἧφθαι τῶν ἀρτηριῶν. πολλὰ γὰρ τοιαῦτα συμπίπτει ταῖς ἀνωμάλοις δυσκρασίαις. φαίνεται τοίνυν θερμότερος ὁ τῶν ἀρτηριῶν τόπος τῶν πέριξ, ἐνίοτε μὲν αὐτῷ τῷ θερμανθῆναι μᾶλλον, ἐνίοτε δὲ τῷ τῶν περικειμένων ἧττον ἐψύχθαι.

Τῶν δὲ σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς ἀρτηρίας συνῆχθαι δοκεῖ, καὶ πανταχόθεν ἐστεγνῶσθαι, οὐχ ὡς τεθλιμμένον ὑπό τινος, ἢ στενοχωρούμενον, οὐ μὴν οὐδ’ ὡς πεφρικὸς, οἷον τὸ πυρεκτικὸν, καὶ μάλισθ’ ὡς ἐν ἐπισημασίαις, 

191
οὐδ’ ἐν ἐπισημασίαις, οὐδ’ ὡς διὰ σκληρότητα δυσεπέκτατον, οἷον τὸ ἐπὶ χρόνου μήκεσι, καὶ μάλιστα σὺν ἁμαρτήμασιν, ἢ σπλάγχνων κακώσεσιν, ἀλλ’ ὡσανεὶ σῶμα νευρῶδες κοῖλον, οἷον ἔντερον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν περάτων τεταμένον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω καὶ κάτω μεθισταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ γὰρ διαστολῆς ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον ἔοικεν, οἷον ἐκπηδώσης ἄνω καὶ αὖθις εἴσω σπωμένης. καὶ οὐδὲ διακεκριμένως τοῦτο πασχούσης, ἀλλ’ ἑνὶ χρόνῳ πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ ἐκτοξευόμενον, τὸ δὲ ἔσω φέρεσθαι, καθάπερ ὑπό τινος ἑλκόμενον· καὶ τὸ μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός. ὁ δ’ ἔστι μὲν οὔτ’ ἄῤῥωστος οὔτε μικρὸς, οὐ μὴν ἐφ’ ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ πληγὴ, διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ’ ὅτε φαίνεται καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν.
192
καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. οὐδενὶ γὰρ ἔοικεν οὔτε κατὰ τὴν ἐφ’ ἑκάτερα τάσιν οὔτε τὸ σπασμῶδες τῆς κινήσεως. μιγνυμένου δ’ αὐτοῦ τῷ τῆς καταφορᾶς, δυσφορώτατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ’ ἑαυτὸν ἑκάτερον γνωρίζειν ἀκριβῶς ἐσκεμμένῳ δυνατὸν καὶ τὴν μίξιν ἐπιγνῶναι.

Ἡ μὲν ῥῆσις ἡ ἐκ τῆς εἰσαγωγῆς αὕτη. πρόδηλος δὲ τῶν εἰρημένων ἡ αἰτία τῷ μεμνημένῳ διότι συμπάσχουσιν. ἀλλήλαις αἱ ἀρχαί.

Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ βραδύς ἐστι, καὶ τισὶ μὲν αὐτῶν καὶ ἀραιὸς, τισὶ δὲ καὶ πυκνὸς μὲν, ἀλλ’ ὑποδιαλείπων ἀτάκτως.

Μικρὸς μὲν καὶ βραδύς ἐστιν ὁ τῶν παραλελυμένων σφυγμὸς, ὅτι ψυχρὸν τὸ πάθος· ἀμυδρὸς δὲ, ὅτι καὶ ἡ δυνάμις ἀῤῥωστοτέρα. μείζονος δὲ τῆς ἐν αὐτῷ γενομένης καταλύσεως πυκνὸς ἅμα καὶ ἀνώμαλος καὶ ὑπολείπων ἀτάκτως. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ἡ αἰτία κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων.

193

Ἐπιλήπτων δὲ καὶ ἀποπλήκτων οἱ σφυγμοὶ παραπλήσιοι. ὅσα οὖν περὶ τῶν ἐπιλήπτων εἰρήσεται, τοσαῦτα καὶ περὶ τῶν ἀποπλήκτων εἰρήσεσθαι χρὴ δοκεῖν, ἐπιτεταμένα μᾶλλον. ἐν μὲν δὴ τῷ μετρίως ἐνοχλεῖσθαι καὶ μηδέπω τῆς φύσεως ἱκανῶς ἰσχυρότερον εἶναι τὸ πάθος οὐδεμίαν εὔδηλόν ἐστιν εὑρεῖν τροπὴν ἐν μεγέθει καὶ σφοδρότητι καὶ τάχει καὶ πυκνότητι καὶ σκληρότητι. μόνον δὲ ὥσπερ τεταμένη καθ’ ἑκάτερόν ἐστιν ἡ ἀρτηρία τοῖς σπωμένοις εἰκότως. εἰ δ’ ἰσχυρὸν εἴη τὸ πάθος, ὡς βαρύνειν τὴν δύναμιν, ἀνωμαλίαν τέ τινα λαμβάνει καὶ τάσιν ἰσχυρὰν καὶ μικρότερος καὶ ἀμυδρότερος γίνεται καὶ ἀραιὸς καὶ βραδὺς, μεγάλως δὲ θλῖψαν καὶ καταβαλὸν τὴν δύναμιν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς ἐργάζεται.

Ἡ μὲν ῥῆσις αὕτη. τοσούτῳ δὲ οὐ δεῖ νεωτέρας ἐξηγήσεως τοῖσδε τοῖς σφυγμοῖς εἰς εὕρεσιν αἰτίας, ὥστε καὶ μαρτυρεῖ σαφῶς τοῖς ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένοις.

Ὁ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν

194
τινα παραπλησίαν ἔχει τῷ σπασμώδει, μέγας δ’ ἐστὶ καὶ κυματώδης, ὡς ὁ τῶν περιπνευμονικῶν, καὶ ὁπότερον ἄν ἐν αὐτῷ μεγάλως ἐπικρατῇ, κατ’ ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν. εἰ μὲν τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν, εἰς περιπνευμονίαν· εἰ δ’ αὖ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ συνάγχη τελευτήσει. ὅσοι δ’ ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγωνται, μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων δὲ ἤδη πυκνὸς καὶ ἀνώμαλος.

Πάσῃ μὲν φλεγμονῇ τὴν ἀρχὴν εἰς συμπάθειαν ἀγούσῃ κοινὸν σύμπτωμα τείνειν τὸν σφυγμόν. ἀλλὰ μᾶλλον τοῦτο δρῶσιν αἵ τε τῶν νευρωδῶν σωμάτων καὶ ὅσα πλησίον εἰσὶ τῆς ἀρχῆς. ταῦτά τοι καὶ ὁ τῶν συναγχικῶν σφυγμὸς οὐκ ἂν ἄνευ μὲν τάσεως, ἀλλ’ ἤτοι πλέον ἢ ἧττον αὐτῆς μετέχει. γίνεται γὰρ τοῦτο διά τε τὸν ἐπιῤῥέοντα χυμὸν, ἢ χολωδέστερον, ἢ φλεγματικώτερον ὑπάρχοντα, καὶ διὰ τὶν τῶν ὀργάνων αὐτῶν τῶν ἐν τῷ τραχήλῳ διαφοράν. τὰ μὲν γὰρ νευρωδέστερά τε καὶ συντονώτερα τείνει μᾶλλον τὸν σφυγμόν· ὅσα δὲ σαρκώδη τε καὶ χαῦνα, κυματωδέστερον ἀπεργάζεται

195
ταῦτα. τὰ δ’ ἄλλα τῆς λέξεως δῆλα, πλὴν τοῦ κατὰ τὸ τέλος εἰρημένου, τοῦ μικρὸν μὲν καὶ ἀραιὸν γίνεσθαι τοῖς πνιγομένοις ἐξ αὐτῶν τὸν σφυγμὸν, ἐπὶ τελευτῇ δὲ πυκνὸν καὶ ἀνώμαλον. ἔχει γὰρ οὕτως. ἐν μὲν ταῖς ἀρχαῖς τοῦ πνίγεσθαι μικρότεραι καὶ ἀραιότεραι τῶν ἀρτηριῶν αἱ διαστολαὶ γίνονται, τῆς τε δυνάμεως ἀῤῥωστούσης ἤδη, καὶ τῆς χρείας μειουμένης. ἐφεξῆς δ’ ὅταν ἤδη πλησίον ὦσι θανάτου, πειρᾶται ἡ δύναμις ἐπισπᾶσθαι συνεχέστερον, ὡς ἂν καὶ τῆς οὐσίας ἤδη τοῦ ψυχικοῦ πνεύματος ἐλλειπούσης. ἀῤῥωστοῦσα δὲ μικρὰς μὲν ἐξ ἀνάγκης ἐργάζεται τὰς διαστολάς· ὅτι δὲ μικρὰς, διὰ τοῦτο καὶ πυκνάς. εἴρηται γὰρ ὑπὲρ τούτου ἔμπροσθεν. εἶτ’ ἐξαίφνης ὡσπερεὶ πεδηθεῖσα, πολλάκις μὲν ἔστη, πολλάκις δ’ ἐμέλησε στῆναι. τούτων δὲ τὸ μὲν ἕτερον διαλείποντα, τὸ δ’ ἕτερον ἀραιὸν ἐργάζεται τὸν σφυγμόν· ἄμφω δ’ ἀνώμαλον ἐν τῇ κατὰ τοῦτο τὸ γένος διαφορᾷ.