De causis pulsuum

Galen

Galen, De causis pulsuum

Ὀρθοπνοίας ὀξείας σφυγμὸς ἀνώμαλος ἄτακτος, ὑπεκλείπων, καὶ τῆς μὲν μέσης τῇ κακίᾳ πυκνὸς, 

196
τῆς δ’ ἐσχάτως βιαίας βραδὺς καὶ ἐκλείπων, τῆς δ’ ἀναιρούσης ἤδη πυκνὸς καὶ ἀμυδρός.

Τοῦ χρονίου νοσήματος, ὃ δὴ προσαγορεύουσιν ὀρθόπνοιαν, ὀξεῖς εἰσιν οἱ παροξυσμοὶ, καθάπερ καὶ τῆς ἐπιληψίας. ἔν τε οὖν τούτοις, οὐχ ἥκιστα δὲ κᾀν ταῖς ἄλλαις ἁπάσαις ὀρθοπνοίαις ταῖς ὁπωσοῦν ἐξαιφνίδιον γινομέναις οἱ σφυγμοὶ πάντως μὲν ἀνώμαλοί τε καὶ ἄτακτοι καὶ ὑπεκλείποντες γίνονται, διὰ τὰς ὀλίγον ἔμπροσθεν εἰρημένας αἰτίας. ἤδη δὲ παρὰ τὰς διαφορὰς τῆς κακίας ἢ πυκνοὶ μᾶλλον ἢ ἀραιοί. ταχεῖς μὲν γὰρ οὐδέποτε, διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐν μὲν δὴ τῇ μέσως μοχθηρᾷ πυκνὸς μᾶλλον ἅμα τῷ καὶ ἀνώμαλος εἶναι δηλονότι καὶ ὑπεκλείπων. ἐν ἀρχῇ γὰρ τοῦ λόγου ταῦθ’ ὡς ἀχώριστα προείρηται. διότι δὲ πυκνὸς γίνεται τῆς χρείας μὲν ἐπειγούσης, τῆς δυνάμεως δ’ ἀῤῥωστούσης, ἐν τοῖς ἔμπροσθεν εἴρηται. καὶ μὲν δὴ καὶ ἤδη νεκρουμένης τῆς δυνάμεως βραδὺς ἅμα καὶ ἐκλείπων. ἄμφω γὰρ ταῦθ’ ὑπάρχει τῇ μηκέτι κινεῖσθαι δυναμένῃ. κατ’ αὐτὸ δὲ τὸ ἀποθνήσκειν ἤδη βιαιοτάτης μὲν τῆς τοῦ πνεύματος

197
ἐπιζητήσεως τῇ φύσει γινομένης, ἀῤῥωστούσης δὲ δηλονότι τῆς δυνάμεως, ἐπὶ τὸ κινεῖσθαι μὲν ἔρχεται τῆς χρείας καταναγκαζούσης, οὐ δυναμένης δ’ εἰς τοσοῦτον ἐξαίρειν τὴν ἀρτηρίαν εἰς ὅσον ἡ χρεία ποθεῖ, πυκνοὺς ἐξ ἀνάγκης ἐργάζεται τοὺς σφυγμούς. καὶ τοῦτ’ ἐπ’ ὀλίγον τινὰ χρόνον ἅπαν ὅσον εἶχε δυνάμεως ἐπιδειξαμένη τελέως εὐθὺς ἀποσβέννυται.

Ὑστερικῆς πνίξεως ἀποτεταμένος ἐστὶ σπασμωδῶς καὶ ἀραιός. τῆς δ’ ὀλεθρίας πυκνὸς, ἄτακτος καὶ ὑπεκλείπων.

Οὐδ’ ἐπὶ ταύτης ἄπορος ἡ αἰτία τῷ μεμνημένῳ τῶν πρόσθεν. διὰ μὲν γὰρ τὸ πεπονθὸς ὄργανον νευρῶδες ὑπάρχον εὐλόγως ἀποτείνεται σπασμωδῶς ὁ σφυγμός. ὅτι δὲ τὸ πάθος ψυχρὸν, ἡ ἀραιότης συνεδρεύει. καταλυομένης δ’ εἰς ἔσχατον ἤδη τῆς δυνάμεως εὐλόγως πυκνοῦταί τε καὶ ἀνώμαλος ἅμα καὶ ὑπεκλείπων γίνεται. προείρηται γὰρ ἤδη καὶ περὶ τούτων, ὡς ὅταν ἐπείγῃ μὲν ἡ χρεία, κακῶς δ’ ἡ δύναμις ἔχῃ, τοιοῦτον ἀνάγκη γίνεσθαι τὸν σφυγμόν.

Στόμαχος πεπονθὼς, οὕτω γὰρ καλείσθω καὶ ὑφ’ ἡμῶν ἐν τῷ παρόντι τὸ στόμα τῆς κοιλίας διὰ τὴν

198
τῶν πολλῶν συνήθειαν, οὐ καθ’ ἓν εἶδος τρέπει τὸν σφυγμὸν, ἀλλ’ ὁ μὲν φλεγμαίνων μόνον, οἷον ἐπὶ φλεγμονῇ νευρώδους σώματος εἴπομεν γίνεσθαι, τὴν τροπὴν τοιαύτην ἐργάζεται· ὁ δὲ θλιβόμενος, ἢ δακνόμενος, ἢ ἀλύων, ἢ λύζων, ἢ ἐμετικὸς, ἢ ναυτιώδης, ἢ ἀνόρεκτος, ἢ ὀδυνώμενος, κατὰ τὸ τοῦ συμπτώματος εἶδος. αἱ μὲν γὰρ δήξεις καὶ οἱ ἔμετοι καὶ αἱ ναυτίαι καὶ οἱ λυγμοὶ καὶ ὁ ἀλυσμὸς ἰσχυρῶς πυκνοῦσι σὺν τῷ μικρὸν καὶ ἀμυδρὸν ἐργάζεσθαι καί τισι μετρίως θάττονα. θλίψις δὲ μόνη χωρὶς τούτων τινὸς καὶ ἀραιὸν καὶ βραδὺν καὶ μικρὸν καὶ ἀμυδρόν. ἡ δὲ τοιαύτη θλίψις ἐπί τε τροφαῖς βαρυνούσαις γίνεται, μηδεμίαν ἐχούσαις ἰσχυρὰν δύναμιν, ἀλλ’ αὐτῷ μόνῳ τῷ ποσῷ διοχλούσαις, καί τισιν ὑγροῖς συῤῥυεῖσιν εἰς αὐτὸν ἀδήκτοις. εἰ δὲ καὶ ψύχοιτο πρὸς αὐτῶν, τότε δὴ καὶ μάλιστα τοιοῦτος ὁ σφυγμὸς ἔσται. καὶ ὁ τῶν βουλιμιώντων τοιοῦτός ἐστιν. αἱ μὲν οὖν εἰς πυκνότητα τρέπουσαι διαθέσεις ἅπασαι χρονίζουσαι ἢ σφοδρότεραι γινόμεναι τὸν σκωληκίζοντα σφυγμὸν ἐργάζονται, αἱ δ’ εἰς ἀραιότητα πρὸς τῷ τὰς εἰρημένας διαφορὰς ἐπιτείνειν
199
τοιοῦτόν τι σὺν αὐταῖς εἶδος ἐν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τεθρύφθαι τὸ σῶμα τῆς ἀρτηρίας, ὡς μὴ καὶ συνεχὲς εἶναι. καὶ οἷον ψάμμου προσπιπτούσης αἴσθησις γίνεται τῇ ἁφῇ κατὰ τὴν διαστολήν.

Ἡ μὲν ἐκ τῆς εἰσαγωγῆς ῥῆσις αὕτη. τὰς δ’ αἰτίας τῶν εἰρημένων, ὅσα μὲν πάνυ σαφεῖς εἰσι τοῖς μεμνημένοις τῶν ἔμπροσθεν, οὐ δέομαι λέγειν· ὅσαι δ’ ἀσαφέστεραι, ῥηθήσονται. δυνάμεως γὰρ ἀῤῥωστούσης τῆς μὲν κατὰ τὸν ἑαυτῆς λόγον ἐπὶ δυσκρασίᾳ δηλονότι, τῆς δὲ διά τι τῶν ἔξωθεν ἤτοι βαρυνομένης ἢ ἐρεθιζομένης κακοήθως, ἐπὶ μὲν ταῖς βαρυνομέναις μικρὸς καὶ βραδὺς καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται, μικρὸς μὲν ὡς ἂν τῆς δυνάμεως κεκακωμένης, βραδὺς δὲ διά τε τοῦτο καὶ τῆς χρείας ἐκλελυμένης· ψυχραὶ γὰρ αἱ βαρύνουσαι τὴν δύναμίν εἰσι διαθέσεις· διὰ τοῦτο δὲ καὶ ἀραιὸς, ἐδείχθη γὰρ ἐκλυομένης τῆς χρείας τοιοῦτος γινόμενος· ἐπὶ δὲ ταῖς ἐριθιζούσαις μόνον καὶ λυπούσαις τὴν δύναμιν διαθέσεσιν, μικρὸς μὲν κᾀπὶ ταύταις καὶ ἀμυδρὸς διὰ τὴν κάκωσιν τῆς δυνάμεως, πυκνὸς δὲ διότι καὶ ἀμυδρός· ἔστι δ’ ὅτε καὶ βραχεῖ θάττων. ὥσπερ γὰρ καὶ ἡμεῖς αὐτοὶ

200
πολλάκις ἀσθενέστεροι γινόμενοι, κᾄπειτα διά τινα χρείαν ἐπειχθέντες ἐπὶ πλεῖστον μὲν διαβαίνειν τοῖς σκέλεσιν ἀδυνατοῦμεν, εἰς ὅσον δ’ οἷοί τέ ἐσμεν ἀναγκάζομεν ἡμᾶς αὐτοὺς θᾶττόν τε καὶ πυκνότερον προβαίνειν, οὕτω καὶ ἡ τὰς ἀρτηρίας κινοῦσα δύναμις, ὅταν ἐπείγηται μὲν ὑπὸ τῆς χρείας εἰς τὰς κινήσεις, ἀσθενὴς δ’ ᾖ, μεγάλας μὲν οὐχ οἵα τέ ἐστι ποιεῖσθαι τὰς διαστολὰς, ἐπ’ ὀλίγον δέ πως ὠκυτέρας, πυκνὰς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἐνδεέστερον τῆς χρείας αἱ διαστολαὶ γίνονται. κατὰ λόγον οὖν ταῖς μὲν εἰς πυκνότητα τρεπούσαις στομαχικαῖς διαθέσεσιν τὸν σφυγμὸν ἐπιτεινομέναις ὁ σκωληκίζων καλούμενος ἐπιγίνεται, καταλυομένης γὰρ ἦν οὗτος οἰκεῖος δυνάμεως, ταῖς δ’ εἰς ἀραιότητα οἷον διατεθρυμμένος, ἀνωμάλου δυσκρασίας αὐτῶν τῶν ὀργάνων ἔγγονος ὑπάρχων.

Ὑδέρων σφυγμοὶ, τοῦ μὲν ἀσκίτου μικρὸς καὶ πυκνότερος καὶ ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ τυμπανίτου μακρότερος, οὐκ ἄῤῥωστος, θάττων, πυκνὸς, ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ κατὰ σάρκα κυματώδης, πλατύτερος, μαλακός.

201

Ὁ ἀσκίτης ὕδερος ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις ἀθροίζων ὑδατώδους ὑγροῦ πλῆθος οὐκ ὀλίγον, εἰς συμπάθειαν ἄγει τὰς μεγάλας ἀρτηρίας, ὡς τείνειν τε ἅμα καὶ βαρύνειν καὶ καταψύχειν· τείνειν μὲν ἅμα τοῖς ἄλλοις τοῖς τῇδε· βαρύνειν δὲ διὰ τὸ βάρος· ψύχειν δὲ διὰ τὴν περιττὴν ὑγρότητα. διὰ μὲν δὴ τὴν τάσιν εὐλόγως τὸν σφυγμὸν ποιεῖ ὑπόσκληρον σύν τινι τάσει, διὰ δὲ τήν τε τῆς δυνάμεως κάκωσιν καὶ τὴν κατάψυξιν μικρότερον. εἰς ὅσον δὲ μικρότερον τοῦ δέοντος εἰς τοσοῦτον καὶ πυκνότερον, καὶ μᾶλλον ὅταν σὺν πυρετῷ. ὁ δὲ τυμπανίας ὕδερος ἧττον μὲν βαρύνει τὰς μεγάλας ἀρτηρίας, καὶ ὅλως τὴν δύναμιν, οὐχ ἧττον δὲ τείνει. διὰ τοῦτο οὖν ὑπόσκληρος μὲν σύν τινι τάσει, καθάπερ ἐν τοῖς ἀσκίταις ὁ σφυγμὸς γίνεται, θάττων δ’ ἐκείνων καὶ ἧττον ἄῤῥωστος, πυκνὸς δὲ κατὰ τὰς αὐτὰς αἰτίας ἐκείνῳ, μακρότερος δὲ διὰ τὴν κουφότητα τῶν ἐπικειμένων ταῖς ἀρτηρίαις σωμάτων. ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ λόγῳ βραχὺς μὲν ὁ σφυγμὸς γινόμενος, ἐπειδὰν τῷ βάρει τε καὶ πλήθει τῶν ἐπικειμένων τε καὶ περικειμένων αὐταῖς σωμάτων θλίβωνται, μακρὸς δὲ ἐκ τῶν ἐναντίων

202
τίων αἰτίων, ὧν ἐστι κεφάλαιον ἡ κουφότης τῶν ἐπικειμένων, ἣ κᾀν τοῖς τυμπανίαις γίγνεται. πνεύματος γὰρ ὑποπιμπλᾶσιν ὅλον τὸ σῶμα. λοιπὸς δ’ ὁ κατὰ σάρκα τε καὶ ἀνὰ σάρκα προσαγορευόμενος, ὑγρότητι πολλῇ διαβρέχων ὅλην τὴν ἕξιν, ὡς τοὺς χιτῶνας τῶν ἀρτηριῶν ἐργάζεται μαλακοὺς, οὕτω καὶ τοὺς σφυγμοὺς μαλακούς τε καὶ κυματώδεις καὶ πλατυτέρους ἀποφαίνεται.

Ἐλεφαντιώντων σφυγμὸς μικρὸς, ἀμυδρὸς, βραδὺς, πυκνός.

Ὁ τῶν ἐλεφαντιώντων σφυγμὸς οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐπειδὰν ἐπὶ πλεῖστον ἥκωσι κακώσεως, ὡς ἄῤῥωστον αὐτοῖς εἶναι τὴν δύναμιν, μικρὸς καὶ ἀραιὸς καὶ βραδὺς καὶ πυκνὸς ἀποτελεῖται. ἐδείχθησαν γὰρ οἵδε δυνάμεως ἅμα ψύξει κεκακωμένης οἰκεῖοι.

Ἰκτέρων ἄνευ πυρετοῦ μικρότερος, σκληρότερος, πυκνότερος, οὐκ ἀμυδρὸς, οὐ ταχύς.

Ὁ τῆς ξανθῆς χολῆς χυμὸς ἔχει τι φύσει ξηραντικὸν, ὥσπερ ἅλμη καὶ θάλαττα, καὶ διὰ τοῦτ’ οὖν καὶ τὸν χιτῶνα τῶν ἀρτηριῶν σκληρότερον ἐργαζόμενος, ἅμα

203
αὐτῷ καὶ τὸν σφυγμὸν ἀποφαίνει σκληρότερον, εὐθὺς δὲ καὶ μικρότερον, ἀδυνατούντων δηλονότι τελέως διαστέλλεσθαι τῶν σκληρῶν ὀργάνων. ὥστ’ εὐλόγως εἰς ὅσον τοῦ προσήκοντος γίνεται μικρότερος εἰς τοσοῦτο καὶ πυκνότερος, οὐ μὴν ἀμυδρός γε. οὐ γὰρ ἄῤῥωστος ἡ δύναμις. οὐ μὴν οὐδὲ ταχὺς, ὅτι χωρὶς πυρετῶν· ὡς τοῖς γε μετὰ πυρετῶν καὶ ταχὺς, διὰ τὴν τῆς χρείας ἔπειξιν.

Τῶν δ’ ἐλλέβορον εἰληφότων ὀλίγον μὲν πρὸ τῶν ἐμέτων, ἡνίκα ἂν θλίβωνται, πλατὺς, ἀραιὸς, ἀμυδρότερος, βραδύτερος. ἐμούντων δὲ καὶ σπαραττομένων ἀνώμαλος καὶ ἄτακτος. ἤδη δὲ βελτιόνων γινομένων τεταγμένος μὲν, ἀλλ’ ἔτι ἀνώμαλος, ἧττον δὲ ἢ πρόσθεν. ἐγγὺς δὲ τοῦ κατὰ φύσιν ἐλθόντων ὁμαλὸς καὶ μείζων τοῦ πρόσθεν καὶ σφοδρότερος. ὅσοι δ’ ἐξ αὐτῶν συγκόπτονται καὶ σπῶνται καὶ λύζουσι, μικρὸς τούτοις καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ θάττων καὶ πυκνὸς ἄγαν. τοῖς δὲ πνιγομένοις αὐτῶν μικρὸς

204
καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ ἀνώμαλος, οὐ μὴν πυκνὸς, οὐδὲ ταχὺς, ἀλλ’ ἔτι βραδύνειν μᾶλλον. ἐμφαίνει δέ τι καὶ κυματῶδες καὶ πλατὺ καί ποτε τάσιν τινὰ τῆς ἀρτηρίας βραχεῖαν.

Οὐδ’ ἐπὶ τῶν ἐλλέβορον εἰληφότων ἀλόγως οἱ σφυγμοὶ θλιβομένων ἔτι βραδύτεροι καὶ ἀραιότεροι καὶ ἀμυδρότεροι γίνονται. πάσης γὰρ θλίψεως ἦσαν οὗτοι κοινοί. τὸ δ’ ἴδιον αὐτῶν ἐστιν ἡ πλατύτης, ἣν ἐκ τοῦ τὸ πνεῦμα πᾶν εἴσω μετὰ τῆς θερμασίας ἕλκεσθαι συμβαίνει γίνεσθαι. τῆς μὲν γὰρ πρὸς τὰ πέρατα κινουμένης δυνάμεως οἰκεῖος σφυγμὸς ὁ ὑψηλὸς, τῆς δ’ ὀκλαζούσης τε καὶ ἀντισπωμένης ἐπὶ τὸ ἐντὸς ὁ ταπεινός. οὗτος οὖν ἐστιν ὁ καὶ τὴν τοῦ πλάτους ἀποτελῶν φαντασίαν. τὰ δ’ ἄλλα τὰ συμπίπτοντα αὐτοῖς εὔδηλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.