De locis affectis

Galen

Galen, De locis affectis

Διττῆς δὲ οὔσης ὁδοῦ τοῖς γυμναζομένοις περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, ἑτέρας μὲν ἀπὸ τῶν

283
φαινομένων συμπτωμάτων, ἑτέρας δ’ ἀπὸ τῶν τοῦ σώματος μορίων, ἐὰν κατ’ ἀμφοτέρας τις γυμνάζηται, δὶς μὲν ἐρεῖ τὰ αὐτὰ, καθ’ ἕτερον δὲ καὶ ἕτερον τρόπον. οἷον εὐθέως ἐπὶ τῶν τοῦ πνεύμονος παθῶν εἴρηται μέν τι κᾀν τῷ περὶ τῶν ἀλγημάτων λόγῳ, λέλεκται δὲ κᾀν τῷ περὶ αἵματος ἀναγωγῆς, ὥσπερ κᾀν τῷ περὶ δυσπνοίας, εἰρήσεται δὲ καὶ νῦν. ἄλγημα μὲν γὰρ αὐτῷ βίαιον οὐδέποτε συμπίπτει, βάρους δ’ αἴσθησις γίνεται, καί τινος ἐνίοτε τάσεως εἰς τὸ στέρνον ἢ τὴν ῥάχιν διηκούσης· ἐνταῦθα γὰρ οἱ περιέχοντες αὐτὸν ὑμένες ἀνήρτηνται. καὶ μέν γε καὶ στενοχωρίας αἰσθάνονται πολλάκις οἱ κάμνοντες, καὶ διὰ τοῦτ’ ἀναπνέουσι πυκνὸν καὶ ταχὺ, διαστέλλοντες μὲν ἐπὶ πολὺ τὸν θώρακα, πολὺν δ’ οὐκ εἰσπνέοντες ἀέρα. χωρὶς μὲν οὖν πυρετοῦ ταῦτα γινόμενα, φύματα, ἢ γλίσχρων, ἢ παχέων χυμῶν, ἤ τινων ἄλλων πολλῶν ἐν αὐτῷ πλῆθος ὑπάρχειν, ἢ περικεχύσθαι τι πῦον, ἤ τινα χυμὸν ἄλλον ἢ γλίσχρον, ἢ παχὺν, ἢ πολὺν, ἐνδείκνυται· διορισθήσεται δ’ ἀλλήλων ταῦτα τοῖς προηγησαμένοις συμπτώμασιν. ἐὰν μὲν γὰρ ὑγιαίνων τε καὶ τὰ συνήθη πράττων,
284
οὕτως ἄρξηται δυσπνοεῖν, αὐξάνηταί τε τὸ σύμπτωμα αὐτῷ χωρὶς τοῦ κερχνῶδές τι κατὰ τὴν ἀναπνοὴν ἐμφαίνεσθαι, φύματος ἀπέπτου γένεσιν ἐπισκοπεῖσθαι χρή· κερχνῶδες δέ τι τῆς ἀναπνοῆς ψοφούσης, ὑγρῶν γλίσχρων ἢ παχέων πλῆθος ἐμπεπλασμένων δυσαπολύτως τοῖς βρογχίοις τοῦ πνεύμονος ἐνοχλεῖν δηλοῦται· ἐὰν δὲ ἐξαίφνης ἐπὶ στενοχωρίας αἰσθήσει δυσπνοῶσι, ῥεύματος εἰς τὸν πνεύμονα κατασκήψαντος, ἤτοι γ’ ἐκ κεφαλῆς, ἢ ἐκ τῶν γειτνιώντων χωρίων, ἔνδειξίς σοι γινέσθω. ὅταν δ’ ἤτοι γλίσχρων ὑγρῶν ἢ παχέων ἢ πολλῶν ἐπιῤῥυέντων τῷ πνεύμονι, δυσπνοεῖν εἴπω τὸν ἄνθρωπον, ἐν τοῖς βρογχίοις τὰ τοιαῦτα περιέχεσθαι νόει· κατασχιζομένης γὰρ εἰς ὅλον τὸ σπλάγχνον, ὥσπερ τῆς λείας ἀρτηρίας, οὕτω καὶ τῆς τραχείας, ἡ τῶν βρογχίων οὐσία καθ’ ὅλον ἐστὶ τὸν πνεύμονα· βρογχία δὲ καλοῦσιν οἱ ἀνατομικοὶ τοὺς χόνδρους τῆς τραχείας ἀρτηρίας, σιγμοειδεῖς ὑπάρχοντας τῷ σχήματι. προηγησαμένης δὲ πλευρίτιδος, εἶτα τοῦ μὲν σφοδροῦ τῶν πυρετῶν παυσαμένου, βάρους δ’ αἰσθήσεως ὑπολειπομένης ἔνδον τῶν πλευρῶν ἐν τῷ βάθει τοῦ θώρακος,
285
ἅμα τῷ καὶ μεταῤῥεῖν τι φαίνεσθαι κατὰ τὰς ἀθρόας μεταλλαγὰς τῆς κατακλίσεως, καὶ μάλισθ’ ὅταν ἀπὸ τῆς ἑτέρας πλευρᾶς ἐπὶ τὴν ἑτέραν μετασχηματίζωνται, πύου τηνικαῦτα πλῆθος ἐμφαίνεται, καὶ κλύδωνός γε πολλάκις αἰσθητῶς ἀκούειν ἐστὶν ἐπ’ αὐτῶν. ἐνδείκνυται δὲ τοῦτο σὺν τοῖς εἰρημένοις καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεσθαι, σφοδρᾶς προηγησαμένης πλευρίτιδος. ἐὰν δὲ ἄλλός τις χυμὸς ὀῤῥώδης ἢ φλεγματώδης ἐξαίφνης ἄνευ πυρετοῦ ῥυεὶς εἰς τὰ κενὰ τοῦ θώρακος ἐργάζηται τὴν δύσπνοιαν, ἀναπτύουσιν οὐ παχέα, κατ’ ἀρχὰς μὲν ὀλίγα σὺν πολλῇ βηχὶ, πεττομένων δὲ αὐτῶν πλείω καὶ παχύτερα σὺν ἐλάττονι. κατὰ διττὸν γάρ τοι τρόπον ἐπὶ πολλῇ βηχὶ πτύουσιν ὀλίγα, διὰ πάχος μὲν ἢ γλισχρότητα χυμῶν ἕτεροι, διὰ λεπτότητα δ’ ἄλλοι· τὸ μὲν γὰρ λεπτὸν ἀναφερόμενον ὑπὸ τοῦ κατὰ τὴν βῆχα πνεύματος, ἀντικαταῤῥεῖ περισχιζόμενον αὐτῷ· τὸ δὲ γλίσχρον ἢ πάνυ παχὺ δυσχερῶς ἀναφέρεται, μήτ’ ἀποῤῥυπτόμενον ἑτοίμως τῶν σωμάτων οἷς ἐμπέπλασται μήθ’ ὑπὸ τῆς τυχούσης βίας τοῦ πνεύματος ὠθεῖσθαι δυνάμενον· εἰ μὴ γὰρ πολύ τε καὶ σφοδρὸν 
286
ἀναβηττόμενον εἴη τὸ πνεῦμα, συναναφέρειν οὐδὲν ἑαυτῷ δύναται. ὅσον οὖν δὴ μήθ’ ὑγρὸν ἄγαν ἐστὶ καὶ ὑδατῶδες, ἀλλὰ μηδὲ παχὺ λίαν ἢ γλίσχρον, εὐπετῶς ἀναφέρεται, καὶ μάλισθ’ ὅταν ἡ δύναμις ἐῤῥωμένη τυγχάνῃ· χωρὶς γὰρ τοῦ σφοδρὰν γενέσθαι συστολὴν τοῦ θώρακος, οὐχ οἷόν τε βῆξαι σφοδρῶς· ἄνευ δ’ ἰσχυρᾶς βηχὸς ἀδύνατόν ἐστιν ἀνενεχθῆναι τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς. ὅτ’ ἂν δὲ τῇ μετὰ στενοχωρίας τε καὶ βάρους δυσπνοίᾳ πυρετὸς ὀξὺς συνεισβάλλῃ, φλεγμονὴ τὸ πάθημά ἐστι τοῦ πνεύμονος· εἰ δ’ ἀφόρητος μὲν ἡ φλόγωσις εἴη, τοῦ βάρους δὲ καὶ τῆς στενοχωρίας ἐλάττων αἴσθησις, ἐρυσιπέλατι κάμνει τὸ σπλάγχνον· ἀφωρισμένων δὲ τῶν ἄκρων, οὐδὲν ἔτι χαλεπὸν, ἤτοιγ’ ἐρυσίπελας φλεγμονῶδες ἢ φλεγμονὴν ἐρυσιπελατώδη διαγνῶναι. γίνεται δὲ καὶ ἄλλα πάθη τῷ πνεύμονι χωρὶς ἐπιῤῥοῆς χυμῶν, κατὰ δυσκρασίαν ἤτοι γ’ ἀνώμαλον ἢ ὁμαλήν. ἡ μὲν οὖν ἀνώμαλος βῆχα ἐργάζεται· ἡ δ’ ὁμαλὴ μετρία μὲν οὖσα τὸν ῥυθμὸν τῆς ἀναπνοῆς ὑπαλλάττει, γενομένη δ’ ἰσχυρὰ, θερμότητος μὲν ἐπικρατούσης, ἐπιθυμίαν ἀέρος καὶ πόματος
287
ἐργάζεται ψυχροῦ, τῷ χρόνῳ δ’ εἰς πυρετὸν τελευτᾷ· τῇ ψυχρᾷ δὲ δυσκρασίᾳ τἀναντία συμβαίνει, θερμοῦ μὲν ἀέρος, θερμοῦ δὲ πόματος ἐπιθυμία, μέχρις ἂν εἴη μετρία, μείζονος δὲ γινομένης, ῥευμάτων ἐμπίπλαται τὸ σπλάγχνον. περὶ δὲ τῆς κατὰ ῥῆξιν, ἢ διάβρωσιν, ἢ ἀναστόμωσιν, ἐξ αὐτοῦ γενομένης αἵματος ἀναβήξεως εἴρηται μέν τι καὶ πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ αἵματος πτύσεως λόγῳ, λεχθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. αἱ μὲν ῥήξεις αἱ κατ’ αὐτὸν ἔκ τε τοῦ πολὺ φέρεσθαι τὸ αἷμα γνωρίζονται κᾀκ τοῦ μέγα προηγούμενον αἴτιον αἰσθητὸν εὐθέως ἐπιγενέσθαι· λέγω δ’ αἴτια προηγησάμενα τὴν ἐξ ὑψηλοῦ πτῶσιν ἢ κατὰ παλαίστραν, ἢ ἐν ἄθλοις, ἢ ἑτέρου τινὸς ἐμπεσόντος ἑτέρῳ, καθάπερ γε ἂν ἐπιπέσῃ τῷ θώρακι βαρὺ σῶμα τῶν ἀψύχων ὁτιοῦν, οἷον ἤτοι λίθος ἢ ξύλον· ἐνίοις δὲ ὀξυθυμία μετὰ κραυγῆς προηγήσατο, καί τισιν ἑτέροις ἀγωνιζομένοις κιθαρῳδίαν, ἢ τραγῳδίαν, ἡ ὀξεῖα καὶ μεγάλη φωνὴ διέῤῥηξεν ἀγγεῖα, καὶ μάλισθ’ ὅτ’ ἂν ἄνευ τοῦ προμαλάξαι ταῖς ἀναφωνήσεσι τὰ κατὰ τὸν πνεύμονα βιαίως κραυγάσωσιν. ὡς γὰρ καὶ τοῖς παλαίουσιν,
288
ὅταν ἄνευ τοῦ προθερμανθῆναι καὶ ὁμαλυνθῆναι τρίψεσί τε καὶ μετρίαις κινήσεσιν τοὺς μῦς ἐπ’ ἐνεργείας ἀφικνῶνται σφοδρὰς, ῥήγματά τε καὶ σπάσματα γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ πνεύμονος εἴωθε συμπίπτειν, ὃν διὰ τρίψεων μὲν οὐχ οἷόν τε παρασκευάσαι πρὸς τὰς σφοδρὰς κινήσεις, ἀνάλογον δέ τι ταῖς τρίψεσιν αἱ ἀναφωνήσεις ἐργάζονται. ἄνευ δὲ φανερᾶς ἔξωθεν αἰτίας πλῆθος αἵματος ἀναῤῥήγνυσιν ἀγγεῖον ἐν πνεύμονι, καθάπερ καὶ κατ’ ἄλλό τι μόριον τοῦ σώματος, ὅτ’ ἂν δυσεπέκτατον τύχῃ διὰ ψύξιν ὑπόγυον ἢ δυσκρασίαν σύμφυτον. οὕτως καὶ Ἱπποκράτης τὸ ψυχρὸν εἴρηκε φλεβῶν ῥηκτικὸν, οὐκ αὐτὸ δήπου καθ’ αὑτὸ τὰς ῥήξεις ἐργαζόμενον, ἀλλ’ ὅτι τῇ ψύξει σκληροὺς καὶ δυσεπεκτάτους τοὺς χιτῶνας τῶν ἀγγείων ἐργαζόμενον ἐπιτήδεια πρὸς ῥῆξιν αὐτὰ παρασκευάζει· τῆς ῥήξεως δ’ αὐτῆς τὸ αἴτιον ἥ τε σφοδρὰ κίνησίς ἐστι καὶ τὸ πλῆθος τῶν χυμῶν αὐτῶν τε καθ’ ἑαυτοὺς καὶ σὺν ἀπέπτῳ καὶ ψυχρῷ καὶ φυσώδει πνεύματι συνδιατείνοντι τοῖς χυμοῖς τὰς φλέβας. ἀλλὰ καὶ τῆς ἐπὶ τούτων ῥήξεως οὐ σμικρὸν γνώρισμά ἐστι κένωσις
289
αἵματος ἐξαίφνης ἀθρόου, τῆς δ’ ἀναστομώσεως, ἔμπαλιν τῶν ψυχρῶν, αἱ θερμαὶ διαθέσεις προηγοῦνται, λουτροῖς τε θερμοῖς πολλοῖς κεχρημένου τἀνθρώπου, καὶ κατὰ χώραν ὄντος θερμὴν, ὥραν τε τοῦ ἔτους ὁμοίαν, ἐδέσμασί τε καὶ πόμασι θερμοῖς χρωμένου. αἱ δ’ ἐξ ἀναβρώσεως ἀθρόαι κενώσεις αἵματος ἐπί τε προηγουμέναις γίνονται βραχείαις πτύσεσι καὶ τοῖς εἰς τὸν πνεύμονα δριμέσι ῥεύμασιν ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥέουσιν· ἐνίοτε δὲ καὶ συναναφέρεταί τι μόριον τοῦ πνεύμονος, ἢ ἐφελκὶς, ὥστε λαθεῖν ἀδύνατον εἶναι τὸ τοιοῦτον πάθημα τοῦ σπλάγχνου. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἕλκους γενομένου, πρὸς τοῖς ἀναβηττομένοις πυώδεσιν οὖσιν, ἔτι καὶ τοῦ πεπονθότος μέρους ἀλγοῦντος αἴσθησις γίνεται τῷ κάμνοντι· καὶ ἡ βραχύτης δὲ τοῦ κενουμένου διορίζει τὴν τοιαύτην ἕλκωσιν τῆς ἐν τῷ πνεύμονι, πλεῖον γὰρ ἐπὶ τοῖς ἐν πνεύμονι γεγενημένοις ἕλκεσιν ἀναπτύεται τὸ πῦον. ὥσπερ δὲ τοῦ πνεύμονός τι μόριον συνανενεχθὲν ἐνδείκνυται τὸ σπλάγχνον ἡλκῶσθαι, κατὰ τὸν αὐτὸν. τρόπον ἐκ τοῦ λάρυγγος εἴδομεν ἐνίοτε τὸ κατὰ τὴν ἐπιγλωττίδα σῶμα δι’ ἕλκωσιν ἀναπτυσθὲν, οἷς οὐ μόνον τοῦτο σημεῖον
290
ὑπῆρξε τοῦ τόπου τοῦ πεπονθότος, ἀλλὰ καὶ ἡ κατὰ τὸ χωρίον αἴσθησις τὸ ἡλκωμένον, ὡς κᾀπὶ τῆς τραχείας ἀρτηρίας ἐῤῥέθη· τὰ μὲν γὰρ ἐν τῷ πνεύμονι χωρὶς ὀδύνης συνίσταται, τὰ δ’ ἐν τούτοις τοῖς χωρίοις ὀδύνην μέν τινα φέρει, βραχεῖαν δὲ ταύτην, ὡς τοῖς φύσει δυσαισθήτοις μηδὲ σαφῶς αἰσθητὴν γίνεσθαι. ταῦτα μὲν οὖν ἅπαντα τὰ μέχρι δεῦρο λεγόμενα πάθη κατά τε τὸν πνεύμονα καὶ τὰ κενὰ τοῦ θώρακος, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, καὶ γὰρ καὶ τούτων ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου προαχθεὶς ἐπ’ αὐτὰ, πολλάκις ἑώραταί μοι· ταυτὶ δὲ τὰ νῦν εἰρησόμενα σπανίως. ἐξαίφνης τις ἀνέβηξε χυμὸν ὁμοιότατον ὑγρᾷ χολῇ, τῇ μὲν χρόᾳ μεταξὺ ξανθῆς τε καὶ ὠχρᾶς, δριμύτητα δ’ οὐδεμίαν ἔχοντα· κᾀκ τούτου καθ’ ἑκάστην ἡμέραν ἀνέπτυεν ἀεὶ πλεῖον· ὕστερον δὲ καὶ πυρετῶν ἐπιγενομένων αὐτῷ λεπτῶν, ἔφθινεν, ὡς καὶ πυῶδες ἀναβήττειν. καὶ μετὰ χρόνον ὡς τεττάρων μηνῶν αἷμα συνανήνεγκεν ὀλίγον σὺν τῷ πύῳ, μετὰ τοῦ συντήκεσθαί γε καὶ πυρέττειν μᾶλλον· εἶτα πλέον αὖθις ἔπτυσεν, εἶθ’ ἱκανῶς δαψιλές· ἐφ’ ᾧ τῶν τε 
291
πυρετῶν αὐξηθέντων καὶ τῆς δυνάμεως ἐκλυθείσης, ἀπέθανεν ὡσαύτως τοῖς φθόην νοσήσαι. μετὰ τοῦτον ἄλλον ἐθεασάμην ὁμοίῳ τρόπῳ νοσηλευθέντα μησὶν ἕξ, εἶτ’ ἄλλον πλείοσιν. ὁ μὲν οὖν πρῶτος ἡμῖν ὀφθεὶς οὐδὲν ἔχειν ἐδόκει τό γε κατ’ ἀρχὰς κακὸν, ὕστερον δὲ δηλονότι μοχθηρῶς ἐφαίνετο διακεῖσθαι· τοῦ δευτέρου δ’ ὀφθέντος εὐθὺς ἐξ ἀρχῆς ἔγνωμεν ἐπιμελῶς προνοήσασθαι, καὶ μετ’ αὐτὸν ἔτι καὶ μᾶλλον τοῦ τρίτου. ἀλλ’ ὅμως, οὐκ ὀλίγα πραγματευσαμένων ἀμφ’ αὐτοὺς ἡμῶν, οὔτε τούτων τις οὔτ’ ἄλλος ἐσώθη μετ’ αὐτούς· ἀνέπτυσαν δὲ πάντες οὗτοι τελευτῶντες αὐτοῦ τοῦ πνεύμονος μέρη σεσηπότα, δι’ ἃ καὶ σαφῶς ἔγνων ὅμοιόν τι πάθος συμβαίνειν αὐτοῖς τῷ κᾀπὶ τῶν ἐκτὸς ὁρωμένων μορίων, ὑγρότητι σηπεδονώδει διαβρόχων γινομένων· ἀλλὰ ταῦτα μὲν ἐκκόπτειν ἐγχωρεῖ καὶ πρός γε τούτῳ καὶ καίειν, πνεύμονι δ’ οὐδὲν τοιούτων ποιεῖν οἷόν τε, διὸ καὶ πάντες ἀπόλλυνται. τοῦ τελευταίου δ’ αὐτῶν ὀφθέντος μοι κηδόμενος, ἐπὶ τὸ ξηραίνειν ἰσχυρῶς τὸ σπλάγχνον ἐτραπόμην ὀσμαῖς τε καὶ πόμασιν ἐπιτηδείοις εἰς τοῦτο·
292
τὸ μὲν γὰρ καλούμενον ἡδύχρουν ὀσμᾶσθαι δι’ ὅλης ἡμέρας ἐκέλευον αὐτῷ, προσφέρεσθαί τε τῇ ῥινὶ συνεχῶς· εἰς ὕπνον δ’ ἰόντι καὶ τῶν ἐν Ῥώμῃ σκευαζομένων μύρων πολυτελῶν, ἃ δὴ καλοῦσι φουλίατά τε καὶ σπικάτα, ὑπαλείφειν τινὶ τοὺς κατὰ τὰς ῥῖνας πόρους· ἐδίδουν δὲ καὶ πίνειν αὐτῷ φάρμακα, τήν τε μιθριδάτειον ὀνομαζομένην ἀντίδοτον, ἀμβροσίαν τε καὶ ἀθανασίαν καὶ θηριακήν· ἀλλὰ καὶ οὗτος ἐνιαυτῷ ταῦτα πίνων, ὁμοίως τοῖς φθισικοῖς ὕστερον ἀπέθανεν, ἴσως εἰς χρόνον πλείονα παραταθεὶς διὰ τὴν εἰρημένην ἀγωγήν. ἕτερον δὲ πάθος εἶδον ἐν πνεύμονι τοιόνδε. βήττων τις ἐκ χρόνου πολλοῦ, καὶ πτύων ὀλίγα καὶ γλίσχρα, χαλαζίῳ μικρῷ παραπλήσιον ἀνέβηξέ τι, καί μοι κομίσας ἔδειξεν αὐτὸ, καὶ πάλιν ἕτερον ὅμοιον οὐ μετὰ πολλὰς ἡμέρας. ἐδόκει δή μοι ξηραινόμενος ὁ γλίσχρος ἐκεῖνος χυμὸς, ὃν ἀνέπτυσεν ἔμπροσθεν, εἰς τοιαύτην σύστασιν ἔρχεσθαι· καὶ διὰ τοῦτ’ αὐτῷ φάρμακα ἐδίδουν πίνειν, ὁποῖα καὶ τοῖς ἀσθματικοῖς ἁρμόζει· καὶ πίνων γε αὐτὰ, ἐλάττονα μὲν ἔπτυεν τὰ χαλάζια,
293
καὶ διὰ πλειόνων ἡμερῶν ἢ πρόσθεν, οὐ μὴν ἐπαύσατό γε πολλοῖς ἔτεσι πάσχων οὕτως, ἄχρι τῆς τελευτῆς. μεγέθει δ’ ἦν τὰ χαλάζια τοῖς καλουμένοις ὀρόβοις ἶσα κατὰ τὸ πλεῖστον, ἔστι δ’ ὅτε καὶ μείζω τούτων, ὥσπέρ γε καὶ μικρότερα. καὶ ἄλλους δέ τινας ὁμοίως ἐκείνῳ πτύοντας ἐθεασάμην ἔτη συχνὰ ζήσαντας, ἐνίους μὲν ἄλλως ἀποθανόντας, ἐνίους δ’ ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων παθόντων· οὐ μὴν αἷμα γέ τις ἐκ τούτων ἔπτυσεν. τὸ δ’ Ἀντιπάτρῳ τῷ ἰατρῷ συμβὰν ἅπαντες ἔγνωσαν, ὡς οὐκ ἀφανῶς ἰατρεύοντι κατὰ τὴν Ῥωμαίων πόλιν. ἦν μὲν ὁ ἀνὴρ οὗτος ἡλικίαν ἄγων ἐτῶν ἐλαττόνων μὲν ἢ ἑξήκοντα, πλεόνων δὲ ἢ πεντήκοντα, συνέβη δ’ αὐτῷ ποτε πυρέξαντι τῶν ἐφημέρων τινὰ πυρετῶν ἐκ φανερᾶς προφάσεως, ἅψασθαι τῶν ἑαυτοῦ σφυγμῶν ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, χάριν τοῦ γνῶναι τί ποιητέον ἐστὶν αὐτῷ. πᾶσαν δ’ εὑρὼν ἀνωμαλίαν ἐν τῇ τῶν ἀρτηριῶν κινήσει κατεπλάγη μὲν τὸ πρῶτον, ὡς δὲ σαφῶς ὕστερον ᾐσθάνετο μηκέτι πυρέττειν ἑαυτὸν, ἐλούσατο μὲν εὐθέως· ἐπὶ κόποις τε γὰρ αὐτῷ καὶ ἀγρυπνίαις ἐκεκμήκει τὸ σῶμα·
294
διῃτήθη δὲ πάνυ λεπτῶς ἄχρι τοῦ τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν διελθεῖν· ἐν ᾗ μηδενὸς ἔτι γενομένου πυρετοῦ, προῄει μὲν ἑκάστης ἡμέρας, ὥσπερ καὶ πρόσθεν, ἁπτόμενος δὲ ἑαυτοῦ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐθαύμασε διαμενούσης ἐν τοῖς σφυγμοῖς τῆς ἀνωμαλίας. ἀπαντήσας οὖν μοί ποτε, προὔτεινε τὴν χεῖρα γελῶν, ἐκέλευσέ τε τῶν σφυγμῶν ἅψασθαι. κᾀγὼ μειδιάσας, τί τὸ αἴνιγμά ἐστιν, ὃ κελεύεις; ἠρόμην· ὁ δ’ αὖθις ὁμοίως γελῶν ἐδεῖτο πάντως ἅψασθαι. καὶ τοίνυν εὗρον ἁψάμενος ἀνωμαλίαν κατὰ τὸν σφυγμὸν ἅπασαν, οὐ μόνον ἐν ἀθροίσματι γινομένην, ἣν συστηματικὴν ὀνομάζουσιν, ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας. ἐθαύμαζον οὖν, ὅπως ἔτι ζῇ τοιοῦτον ἔχων σφυγμὸν, ἐπυνθανόμην τε μή τις αὐτῷ δυσχέρεια κατὰ τὴν ἀναπνοὴν γίνεται· τοῦ δὲ οὐδεμίαν αἰσθητὴν ὁμολογοῦντος, ἐπετήρουν μὲν εἴ τινα μεταβολὴν ἕξοι ποτὲ, συνεχῶς ἁπτόμενος τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας ἕξ μηνῶν που χρόνῳ. πυνθανομένου δ’ οὖν αὐτοῦ κατ’ ἀρχὰς, ἥ τις εἶναί μοι δοκεῖ διάθεσις ἐν τῷ σώματι, καὶ κατὰ τίνα τρόπον αὐτοῦ τοιοῦτον ἐργάζεσθαι
295
δυναμένη τὸν σφυγμὸν ἄνευ πυρετοῦ, πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ δεδηλῶσθαί μοι περὶ τῆς τοιαύτης ἀνωμαλίας· ἡγοῦμαι γὰρ αὐτὴν ἐπὶ στενοχωρίᾳ τῶν ἐν τῷ πνεύμονι μεγάλων ἀρτηριῶν γίγνεσθαι· τὴν στενοχωρίαν δ’ ἔφην, ἐπὶ μὲν φλεγμονῇ τοῦ σπλάγχνου, τό γε ἐπί σοι νῦν, ἀδύνατον ὑπάρχειν· ἐπύρεττες γὰρ ἄν· ἀπολείπεται δ’ ἤτοι δι’ ἔμφραξιν ὑγρῶν καὶ γλίσχρων καὶ παχέων χυμῶν, ἢ διὰ φύματος ἀπέπτου γένεσιν, εἰς τὴν τοιαύτην ἀφῖχθαί σε διάθεσιν. ὁ δ’ ὑπολαβὼν, ἐχρῆν οὖν, ἔφη, ἀσθματικὴν ὀρθόπνοιαν εἶναί μοι. κᾀγὼ πιθανῶς μὲν εἶπον λέγειν αὐτὸν, οὐ μὴν ἀληθῶς· γίγνεσθαι μὲν γὰρ καὶ τὴν τοιαύτην ὀρθόπνοιαν διὰ τοιαύτην αἰτίαν, οὐ μὴν ἐν ταῖς λείαις ἀρτηρίαις, ἀλλ’ ἐν ταῖς τραχείαις ἀθροιζομένου τοῦ γλίσχρου καὶ παχέος χυμοῦ. καὶ τοίνυν ἔδοξεν ἡμῖν, τήν τε δίαιταν αὐτῷ πᾶσαν ὁμοίαν ποιεῖσθαι τοῖς τῶν ἀσθματικῶν, τά τε φάρμακα προσφέρεσθαι τὴν αὐτὴν ἐκείνοις ἔχοντα δύναμιν. ἓξ δὲ ἐν τῷ μεταξὺ γενομένων, ὡς ἔφην, μηνῶν, ᾔσθετό τινος οὐ μεγάλης δυσπνοίας ἅμα παλμῷ βραχεῖ
296
τῆς καρδίας, τὸ μὲν πρῶτον ἅπαξ, εἶτα δίς που καὶ τρὶς, εἶτα καὶ τετράκις τε καὶ πλεονάκις γινομένου, μετὰ τοῦ συναυξάνεσθαι τὴν δύσπνοιαν, ἐφ’ ἡμέρας ὡς πέντε καὶ δέκα· μεθ’ ἃς ἐξαίφνης δυσπνοήσας σφοδρῶς, εἶτ’ ἐκλυθεὶς, εὐθέως ἀπέθανεν, ὥσπερ ἄλλοι τινὲς ἐπὶ πάθεσι καρδίας, ὑπὲρ ὧν εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον.

297

Ἐν τῷ πρὸ τούτου γράμματι περὶ τῶν κατὰ τὸν πνεύμονα παθῶν διεξερχόμενος, ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου καὶ θώρακος καὶ καρδίας ἐπ’ ὀλίγον, ἀναβαλλόμενος εἰς τουτὶ τὸ πέμπτον ὑπόμνημα τελέως ἀποδώσειν ἅπαντα τὸν περὶ αὐτῶν λόγον. ἐπεὶ τοίνυν ἐτελεύτησεν ἡ κατὰ τὸ τέταρτον ὑπόμνημα διδασκαλία εἰς τὰ συμβάντα τῷ Ἀντιπάτρῳ τῷ ἰατρῷ, τὴν μὲν διάθεσιν αὐτοῦ ἐν αὐτῷ τῷ πνεύμονι ἴσχοντος τὴν πρώτην, ἐπιδιαβάντος

298
δὲ τοῦ πάθους ἄχρι τῆς καρδίας, ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων αὐτῆς τῶν παθῶν διελθεῖν.

Ὥσπερ οὖν περὶ τῶν ἄλλων τοῦ ζώου μορίων, οὕτως καὶ ἐπὶ τῆς καρδίας διορίσασθαι χρὴ, τίνα μὲν ἰδιοπαθούσης, ἢ πρωτοπαθούσης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεται συμπτώματα, τίνα δ’ ἑτέροις μέρεσι συμπασχούσης. ἔστι δ’ ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἐν ἑτέραις πραγματείαις, ἐν αἷς ἐδείχθη, τῆς μὲν ἐμφύτου θερμασίας οἷον πηγή τις ὑπάρχειν ἡ καρδία, καὶ πάντως χρῆναι παθεῖν αὐτὴν, εἰ μέλλοι τεθνήξεσθαι τὸ ζῶον. ἀρχῶν οὖν οὐσῶν τριῶν, αἷς διοικεῖται τὸ ζῶον (πρὸς γὰρ τῇ τῆς καρδίας ἀρχῇ ὁ μὲν ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως ἐδείχθη χορηγὸς εἶναι πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ δ’ ἧπαρ ἀρχὴ τῆς θρεπτικῆς εἶναι δυνάμεως), ὁ μὲν θάνατος ἀεὶ ταῖς ἀμέτροις τῆς καρδίας ἕπεται δυσκρασίαις, ἅπαντα γὰρ αὐτῇ συγκακοῦται τὰ μόρια· δεδειγμένου δ’ ἡμῖν, ἐνεργεῖν αὐτὰ

299
διὰ τὴν οἰκείαν καρδίας εὐκρασίαν, ἀναγκαῖόν ἐστιν ἀπολομένης ταύτης συναπόλλυσθαι τὰς ἐνεργείας αὐτῶν, καὶ κατὰ τοῦτο καὶ τὰς ἐγκεφάλου τε καὶ ἥπατος, οὔ μὴν ταῖς ἐκείνων γε τὴν τῆς καρδίας. εἰ γὰρ μήτε τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας ἔτι διασώζοι τὸ ζῶον, ἀλλὰ μηδὲ τρέφοιτο, καθάπερ οὐδὲ τὰ φωλεύοντα, δυνατὸν ἄν τις εἶναι νομίσειεν ζῇν αὐτὸ, μέχρι περ ἂν ἡ καρδία μηδὲν ᾖ πεπονθυῖα· καὶ μέντοι καὶ φαίνεται πολλάκις ἡμερῶν ἐφεξῆς πολλῶν οὔτε φρονῶν τις οὔτ’ αἰσθανόμενος οὔτε κινούμενος, ὅμως ἔτι ζῶν, ὥσπέρ γε καὶ δι’ ἀῤῥωστίαν τῆς ἐν ἥπατι δυνάμεως ἀτροφῶν ἐξαρκεῖν εἰς μακρόν· εἰ δὲ τῆς ἀναπνοῆς στερήσειέ τις τὴν καρδίαν, αὐτίκα διαφθείρεται. ὅσοις οὖν ὁ θώραξ οὐδὲν ὅλως ἐδόκει συντελεῖν εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν, ἀποροῦσι τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις ἀποθνήσκουσιν εὐθέως οἱ κάμνοντες, ἐπὶ μόνῃ τῇ βλάβη τῆς ἄνωθεν ἀρχῆς· ὑμεῖς δ’ οὐκ ἀπορήσετε, πεπεισμένοι βεβαίως, ὑπὸ μυῶν διαστέλλεσθαι τὸν θώρακα, τὴν ἀρχὴν τῆς κινήσεως ἐχόντων ἐκ τῶν εἰς αὐτοὺς φερομένων νεύρων ἀπὸ
300
τοῦ κατὰ τὸν αὐχένα νωτιαίου, στερουμένων τηνικαῦτα τῆς ἐπιῤῥεούσης ἐξ ἐγκεφάλου δυνάμεως αὐτοῖς κινητικῆς τῶν μυῶν· ὡς εἴγε μὴ συνήπτοντο διὰ τῆς ἀναπνοῆς αἱ δύο ἀρχαὶ, δυνατὸν ἂν ἦν ἐστερημένους ἡμᾶς ἐνίοτε τῆς ἄνωθεν ἀρχῆς ἔτι ζῇν. ἴσως οὖν τις ἐξ ὧν ἡμεῖς εὐπορήκαμεν αἰτίαν, δι’ ἣν ἡ καρδία βλάπτεται παθόντος τοῦ ἐγκεφάλου κατὰ τὰς μεγάλας ἀποπληξίας, ἐκ τούτων αὐτῶν εὐπορήσει καθ’ ἕτερον τρόπον εὑρεῖν τὴν αἰτίαν, δι’ ἣν ἐν ταῖς μικροτέραις ἀποπληξίαις, καταλήψεσί τε καὶ κάροις, ἐπιληψίαις τε καὶ ληθάργοις, οὐκ ἀπόλλυται τὸ πάσχον οὕτως ζῶον· εὑρήσει δὲ καὶ τοῦτο θεασάμενος, ὅπως ἀναπνέουσιν ἐν τοῖς εἰρημένοις πάθεσιν οἱ πάσχοντες· ὄψεται γὰρ ὅτι βιαίως τε καὶ μόγις, ὡς ὑπὸ δεσμοῦ τινος εἰργομένου διαστέλλεσθαι τοῦ θώρακος. λέλεκται δ’ ἱκανῶς περὶ τούτου κατὰ τὰ περὶ μυῶν κινήσεως ὑπομνήματα· κοινὸν γὰρ ἐστι τὸ ζήτημα τῷ γιγνομένῳ κατὰ τοὺς ὕπνους, ἐν οἶς ἁπασῶν τῶν κατὰ τοὺς μῦς ἐνεργειῶν ἐκλελυμένων, ἡ τῶν τὸν θώρακα κινούντων μόνη σώζεται· νυνὶ δ’ ἀρκεῖ μέχρι τοσούτου προῆχθαι τὸν λόγον,
301
ὅσον αὐτοῦ χρήσιμον ἦν εἰς τὰ παρόντα. ᾧ γὰρ λόγῳ κατὰ τοὺς ὕπνους ἀναπνέουσιν οἱ ἄνθρωποι, καίτοι τῶν ἄλλων ἁπάντων μυῶν ἡσυχαζόντων, τούτῳ καὶ κατὰ τὰς ἀποπληξίας, ὅσαι μὴ μέγισται, καὶ κατ’ ἄλλα πάθη τὰ ταύτῃ παρακείμενα· μεγάλης δ’ οὕτως γεγενημένης τῆς ἀποπληξίας, ἢ καὶ τινος ἑτέρου πάθους, ὡς τελέως ἀπολέσθαι τὴν ἐνέργειαν τῶν κατὰ τὸν θώρακα μυῶν, ἀναγκαῖόν ἐστι συνδιαφθαρῆναι τὴν ἀναπνοὴν, ἐφ’ ᾗ καὶ τὴν τῆς καρδίας εὐκρασίαν, ᾗ καὶ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ ζῶον ὅλον ἀπόλλυσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἐν ταῖς τῆς ἄνωθεν ἀρχῆς βλάβαις μεγάλαις ἀπόλλυται τὸ ζῶον· καθ’ ἕτερον δὲ τρόπον ἐφ’ ἥπατι πάσχοντι, διὰ γὰρ ἀτροφίαν νεκροῦται τηνικαῦτα, διὸ καὶ χρόνῳ πλείονι διαρκεῖ τὰ ζῶα κατὰ τὰ τοιαῦτα παθήματα. καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον, ἐπί τε στομαχικαῖς συγκοπαῖς, ἀλγήμασίν τε σφοδροῖς, καὶ φόβοις ἰσχυροῖς, ἡδοναῖς τε μεγίσταις, ἀποθνήσκουσί τινες· ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος, ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς 
302
οὐσία· τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως ὥσπερ ἐν τοῖς προειρημένοις· ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσον· ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.

Ἴδιον δὲ πάθος ἐν καρδίᾳ γίνεται κατὰ μὲν ἁπλῆν δυσκρασίαν πολλάκις, εἴτ’ ἀνώμαλος εἴθ’ ὁμαλὴς εἴη, κατὰ τε φλεγμονὴν ἢ ἐρυσίπελας ἀρχόμενον γίγνεσθαι· διαφθείρεται γὰρ παραυτίκα πρὶν αὐξηθῆναι τὰ πάθη τάδε τὸ ζῶον. ἕπονται δὲ πάλιν ταῖς τοιαύταις διαθέσεσιν αἱ καρδιακαὶ συγκοπαὶ, καθάπερ αἱ στομαχικαὶ ταῖς κατὰ τὸ τῆς κοιλίας στόμα, καλοῦσι δ’ ἔνιοι καὶ τοῦτο στόμαχον· ἀλλὰ καὶ αὗται γίγνονται δηλονότι συμπασχούσης τῆς καρδίας. αἱ διαθέσεις δ’ ἀμφοτέρων τῶν μορίων, τοῦ τε στόματος τῆς κοιλίας καὶ τῆς καρδίας, ἤτοι διὰ δυσκρασίαν μόνην ἰσχυρὰν, ἢ δι’ ὑγρότητα φαρμακώδη, καί ποτε καὶ δι’ ἐρυσίπελας εἰώθασι γίγνεσθαι, καὶ διὰ φλεγμονὴν, ἤ τινα παρὰ φύσιν ὄγκον ἕτερον τοιοῦτον. αἱ μὲν οὖν μικραὶ τῆς καρδίας

303
δυσκρασίαι τοὺς σφυγμοὺς ἀλλοιοῦσιν κατὰ τὴν αὐτῶν ἑκάστη φύσιν· εἴρηνται δ’ αὐτῶν αἱ διαγνώσεις ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ· ταῖς μεγάλαις δὲ, κατὰ μὲν τὰς ἰδίας τῶν ὁμοιομερῶν δυσκρασίας οὐκ ὀξὺς ὁ θάνατος ἕπεται, κατὰ δὲ τὰς ὀργανικὰς ἐξαιφνίδιος, ἀλλ’ ἐπὶ προηγουμένοις σημείοις, ὧν ἓν μέν ἐστι καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, οἷον οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσεως, ἐξαπίνης τελευτῶσιν· ἕτερον δὲ παλμὸς τῆς καρδίας, ἤτοι μόνος γιγνόμενος, ἢ μετά τινος ἐμφάσεως ἐν ὑγρῷ κινουμένης αὐτῆς· καὶ θαυμαστὸν οὐδὲν ἀθροίζεσθαί ποτε πλῆθος ὑγροῦ τοσοῦτον ἐν τῷ περιέχοντι χιτῶνι τὴν καρδίαν, ὡς ἐμποδίζειν αὐτῇ διαστελλομένῃ· καὶ γὰρ ἐπὶ τῶν ἀνατεμνομένων ζώων ἐθεασάμεθα πολλάκις ὑγρὸν οὔρῳ παραπλήσιον ἐν τῷ περικαρδίῳ δαψιλές. εἷς δέ ποτέ τις πίθηκος ἰσχνότερος ἑαυτοῦ γιγνόμενος οὐκ ἔφθασεν ἀνατμηθῆναι δι’ ἀσχολίας ἡμῶν ἀναγκαίας· ἀποθανόντος δ’ αὐτοῦ τὰ μὲν ἄλλα πάντα μόρια τοῦ σώματος ἦν ἀπαθῆ, ἐπέκειτο δὲ τῷ περικαρδίῳ χιτῶνι παρὰ φύσιν ὄγκος, ὑγρὸν ἐν ἑαυτῷ περιέχων
304
ὅμοιον τῷ κατὰ τὰς ὑδατίδας· ἐπ’ ἀλεκτρυόνος δέ ποτε χωρὶς ὑγροῦ τοιοῦτος σκιῤῥώδης ὄγκος ἐπέκειτο τῷ περικαρδίῳ, παραπλήσιος ὑμέσι παχέσι πολλοῖς κατ’ ἀλλήλων ἐπιβεβλημένοις. εἰκὸς οὖν ἐστι καὶ τοῖς ἀνθρώποις γίγνεσθαί τινα τοιαῦτα. φλεγμηνάσης δὲ φανερῶς καρδίας ἐπὶ μονομάχων, ἐθεασάμεθα θάνατον ὁμοιότατον ἀκολουθήσαντα τοῖς συγκοπτομένοις καρδιακῶς. ἐὰν μὲν οὖν ἄχρι κοιλίας τινὸς τῶν ἐν αὐτῇ τὸ τρῶσαν ἀφίκηται, παραχρῆμα τελευτῶσιν αἱμοῤῥαγικῶς, καὶ μᾶλλον, ὅταν ἡ ἀριστερὰ κοιλία τύχῃ τρωθεῖσα· μὴ διασχόντος δὲ τοῦ τρώσαντος εἰς κοιλίαν, ἀλλ’ ἐν τῷ σώματι τῆς καρδίας στηριχθέντος, οὐ μόνον αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τρωθέντες ἔτυχον, ἔνιοι διέζησαν, ἀλλὰ καὶ τὴν ἐπιοῦσαν νύκτα, φλεγμονῆς δηλονότι λόγῳ τοῦ θανάτου γενομένου· φρονοῦσί γε μὴν ἅπαντες οὗτοι, μέχρι περ ἂν ζῶσιν, μαρτυροῦντος καὶ τούτου τοῦ φαινομένου τῷ παλαιῷ δόγματι περὶ τοῦ τὸ λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν. ὁ δὲ παλμὸς τοῦ σπλάγχνου τούτου πολλοῖς ὑγιαίνουσιν ἀμέμπτως νεανίσκοις
305
τι καὶ παρακμάζουσιν ὤφθη γενόμενος ἐξαίφνης, ἄνευ φανεροῦ συμπτώματος ἑτέρου, καὶ πάντες οὗτοι φλεβοτομηθέντες ὤνηντο, καὶ τελέως αὐτῶν ἔνιοι τοῦ συμπτώματος ἀπηλλάγησαν, ἐπὶ τῇ φλεβοτομίᾳ λεπτυνούσῃ διαίτῃ μετὰ φαρμάκων ὁμοίων θεραπευθέντες· ἔνιοι δὲ αὐτῶν αὖθίς ποτε τοῦ συμπτώματος ἐπιφανέντος ὁμοίως ἐθεραπεύθησαν. οἶδα δέ τινα καὶ κατ’ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα· καὶ ἐπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη τῆς φλεβοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς ἐτῶν πλειόνων, μετὰ τοῦ καὶ τἄλλα ποιεῖν ἐπὶ τῇ φλεβοτομίᾳ προσηκόντως· ἀλλ’ ὅμως καὶ οὗτος ἀπέθανε πρὶν γηρᾶσαι, καθάπερ καὶ οἱ ἄλλοι πάντες, ἔνιοι μὲν ἐν πυρετοῖς ὀξέσιν ἀθρόως συγκοπέντες, ἔνιοι δὲ καὶ κατὰ τὸν τῆς ὑγείας χρόνον, εἷς δέ πού τις ἢ δύο καθ’ ἕτερον τρόπον ἀπέθανον χωρὶς συγκοπῆς. οἱ πλείους δὲ τῶν οὕτω παθόντων. ἡλικίαν εἶχον ἐτῶν ἐλαττόνων μὲν ἢ πεντήκοντα, πλεόνων
306
δὲ ἢ τεσσαράκοντα. τὸ μέντοι περικάρδιον σκέπασμα τῶν ἀκύρων ἐστὶ μορίων, ὅπως ἂν πάθῃ, πλὴν εἰ φλεγμήναντος αὐτοῦ διαδοθείη κατὰ συμπάθειαν ἡ διάθεσις ἐπὶ τὴν καρδίαν· ἀλλ’ ὅταν γε πάσχῃ μόνον, ὁμοίως τοῖς ἄλλοις ἅπασι μορίοις, ὅσα φρουρᾶς ἕνεκα καὶ σκέπης ἑτέρων κυριωτέρων ἐγένετο, κίνδυνον οὐδένα φέρει. δύσπνοιαν δ’ οὐδεμίαν ἐργάζετ’ ἄλλην καρδία παρὰ τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὸν περὶ τῆς δυσπνοίας λόγον· ἐπὶ μὲν τὸ μέγα καὶ πυκνὸν ὑπερθερμανθεῖσα, μετὰ τοῦ καὶ θᾶττον γίνεσθαι τὴν ἀναπνοὴν ἐκφυσᾶσθαί τε θερμὸν πνεῦμα· τὴν δὲ ἐναντίαν αὐτῇ διὰ ψύξιν, ἐφ’ ᾗ μικρὸν καὶ ἀραιὸν γίνεται τὸ πνεῦμα.