De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸϲ ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει προϲενεχθέντα θερμὰ τοῖϲ ὥϲπερ εἴρηται διακειμένοιϲ· οὐ γὰρ εἰϲ τοϲοῦτον ψυχρὰ

ταῖϲ οἰκείαιϲ κράϲεϲίν ἐϲτιν, ὥϲτε, κἂν θερμὰ προϲενεχθῇ, ψύχειν τὴν γαϲτέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεωϲ, ἐναντιουμένηϲ τῇ θερμότητι τῶν κατὰ τὴν γαϲτέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷϲ πρώτοιϲ ὁμιλεῖ. τούτων οὖν προεγνωϲμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεϲμάτων ἐπὶ τὰϲ ἰδίαϲ ἑκάϲτου δυνάμειϲ ἤδη μεταβήϲομαι. |

Ὠμὴ μὲν ἀηδήϲ ἐϲτι καὶ κακοϲτόμαχοϲ ἐϲχάτωϲ καὶ ἄπεπτοϲ· ὥϲτ’ εἰ καὶ βιάϲαιτό τιϲ ἑαυτὸν ἀπορῶν ἑτέρου ϲιτίου προϲενέγκαϲθαι κολοκύνθην, ὥϲπερ ἤδη τιϲ ἐτόλμηϲε, βάρουϲ ἐγκειμένου ψυχροῦ κατὰ τὴν κοιλίαν αἰϲθήϲεται τόν τε ϲτόμαχον ἀνατραπήϲεται καὶ πρὸϲ ἔμετον ὁρμήϲει, τὸν μόνον αὐτὸν ἐλευθερῶϲαι δυνάμενον τῶν κατεχόντων ϲυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντεϲ ἄνθρωποι μετὰ τὴν ἕψηϲιν ἤτοι γ’ εὐθέωϲ ἢ ταγηνίϲαντεϲ ἢ ὀπτήϲαντεϲ εἰώθαϲι προϲφέρεϲθαι. καί ϲοι καὶ οὗτοϲ ἐν τῇ μνήμῃ φυλαττέϲθῳ ὁ λόγοϲ, κοινὸϲ ἐπὶ πᾶϲι τοῖϲ δεομένοιϲ ἀλλοιώϲεωϲ τυχεῖν τῆϲ διὰ πυρόϲ.

ἡ δὲ κολοκύνθη, περὶ ἧϲ ὁ λόγοϲ, καλῶϲ ἑψηθεῖϲα ϲαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει, πλὴν εἴ τιϲ λέγοι τινὰ καὶ τοιοῦτον εἶναι χυμόν, ὃϲ οὔτε δριμύϲ ἐϲτιν οὔθ’ ἀλυκὸϲ οὔτε ϲτρυφνὸϲ οὔτε πικρὸϲ αὔτ’ ἄλλο τοιοῦτο ϲαφῶϲ ἐμφαίνων οὐδέν, ὥϲπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰϲιν εἰθιϲμένοι πάντεϲ ἄποια, καὶ ἡμῖν οὕτω καλείϲθω ϲαφοῦϲ ἕνεκα | διδαϲκαλίαϲ.

τοιαύτη γοῦν οὖϲα ἡ κολοκύνθη πολλοὺϲ εἰκότωϲ ἐπιδέχεται τρόπουϲ ϲκευαϲίαϲ, ὡϲ ἂν ἐν τῷ μέϲῳ καθεϲτῶϲα παϲῶν τῶν ὑπερβολῶν καὶ διὰ τοῦθ’ ὁμοτίμωϲ τε κἀξ ἴϲου πρὸϲ αὐτὰϲ ἄγεϲθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντινοῦν ὑπερβολὴν ϲύμφυτον οὐδὲν εἰϲ τὴν ἐναντίαν αὐτῇ ῥᾳδίωϲ ἀπάγεται κατὰ τὰϲ

ϲκευαϲίαϲ.