De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

κάλλιϲτα δ’ αὐτῶν ἐϲτιν, ὅϲα μετρίωϲ ϲτύφοντα μεγάλα τ’ ἐϲτὶ καὶ χαῦνα· τὰ δὲ ϲμικρὰ καὶ ϲκληρὰ καὶ ϲτρυφνὰ μοχθηρὰ πρόϲ τε τὴν

ἐδωδήν ἐϲτι καὶ πρὸϲ τὴν | τῆϲ γαϲτρὸϲ ὑπαγωγήν, ἥτιϲ ἀκολουθεῖ μάλιϲτα τοῖϲ ἀπὸ τῆϲ Ἰβηρίαϲ. ἑψόμενα δ’ ἐν μελικράτῳ πλέον ἔχοντι μέλιτοϲ ἱκανῶϲ λαπάττει τὴν γαϲτέρα, κἂν μόνα τιϲ αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήϲῃ τοῦ μελικράτου. πρόδηλον δ’, ὅτι ϲυντελεῖ γαϲτρὸϲ ὑπαγωγῇ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπιπιεῖν τι γλυκέοϲ οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέωϲ ἀριϲτᾶν ἐπ’ αὐτοῖϲ. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅϲα λαπάττει γαϲτέρα, μνημονευέϲθω ϲοι, καθάπερ τἄλλα, ὅϲα κοινὰ πλειόνων εἰδῶν ἐϲτι, μὴ δεομένῳ πολλάκιϲ ἀκούειν ὑπέρ αὐτῶν.

Οὐδὲ τούτοιϲ ἔχω τι μαρτυρῆϲαι πρὸϲ ὑγιείαϲ φυλακὴν ἢ νόϲων ἴαϲιν. ἔδεϲμα γάρ ἐϲτι γυναικῶν τε καὶ παιδίων ἀθυρόντων, ὀλιγότροφόν τε καὶ δύϲπεπτον ὑπάρχον ἅμα τῷ μηδ’ εὐϲτόμαχον εἶναι. τροφὴν δὲ δῆλον ὅτι καὶ αὐτὰ δίδωϲιν ὀλίγην τῷ ϲώματι. |

Τὰ κεράτια, διὰ τοῦ τ̄ γράμματοϲ λεγομένηϲ τε καὶ γραφομένηϲ τῆϲ τρίτηϲ αὐτῶν ϲυλλαβῆϲ, οὐδὲν ἔοικε τοῖϲ διὰ τοῦ ϲ̄̄ κεραϲίοιϲ. ἔδεϲμα γάρ ἐϲτι κακόχυμόν τε καὶ ξυλῶδεϲ, ἐξ ἀνάγκηϲ δὲ καὶ δύϲπεπτον· οὐδὲν γὰρ ξυλῶδεϲ εὔπεπτον. ἀλλὰ καὶ τὸ μὴ διαχωρεῖϲθαι ταχέωϲ οὐ ϲμικρὸν αὐτοῖϲ ὑπάρχει κακόν. ὥϲτ’ ἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεϲθαι πρὸϲ ἡμᾶϲ ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷϲ γεννᾶται