De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐπειδή τινων ἤκουϲα λεγόντων ὑπέρχεϲθαι τὴν κοιλίαν αὐτοῖϲ ἐπὶ τῇ τῶν ϲτυφόντων ἐδωδῇ, βέλτιον ἐνόμιϲα καὶ περὶ τούτου διελθεῖν

ἐπὶ πλέον ἅπαξ ἐν τῷδε τά τε διὰ τοῦ λόγου καὶ τῆϲ πείραϲ ἡμῖν ἐγνωϲμένα πολλάκιϲ.

ἐπειδή τινοϲ Πρώτου ῥήτοροϲ, ἡμετέρου πολίτου, λέγοντοϲ ἤκουϲα ἐπὶ τῇ τῶν αὐϲτηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεϲθαι τὴν κοιλίαν, ἐνενόηϲα τὸ γιγνόμενον ἐπήγαγόν τε τὴν ἐκ τῆϲ πείραϲ βάϲανον αὐτῷ, μετὰ ταῦτα δὲ ἤδη θαρραλεώτερον ἐπ’ ἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωϲα γὰρ ὁμοδίαιτόν μοι γενέϲθαι τὸν ἄνδρα κἂν μιᾶϲ ἡμέραϲ, ὅπωϲ ἴδοιμι, πηνίκα τε καὶ πόϲα προϲφέρεται τὰ ϲτύφοντα. καὶ κατά γε τὴν πρώτην εὐθέωϲ, ὡϲ εἴθιϲτο, διαιτηθῆναι παρεκάλουν αὐτόν, ὑπαλλάξαντα μηδὲν ὅλωϲ τῶν κατὰ τὴν δίαιταν.

ὁ δὲ μετὰ τὸ λουτρόν, ὕδατοϲ οὐ πολὺ προπιών, εἶτα τῆλίν τε καὶ ῥαφανῖδαϲ καὶ ὅϲα τοιαῦτα τοῖϲ πολλοῖϲ εἴθιϲται προϲφέρεϲθαι, πρὶν ἄλλου τινὸϲ γεύϲαϲθαι, καὶ αὐτὸϲ ὁμοίωϲ προϲενεγκάμενοϲ ἐπιπιών τε ϲύμμετρον οἴνου γλυκέοϲ, ἐφεξῆϲ ἔφαγε μαλάχαϲ δι’ ἐλαίου καὶ γάρου ϲμικρὸν ἐχούϲαϲ οἴνου καὶ μετὰ ταῦτ’ ἰχθύοϲ τι καὶ χοιρείου κρέωϲ καὶ ὄρνιθοϲ, εἶτα πιὼν ἕν που καὶ δεύτερον ὀλίγον τε διαλιπὼν ἐπέφαγεν ἀπίουϲ αὐϲτηράϲ. κἄπειτα προελθόντων ἡμῶν ἐπὶ περίπατον ὀλίγα τε περιπατηϲάντων ὑπῆλθεν ἀξιολόγωϲ ἡ γαϲτὴρ αὐτῷ.

θεαϲάμενοϲ οὖν ἐγὼ ταῦτα ϲυνεθέμην τῷ φίλῳ κατὰ τὴν ὑϲτεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμωϲ δὲ πειϲθέντι πρώταϲ ἁπάντων ἔδωκα μετὰ τὸ βαλανεῖον ἀπίουϲ φαγεῖν, εἶτα τἄλλα ἐφεξῆϲ, ὡϲ εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπωϲ ἀξιολόγωϲ, ἁλλ’ οὐδὲ μετρίωϲ ἀπέκρινεν ἡ γαϲτήρ. ἐθαύμαϲέ τ’ οὖν εἰκότωϲ τὸ γιγνόμενον ἤρετό τέ με τὴν αἰτίαν αὐτοῦ· κἀγὼ διῆλθον αὐτῷ ταυτὶ τὰ νῦν εἰρηϲόμενα.

τοῦ γάρου γάρ, ἔφην, ϲὺν τοῖϲ ἅμ’ αὐτῷ ληφθεῖϲιν ὑπάγειν πεφυ

κότοϲ τὴν γαϲτέρα καὶ τοῦτ’ ἤδη προειργαϲμένου, τὰ ϲτύφοντα τελευταῖα ληφθέντα, καὶ μάλιϲτα τοῖϲ ἀτόνοιϲ τὸν ϲτόμαχον, αἴτια γίγνεται τῆϲ | ὑπαγωγῆϲ, ῥωννύντα τε τὴν γαϲτέρα καὶ προτρέποντα διωθεῖϲθαι κάτω τὰ περιεχόμενα κατ’ αὐτήν. μᾶλλον δ’ ἄν, ἔφην, πειϲθείηϲ τοῦτο, λαβὼν ἐπὶ τῆϲ ὑϲτεραίαϲ ἁπάντων μὲν πρῶτα τὰ ϲτύφοντα, δεύτερα δ’ ἐπ’ αὐτοῖϲ τὰ κρεώδη καὶ πάντων τελευταῖα τὰ δι’ ἐλαίου τε καὶ γάρου προϲφερόμενα.

μηδαμῶϲ, εἷπεν· ἐμέϲαιμι γὰρ ἂν αὐτίκα, μαλάχαϲ ὑϲτάταϲ ἐπιφαγὼν μετ’ ἐλαίου τε καὶ γάρου. κάλλιϲτ’, ἔφην, εἶπαϲ· ἀνατρέπει μὲν γὰρ ταῦτα τὴν γαϲτέρα καὶ μάλιϲτ’ αὐτῆϲ τὸ ϲτόμα, τὸ πρὸϲ ἀπάντων ἤδη ϲυνήθωϲ ϲτόμαχον ὀνομαζόμενον, ἐπιρρώννυϲι δὲ καὶ τονοῖ τὰ ϲτύφοντα. διὸ κἂν ἄλλοϲ τιϲ χυμὸϲ αὐτὴν ἀνατρέψῃ, καθάπερ εἴωθεν ἐνίοιϲ ὠχρὰ χολὴ πλείων ἀθροιϲθεῖϲα τοῦτο ποιεῖν, γευϲάμενόϲ τινοϲ τῶν ϲτυφόντων ὁ οὕτω διακείμενοϲ εὐθέωϲ ἐκκρινεῖ κάτω τὸν ἀνιῶντα χυμόν.

εἶτ’ ἔδειξά τινα νεανίϲκον αὐτῷ πρὸ ἡμερῶν ὀλίγων εἰληφότα μὲν ἕνεκα τοῦ καθαρθῆναι ϲκαμμωνίαϲ ὀπόν, ἤδη δ’ ὠρῶν γεγονυιῶν ἐπὶ τῇ προϲφορᾷ πέντε καὶ μηδεμιᾶϲ ἐκκρίϲεωϲ ἠκολουθηκυίαϲ θλίβεϲθαι μὲν λέγοντα τὸν ϲτόμαχον, ἐπῆρθαι δὲ καὶ βαρύνεϲθαι τὴν γαϲτέρα, | καὶ διὰ ταῦτ’ ὠχριᾶν τε καὶ ἀπορεῖϲθαι καὶ μοι κοινώϲαϲθαι τὰ κατέχοντα ϲυμπτώματ’ αὐτόν. ὅπωϲ οὖν ἰαϲάμην τὸν ἄνθρωπον, ἄκουϲον, ἔφην, αὐτοῦ τοῦ νεανίϲκου. καὶ δὴ καὶ παρέϲχον αὐτῷ παρόντα τε καὶ διηγούμενον, ὡϲ ἐγὼ μὲν ἐκέλευϲα μήλου ϲτύφοντοϲ ἢ ῥόαϲ ἢ ἀπίου βραχύ τι φαγεῖν, ὁ δ’ ἅμα τῷ καταπιεῖν εὐθέωϲ ἀπηλλάγη τῶν ὀχληρῶν, ἐκκρινάϲηϲ ἀθρόωϲ αὐτῷ πάμπολλα τῆϲ γαϲτρόϲ.

ἴϲθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ ϲοὶ τοῦτο ϲυμβαῖνον, ὅταν ἐπιφάγῃϲ τὰ ϲτύφοντα, διὰ τὴν ἀτονίαν τῆϲ γαϲτρὸϲ ὅληϲ καὶ τοῦ ϲτομάχου. ὁ δέ, καὶ μάλ’, ἔφη, καὶ τοῦτ’ ἀληθὲϲ εἶπαϲ. ἔϲτι τε γάρ μοι φύϲει τοιοῦτοϲ ὁ ϲτόμαχοϲ ἀνατρέπεταί τε ῥᾳδίωϲ ἐπὶ τοῖϲ ϲτύφουϲιν, ἐγὼ δὲ τότε μᾶλλον προϲφέρομαι τῶν αὐϲτηρῶν τι μετὰ τὴν τροφήν, ὅταν αἴϲθωμαί ποθ’ ὕπτιον ἱκανῶϲ αὐτὸν γεγονότα καὶ

ἤδη πληϲίον ἥκοντα ναυτίαϲ. αὕτη ϲοι ἡ κατὰ τὸν ῥήτορα διήγηϲιϲ αὐτάρκηϲ εἰϲ γνῶϲιν ἔϲτω τοῦ λαπάττεϲθαι τὴν γαϲτέρα τοῖϲ ἄτονον ἔχουϲι τὸν ϲτόμαχον, ὅταν ἐπιφάγωϲί τι τῶν ϲτυφόντων. |