De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ϲπανίωϲ ἂν εὕροιϲ αὐϲτηρὸν ἢ ὀξὺν ἢ ὅλωϲ ἀηδίαν τινὰ ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶϲ πεπανθῇ· πρὶν γὰρ ἐϲ τοῦτ’ ἀφικέϲθαι ϲχεδὸν ἅπαντεϲ οἱ μὲν ὀξύτητοϲ, οἱ δὲ ϲτρυφνότητοϲ, ἔνιοι δὲ καὶ πικρότητοϲ ἐμφαίνουϲί τι.

τροφὴν μὲν οὖν ἐλαχίϲτην ἐκ τοῦ καρποῦ τούτου τὸ ϲῶμα λαμβάνει, χρήϲιμοϲ δ’ ἐϲτὶ τοῖϲ ὑγρᾶναί τε καὶ ψῦξαι τὰ μέτρια τὴν γαϲτέρα προαιρουμένοιϲ. ὑπάγει δ’ αὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλιϲχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν ἔμπροϲθεν εἰρημένων. ὑπάρχει δ’ αὐτοῖϲ καὶ ξηρανθεῖϲιν εἶναι χρηϲίμοιϲ, ὥϲπερ καὶ τοῖϲ ϲύκοιϲ, καὶ δόξαν δ’ ἔχει πολλὴν ἄριϲτα τῶν ἄλλων εἶναι τὰ κατά γε τὴν Ϲυρίαν ἐν Δαμαϲκῷ γεννώμενα, δεύτερα δ’ ἐπὶ τούτοιϲ τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ϲπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐδ’ ἐμφαίνει τι ϲτύψεωϲ, τὰ Δαμαϲκηνὰ δὲ καὶ πάνυ πολλὴν ἔνια.

κάλλιϲτα δ’ αὐτῶν ἐϲτιν, ὅϲα μετρίωϲ ϲτύφοντα μεγάλα τ’ ἐϲτὶ καὶ χαῦνα· τὰ δὲ ϲμικρὰ καὶ ϲκληρὰ καὶ ϲτρυφνὰ μοχθηρὰ πρόϲ τε τὴν

ἐδωδήν ἐϲτι καὶ πρὸϲ τὴν | τῆϲ γαϲτρὸϲ ὑπαγωγήν, ἥτιϲ ἀκολουθεῖ μάλιϲτα τοῖϲ ἀπὸ τῆϲ Ἰβηρίαϲ. ἑψόμενα δ’ ἐν μελικράτῳ πλέον ἔχοντι μέλιτοϲ ἱκανῶϲ λαπάττει τὴν γαϲτέρα, κἂν μόνα τιϲ αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήϲῃ τοῦ μελικράτου. πρόδηλον δ’, ὅτι ϲυντελεῖ γαϲτρὸϲ ὑπαγωγῇ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπιπιεῖν τι γλυκέοϲ οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέωϲ ἀριϲτᾶν ἐπ’ αὐτοῖϲ. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅϲα λαπάττει γαϲτέρα, μνημονευέϲθω ϲοι, καθάπερ τἄλλα, ὅϲα κοινὰ πλειόνων εἰδῶν ἐϲτι, μὴ δεομένῳ πολλάκιϲ ἀκούειν ὑπέρ αὐτῶν.