De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

εἰ δὲ | αἱ χωρὶϲ τοῦ προϲεπεμβάλλειν ὕδατοϲ τῷ οἴνῳ μὴ βλάπτοιτό τιϲ τὴν κεφαλὴν διακλυζόμενοϲ αὐτῷ. βελτίων ἡ τοιαύτη χρῆϲιϲ ὡϲ πρὸϲ τοὺϲ ὀδόνταϲ τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι καὶ τούτῳ μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἀρίϲτη δὲ χρῆϲιϲ εἰϲ ἀϲφάλειαν ὀδόντων, ὡϲ μηδὲν ὑπὸ γάλακτοϲ βλάπτεϲθαι, μετὰ τὸ προϲενέγκαϲθαι μελικράτῳ μὲν πρότερον διακλύζεϲθαι, δεύτερον δ’ οἴνῳ ϲτύφοντι.

Τὸ δ’ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺϲ ὀδόνταϲ, ὅϲοι γε κατὰ φύϲιν ἔχουϲιν, ὅϲοι δ’ ἤτοι διὰ φυϲικὴν δυϲκραϲίαν ἤ τιν’ ἐπίκτητον διάθεϲίν εἰϲι ψυχρότεροι τοῦ δέοντοϲ, οὗτοι μόνοι βλάπτονται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὰ ϲύμπτωμα αὐτοῖϲ ἐνίοτε γίγνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον

οἷον ἐπὶ τοῖϲ ἀώροιϲ· ϲυκαμίνοιϲ ὅϲα τ’ ἄλλα ϲτρυφνὰ καὶ ὀξέα ϲυμβαίνειν εἴωθε.

πρόδηλον δ’, ὅτι καὶ γαϲτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ πέττει καλῶϲ τὸ ὀξύγαλα, τῇ ϲυμμέτρωϲ δ’ ἐχούϲῃ δύϲπεπτον | μέν, οὐ μὴν ἄπεπτόν γε παντάπαϲίν ἐϲτιν. ὅϲαι δὲ θερμότεραι τοῦ προϲήκοντόϲ εἰϲι γαϲτέρεϲ, εἶτ’ ἐξ ἀρχῆϲ εἴτ’ ἔκ τινοϲ ὕϲτερον αἰτίαϲ εἰϲ τοιαύτην κρᾶϲιν ἀχθεῖϲαι, πρὸϲ τῷ μηδὲν βλάπτεϲθαι καὶ χρηϲτοῦ τινοϲ ἀπολαύουϲιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνοϲ περιπλάϲεωϲ ἀλύπωϲ φέρουϲιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεϲμάτων καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ παραϲκευαϲθὲν ὁμοίωϲ.

ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺϲ τῶν ἰατρῶν ἁπλῶϲ ἀποφηναμένουϲ ὑπέρ ἑκάϲτηϲ τροφῆϲ, τῆϲ μὲν ὡϲ ὠφελούϲηϲ ἡμᾶϲ, τῆϲ δ’ ὡϲ βλαπτούϲηϲ, εὐπέπτου τε καὶ δυϲπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοϲτομάχου τε καὶ εὐϲτομάχου, καὶ κοιλίαν ὑπαγούϲηϲ τε καὶ ἱϲτάϲηϲ ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούϲηϲ. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶϲιν ἀνθρώποιϲ εἶναι κακόχυμον ἢ δύϲπεπτον ἢ κακοϲτόμαχον ἔδεϲμα τόδε τι, περὶ δὲ τῶν πλείϲτων οὐχ οἷόν τε χωρὶϲ διοριϲμοῦ διὰ μιᾶϲ ἀποφάϲεωϲ ἀληθεῦϲαι.