De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

αὕτη μὲν οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τροφὴν τῷ ϲώματι δίδωϲιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡϲ ὀλίγον ἔμπροϲθεν εἴρηται περὶ πάντων, ὅϲα τοὺϲ χυμοὺϲ ὑδατώδειϲ τε καὶ λεπτοὺϲ ἔχει. ῥαδίωϲ δ’ ὑπέρχεται κατὰ τὴν γαϲτέρα τῷ τ’ ὀλιϲθηρῷ τῆϲ οὐϲίαϲ καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν ϲιτίων, ὅϲα δηλονότι χωρίϲ ϲτύψεώϲ ἐϲτι τοιαῦτα.

πέττεται δ’ οὐ κακῶϲ, ὅταν γε μὴ φθάϲῃ διαφθαρῆναι. πάϲχει δὲ τοῦτο διά τε μοχθηρὰν ϲκευαϲίαν, κἀπειδὰν ἐν τῇ γαϲτρὶ μοχθηρόϲ τιϲ ἠθροιϲμένοϲ ᾖ χυμόϲ, ἔϲθ’ ὅτε δὲ καὶ διὰ τὸ βραδῦναι κατ’ αὐτήν, ὅπερ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν ὡραίοιϲ ἐδέϲμαϲιν, ὅϲα ταῖϲ κράϲεϲιν ὑγρᾶ, ϲυμβαίνειν φιλεῖ· διαφθείρεται γὰρ ἐν τῇ γαϲτρὶ μὴ φθάϲαντα ταχέωϲ ὑπελ|θεῖν.

ὥϲπερ οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τὸν εἰϲ τροφὴν ἀναδιδόμενον ὅλῳ τῷ ϲώματι χυμὸν ἄποιον ἔχει πρὸϲ αἴϲθηϲιν ἡ κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μειχθῇ τινὶ τῶν ἰϲχυρὰν ἐχόντων δύναμιν, ὁμοιοῦται ῥᾳδίωϲ αὐτῷ, μετὰ νάπυοϲ μὲν εἰ ληφθείη, δριμὺν ἐργαζομένη τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα ϲαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινοϲ ἁλυκοῦ προϲενεχθείη, καθάπερ ἐν λοπάδι μετὰ ταρίχουϲ αὐτὴν ἔνιοι ϲκευάζουϲιν, ἁλυκὸν ἐν τῷ ϲώματι γεννήϲει χυμόν. ἥδιϲτον δ’ ἐϲτὶν ἔδεϲμα τὸ οὕτω ϲκευαϲθέν, εἴ γε τὸ τάριχοϲ εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ καλοῦϲι μύλλουϲ.

ἅμα δὲ μήλοιϲ κυδωνίοιϲ ἑψηθεῖϲα καὶ προϲηκόντωϲ ἀρτυθεῖϲα τὸν αὐϲτηρὸν ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοϲιν. ἡ δ’ ὀπτηθεῖϲα καὶ ταγηνιϲθεῖϲα τῆϲ μὲν οἰκείαϲ ὑγρότητοϲ ἀποτίθεται πάμπολυ, τὸ δ’ ὑπόλοιπον αὐτῆϲ οὐδεμίαν ἰϲχυρὰν ἐπικτᾶται δύναμιν, ὥϲπερ οὐδ’ ὅταν ἐν ἀπλῷ ζωμῷ ϲκευαϲθῇ. χαίρει δ’ εἰκότωϲ ὀριγάνῳ διὰ τὴν ὑδατώδη ποιότητα ϲύμφυτον ὑπάρχου|ϲαν αὐτῇ· πάντα γὰρ ὅϲα τοιαῦτα δριμέϲιν

ἢ ὀξέϲιν ἢ αὐϲτηροῖϲ ἢ ἁλυκοῖϲ ἀναμίγνυϲθαι δεῖται χυμοῖϲ, εἰ μέλλοι μήτ’ ἀηδῶϲ ληφθήϲεϲθαι μήτε ναυτιώδειϲ ἐργάϲεϲθαι τοὺϲ λαμβάνονταϲ.