De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
μακροῦ δ’ ἐξ ἀνάγκηϲ ἐϲομένου τοῦ παντὸϲ λόγου γραφόν|των ἡμῶν ἐφ’ ἑκάϲτου τῶν ἐδεϲμάτων τοὺϲ ἀπὸ τῶν φυϲικῶν κράϲεων ἐπικτήτων τε διαθέϲεων διοριϲμοὺϲ ἄμεινον ἔδοξεν εἶναι καθόλου μὲν ἐξ ἀρχῆϲ τῆϲ διδαϲκαλίαϲ ἐπιδεῖξαι τὴν μέθοδον, ὡϲ ἐποιήϲαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμιμνῄϲκειν δ’ ἐπὶ τῶν κατὰ μέροϲ ἐνίοτε, καὶ μάλιϲτ’ ἐφ’ ὧν ἡ φύϲιϲ οὐχ ἁπλῇ, καθάπερ ἀμέλει κἀπὶ τοῦ γάλακτόϲ ἐϲτι, ϲυγκειμένου μὲν ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὁμοιομεροῦϲ δὲ φαινομένου πρόϲ γε τὴν αἴϲθηϲιν.
οὕτω γὰρ αὐτῷ ϲυμβαίνει, κἂν κάλλιϲτον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ὀξύνεϲθαι, κνιϲώδη δ’ αὖθιϲ ἐφ’ ἑτέρου τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’ ἐναντίων οὐϲῶν τῶν διαθέϲεων, καθ’ ἃϲ ὀξῶδεϲ ἢ κνιϲῶδεϲ γίγνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. ἡ μὲν γὰρ ἔνδεια τῆϲ θερμαϲίαϲ ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερ
βολὴ κνιϲοῦν. γίγνεται δ’ ἄμφω ταῦτα τῳ γάλακτι διὰ τὸ μὴ μόνον ἔχειν ἐν ἑαυτῷ τὴν ὀρώδη φύϲιν, ἀλλὰ καὶ τὴν λιπαρὰν καὶ τὴν τυρώδη.τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταὐτην | οὐδέποτε κνιϲῶδεϲ ἀπε- πτηθὲν γίγνεται, κἂν εἰϲ χολωδεϲτάτην ἢ πυρωδεϲτάτην ἐμπέϲῃ κοιλίαν. οὔτε γὰρ ἐν αὑτῷ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧϲ μετέχει τὸ γάλα διὰ τὸν ὀρόν, οὔτε τὴν λιπαράν τε καὶ μετρίωϲ θερμήν, ἣν ἐκέκτηο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαὐτην ϲκευαϲίαν τὸ τυρῶδεϲ, οὐδὲ τοῦτο τοιοῦτον τὴν φύϲιν, ὁποῖον ἐξ ἀρχῆϲ ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρό- τερον ἐκτετραμμένον.
ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοϲ εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ παχύχυμον. ἕπεται γὰρ τούτοιϲ τὸ μὴ ῥᾳδίωϲ αὐτὸ πέττεϲθαι πρὸϲ τῆϲ ϲυμμέτρωϲ ἐχούϲηϲ κράϲεωϲ· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεϲθαι τὸν λόγον ἠξίωϲα πολλάκιϲ ἤδη κατὰ πάϲαϲ τὰϲ ἐμὰϲ πραγματείαϲ, ὅταν ἁπλῶϲ ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, οὖ τὴν φύϲιν ἔμπροϲθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμενον λόγον ἐξηγηϲάμην, εὔλογόν ἐϲτιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων πλεῖϲτον γεννᾶϲθαι. χρήϲιμον δ’ εἶναι τὸ ἔδεϲμα τοῦτο ταῖϲ πυρω- δεϲτέραιϲ κοιλίαιϲ οὐδὲν ἄλογον, ὥϲπερ γε καὶ ταῖϲ ψυχροτέραιϲ ἐναντιώτατον.