De locis affectis

Galen

Galen, De locis affectis

Καὶ κατὰ τοῦτο τὸ μόριον, ὥσπερ καὶ κατὰ τἄλλα πάντα, τινὰ μὲν ἰδιοπαθοῦντος αὐτοῦ γίνεται, τινὰ δὲ ἑτέροις συμπάσχοντος· ἅπαντα γοῦν ἐξ ἀνάγκης εἰς τὴν τῆς ἀναπνοῆς βλάβην τελευτᾷ, τοῦτο γὰρ ἴδιον ὄργανον ἐδείχθη τῆς ἀναπνοῆς. ὅσα μὲν οὖν ἐν αὐτῷ γίνεται πάθη τῶν ὀδυνηρῶν, μικρὰν καὶ πυκνὴν 

307
ἐργάζεται τὴν ἀναπνοὴν, ὡς ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν ἐδείχθη, καθάπερ γε καὶ τῶν γειτνιώντων τε καὶ συγκινουμένων. λέλεκται δ’ ἔμπροσθεν ἐν τοῖς τοῦ νωτιαίου πάθεσιν, ὅπως ἀναπνοὴ βλάπτεται, μηδὲν αὐτοῦ πεπονθότος ἴδιον πάθημα τοῦ θώρακος, ἀλλ’ ἤτοι τινος τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἢ αὐτοῦ τοῦ νωτιαίου. τῶν δ’ ἰδίων τοῦ θώρακος παθῶν ἔνια μὲν ἐν τοῖς μυσὶν αὐτοῦ, τινὰ δὲ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα συνίσταται· περὶ δὲ τῶν κατὰ τὸ δέρμα καὶ τὰ τῶν πλευρῶν ὀστᾶ νῦν οὐ πρόκειται λέγειν, αἰσθητὸν ἐχόντων τὸν πεπονθότα τόπον. διττῶν οὖν ὄντων τῶν κατ’ αὐτὸν μυῶν, τῶν μὲν ἀναπληρούντων τὰ μεσοπλεύρια καλούμενα, τῶν δ’ ἔξωθεν αὐτοῖς ἐπιβεβλημένων, αἱ μὲν τῶν ἔξωθεν ὀδυνηραὶ διαθέσεις, ἑλκωθέντων, ἢ θλασθέντων, ἢ ἀπόστημα σχόντων, ἢ ἐρυσίπελας, ἢ φλεγμονὴν, οὐκ ἀσαφῶς διαγιγνώσκονται τοῖς ἰατροῖς ἐπιβάλλουσι τὰς χεῖρας· αἱ δὲ τῶν μεσοπλευρίων μυῶν φλεγμοναὶ, καὶ μάλιστα τῶν ἐν βάθει, διφυεῖς γάρ εἰσιν, ὡς ἴστε, τὴν μὲν ἁφὴν ἡμῶν λανθάνουσιν, ὀδυνῶσι δὲ τῶν ἐπιπολῆς
308
μειζόνως, καί τι καὶ τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος εἴσω διαπέμπουσιν διὰ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐξ ἀνάγκης αὐτοῖς συμφλεγμαίνει, καθάπερ ἐκείνῳ πάλιν, ὅταν αὐτὸς πρωτοπαθῇ κατά τινα καιρὸν ἕτερον, ἡ ἐντὸς μοῖρα τῶν μεσοπλευρίων συμπάσχει. ἀλλ’ ἥ γ’ ἀκριβὴς πλευρῖτις ἐν τῇ πρωτοπαθείᾳ τοῦ ὑπεζωκότος γίνεται, διὸ καὶ μέχρι κλειδὸς ἢ ὑποχονδρίων ὁ πόνος ἐξικνεῖται· τῶν μὲν ἄνω μερῶν αὐτοῦ πασχόντων, εἰς κλεῖν· τῶν κάτω δὲ, εἰς τὰ ὑποχόνδρια. πυρετὸς δὲ πάντως ἕπεται ταῖς τοιαύταις φλεγμοναῖς σφοδρὸς, ὡς ἂν ἐγγὺς τῇ καρδίᾳ κειμένου πάσχοντος τόπου, καὶ συμφυοῦς ὑπάρχοντος αὐτῆς τῷ χιτῶνι, καθάπερ γε καὶ ταῖς φρεσίν. ὁ σφυγμὸς δέ σοι μάλιστα ἐνδείξεται, πότερον ὁ ὑπεζωκὼς ὑμὴν μᾶλλον ἢ οἱ ψαύοντες αὐτοῦ πεπόνθασι μύες· ἧττον μὲν γὰρ οἱ μύες, ὁ δ’ ὑπεζωκὼς μᾶλλον ἐντείνει τε καὶ σκληρὰν ἀποφαίνει τὴν ἀρτηρίαν, ὡς ἐπί γε τῶν περὶ πνεύμονα παθῶν οὐδ’ ὅλως ἡ τοιαύτη φαίνεται σκληρότης. ὁ δ’ ἀποχεόμενος εἰς τὰ κενὰ τοῦ θώρακος ἰχὼρ,
309
μεταλαμβανόμενος εἰς τὰς τραχείας τοῦ πνεύμονος ἀρτηρίας, ἀναπτύεται μετὰ βηχὸς, ἐνδεικνύμενος ὁποῖός τίς ἐστιν ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς, ἆρά γε πικρόχολος ἢ μελαγχολικὸς ἢ φλεγματικὸς ἢ αἱματικός. ὠχρὰ μὲν γὰρ καὶ ξανθὰ πτύουσιν ἐπὶ τῷ πικροχόλῳ, μέλανα δὲ ἐπὶ τῷ μελαγχολικῷ, τὰ δ’ ἀφρωδέστερα καὶ λευκανθοῦντα πτύσματα τοῦ φλεγματικοῦ πλεονεκτοῦντος γίγνεται χυμοῦ, καθάπερ γε καὶ τὰ ἐρυθρὰ τοῦ αἱματώδους. ὅτι μὲν οὖν ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύεταί τι μετὰ βηχὸς, ἐναργῶς ἔστι γνῶναι κατὰ τὰς διαθέσεις, ἐν αἷς ἔξωθεν ἔσω τὸ ἕλκος διήκει, ἤτοι συντρήσεως μὴ κολληθείσης, ἢ κατὰ ἀπόστημα μέγα κατ’ ἄμφω τὰ μέρη ῥαγὲν, ἢ τμηθὲν μὲν ὡς ἔξω μόνον ἀνίσχον, εὑρεθέντος δ’ ἐπὶ τῇ τομῇ διαβεβρωμένου τοῦ ὑπεζωκότος, ἢ καὶ διὰ σφάκελον ἐκκοπείσης πλευρᾶς, ἤτοι μὴ δυνηθέντων ἀπαθῆ φυλάξαι τὸν ὑπεζωκότα τῶν ἰατρῶν, ἢ διαβεβρωμένον ἢ διασεσηπότα πως εὑρόντων· ἐν ἀπάσαις γὰρ ταῖς τοιαύταις διαθέσεσιν, ὅταν ἐγχέωμεν εἰς τὰ κενὰ τοῦ θώρακος μελίκρατον, εὐθέως ἀναπτύεται μετὰ βηχὸς, αὐτῷ τῷ κάμνοντι διὰ
310
διὰ τῆς γεύσεως, ὅτι μελίκρατόν ἐστι, γνωριζόμενον. ὅπως δὲ γίγνεται τοῦτο, καὶ δι’ ὧντινων ὁδῶν εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἀφικνεῖται, πάρεστι σκοπεῖσθαι τῷ βουληθέντι, φυλαττομένῳ παθεῖν ὅπερ ἔπαθον ἔνιοι τῶν ἀπορηθέντων ἐν τῇ τῆς αἰτίας εὑρέσει, τάχα μὲν ἑαυτοὺς πείσαντες ἀδύνατον εἶναι τὴν ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα μετάληψιν, ἴσως δὲ καὶ προσποιησάμενοι διὰ τὸ μὴ βούλεσθαι δοκεῖν ἀπορεῖσθαι. χρὴ δ’ ὅτι μὲν ἡ μετάληψις γίνεται, πεπεῖσθαι· φαίνεται γὰρ ἐναργῶς ἐπὶ τῶν συντρήσεων· ὅπως δὲ γίνεται, ζητεῖν, ἀγαπῶντας μὲν εἰ εὕροιμεν, ἄχρι δ’ ἂν οὐδέπω πεπεικότες ἑαυτοὺς ὦμεν εὑρηκέναι, τὴν ἄγνοιαν ὁμολογοῦντας μᾶλλον ἢ καταψευδομένους τοῦ γιγνομένου. φαίνεται δὲ κᾀπὶ τῶν ἐναίμως κολλωμένων συντρήσεων ἀναπτυόμενά τινα γνωρίσματα τοῦ ῥυέντος αἵματος ἐν ταῖς τρώσεσιν εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν· ἐναργὴς δ’ ἐστὶ κᾀπὶ τῶν ἐμπύων ἥ τ’ ἐν τῇ χώρᾳ ταύτῃ τοῦ πύου σύστασις ἥ τ’ ἐξ αὐτοῦ πτύσις ἅμα
311
βηχί. κατὰ δὲ τὸν αὐτὸν τρόπον εὔλογον γίγνεσθαι καὶ τὰς ἐκ τοῦ θώρακος αἵματός τε καὶ πύου πτύσεις, ἐφ’ ὧν Ἐρασίστρατος ζητῶν τὰς ὁδοὺς, ἀπίθανα γράφει κατὰ τὸ περὶ τῆς ἀναγωγῆς τοῦ αἵματος βιβλίον ἐν τῇδε τῇ ῥήσει· ἡ δὲ ὁδὸς ἐπὶ τὴν ἀναγωγὴν τοῖς ἀπὸ τούτων τῶν τόπων ἀναφερομένοις τοιαύτη τις γίνεται. ἀπὸ τῆς παρὰ τὴν ῥάχιν κειμένης ἀρτηρίας ἀποφύσεις εἰσὶν ἀγγείων παρ’ ἑκάστην πλευρὰν, ὁμοίως ἔκ τε τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν· αὗται δ’ εἰς τοὺς πλησίον τόπους ἐπὶ πλεῖον σχιζόμεναι εἰς ἄδηλα τῇ αἰσθήσει ἀποτελευτῶσιν. ὅταν οὖν γίγνηταί τις εἰς ταύτας τὰς ἀρτηρίας παρέμπτωσις αἵματος, κατὰ τὴν κοίλην ἀρτηρίαν ἐνίοτε λαμβάνει τὴν ἀναφορὰν ἐπὶ τοὺς περὶ τὸν πνεύμονα τόπους, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τις καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ἐκ δὲ τοῦ πνεύμονος, ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν, τὰς ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποπεφυκυίας εἰς ἕκαστον τῶν τοῦ θώρακος μεσοπλευρίων, 
312
ὑποδεξαμένας αἷμα διὰ τῶν καθηκόντων στομάτων εἰς τὸ φλεγμαῖνον μέρος, ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἀναφέρειν αὐτὸ, τὴν ἀπὸ καρδίας μὲν ἐκπεφυκυῖαν, ἐπιτεταμένην δὲ τῇ ῥάχει· πάλιν δ’ ἀπ’ αὐτῆς εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους φησὶ γίγνεσθαι τὴν ἀναφορὰν, οὐκέτι προσθεὶς ὅπως γίγνεται καὶ διὰ τίνων ὁδῶν, ἀλλ’ ἐφεξῆς γράψας, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τίς, φησι, καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ὅπως δὲ γίγνεται καὶ κατὰ τίνας συμφύσεις, οὐκέτι οὐδ’ ἐνταῦθα προσέθηκεν. μένει τοίνυν ἔτι τὸ ζητούμενον, οὐδὲν εἰπόντος εἰς αὐτὸ σαφὲς τοῦ Ἐρασιστράτου, καίτοι σαφῶς ἑρμηνεύειν προῃρημένου κατά τε τἄλλα πάντα συγγράμματα καὶ κατὰ τοῦτ’ αὐτὸ, τὸ περὶ τῆς τοῦ αἵματος ἀναγωγῆς. διὸ καὶ μᾶλλον ἄν τις ἡγήσαιτο, μοχθηρὸν εἶναι τὸν λόγον, ὑποπτευθέντα καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ τοιοῦτον ὑπάρχειν· ἑκών γ’ οὖν φαίνεται λέξεσιν ἀσαφέσιν κεχρῆσθαι, χάριν τοῦ δόξαι τι λέγειν, καίτοι λέγων
313
μηδέν· ἐν αὐτῷ γὰρ τῷ τόπῳ τῷ ζητουμένῳ κατέλιπε τὴν διήγησιν, ὅπως μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐκ τῶν πλευρῶν ἀφικνεῖται τὸ αἷμα, σαφῶς εἰπὼν, ὅπως δὲ πάλιν ἀπὸ ταύτης εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους, ὡς αὐτὸς εἶπεν, οὐκέτι προσθείς. ἀλλὰ καὶ κατ’ αὐτὸ τοῦτο τὸ φάναι, τοὺς περὶ τὸν πνεύμονα τόπους, ἐνὸν εἰπεῖν τὸν πνεύμονα, δῆλός ἐστιν ἑκὼν ἐπιταράττων τὸν λόγον. καὶ τοῦτο μὲν ἐφεξῆς ἐδήλωσεν εἰπών· ἐκ δὲ τοῦ πνεύμονος ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται· ὡς γὰρ εἰς τὸν πνεύμονα φερομένου παρὰ τῆς μεγάλης ἀρτηρίας αἵματος, οὕτω φαίνεται περὶ τῆς ἐντεῦθεν ἀναγωγῆς ἀναμιμνήσκων ἡμᾶς ὅπως γίνεται. ὅτι μὲν οὖν πρότερον εἴρηται περὶ τῆς ἐκ τοῦ πνεύμονος ἀναπτύσεως, ἐπιστάμεθα, καὶ μέντοι καὶ ὅτι σαφῶς εἴρηται, μαρτυροῦμεν· εὐξαίμεθα δ’ ἂν ὁμοίως εἰρῆσθαι καὶ περὶ τῆς εἰς τὸν πνεύμονα μεταλήψεως ἐκ τῆς μεγάλης ἀρτηρίας· ὥσπερ κᾀπειδὰν εἴπῃ, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκε τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν, γίνεσθαι τὴν ἐπὶ τὸν πνεύμονα φορὰν τοῦ αἵματος.
314
οὐδὲ γὰρ ἐνταῦθα τίνας λέγει προσφύσεις ἐδήλωσεν. καὶ γὰρ ἐὰν δι’ ὑμένων ἤ τινων ἰνωδῶν σωμάτων γίγνονται, πλέον οὐδὲν ὡς πρὸς τὴν τοῦ περιεχομένου κατὰ τὴν μεγάλην ἀρτηρίαν αἵματος εἰς τὸν πνεύμονα φοράν· ἐκφύεσθαι γάρ τινα δεῖ τῆς ἀρτηρίας ἀγγεῖα, δι’ ὧν εἰς τὸν πνεύμονα παραγενήσεται τὸ αἷμα, καθάπερ οἱ Ἐρασιστράτειοι λέγουσι διὰ τῆς ἀρτηρίας γίγνεσθαι τοῦτο τῆς ὑποβεβλημένης τῷ πνεύμονι· φαίνεται γὰρ αὐτῆς ἀμυδρὰ πέρατα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν περαίνοντα, τὴν δ’ ἔκφυσιν ἀπὸ τῆς μεγάλης ἀρτηρίας αὐτὴ λαμβάνει πρὶν ἐπιβῆναι τῇ ῥάχει. καί τινα λόγον διττὸν ἀπ’ αὐτῆς τῆς ἀρτηρίας οἱ Ἐρασιστράτειοι πορίζονται, βοηθοῦντες αὐτῷ, νῦν μὲν εἰς τὴν ἀπὸ τοῦ θώρακος ἀναγωγὴν τοῦ αἵματος, ἑτέρωθι δ’ εἰς γένεσιν φλεγμονῆς ἐν τῷ πνεύμονι· καὶ γὰρ καὶ περὶ ταύτης αὐτοῖς οἱ ἑτερόδοξοι προὔβαλον, ὡς ἀδυνάτου γίγνεσθαι κατὰ τὰς Ἐρασιστράτου ὑποθέσεις. αὐτὸς γὰρ ἐν τῷ διδάσκειν ὅπως γίνεται φλεγμονὴ, τὸ παρεμπῖπτον εἰς τὰς ἀρτηρίας αἷμα βούλεται τῷ παρὰ τῆς καρδίας φερομένῳ πνεύματι συντυγχάνον ἀναστέλλεσθαί
315
τε καὶ συνελαύνεσθαι πρὸς τὰ πέρατα τῶν ἀρτηριῶν, πλὴν εἴποτέ τινες ἀρτηρίαι τρωθεῖσαι, κενωθέντος ἐξ αὐτῶν κατὰ τὸ τραῦμα τοῦ πνεύματος, ἐκ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας διαδέξονται τὸ αἷμα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐκ ἂν γενέσθαι φασὶ φλεγμονὴν ἐν ταῖς τοῦ πνεύμονος ἀρτηρίαις· εἰ γὰρ καὶ παρεμπέσοι ποτ’ αὐταῖς αἷμα, μηδεμίαν ἀπάντησιν αὐτῷ πρὸς τὸ πνεῦμα γίγνεσθαι. κατὰ γάρτοι μόνας τὰς τοῦ πνεύμονος ἀρτηρίας οὐ βούλεται παρὰ τῆς καρδίας φέρεσθαι τὸ πνεῦμα, καθάπερ εἰς τὰς ἄλλας ἁπάσας, ἀλλ’ ἔμπαλιν αὐτὰς χορηγεῖν τῇ καρδίᾳ τοῦ πνεύματος, ὃ διὰ τῆς εἰσπνοῆς τῶν τραχειῶν ἀρτηριῶν αἱ λεῖαι μεταλαμβάνουσιν. τὴν οὖν ἀρτηρίαν ταύτην τὴν ἀπὸ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας μεγάλης εἰς τὸν πνεύμονα φερομένην φασὶ τήν τε φλεγμονὴν ὑπομένειν κατὰ τὰ πέρατα καὶ τὴν ἐκ τοῦ θώρακος ἀναγωγὴν ἐργάζεσθαι τοῦ αἵματος. ἀλλὰ τὸν μὲν περὶ τῆς φλεγμονῆς λόγον οὐ νῦν πρόκειται σκοπεῖν· ἡ δὲ μετάληψις τοῦ αἵματος, ἣν ἐκ τῆς μεγάλης ἀρτηρίας εἰς τὸν πνεύμονα γίγνεσθαί φασιν, οὐκ ὀρθῶς φαίνεται λεγομένη. πρῶτον μὲν γὰρ εἰς μεγάλην ἀρτηρίαν ἐκ τῶν μεσοπλευρίων ἀδύνατον
316
ἐνεχθῆναι τὸ αἷμα, παλινδρομήσει γὰρ αὐτίκα συνελαυνόμενον ὑπὸ τοῦ πνεύματος, ὃ παρὰ τῆς καρδίας διὰ τῆς μεγάλης ἀρτηρίας εἰς ταύτας ἐπιπέμπεται· ἔπειτα δ’ εἰ καὶ συγχωρηθείη τοῦτο γίγνεσθαι, καὶ θείημεν εἰς τὴν μεγάλην ἀρτηρίαν αὐτὸ φέρεσθαι, μείζονος ἀτόπου καταλαμβάνοντος τὸν λόγον, ἐξ αὐτῶν τῶν Ἐρασιστρατείων ὑποθέσεων. βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥύμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπ’ ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς φορᾶς τάχος εἶναι βουλόμενος. οὔκουν ἐγχωρεῖ τὴν τοσαύτην σφοδρότητα μὴ οὐκ εὐθέως ὠθεῖν τὸ κατὰ τὴν μεγάλην ἀρτηρίαν αἷμα πανταχόσε τοῦ σώματος· οἱ δ’ εἰς μίαν ἀρτηρίαν αὐτὸ συνελαύνουσι τῷ λόγῳ, τὴν εἰς τὸν πνεύμονα φερομένην, ὥσπερ νοῦν ἔχον ἐπιστάμενόν τε, δι’ ἧς ὁδοῦ κενωθήσεται ῥᾷστα. μάχεται δ’ αὖ πάλιν αὐτὸ τοῦτο τῷ νῦν ἐνεστῶτι λόγῳ, κενοῦσθαι τάχιστα συγχωροῦντι τὸ αἷμα διὰ τῆς τραχείας ἀρτηρίας. εἰ γὰρ 
317
οὕτως ἐστὶν εὐρέα τὰ πέρατα τῶν ἀρτηριῶν τούτων, ὡς τὸ παρεμπεσὸν εἰς αὐτὰ αἷμα ταχίστην ἴσχειν τὴν κένωσιν, οὐκ ἐνδέχεται σφηνωθὲν αὐτὸ φλεγμονὴν ἐργάσασθαι· τὸ γὰρ σφηνοῦσθαι τῷ διεκπίπτειν ἐναντίον ἐστί. θαυμάσαι δὲ ἔστιν ἔτι μᾶλλον, ὅπως ἐφεξῆς γράφων αὐτὸς Ἐρασίστρατος ἐπιμελέστατα περὶ τῆς τοῦ πύου κενώσεως, ἥν τ’ ἐν τοῖς πλευριτικοῖς πάθεσιν, ἥν τ’ ἐν τοῖς ἐμπυήμασιν ἴσχει, τὴν μάχην οὐ σύνοιδεν, ἣν ἡμῖν καὶ ἅπασι τοῖς ἄλλοις ἀνθρώποις οἱ δύο λόγοι πρὸς ἀλλήλους ἔχειν φαίνονται. γνωσθήσονται δ’ ἐναργῶς, παραγραφείσης αὐτοῦ τῆς ῥήσεως, ἐχούσης κατὰ λέξιν οὕτως· ἐν δὲ τοῖς αὐτοῖς τούτοις πάθεσι πύου ἀνακάθαρσις ἐνίοτε πολλοῦ γίνεται· ἡ δ’ αἰτία τούτου παρὰ τὴν φύσιν τῶν ἀγγείων γίνεται· ἐπιλογισμὸς δ’ αὐτῶν ὅδε. ἐκ τῆς καρδίας ἀπόφυσις φλεβὸς εὐμεγέθης κεῖται παρὰ τὴν ῥάχιν, ἀποτελευτῶσα καθ’ ὃν τόπον αἱ φρένες ἐκ τῶν σπονδύλων ἐκπεφύκασιν· ἀπὸ δὲ ταύτης αἱ παρὰ τὰς πλευρὰς τείνουσαι καὶ ταῖς ἀρτηρίαις παρακείμεναι φλέβες τὴν ἀπόφυσιν ἔχουσιν. ὅταν οὖν ἕλκωσις ἐν τοῖς τόποις τούτοις
318
ἢ ἀπόστημα γένηται, πλείονος πύου συναγωγὴν ποιούμενον, εἰς μὲν τὸ μεταξὺ τοῦ πνεύμονος καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως τὴν ἔκχυσιν λαμβάνει, διὰ τὸ τὸν ὑμένα ὑπεζωκότα τὰς πλευρὰς νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι· συῤῥήγνυται δ’ εἰς τὰ ἐντὸς ἀγγεῖα τοῦ ὑμένος κείμενα. λεπτοτέρας δὲ καὶ ἀσθενεστέρας οὔσης τῆς φλεβὸς ἢ τῆς ἀρτηρίας, πρότερα ταῦτα τὰ ἀγγεῖα τῶν περὶ τὰς ἀρτηρίας διαιρεῖται· κατὰ δὲ τὰς διαιρέσεις ἡ ἀνάχυσις τοῦ πύου εἰς τὰς φλέβας γίνεται. ἐπὶ μὲν οὖν τοὺς κάτω τόπους οὐ γίνεται τοῦ πύου διέξοδος, διὰ τὸ μὴ διϊκνεῖσθαι τὴν φύσιν τῶν φλεβῶν, ἀλλὰ τὴν ἀποτελεύτησιν ἔχειν, καθάπερ εἴρηται, κατὰ τὴν ἔκφυσιν τοῦ διαφράγματος· πληρουμένων δὲ ἀεὶ τῶν συνεχῶν τόπων, τὴν ἐπάνοδον λαμβάνειν ἀναγκαῖον εἰς τοὺς ἐπάνω τόπους. ἐπινοεῖν οὖν δεῖ τὴν γινομένην κατὰ τὴν ἀναπνοὴν τοῦ πνεύμονος ἐνέργειαν, καὶ τὴν ὁλκήν τε καὶ δίωσιν τοῦ πνεύματός τε καὶ τῶν ὑγρῶν, καὶ ὅτι κατὰ τοῦτον τὸν τρόπον ἡ τοῦ πύου ἐπάνοδος ἀπὸ τῶν πλευρῶν εἰς τὸν πνεύμονα γίνεται· ἡ δ’ ἐκ τοῦ πνεύμονος ἀναγωγὴ ὃν τρόπον γίνεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει τὸ μὲν
319
μὴ δύνασθαι κατωτέρω τοῦ διαφράγματος ἀφικέσθαι τὸ μεταληφθὲν εἰς τὰς φλέβας πῦον, ἀληθῶς εἴρηται τῷ Ἐρασιστράτῳ, τῆς γε τὰς κάτω τοῦ θώρακος ὀκτὼ πλευρὰς, οὐ γὰρ δὴ πάσας γε, τρεφούσης φλεβὸς, ἄχρι τοῦ διαφράγματος ἐρχομένης· οὐ γὰρ χρὴ μικρολογεῖσθαι νῦν, εἰ διεκπίπτει τι μέρος αὐτῆς μικρόν· ὅπως δὲ ἀναπτύεται τὸ πῦον τοῦτο, τὴν ἀρχὴν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ὥσπερ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τις. οὐ γὰρ δὴ ὥσπερ ἀρτηρίαν τινά φασιν ἀπὸ τῆς μεγάλης ἀποσχιζομένην ἐπὶ τὸν πνεύμονα φέρεσθαι, κατὰ τὸν αὐτὸν ἔχουσι λόγον ἀποφαίνεσθαί τι περὶ τῆς φλεβός· ἡ μὲν γὰρ ἀρτηρία φαίνεται, κᾂν εἰ μὴ κατασχιζομένη σαφῶς εἰς τὸ σπλάγχνον, ἀλλ’ ὑποβεβλημένη γ’ αὐτῷ, καὶ μέχρι τῆς τραχείας ἀρτηρίας ἀποφύσεις πέμπουσα· φλέβα δ’ οὐδεμίαν οὔθ’ ἡμεῖς εἴδομεν οὔτ’ ἄλλος τις τῶν ἀνατομικῶν ἔγραψεν οὔτ’ αὐτὸς ὁ Ἐρασίστρατος ἐτόλμησεν εἰπεῖν, ἐπὶ τὸν πνεύμονα φέρεσθαι ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης φλεβός· ὡμολόγηται γὰρ ὑπὸ πάντων ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ὁ πνεύμων αἷμα λαμβάνειν δι’ ἑνὸς ἀγγείου μόνου. δεήσει τοίνυν
320
γε τὸ παραγιγνόμενον ἐκ τῶν πλευρῶν πῦον εἰς τὴν κατὰ ῥάχιν φλέβα πρότερον μὲν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, δεύτερον δὲ εἰς τὴν φλέβα τὴν ἀπ’ αὐτῆς εἰς τὸν πνεύμονα φερομένην, εἶτα τὸ τρίτον ἐκ ταύτης εἰς τὰς ἐν ἐκείνῳ τραχείας ἀρτηρίας μεταληφθῆναι, καὶ μετὰ ταῦτα βηχὸς δεηθῆναι δηλονότι τῆς εἰς τὸ στόμα δυνησομένης ἀνάξειν αὐτό. κατὰ τίνα μὲν τρόπον ἡ τοῦ μιχθέντος πύου τῷ αἵματι διάκρισις ἀπ’ αὐτοῦ γίνεται, παρέλιπεν εἰπεῖν, ὥσπέρ τι μικρὸν ὂν τοῦτο καὶ τὸ τυχὸν ὑπερβὰς, ἀλλ’ οὐκ αὐτὸ μάλιστα τὸ συνέχον ὅλον αὐτοῦ τὸν λόγον. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς τὸ περιεχόμενον αἷμα κατὰ τὴν ἐν τῇ ῥάχει φλέβα πρὸς τὴν καρδίαν ἀναφέρεσθαι πέφυκεν· αὐτὸ γάρ τοι τοὐναντίον ἐστὶν εἰπεῖν, τὸ ἀπὸ τοῦ κατὰ τὴν καρδίαν ὠτὸς τοῦ δεξιοῦ τὴν φλέβα ταύτην ἀρχομένην ἅμα ἑαυτῆς κομίζειν αἷμα, τὰ κατὰ τὰς ὀκτὼ πλευρὰς μόρια πάντα τοῦ θώρακος θρέψον· οὐ γὰρ δὴ τά γε κατὰ τὰς ὑψηλὰς αὐτοῦ τέτταρας, αἱ γὰρ ἐκεῖνα τρέφουσαι φλέβες ἀπὸ τῆς εἰς τὰς σφαγὰς ἀναφερομένης πεφύκασιν ἐν τῷ μεταξὺ τόπῳ καρδίας τε καὶ κλειδῶν· ὥστε καὶ τοῦτ’ ἄτοπον ἱκανῶς ἕπεται τοῖς Ἐρασιστράτου λόγοις·
321
τὸ γὰρ ἀπὸ τῶν ὑψηλῶν τοῦ θώρακος τεττάρων πλευρῶν πῦον ἀναφερόμενον εἰς τὴν κοίλην φλέβα μάλιστα μὲν ἐπὶ τὰς κατὰ τὸν τράχηλον ὠμοπλάτας τε καὶ κεφαλὴν καὶ χεῖρας ἀφικνουμένας φλέβας, ἤδη δὲ καὶ τὰς καθ’ ὅλον τὸ ζῶον, ἐνεχθήσεται. ταῦτά τε οὖν ἄτοπα τοῖς ὑπ’ Ἐρασιστράτου γεγραμμένοις ἕπεται καὶ πρὸς τούτοις ἔτι τὸ παραλελειμμένον ὑπ’ αὐτοῦ κατὰ τὸν λογισμὸν τῆς αἰτίας· εἰπὼν γὰρ, εἰς τὸ μεταξὺ πνεύμονός τε καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως ἔκχυσιν λαμβάνειν τὸ πῦον, διὰ τὸ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι, τὸ μὲν ἐκχεῖσθαί ποτε πῦον εἰς τὴν χώραν ταύτην οὐκ ἠρνήσατο, προσέθηκε δὲ τῷ λόγῳ τὸ μὴ ῥᾳδίως. ἐχρῆν οὖν καὶ τούτου τοῦ μὴ ῥαδίως μὲν, ὅμως δ’ οὖν γινομένου ποτὲ, τὸν λογισμὸν ἀποδοῦναι, διδάξαντα τὰς ὁδοὺς αἷς χρώμενον τὸ πῦον ἐπὶ τῶν ἐμπυϊκῶν ἀναπτύεται. καθάπερ γὰρ ἀπολλυμένους εἴδομεν οὐκ ὀλίγους τῶν οὕτως ἐχόντων, οὕτω καὶ σωθέντας ἑτέρους πολλοὺς, ἐφ’ ὧν εἴ τις ἤθροιζε τὸ καθ’ ἑκάστην ἡμέραν ἀναβηττόμενον πῦον, ἐνίοτε μὲν ἓξ ἢ ὀκτὼ κοτυλῶν, ἐνίοτε δὲ καὶ δέκα, ἐνίοτε δὲ καὶ πλειόνων ἂν εὑρέθη 
322
τὸ σύμπαν κεφάλαιον. ἀλλ’ ὅπερ ἀεὶ λέγειν εἴωθα, καὶ νῦν ἐρῶ· πολλοὶ τῶν ἰατρῶν ἐναργῶς ὁρωμένων πραγμάτων ἀδυνατοῦντες εἰπεῖν τὰς αἰτίας΄, οὐδ’ εἶναί φασιν αὐτὰ, καίτοι, ὡς ἔφην, ἁπάντων τῶν συντετρημένων τὸν θώρακα τὸ διὰ τοῦ τραύματος ἐνιέμενον μελίκρατον εὐθέως ἀναβηττόντων· ἀλλὰ καὶ διὰ τῆς ἐναίμου τε καὶ κολλητικῆς ὀνομαζομένης ἀγωγῆς, οὐκ ὀλίγων συντρήσεων θεραπευομένων, ἀναπτύουσιν ἔνιοι πυῶδες ἐν ταῖς πρώταις ἡμέραις, ὅτ’ ἂν μὴ καλῶς μηδ’ ἀκριβῶς ἅπαν ἐκχυθῇ τὸ αἷμα διὰ τοῦ τραύματος, ἐν τῷ κατασείεσθαι τὸν οὕτω τετρωμένον ἄνθρωπον. ἀλλ’ ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμὴν ἰσχυρὸς καὶ νευρώδης ἐστὶν καὶ δυσδιαίρετος· εἰ βούλει δὲ, πρόσθες τῷ λόγῳ καὶ τὸν ἀμφιεννύντα τὸν πνεύμονα, τὴν αὐτὴν ἔχοντα φύσιν αὐτῷ· καὶ διὰ τοῦτο τὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἔκχυσιν τῶν ὑγρῶν ὁ μὲν οὐ μεθίησιν, ὁ δ’ οὐ μεταλαμβάνει. λέγε τοίνυν καὶ τὸ δέρμα πολὺ τῶν ὑμένων τούτων ἰσχυρότερόν τε καὶ παχύτερον ὑπάρχον, ἐν ταῖς τῶν καταγμάτων πωρώσεσι μή ποτ’ ἐπιτρέπειν ἔξω φέρεσθαι δι’ ἑαυτοῦ τὸν αἱματώδη
323
χυμὸν, ὃν ὁρῶμεν οὕτω πολὺν ἐπί τινων ἐκχεόμενον, ὡς διαβρέχειν ὅλους τοὺς ἐπιδέσμους· εἰ δὲ τοῦτο φαίνεται γιγνόμενον, οὐδὲν ἔτι θαυμαστὸν οὐδὲ διὰ λεπτῶν ὑμένων γίνεσθαι ταὐτὸν τοῦτο. κάλλιον δ’ ἦν οὐ τοῦτ ’ ἠπορηκέναι τὸν Ἐρασίστρατον, ἀλλ’ ἐκείνου μᾶλλον ηὐπορηκέναι τοῦ μεταλαμβάνεσθαι τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, οὔτε δ’ εἰς τὰς λείας οὔτ’ εἰς τὰς φλέβας ἀφικνεῖσθαι· κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία, καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον ὑμένα τῷ πνεύμονι. τί δή ποτ’ οὖν ἀλλήλοις παρακειμένων τῶν τριῶν στομάτων, εἰς ἓν αὐτῶν μόνον ἡ μετάληψις γίνεται, τοῦτ’ ἐχρῆν ἐζητηκέναι τὸν Ἐρασίστρατον· ἄμεινον γάρ ἐστιν, ὅπως γίγνεται τὰ γινόμενα ζητεῖν, ἢ κατασκευάζειν ὅτι μὴ γίγνεται. καίτοι οὐκ ἄπορος οὐδ’ ἀνεύρετος ἐμοὶ φαίνεται τῶν ἐκ τοῦ θώρακος ἡ μετάληψις εἰς τὸν πνεύμονα, δυναμένη γε κατὰ τὰ τῆς τραχείας ἀρτηρίας πέρατα γίγνεσθαι· ταῦτα γὰρ οὐ τὴν αὐτὴν ἔχει
324
στενότητα τοῖς τῶν λείων τε καὶ φλεβῶν, ὅτι τε τὸ πλεῖστον τῆς οὐσίας τῶν τραχειῶν ἀρτηριῶν χόνδρος ἐστὶν, οὐ δυνάμενος εἰς ἐσχάτην ἀφικνεῖσθαι σύμπτωσιν, ὅτι τε πολὺ μεῖζόν ἐστι τῶν ἑτέρων δυοῖν ἀγγείων τὸ τῆς τραχείας ἀρτηρίας. σχιζομένων οὖν αὐτῶν κατὰ τὸν πνεύμονα σχίσεις ἰσαρίθμους, εὔλογόν ἐστιν ἀνάλογον ἀεὶ τοὺς οἷον κλάδους τῆς τραχείας ἀρτηρίας ὑπερέχειν τῶν κατὰ τὰ λοιπὰ δύο γένη μορίων· ἀλλὰ καὶ φαίνεται σαφῶς τοῦτο, καὶ κατὰ τὴν ἀνατομὴν τοῦ σπλάγχνου τὴν αὐτὴν ἀναλογίαν τῆς κατὰ τὸ μέγεθος ὑπεροχῆς φυλαττόντων ἀεὶ τῶν παρακειμένων ἀλλήλοις ἀγγείων, ἣν ἐξ ἀρχῆς εἶχε τὰ μέγιστα. ταῦτ’ ἐχρῆν εἰπόντα τὸν Ἐρασίστρατον ἐφεξῆς προσθεῖναι τὸν καιρὸν ἐν ᾧ μεταλαμβάνεται τὸ πῦον ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα, πότερον ὁ τῆς εἰσπνοῆς, ἢ ὁ τῆς ἐκπνοῆς, ἢ ὁ τῆς ἡσυχίας ἐστί· εἶτα διδάξαντα μήτε τὸν τῆς εἰσπνοῆς ὄντα μήτε τὸν τῆς ἡσυχίας, ἑξῆς εἰπεῖν ὅτι κατὰ τὴν ἐκπνοὴν ἡ μετάληψις γίνεται. ῥᾷστον γὰρ ἦν καὶ τοῦτο δεῖξαι, προαποδεδειγμένην ἔχοντα τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ὑπὸ τοῦ θώρακος γιγνομένην,
325
οὐδεμίαν ἔχοντος ἰδίαν κίνησιν τοῦ πνεύμονος, ἀλλ’ ὁπότε μὲν ὁ θώραξ διαστέλλοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συνδιαστελλομένου, κατὰ δὲ τὰς συστολὰς αὐτοῦ συνιζάνοντος εἰς αὐτὸν ὁμοίως τοῖς σπόγγοις οὓς ταῖς χερσὶν περιλαμβάνοντες θλίβομεν. οὕτως γοῦν φαίνεται προσπίπτων λοβὸς αὐτοῦ διὰ τοῦ τραύματος ἐν ταῖς μεγάλαις συντρήσεσιν. ἀλλὰ πρό γε τοῦ τρωθῆναι συστελλόμενος ὁ θώραξ σφοδρῶς ἐνθλίβει τὸ μεταξὺ περιεχόμενον αὐτοῦ τε καὶ τοῦ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας αὐτοῦ. μὴ παρέργως δ’ ἀκούσῃς τοῦ, σφοδρῶς, προσκειμένου κατὰ τὸν λόγον· ἐὰν γὰρ μὴ πάνυ σφοδρῶς θλίψῃ τὸν πνεύμονα πανταχόθεν ὁ θώραξ, οὐ μεταληφθήσεται τὸ ὑγρὸν εἰς τὰ τῶν τραχειῶν ἀρτηριῶν στόματα, καὶ τούτου χάριν ὑπὸ τῆς φύσεως ἐδόθη τοῖς ζώοις εἰς τὴν τῆς θλίψεως ῥώμην ἡ καλουμένη βὴξ, σύμπτωμα φυσικὸν ὅμοιον πταρμῷ καὶ λυγγὶ καὶ ναυτίᾳ, περὶ ὧν αὐτάρκως ἐν τοῖς περὶ τῶν συμπτωμάτων αἰτίας εἴρηται· πρὸς δὲ τὴν γένεσιν τοῦ φυσικοῦ τούτου συμπτώματος ἰσχύος χρῄζοντες οἱ κάμνοντες ἀποθνήσκουσιν εἰκότως οὐκ ὀλιγάκις
326
ἐν τοῖς ἰμπυϊκοῖς πάθεσιν, ὡς ἂν προκεκμηκυίας αὐτῶν τῆς δυνάμεως· ἡ γὰρ εὐτονωτάτη τε καὶ ταχίστη συστολὴ τοῦ θώρακος ἐργάζεται βῆχα· οὐ δύναται δ’ εὐτόνως οὔτε ταχέως ἐνεργεῖν ἡ ἀσθενὴς δύναμις. περὶ μὲν οὖν τῆς ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύσεως ἀρκεῖ καὶ ταῦτα· πάλιν δ’ ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον λόγον ἐπανέλθωμεν. αἱ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τοὺς τούτῳ συνεχεῖς μῦς φλεγμοναὶ νόσον ἐργάζονται τὴν καλουμένην πλευρῖτιν, ἥ τις ἀχώριστα μὲν ἔχει συμπτώματα, πυρετὸν ὀξὺν, ὀδύνην ὡς διατεινομένων τῶν τόπων ἢ νυττομένων, πνεῦμα πυκνὸν καὶ μικρὸν, σφυγμὸν μικρὸν σκληρὰν τὴν ἀρτηρίαν ἐμφαίνοντα σύν τινι τάσει, βῆχα κατὰ τὸ πλεῖστον μὲν ἅμα τοῖς κεχρωσμένοις πτύσμασιν, ὀλιγάκις δὲ καὶ χωρὶς τούτων, ἃς ἀπτύστους καὶ ἀπέπτους ὀνομάζουσι πλευρίτιδας, ἤτοι διὰ ταχέων ἀναιρούσας, ἢ χρόνῳ πλείονι λυομένας· ἀλλὰ καὶ τὴν ὀδύνην ὡς τὸ πολὺ μέχρι κλειδὸς ἢ ὑποχονδρίου διήκουσαν ἔχουσιν. ἕτεραι δ’ εἰσὶν ὀδύναι πλευρῶν ἅμα πυρετοῖς, ἐφ’ ὧν ἐξ ἀνάγκης μὲν γίνεται πυκνὸν καὶ μικρὸν τὸ πνεῦμα, 
327
πτύεται δ’ οὐδὲν, ὡς ἐοικέναι κατὰ τοῦτο ταῖς ἀπτύστοις πλευρίτισιν· ἀλλὰ καὶ διορίζονται ῥᾳδίως αὐτῶν τῷ τε μηδ’ ὅλως βήττειν, ὡς ἐπὶ τῶν ἀπτύστων ξηρᾶς τῆς βηχὸς γινομένης, καὶ τῷ μήτε τάσιν ἴσχειν τὸν σφυγμὸν μήθ’ ὅλως σκληρότητα, καὶ πρὸς τούτοις ἔτι τὸν πυρετὸν οὐχ ὁμοίως ὀξὺν εἶναι· καὶ ἡ δύσπνοια δ’ αὐτοῖς ἧττον ἐνοχλεῖ, τινὲς δὲ καὶ θλιβόντων ἡμῶν τὸν φλεγμαίνοντα τόπον ἔξωθεν ἀλγοῦσι. ἐπὶ τούτων ἡ μὲν ἀνακάθαρσις οὐ γίνεται διὰ τῶν πτυσμάτων, ὅτι μηδὲ τὴν ἀρχὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἀφικνεῖταί τι τοῦ τὴν φλεγμονὴν ἐργασαμένου· πεπτομένης δ’ αὐτῆς, ἐὰν μὴ φθάσῃ διαφορηθῆναι τὸ γενόμενον πῦον, ἀποκορυφοῦται πρὸς τὸ δέρμα καὶ τέμνεται.

Τὸν δὲ κάτω τοῦ θώρακος ὅρον οἱ μὲν παλαιοὶ πάντες ὠνόμαζον φρένας, εἴθ’ ἁπλῶς ἐπελθὸν αὐτοῖς, εἴθ’, ὥς τινες οἴονται, διότι φλεγμαίνοντος αὐτοῦ βλάπτονται τὴν φρόνησιν οἱ κάμνοντες· ἀπὸ Πλάτωνος δ’ ἤρξατο καλεῖσθαι διάφραγμα, προσαγορεύσαντος μὲν αὐτοῦ φρένας ὁμοίως τοῖς ἄλλοις παλαιοῖς, ἡγουμένου δὲ τὴν τοῦ

328
διαφράγματος ἐν τοῖς ζώοις χρείαν ἔχειν, ἐπειδὴ τὸ θυμοειδὲς τῆς ψυχῆς ἐν καρδίᾳ περιεχόμενον ἀπὸ τοῦ καθ’ ἧπαρ ἐπιθυμητικοῦ διαφράττοι. τοὐντεῦθεν δὲ ἔθος ἔσχον οἱ ἰατροὶ προσαγορεύειν αὐτὸ διάφραγμα, τῆς ἀρχαίας ἀμελήσαντες προσηγορίας, ὅπερ ἐποίησαν ἀμέλει κᾀπὶ τοῦ νωτιαίου· καὶ γὰρ καὶ τούτῳ τῆς οἰκείας οὐσίας ὄνομα μυελός ἐστιν, ὥσπερ τοῦ νῦν προκειμένου κατὰ τὸν λόγον ὀργάνου φρένες· ἐκείνῳ τε οὖν προσετέθη διορισμοῦ χάριν ὁ νωτιαῖος, ὥσπερ καὶ διαυχένιος, καὶ ῥαχίτης, καὶ ψωΐτης, εἶτα μετὰ ταῦτα σχεδὸν ἅπαντες εἴθισαν ὀνομάζειν ἁπλῶς νωτιαῖον· ἐνταῦθά τε πάλιν ἐάσαντες τὸ τῶν φρενῶν ὄνομα, διάφραγμα καλοῦσιν. Ἀριστοτέλης δὲ ὠνόμαζεν ὑπόζωμα τὸ μόριον τοῦτο τοῦ ζώου, μὴ γινώσκων μηδ’ αὐτὸς ἐνέργειαν εἶναι μεγάλην αὐτοῦ, χρησιμωτάτην τοῖς ζώοις· ἔστι γὰρ ἀναπνοῆς ὄργανον· εἰκότως οὖν ἐμποδίζει ταύτην παθὸν, ὡς κᾀν τῷ περὶ δυσπνοίας λόγῳ πρόσθεν εἴρηται, τοῖς κατὰ συμπάθειαν ἐπὶ τῷ νωτιαίῳ καὶ τοῖς ἀπ’ αὐτοῦ νεύροις γινομένοις ἐν αὐτῷ παθήμασι συναποδοθέντων καὶ τῶν ἰδίων αὐτοῦ. νυνὶ δὲ
329
καὶ τῶν ἄλλων αὐτοῦ παθημάτων, ὅσα κατὰ συμπάθειαν τῆς ἄνωθεν ἀρχῆς ἐπιφέρει, μνημονεύσωμεν. πρὶν μὲν οὖν παραφρονεῖν, πυκνὸν καὶ μικρὸν ἐργάζεται τὸ πνεῦμα· παραφρονούντων δ’ ἤδη, ποικίλως ἀνώμαλον, ὡς ἐν τοῖς περὶ δυσπνοίας ἐδείχθη. παραφροσύναι μὲν οὖν γίγνονται κᾀπὶ τῷ τῆς γαστρὸς στόματι κακοπραγοῦντι καὶ διακαέσι πυρετοῖς καὶ πλευρίτισιν καὶ περιπνευμονίαις· ἀλλ’ αἱ διὰ τὰς φρένας ἐγγὺς τῶν φρενιτικῶν εἰσιν· ἐπὶ μὲν γὰρ τοῖς ἄλλοις μορίοις πάσχουσι καὶ τοῖς διακαέσι πυρετοῖς ἐν ταῖς παρακμαῖς αὐτῶν ἡ παραφροσύνη καθίσταται· ταῖς φρενίτισι δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ μηδ’ ἐν ταῖς παρακμαῖς τῶν πυρετῶν παύεσθαι τὴν παραφροσύνην· οὐ γὰρ ἐπὶ συμπαθείᾳ κατ’ ἐκείνην τὴν νόσον ὁ ἐγκέφαλος πάσχει, ἀλλὰ κατ’ ἰδιοπάθειάν τε καὶ πρωτοπάθειαν κάμνει, καὶ διὰ τοῦτο κατὰ βραχύ τε συνίσταται τοῦτο τὸ πάθος καὶ οὐκ ἐξαίφνης παρακόπτουσιν ἢ ἀθρόως, ὡς ἐπὶ τοῖς ἄλλοις μορίοις, ὅσα προεῖπον ἀρτίως· οὐκ ὀλίγα τε συμπτώματα προηγεῖται τῆς κατασκευῆς αὐτοῦ, καὶ καλεῖταί γε πάντα ταῦτα φρενιτικὰ σημεῖα, καὶ γεγράφασιν αὐτὰ πάντες οἱ πρὸ ἐμοῦ.
330
τοῦτο μὲν γὰρ ἀγρυπνίας ἢ καί τινας ὕπνους θορυβώδεις ἐπὶ φαντάσμασιν ἐναργέσιν, ὡς καὶ κράξαι ποτὲ καὶ ἀναπηδῆσαι, προηγουμένους ἔστιν ἰδεῖν, τοῦτο δ’ ἀλόγους ἐπιλησμοσύνας, ὡς αἰτήσαντας ἀμίδα τοὺς κάμνοντας οὐκέτ’ οὐρεῖν, ἢ οὐρήσαντας ἐπιλαθέσθαι προδοῦναι τὸ σκεῦος, ἢ θορυβωδέστερον ἢ ὅλως θρασύτερον ἀποκρίνασθαι, καὶ μάλισθ’ ὅταν ἔμπροσθεν ᾖ κόσμιος. ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν οὗτοι, καὶ μέγα καὶ ἀραιὸν ἀναπνέουσι, καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ νευρωδεστέρους ἔχουσι, καί ποτε καὶ τὰ κατ’ ἰνίον ὀδυνῶνται. πλησίον δὲ ἤδη τοῦ φρενιτίζειν ὄντες αὐχμηροὺς ἱκανῶς ἴσχουσι τοὺς ὀφθαλμοὺς, ἤ τι κατὰ τὸν ἕτερον αὐτῶν δάκρυον ἐκχεόμενον δριμὺ, καὶ μετὰ ταῦτα καὶ λήμας καὶ φλέβας τὰς ἐν αὐτοῖς μεστὰς αἵματος, ἐκ ῥινῶν τε στάξεις αἵματος, ἡνίκ’ ἤδη μηδὲ τὰς ἀποκρίσεις ἔμφρονας ἀκριβῶς ποιοῦνται, κροκυδίζουσί τε καὶ καρφολογοῦσι, καὶ πυρετὸν ἴσχουσιν αὐχμωδέστερον οὐ μεγάλας ἐφ’ ἑκάτερα μεταβολὰς ποιούμενον, ὥσπερ ἄλλοι τινὲς, ἀκμὰς μὲν σφοδροτάτας
331
ἴσχοντες, ἐπιεικεῖς δὲ τὰς παρακμάς. τί δεῖ λέγειν περὶ γλώττης ἱκανῶς τραχείας, ἢ τοῦ παρακούειν ἐνίοτε, καί ποτε καὶ κατακεῖσθαι σκυθρωποὺς ἀποκρινομένους μόγις, ἢ μέρους τινὸς ὀδυνηρὰν ἔχοντος διάθεσιν οὐδ’ ὅλως αἰσθάνεσθαι, κᾂν σφοδρότερόν τις αὐτοῦ θίγῃ; κατὰ βραχὺ γὰρ οὕτως ἐπ’ ἐγκεφάλῳ πάσχοντι φρενιτίζουσιν, ἐπ’ ἄλλῳ δ’ οὐδενὶ μορίῳ τὸ διηνεκές ἐστι τῆς παραφροσύνης, ὅτι μὴ διαφράγματι μόνῳ· πλησίον γάρ πως ἥκει τοῦ διηνεκοῦς, ὡς δι’ αὐτὸ τοῦτο δοξασθῆναι τοῖς παλαιοῖς, ἐπὶ τῷ μορίῳ τούτῳ φλεγμαίνοντι γίγνεσθαι φρενιτικοὺς, ὀνομάσαι τε φρένας αὐτὸ διὰ τὴν αὐτὴν ὑπόνοιαν, ὡς καὶ τῷ φρονοῦντι μορίῳ συμβαλλόμενόν τι. διορίζεται δ’ ἡ ἀπὸ τούτου παραφροσύνη τῆς φρενιτικῆς τοῖς τε κατὰ τοὺς ὀφθαλμοὺς συμπτώμασι καὶ ταῖς ἐκ τῶν ῥινῶν αἵματος στάξεσιν, καὶ τῷ τῆς ἀναπνοῆς εἴδει· μέγα μὲν γὰρ καὶ διὰ πολλοῦ χρόνου τὸ πνεῦμα τοῖς ἐπ’ ἐγκεφάλῳ φρενιτικοῖς ἐφεξῆς ἐστιν ἀεί· τοῖς δ’ ἐπὶ ταῖς φρεσὶν ἀνώμαλον, ὡς καὶ μικρόν ποτε γενέσθαι, καὶ πυκνὸν, αὖθίς τέ ποτε μέγα καὶ στεναγματῶδες. ἀρχομένης 
332
μέντοι τῆς κατὰ τὸ διάφραγμα φλεγμονῆς, πρὶν παραφρονῆσαι, μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, ἔμπαλιν τοῖς ἐπ’ ἐγκεφάλῳ, προηγεῖται γὰρ ἐκείνοις μέγα καὶ ἀραιὸν πνεῦμα· καὶ συνελόντι φάναι, τῶν εἰρημένων ἀρτίως προηγεῖσθαι φρενίτιδος ἤτοι γ’ οὐδὲν ἢ μικρὰ συμβαίνει τοῖς ἀρχομένοις φλεγμαίνειν τὸ διάφραγμα· καθάπερ γε πάλιν ἀνασπᾶσθαι μὲν ὑποχόνδριον ἴδιον αὐτῶν τῶν φρενῶν πασχουσῶν εὐθὺς ἐξ ἀρχῆς, ἐπ’ ἐγκεφάλου δὲ ἕν τι τῶν ὕστερον ἐπιγενομένων, ἤδη κατασκευαζομένου τοῦ πάθους καὶ οὐκ ἀρχομένου· καὶ ἡ θερμασία δὲ πλείων ἐστὶ κατά τε τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπὶ τῶν ἐν αὐτῇ τῇ κεφαλῇ τὴν κατασκευὴν ἐχόντων τῆς παραφροσύνης. τὰ δ’ ἄλλα τοῦ διαφράγματος πάθη, τά τε κατὰ πρωτοπάθειαν αὐτοῦ γιγνόμενα καὶ τὰ κατὰ συμπάθειαν, τὰ μὲν οὐκ ἔστι τῆς προκειμένης πραγματείας, ὅσα προδήλως πάσχει κατά τε τἄλλα συμπτώματα καὶ τὰς ἐν αὐτῷ γιγνομένας ἀποστάσεις, τὰ δὲ ἐν τῷ πρόσθεν εἴρηται λόγῳ.

Τὸ μεταξὺ τῆς τε φάρυγγος καὶ τοῦ στόματος τῆς κοιλίας, ὅπερ οἰσοφάγον ὠνόμαζον οἱ παλαιοὶ,

333
στόμαχον εἰώθασιν οἱ μετ’ Ἀριστοτέλη προσαγορεύειν, αὐτοῦ τοῦ Ἀριστοτέλους οὐκ ἀεὶ τῷ παλαιῷ καλοῦντος ὀνόματι τὸ μόριον τοῦτο τοῦ ζώου. χρεία δ’ αὐτοῦ διττή· μία μὲν ὡς ὁδοῦ τῶν καταπινομένων καὶ τῶν ἐμουμένων, ἑτέρα δὲ, καθ’ ἣν ἐνεργεῖ τι πρὸς ἀμφοτέρας τὰς ὁδοὺς, τῶν τ’ ἐκ τοῦ στόματος εἰς τὴν γαστέρα καταφερομένων καὶ τῶν ἐξ ἐκείνης ἀναφερομένων εἰς τὸ στόμα· δύο γὰρ ἔχων ἑαυτοῦ μόρια, τοὺς ὀνομαζομένους ὑπὸ τῶν ἀνατομικῶν χιτῶνας, ἕλκει μὲν θατέρῳ τά τε ποτὰ καὶ τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἐκπέμπει δὲ θατέρῳ κατὰ τοὺς ἐμέτους. εἰκότως οὖν ἐστι δύο γένη τῶν παθῶν αὐτοῦ, τὸ μὲν ἕτερον ὡς ὁδοῦ τῶν καταπινομένων, τὸ δ’ ἕτερον ὡς ὀργάνου τῶν ἐμουμένων τε καὶ καταπινομένων. ὅτι δ’ αὐτῶν τούτων τῶν δύο χρειῶν ἡ ἑτέρα μὲν ἀναγκαία διαπαντός ἐστιν, ἡ δὲ ἑτέρα κατά τινας καιροὺς, εὔδηλον παντί. τὸ μὲν οὖν ὡς ὁδοῦ σιτίων γένος ἐν αὐτῷ τῶν συμπτωμάτων ἐστὶ, ὅταν ὑπό τινος τῶν παρὰ φύσιν ὄγκων στενοχωρία τοῦ κατ’ αὐτὸν γένηται πόρου· τὸ δ’ ἕτερον, ὅτ’ ἂν αὐτὸς ἀδυνατῇ τὰς ἰδίας ἐνεργείας ἐπιτελεῖν.
334
εἴρηται μὲν οὖν καὶ πρόσθεν, ἡνίκα περὶ κυνάγχης ὁ λόγος ἐγένετο τῆς ἑπομένης τῇ μεταστάσει τῶν ἐν τῷ τραχήλῳ σπονδύλων, ὡς ἐπίκτητος αὐτῷ στενοχωρία συμπίπτει ὑπ’ αὐτῶν θλιβομένῳ· καὶ νῦν δ’ ἀναμνησθῶμεν καὶ αὐτὸ τοῦτο, συναναμεμνήσθωσαν δὲ καὶ οἱ τῶν ὑποβεβλημένων αὐτῷ μυῶν ὄγκοι, καθ’ ὁντιναοῦν τρόπον γιγνόμενοι, δεδήλωνται γὰρ ἅπαντες ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ἐφ’ ἁπάντων δὲ τούτων κοινὸν ἡ ἐν τῷ καταπίνειν στενοχωρία, τοσαύτη γιγνομένη πολλάκις, ὡς ἀναπέμπεσθαι τὸ ποτὸν εἰς τὰς ῥῖνας. ὅταν μέντοι φλεγμήνας αὐτὸς οἴκοθεν σχῇ τὴν στενοχωρίαν, οὐκ ἐκ τῶν γειτνιώντων ἐπίκτητον, ὀδύνη σφοδρὰ γίγνεται καταπινόντων, ἅμα τῇ δυσχερείᾳ τῆς διεξόδου, καὶ μάλιστα ὅταν ὁ κάμνων ὕπτιος κατακείμενος ἐπιχειρῇ καταπίνειν· διὸ καὶ μετασχηματίζεσθαι προθυμοῦνται καὶ ἀνακαθίζειν, αὐτῷ τῷ συμβαίνοντι διδασκόμενοι, ῥᾷον ἐν τούτῳ τῷ σχήματι καταπίνοντες, ὡς ἂν οὐ μικρὰ συντελούσης τῆς εἰς τὸ κάταντες φορᾶς τῶν σιτίων, καὶ δυναμένης γε πολλάκις καὶ μόνης γίγνεσθαι, μετὰ τὴν ἐκ τοῦ στόματος ἔκθλιψιν
335
εἰς τὴν ἀρχὴν τοῦ στομάχου· κατὰ δὲ τὴν ὑπτίαν κατάκλισιν οὐδεμία βοήθεια πρὸς τῆς κατάντους γίνεται φορᾶς, ἀλλ’ ὑπὸ μόνης τῆς κατὰ τὸν στόμαχον ἐνεργείας ἐπιτελεῖται τὸ τῆς καταπόσεως ἔργον· ἅπαντα δ’ ἴστε τὰ φλεγμαίνοντα μόρια κατὰ μὲν τὰς ἐνεργείας ὀδυνώμενα, παρηγορούμενα δ’ ἐν ταῖς ἡσυχίαις. αἰσθητικοῦ δ’ ὄντος τοῦ στομάχου, συγχρῆσθαι πάρεστι καὶ τούτῳ τῷ πλεονεκτήματι τοῦ μορίου πρὸς τὴν διάγνωσιν τῶν ἐν αὐτῷ παθῶν, ἐκ τῆς τοῦ κάμνοντος ἀνακρίσεως, ὅταν γε μὴ παντάπασιν ἠλίθιος ὑπάρχων ἀδυνατῇ σαφῶς ἑρμηνεύειν ἃ πάσχει· ὡς ἐάν γε δυνατὸς ἑρμηνεύειν ᾖ, μέγιστον πλεονέκτημα πρὸς τὴν διάγνωσιν αὐτοῦ τῶν παθῶν ἐστιν ἡ γιγνομένη κατὰ τὸν στόμαχον αἴσθησις. ἐνίοτε μὲν γὰρ ἀτονίας αἰσθάνεσθαί φασιν, ἐν πολλῷ χρόνῳ μόγις διεξερχομένων τοῦ στομάχου τῶν δι’ αὐτοῦ φερομένων· ἐνίοτε δὲ κατὰ μὲν τὴν πρώτην ὁρμὴν ἑτοίμως κατιόντων, ἰσχομένων δ’ αὖθις, ὡς ἐσφηνῶσθαι δοκεῖν, εἶτα τὸ ὑπόλοιπον τῆς φορᾶς ἀλύπως τε καὶ ῥᾷστα διεξερχομένων. ὁ μὲν οὖν πρότερος τρόπος ἀτονίαν
336
ἐνδείκνυται τῆς ἐνεργείας, ὁ δὲ δεύτερος στενοχωρίαν καθ’ ἕν τι μόριον· ἑκατέρου δ’ αὐτῶν τὰς διαφορὰς ἐκ τῶν ἄλλων συμπτωμάτων ἔνεστι γνωρίζειν. ἐπὶ μὲν γὰρ τῆς ἀτονίας, ὅταν κατὰ δυσκρασίαν μόνην γίγνηται χωρὶς ὄγκου παρὰ φύσιν, ἡ κατὰ τὴν διέξοδον ὧν καταπίνουσι βραδύτης ὁμαλὴ καὶ χωρὶς ὀδύνης, ἐπιτεινομένη μὲν ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, πραϋνομένη δ’ ἐν τοῖς ὀρθίοις τοῦ τραχήλου σχήμασιν, ἄνευ τῆς κατὰ τὴν στενοχωρίαν αἰσθήσεως, εἴωθε συμβαίνειν· ἡ δὲ σὺν ὄγκῳ τινὶ στενοχωρίαν τε φέρει καθ’ ἕν τι μόριον ὑπὲρ τἄλλα, καθ’ ὃ καὶ χρόνιος ἡ διέξοδος γίνεται· κᾀπειδὰν ἤτοι φλεγμονώδης, ἢ ἐρυσιπελατώδης ὄγκος ᾗ, καὶ σὺν ὀδύνῃ καὶ δίψει καὶ θερμασίας πολλῆς αἰσθήσει, μετὰ πυρετῶν οὐ πάνυ τι θερμῶν οὐδὲ κατὰ τὴν ἀναλογίαν τοῦ δίψους· ἐὰν δέ τις τῶν μὴ πάνυ θερμῶν ὄγκων ᾖ, χωρίς γε πυρετοῦ καὶ θερμασίας καὶ δίψης, τὸ τῆς καταπόσεως ἀνώμαλον γίνεται, καθ’ ἕν τι μέρος ἰσχομένων τῶν σιτίων, καὶ μᾶλλον ὅταν ἁδρομερέστερά τε καὶ σκληρότερα καταπίνηται, καὶ σὺν ὀδύνῃ τινὶ βραχείᾳ. τοιούτων συμπτωμάτων ἐν χρόνῳ πολλῷ γιγνομένων, καί 
337
ποτε καὶ πυρετῶν ἐφημέρων συμπιπτόντων, καὶ φρίκης ἔστιν ὅτε, στοχαζομένοις ἡμῖν ἀπόστημα δύσπεπτον ἐν τῷ στομάχῳ γίγνεσθαι, συνέβη τοῦ χρόνου προϊόντος αἴσθησιν αὐτῷ τῷ κάμνοντι γενέσθαι ῥήξεως, ἐφ’ ᾖ πῦον ἤμεσεν ἔν τε τῷ παραχρῆμα καὶ κατὰ τὴν ὑστεραίαν καὶ τρίτην ἡμέραν, εἶτ’ ἠκολούθησεν αὐτῷ τἄλλα πάντα ἐφεξῆς ἡλκωμένου στομάχου σημεῖα. καὶ γὰρ ἐπὶ τοῖς δριμέσι καὶ ὀξέσι καὶ ἁλυκοῖς καὶ στρυφνοῖς καταπινομένοις ᾐσθάνετο δήξεως ἢ στύψεως, ἤλγει τε κατ’ ἐκεῖνο τὸ μέρος, εἰ καὶ μηδὲν κατέπινεν, ἀλλὰ μετρίως· ἰσχυροτέραν γὰρ τὰ δάκνοντα καὶ στύφοντα τὴν τῆς ὀδύνης αἴσθησιν εἰργάζετο. οὗτος μὲν οὖν ἐν πολλῷ χρόνῳ μόγις ἐσώθη, συμβαλλούσης αὐτῷ καὶ τῆς ἡλικίας· ὅσοι δὲ πρεσβύτεροι αὐτοῦ, διεφθάρησαν. ἥ γε μὴν ὀδύνη πᾶσι τοῖς ἐν στομάχῳ τι πάθος ἀλγεινὸν ἔχουσι κατὰ τὸ μετάφρενον διασημαίνει· καὶ ἡ αἰτία πρόδηλος ἑωρακόσιν ὑμῖν ἐπιτεταμένον τῆ ῥάχει τὸν στόμαχον. ὅτι δὲ κατὰ τοὺς αὐτοὺς τρόπους κᾀκ τῶν κατὰ τὸν στόμαχον ἀγγείων ἐμοῦσιν αἷμα, καθ’ ὃν κᾀκ τῶν ἄλλων ἁπάντων, εὔδηλόν ἐστιν. ἀλλ’ αἱ μὲν
338
κατὰ ῥῆξιν αἵματος ἀναφοραὶ σὺν ἀλγήμασι γίγνονται διασημαίνουσαι τὸν τόπον ἐν ᾧ γέγονεν ἡ ῥῆξις· ὁμοίως δ’ αὐταῖς καὶ αἱ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· αἱ δὲ κατ’ ἀναστόμωσιν ἀνώδυνοι τελέως εἰσὶν, αὐτῷ τε οὖν τούτῳ διορίζονται τῶν ἑτέρων καὶ τῷ μήτ’ ἐπὶ πληγῇ σφοδρᾷ μήτ’ ἐπὶ καταπτώσεσι γεγονέναι, καθάπερ αἱ ῥήξεις εἰώθασι γίγνεσθαι. συμβαίνουσι δὲ καὶ χωρὶς προφάσεως τῆς ἔξωθεν ἐνίοτε ῥήξεις ἀγγείων ὑπὸ πλήθους αἵματος· αἱ δὲ κατὰ διάβρωσιν ἑλκώσεως προηγησαμένης γίγνονται· τὴν δ’ ἕλκωσιν αἵ τε ῥήξεις τῶν ἀγγείων ποιοῦσιν καὶ αἱ τῶν κακοηθῶν χυμῶν ἐπιῤῥοαί· καθάπερ ὁρῶνται κᾀπὶ τοῦ δέρματος συμβαίνουσαι πολλάκις.

Τὸ στόμα τῆς κοιλίας οἱ παλαιοὶ καρδίαν ὠνόμαζον, ἀφ’ ὧν ἐπιφέρει συμπτωμάτων, ὥς φασιν, οὕτω προσαγορεύσαντες· οὐ γὰρ μόνον ὡς καρδιακαῖς συγκοπαῖς, οὕτω καὶ στομαχικαῖς ἁλίσκονταί τινες, ἀλλὰ καὶ σπασμοῖς καὶ κάροις ἐπιληψίαις τε καὶ μελαγχολίαις, ἤδη δὲ καὶ τοῖς τῶν ὑποχεομένων συμπτώμασιν, ὡς ἐν τῷ περὶ τῶν ὀφθαλμῶν

339
λόγῳ πρόσθεν εἴρηται. καὶ ταῦτα πάντα συμπασχόντων αὐτῷ γίγνεται μορίων ἑτέρων· ἐπεί τοι κατὰ τὸν ἴδιον λόγον ἀνορεξίας τε καὶ διαφθορὰς τῶν ἐπιπολαζόντων ἐργάζεται σιτίων, ὡς τά γ’ ἐν τῷ πυθμένι τῆς κοιλίας στηρίζεσθαι πεφυκότα, καὶ μάλιστα ὅτ’ ἂν ᾖ δυσδιάφθαρτα, τοιούτων οὐδὲν πάσχει. προσέχειν οὖν ἀκριβῶς χρὴ τοῖς κατὰ συμπάθειαν ἐπ’ αὐτῷ γινομένοις παθήμασι, καὶ χωρίζειν αὐτὰ τῶν κατὰ πρωτοπάθειαν ἐκείνοις τοῖς μορίοις γιγνομένων, ὧν ταῖς ἐνεργείαις λυμαίνεται τὸ τῆς γαστρὸς στόμα πάσχον, ὅπερ ὡς οἱ παλαιοὶ πάντες ὠνόμαζον καρδίαν, οὕτως οἱ νῦν ὀνομάζουσι στόμαχον. ὁ διορισμὸς δὲ ἐκ τῶν προηγησαμένων μάλιστα γίγνεται κατάδηλος ἀνδρὶ τετριμμένῳ περὶ τὰς διαγνώσεις. ἰδιότητες γάρ τινες ἄῤῥητοι προσέρχονται τοῖς ῥητοῖς συμπτώμασιν, αἱ βεβαιοῦσαι τὰς διαγνώσεις τῶν πεπονθότων μορίων· ἐκείνας μὲν οὖν ἕκαστος ἑαυτῷ προσεξευρήσει, τὰ δ’ οἷον θεμέλια τῆς ὅλης διαγνώσεως, ἐξ ὧν οἱ φιλόπονοι καὶ τὰς ἀδυνάτους ῥηθῆναι τῶν συμπτωμάτων ἰδιότητας αὑτοὺς
340
διδάξουσιν, ἐγὼ διηγήσομαι. νεανίσκος τις ἡλίσκετο τῷ τῆς ἐπιληψίας πάθει γραμματικὸς, ἡνίκα μάλιστα σφοδρότερον ἐδίδασκεν, ἢ ἐφρόντισεν, ἢ ἐπιπλέον ἠσίτησεν, ἢ ἐθυμώθη. τούτῳ τὸ στόμα τῆς κοιλίας ὑπενόησα πάσχειν, εὐαίσθητον ὑπάρχον, ἐφ’ ᾧ κατὰ συμπάθειαν τὸν ἐγκέφαλον ὅλον τὸ σῶμα κραδαίνειν σπασμωδῶς. ἐκέλευσα τοιγαροῦν εὐπεψίας μόνης αὐτὸν ἀκριβοῦς προνοεῖσθαι, τρίτης δ’ ὥρας ἢ τετάρτης ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι, μόνον μὲν, εἰ ἄδιψος εἴη, δίψης δ’ αἰσθανόμενον, ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα στυφόντων καὶ λευκῶν· οὗτοι γὰρ καὶ τονοῦσι τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ οἱ σφοδροί. ὡς δὲ τοῦτ’ αὐτῷ πράττοντι συνέβαινε μηδὲν πάσχειν, ἀκριβῆ τε γνῶσιν εἶχον ὧν ἐστοχαζόμην ἔμπροσθεν, ἐδίδουν τ’ αὐτῷ τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου δίς που καὶ τρὶς ἑκάστου ἔτους, ἐπειδὴ καθαίρει τε τῶν περιττωμάτων ὅλην τὴν γαστέρα καὶ ῥώννυσι πρὸς τὰς οἰκείας ἐνεργείας, ἔτεσιν οὗτος ὁ ἀνὴρ οἷς ἐπεβίω πλέοσι τῶν εἴκοσι, ὑγιαίνων
341
ἀμέμπτως διετέλεσεν· εἰ δέ που σπανίως ὑπὸ περιστάσεως πραγμάτων ἄσιτος ἠναγκάσθη διατεθῆναι, συνέβαινεν ἁλίσκεσθαι βραχυτάτοις αὐτὸν σπασμοῖς. ἐθεασάμην δὲ καὶ ἄλλους ἀπὸ τοῦ στόματος κοιλίας ἐπιληπτικῶς σπωμένους, ὁπότε σφοδρῶς ἠπέπτησαν, ἢ οἴνου πλέονος ἀκρατεστέρου πίνοιεν, ἢ ἀφροδισίοις ἀκαιρότερον χρήσοιντο· τινὰς δ’ ὲν πυρετοῖς ἐθεασάμην σπασθέντας ἐξαίφνης οὐδενὶ προηγησαμένῳ σημείῳ τῶν προδηλούντων σπασμὸν, οἷς ἐπιγενομένου χολώδους ἐμέτου παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι τῶν ὀχληρῶν. ἔνιοι δὲ τῶν οὕτω παθόντων ἤμεσαν φαιὰ, καί τινες ὅμοια πράσου χυλῷ, τινὲς δ’ ὑπὸ πλήθους ἐδεσμάτων μοχθηρῶν βαρυνόμενοι καρώδεις ἐγίνοντο, μέχρι τοῦ τὰ θλίβοντα τὸ στόμα τῆς κοιλίας ἐξεμέσαι πάντα. τούτων οὐδὲν ἤλπισεν ἄν τις ἐπὶ στόματι κοιλίας γενέσθαι, καθάπερ οὐδὲ τὰς συγκοπὰς, εἰ μὴ πολλάκις ἑωρᾶτο γιγνόμενα· νεύρων γὰρ ἔχει πλῆθος ἐξ ἐγκεφάλου καθηκόντων, οὐ μὴν ὥστε προσδοκῆσαι δι’ αὐτῶν εἰς τοσοῦτον συμπαθείας ἀφικέσθαι 
342
τὴν ἀρχὴν, ὡς σπασμοὺς ἐπιφέρειν· ἔτι δὲ μᾶλλον οὐδὲ τὴν καρδίαν εἰς τηλικαύτην ἔρχεσθαι συμπάθειαν πάσχοντι τῷ στόματι τῆς κοιλίας, ὡς ὀξεῖαν ἀκολουθῆσαι συγκοπήν. ἐγένοντο δὲ πολλοῖς οὐ μόνως ὀνείρατα καὶ ὕπνοι θορυβώδεις, ἀλλὰ καὶ παράνοιαι, διὰ χυμὸν μοχθηρὸν ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθέντα. περὶ δὲ τοῦ φυσώδους τε καὶ ὑποχονδριακοῦ καλουμένου νοσήματος οὐδείς ἐστιν ὃς οὐκ εἴρηκεν, ὅπως δυσθύμους καὶ δυσέλπιδας καὶ σκυθρωποὺς ἀπεργάζεται, καὶ τὸ σύμπαν φάναι μηδὲν ἀπολειπομένους τῶν μελαγχολικῶν. φαίνονται δὲ καὶ οὗτοι μετὰ τὰς ἀπεψίας σφοδρότερον ἁλισκόμενοι τοῖς εἰρημένοις συμπτώμασιν· οἱ πλείους δ’ αὐτῶν καὶ σπληνώδεις εἰσὶν, ὡς λογίσασθαί τινα, κᾀκ τούτου τοῦ σπλάγχνου συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηρὸν ἰχῶρα. ὅσα μὲν οὖν κατὰ τὸν ἐγκέφαλον ἢ τοὺς ὀφθαλμοὺς γίγνεται συμπτώματα, μοχθηρῶν ἀναθυμιάσεσιν ἕπεται χυμῶν· αἱ στομαχικαὶ δὲ συγκοπαὶ διὰ τὴν ἰδιότητα τῶν κατ’ αὐτὸν ἀλγημάτων ἔκλυσιν ἐπιφέρουσιν, ἴσως δὲ καὶ τῆς δυσκρασίας αὐτοῦ διϊκνουμένης εἰς τὴν καρδίαν, ὡς κᾀκείνης
343
ἐν δυσκρασίᾳ μεγάλῃ γινομένης ἀθρόαν κατάπτωσιν ἀκολουθῆσαι τῆς δυνάμεως. εὔδηλον δ’ ὅτι καὶ ταῖς γυναιξὶν αἱ καλούμεναι κίτται γίγνονται τοῦ μορίου τούτου πάσχοντος· ὅσα γὰρ ὀρεγομέναις κυνωδῶς ἢ μηδ’ ὅλως ὀρεγομέναις ἢ μοχθηρῶν ἐδεσμάτων ὀρεγομέναις γίγνεται, ταῦτα πάντα τοῦ τῆς ὀρέξεως ὀργάνου παθήματά ἐστι, ὃ ἐδείχθη τὸ στόμα τῆς γαστρός. ὡσαύτως δὲ καὶ αἱ καλούμεναι ναυτίαι τούτου τοῦ μέρους εἰσὶ παθήματα, καθάπερ γε καὶ καρδιαλγίαι καὶ λύγγες. τὰς δ’ αἰτίας ἁπάντων τῶν τοιούτων παθημάτων ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴπομεν, ὥστ’ οὐδὲν ἔτι δεῖ διατρίβειν ἐν τῷδε. καὶ γὰρ ὅσαι κατὰ δυσκρασίαν αὐτῷ γίγνονται διαφοραὶ νοσημάτων, ὡς ὁμοιομερεῖ σώματι συμβαίνουσαι, διήλθομεν ἐν ἐκείνοις· ὅσα δ’ αὐτῷ συμπίπτειν εἴωθεν ὀργανικὰ νοσήματα, σαφῆ τὴν διάγνωσιν ἔχει, καὶ λαθεῖν ὑμᾶς οὐκ ἂν οὐδὲν αὐτῶν δύναται μεμνημένους τῶν κοινῶν ἐπ’ αὐτοῖς σημείων, ἔμπροσθέν τε λελεγμένων ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἐν ἑτέροις τέ τισιν εἰρησομένων. οὔτε γὰρ ἀποστήματα γιγνόμενα κατὰ τὸν τόπον τοῦτον οὔτε φλεγμονώδεις ἢ ἐρυσιπελατώδεις ὄγκοι λάθοιεν ἂν ἡμᾶς,
344
ὥστ’ οὐδ’ ἕλκη· διάγνωσις μὲν γὰρ αὐτῶν κοινὴ τοῖς ἐπὶ τοῦ στομάχου προειρημένοις, ἐναργεστέρα δὲ τοσοῦτον, ὅσον αἰσθητηκώτερόν ἐστι τὸ μόριον τοῦτο καὶ πρόχειρον καὶ σαφῆ τὴν διάγνωσιν ἔχον. ὡσαύτως δὲ καὶ περὶ τῆς τοῦ αἵματος ἐξ αὐτοῦ πτύσεως ἡ μὲν τῶν σημείων ἰδέα κοινὴ τοῖς ἐπὶ στομάχου προειρημένοις, ἡ διάγνωσις δ’ ἐναργεστέρα. εἰκὸς μὲν δήπου καὶ τὸ κύτος ὅλον τῆς κοιλίας ἐν ὁμοίᾳ διαθέσει ταῖς ἐπὶ τοῦ στόματος αὐτῆς εἰρημέναις γίγνεσθαι, καὶ τὰ συμπτώματα φέρειν ὅμοια, τῷ δ’ εἶναι πολὺ βιαιότερα τὰ κατὰ στόμα, παρορᾶσθαί τε καὶ καταφρονεῖσθαι πρὸς τῶν ἰατρῶν, ὡς οὐδ’ ὅλως γιγνόμενα, τὰ κατὰ τὸ κάτω μέρος τῆς γαστρός. ἀλλὰ τό γε τῆς πέψεως ἔργον ἐν τοῖς μετὰ τὸ στόμα μέρεσι γίγνεσθαι πάντες ὡμολογήκασιν, ὥστε καὶ τῶν ἀπεψιῶν αἴτιον γίγνεται τοῦτο μὴ καλῶς διακείμενον, ὅτ’ ἄν δηλονότι μὴ διὰ τῶν ἐδεσμάτων ἀταξίαν ἢ τὸ πλῆθος ἢ τὴν ποιότητα συμβῇ τὸν ἄνθρωπον ἀπεπτῆσαι. ὅσα δ’ ἄλλα νοσήματα κοινὰ πάντων ἐστὶ τῶν μορίων, ὀργανικά τε καὶ κατὰ μόνην δυσκρασίαν, εὔδηλον ἔχοντα τὸν πεπονθότα
345
τόπον, οὐκ ἔστιν ἴδια τῆς ἐνεστώσης πραγματείας· ἐν αὐτῇ γὰρ ὅσα διαφεύγει μόρια τὴν αἰσθητικὴν γνῶσιν, ὑπέκειτο σκοπεῖσθαι. περὶ δὲ τῶν ἐμούντων ἐξ αὐτῆς αἷμα διαπεφώνηταί πως, οἰομένων τινῶν ἀδύνατον εἶναι δι’ αὐτῆς γενέσθαι κένωσιν αἵματος ἐξ ἥπατος ἢ σπληνὸς ὁρμηθέντος, ὥσπερ οὐδὲ πύου συῤῥαγέντος ἐξ αὐτῶν· ἐμοὶ δ’ ἐπὶ τῶν ἔργων ἐξετάσαντι τὴν ἑκατέρων δόξαν ἐφαίνετο γίγνεσθαί ποτε δι’ αὐτῆς κένωσις ἐκ τῶν εἰρημένων σπλάγχνων· ἀλλ’ εἰς τὸν περὶ ἐκείνων λόγον ἡ τῶν τοιούτων ἀναβεβλήσθω διδασκαλία, καὶ γὰρ ἐφεξῆς τοῖς εἰρημένοις ἔγνωκα περὶ τῶν καθ’ ἧπάρ τε καὶ σπλῆνα διελθεῖν παθῶν.