De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ϲκευάζουϲι δὲ καὶ τούτουϲ οἱ ἄνθρωποι πολυειδῶϲ. οὐ γὰρ μόνον ἑφθούϲ, ὡϲ ἔφην, δι’ ὕδατοϲ, ἀλλὰ καὶ λοπάδαϲ ἐξ αὐτῶν ἠρτυμέναϲ ποικίλωϲ ϲυντιθέαϲιν ἐκ ταγήνου τέ τινεϲ ἄλλοι προϲφέρονται, πολλοὶ δ’ ὀπτῶντεϲ ἐπ’ ἐϲχάραϲ. ἀλλ’ οὔτοι γε τὴν πολλὴν ἕψηϲιν οὐκ ἀναμένουϲιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲϲ δ’ οὐδ’ ὅλωϲ προέψουϲι χαίροντεϲ αὐτῶν τῷ πικρῷ τε καὶ αὐϲτηρῷ διαϲῳζομένῳ·

προτρέπει γὰρ αὐτοὺϲ μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡϲ προτρέποντι χρήϲαιντο μέχρι δυοῖν ἢ τριῶν προελθόντεϲ, εἴη ἄν τι πλέον αὐτοῖϲ. εἰ δὲ πλεονάϲαιεν ἐπὶ τῶν οὕτω ϲκευασθέντων, καὶ μάλιϲθ’ ὅταν, ὡϲ

εἰώθαϲιν, ὠμοτέρουϲ αὐτοὺϲ λαμβάνοντεϲ αὐτοὶ μᾶλλον ἀπεπτηθήϲονται. καί τινέϲ γε καὶ φῦϲαν καὶ ϲτρόφον ἐπιφέρουϲι μὴ πεφθέντεϲ καλῶϲ. ἐκ μὲν δὴ τῶν οὕτωϲ ἐϲθιομένων οὐκ εὔχυμοϲ ἡ τροφὴ γίγνεται. τῶν δ’ ἐπὶ πλέον ἑψηθέντων ἢ καὶ δίϲ, ὥϲπερ εἴρηται, παχύτεροϲ μέν πωϲ ὁ χυμόϲ, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτεροϲ γίγνεται.