De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Καὶ τούτου τὴν ῥίζαν ἕψοντεϲ δίϲ που καὶ τρίϲ, ὡϲ ἀποθέϲθαι τὸ φαρμακῶδεϲ, ἐϲθίειν ἐνίοτε δίδομεν, ὥϲπερ καὶ τὰϲ τῶν ἄρων, ὅταν ἰϲχυροτέραϲ δέηται δυνάμεωϲ τὰ κατὰ θώρακα καὶ πλεύμονα περιεχόμενα γλίϲχρα καὶ παχέα. κοινὸν δ’ ἐπὶ πάντων ἐδεϲμάτων μεμνῆϲθαί ϲε χρή, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ ϲώματι, τὰ δ’ ἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλήν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐϲφιγμένην ἔχῃ τὴν οὐϲίαν, ὡϲ μήθ’ ὑγρὰ μήτε χαῦνα ταῖϲ ϲυϲτάϲεϲιν εἶναι.

τούτων οὖν εἰϲ ἀεὶ μεμνημένοϲ ἔτι τε προϲέχων, εἰ κατὰ τὰϲ ἑψήϲειϲ ἢ τὰϲ ὀπτήϲειϲ ἢ τὰϲ διὰ ταγήνου ϲκευαϲίαϲ ἀποτίθεται τὰϲ ἰϲχυρὰϲ ποιότηταϲ ἕκαϲτα τῶν εἰϲ πεῖραν ἀγομένων, οὐ δεήϲῃ παρ’ ἐμοῦ περὶ πάντων ἀκοῦϲαι κατ’ εἶδοϲ, ἀλλ’ ὥϲπερ ἐπὶ τῶν ἄλλων ἐποίηϲα, τὰ ϲυνεχῶϲ ἐϲθιόμενα μάλιϲτ’ ἐξηγήϲομαι.

Τῇ τῆϲ ϲκίλληϲ ῥίζῃ παραπληϲία πώϲ ἐϲτιν ἡ τοῦ ἀϲφοδέλου κατὰ μέγεθοϲ καὶ ϲχῆμα καὶ πικρότητα. ϲκευαζομένη μέντοι, καθάπερ οἱ θέρμοι, τὸ πλεῖϲτον τῆϲ πικρότητοϲ ἀποτίθεται καὶ ταύτῃ τῆϲ ϲκίλληϲ διαφέρει. δυϲέκνιπτοϲ γάρ ἐϲτι παντελῶϲ ἡ ἐκείνηϲ ποιότηϲ, Ἠϲίοδοϲ μὲν οὖν ἔοικεν ἐπαινεῖν τὸν ἀϲφόδελον ἐν οἷϲ φηϲιν·

οὐδ’ ὅϲον ἐν μαλάχῃ τε καὶ ἀϲφοδέλῳ μέγ’ ὄνειαρ.

ἐγὼ δ’ οἴδα διὰ λιμὸν ἀγροίκουϲ τινὰϲ ἑψήϲεϲι τε πλείοϲι καὶ ἀποβρέξεϲιν ἐν ὕδατι γλυκεῖ μόλιϲ αὐτὴν ἐδώδιμον ἐργασαϲένους· ἢ γε μὴν δύναμιϲ καὶ

ταύτηϲ τῆϲ ῥίζηϲ ἐϲτὶν ἐκφρακτική τε καὶ λεπτυντικὴ καθάπερ καὶ ἡ τοῦ δρακοντίου, διὸ καὶ τὸν ἀϲπάραγον αὐτοῦ τοῖϲ ἰκτεριώδεϲι διδόαϲί τινεϲ ὡϲ μέγιϲτον ἴαμα.