De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει | τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα

τῶν δ’ οὐδεμίαν μὲν τέχνην ἠϲκηκότων τῷ βίῳ χρήϲιμον, ἀττικίζονγταϲ δὲ καλούντων ἑαυτοὺϲ ἔνιοι μὲν ἀμυγδάλαϲ θηλυκῶϲ ἀξιοῦϲι λέγεϲθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δ’ οὐδετέρωϲ ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γιγνώϲκοντεϲ, ὃ ϲπουδάζουϲιν, ὡϲ ἄμφω τὰ ὀνόματα παρὰ τοῖϲ Ἀττικοῖϲ ἀνδράϲι γέγραπται.

Γεννᾶται μὲν καὶ κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν ταῦτα, πολὺ πλείῳ δ’ ἐν Βεροίᾳ τῆϲ Ϲυρίαϲ, τροφὴν μὲν ὀλιγίϲτην ἔχοντα, χρήϲιμα δ’ εἰϲ ἥπατοϲ εὐρωϲτίαν τε ἄμα καὶ κάθαρϲιν τῶν ἐμπεφραγμένων κατὰ τὰϲ διεξόδουϲ αὐτοῦ χυμῶν· μετέχει γὰρ ὑποπίκρου καὶ ὑπο- ϲτυφούϲηϲ ποιότητοϲ ἀρωματιζούϲηϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἥπατι χρηϲιμώτατα, καθάπερ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ ϲτομάχῳ δ’ οὔτ’ ὠφέλειαν οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥϲπερ οὐδ’ ὑπαγωγὴν γαϲτρὸϲ ἢ ϲτάλϲιν.