De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Αἱ ῥίζαι καὶ τούτων ἐϲθίονται, τροφὴν μὲν ἥττονα τῶν γογγυλίδων ἔχουϲαι, καθάπερ καὶ τῶν Κυρηναίων ἄρων, θερμαίνουϲαι δὲ ϲαφῶϲ καί τι καὶ ἀρωματίζον ἐμφαίνουϲαι. τὸ μὲν οὖν δύϲπεπτον αὐταῖϲ ὁμοίωϲ ὑπάρχει ταῖϲ ἄλλαιϲ ῥίζαιϲ. οὐρητικαὶ δ’ εἰϲὶ καί, εἰ πλεονάζοι τιϲ αὐτῶν ἐν τῇ χρήϲει, κακόχυμοι μετρίωϲ. εὐχυμοτέρα γε μήν ἐϲτιν ἡ καρὼ τοῦ ϲταφυλίνου.

τινὲϲ δὲ τὸν ἄγριον ϲταφυλῖνον | ὀνομάζουϲι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέϲτερον δ’ ἤδη καὶ πολλῆϲ ἑψήϲεωϲ δεόμενον, εἰ μέλλοι τιϲ ἐϲθίειν αὐτόν.