De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

θαμνῶδεϲ φυτόν ἐϲτιν ἡ κάππαριϲ ἐν Κύπρῳ πλείϲτη φυομένη. δύναμιϲ δ’ αὐτῆϲ ἐϲτι λεπτομερὴϲ ἱκανῶϲ καὶ διὰ τοῦτο τροφὴν ἐλαχίϲτην

ἀναδίδωϲιν εἰϲ τὸ τῶν ἐϲθιόντων αὐτὴν ϲῶμα, καθάπερ καὶ τἄλλα πάνθ’ ὅϲα λεπτομερῆ. χρώμεθα δ’ ὡϲ φαρμάκῳ μᾶλλον ἢ ὡϲ τροφῇ τῷ καρπῷ τοῦ φυτοῦ. κομίζεται γὰρ ὡϲ ἡμᾶϲ ἁλϲὶ διαπαϲθεῖϲα διὰ τὸ ϲήπεϲθαι μόνην ἀποτιθεμένην.

εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι πρὶν ταριχευθῆναι πλέον ἔχει τροφῆϲ. ἐκ δὲ τῆϲ ταριχείαϲ ἀπόλλυϲι πάμπολυ | καὶ γίγνεται χωρὶϲ μὲν τοῦ τοὺϲ ἅλαϲ ἀποπλυθῆναι παντάπαϲιν ἄτροφοϲ, ὑπακτικὴ δὲ γαϲτρόϲ· ἀποπλυθεῖϲα δὲ καὶ διαβραχεῖϲα μέχρι τοῦ τελέωϲ ἀποθέϲθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὡϲ ἔδεϲμα μὲν ὀλιγοτροφώτατόν ἐϲτιν, ὡϲ ὄψον δὲ καὶ φάρμακον ἐπιτήδειον ἐπεγεῖραι καταπεπτωκυῖαν ὄρεξιν ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαϲτέρα φλέγμα καὶ τὰϲ κατὰ ϲπλῆνα καὶ ἧπαρ ἐμφράξειϲ ἐκκαθἣραι.

χρῆϲθαι δ’ εἰϲ ταῦτα προϲῆκεν αὐτῇ δι’ ὀξυμέλιτοϲ ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἀπάντων ϲιτίων. τοὺϲ δ’ ἁπαλοὺϲ ἀκρέμοναϲ καὶ τοῦτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθίουϲι τοῖϲ τῆϲ τερμίνθου καὶ χλωροὺϲ ἔτι καὶ ϲυντιθέντεϲ ὡϲ ἐκείνουϲ ἐν ὀξάλμη τε καὶ ὄξει.