De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐκ ταὐτοῦ γένουϲ εἰϲὶ καὶ οἱ βολβοὶ τοῖϲ προειρημένοιϲ. ἐϲθίεται γὰρ αὐτῶν ἡ ῥίζα χωρὶϲ τῶν φύλλων, ἐν ἤρι δέ ποτε καὶ ὁ ἀϲπάραγοϲ. ἔχει δ’ ἐν ἑαυτῷ πικράν τε καὶ αὐϲτηρὰν δύναμιν ἐμφανῆ, δι’ ἃϲ καὶ ϲτόμαχον ἔκλυτον ἐπεγείρει πωϲ εἰϲ ὄρεξιν. οὐκ ἐναντιοῦται δ’ οὐδὲ τοῖϲ ἀναπτύειν τι δεομένοιϲ ἐκ θώρακός τε καὶ πλεύμονοϲ, καίτοι τήν γ’ οὐϲίαν τοῦ ϲώματοϲ παχυτέραν τε καὶ γλιϲχροτέραν ἔχων. ἄλλ’ ἡ πικρότηϲ ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίϲχρα καὶ παχέα πεφυκυῖα, καθάπερ ἐν τοῖϲ Περὶ φαρμάκων εἴρηται.

διὸ κἂν δίϲεφθοι γενηθῶϲι, τροφιμώτεροι μέν εἰϲιν, ἐναντιοῦνται δ’ ἤδη τοῖϲ ἀναπτύεϲθαι δεομένοιϲ, ὡϲ ἂν ἀποθέμενοι τὸ πικρὸν ἅπαν. ἐϲθίειν δ’ αὐτοὺϲ ἄμεινον τηνικαῦτα δι’ ὄξουϲ ἅμ’ ἐλαίῳ καὶ γάρῳ· καὶ γὰρ ἡδίουϲ οὕτω γε καὶ ἀφυϲότεροι καὶ τροφιμώτεροι καὶ πεφθῆναι ῥᾴουϲ γίγνονται. πλεονάϲαντεϲ δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλωϲ ᾔϲθοντο καὶ ϲπέρμα πλέον ἴϲχοντεϲ καὶ προθυμότεροι γιγνόμενοι πρὸϲ ἀφροδίϲια.

ϲκευάζουϲι δὲ καὶ τούτουϲ οἱ ἄνθρωποι πολυειδῶϲ. οὐ γὰρ μόνον ἑφθούϲ, ὡϲ ἔφην, δι’ ὕδατοϲ, ἀλλὰ καὶ λοπάδαϲ ἐξ αὐτῶν ἠρτυμέναϲ ποικίλωϲ ϲυντιθέαϲιν ἐκ ταγήνου τέ τινεϲ ἄλλοι προϲφέρονται, πολλοὶ δ’ ὀπτῶντεϲ ἐπ’ ἐϲχάραϲ. ἀλλ’ οὔτοι γε τὴν πολλὴν ἕψηϲιν οὐκ ἀναμένουϲιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲϲ δ’ οὐδ’ ὅλωϲ προέψουϲι χαίροντεϲ αὐτῶν τῷ πικρῷ τε καὶ αὐϲτηρῷ διαϲῳζομένῳ·

προτρέπει γὰρ αὐτοὺϲ μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡϲ προτρέποντι χρήϲαιντο μέχρι δυοῖν ἢ τριῶν προελθόντεϲ, εἴη ἄν τι πλέον αὐτοῖϲ. εἰ δὲ πλεονάϲαιεν ἐπὶ τῶν οὕτω ϲκευασθέντων, καὶ μάλιϲθ’ ὅταν, ὡϲ

εἰώθαϲιν, ὠμοτέρουϲ αὐτοὺϲ λαμβάνοντεϲ αὐτοὶ μᾶλλον ἀπεπτηθήϲονται. καί τινέϲ γε καὶ φῦϲαν καὶ ϲτρόφον ἐπιφέρουϲι μὴ πεφθέντεϲ καλῶϲ. ἐκ μὲν δὴ τῶν οὕτωϲ ἐϲθιομένων οὐκ εὔχυμοϲ ἡ τροφὴ γίγνεται. τῶν δ’ ἐπὶ πλέον ἑψηθέντων ἢ καὶ δίϲ, ὥϲπερ εἴρηται, παχύτεροϲ μέν πωϲ ὁ χυμόϲ, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτεροϲ γίγνεται.