Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. IV. Τὴν γὰρ λογικὴν ὀνομαζομένην παρὰ τοῖς φιλοσόφοις θεωρίαν ὅστις ἂν ἱκανῶς ἀσκήσῃ, πᾶν οὗτος ὁμοίως δυνήσεται μεταχειρίζεσθαι ζήτημα· τὸ δ’

ἄνευ ἐκείνης ἀναγιγνώσκειν ὑπομνήματα προβλημάτων οὐδὲν ἄλλ’ ἢ χρόνον ἀπολλύειν ἐστὶν οὔτε κρίνειν εἰδότα, τίνα μὲν ἐν αὐτοῖς ἀληθῶς εἴρηται, τίνα δὲ ψευδῶς, οὔτε πάντων τῶν γεγραμμένων μνημονεύειν δυνάμενον. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ εἰς τὸ λέγειν περὶ τοῦ προβλήματος, ὅθενπερ ὀλίγον. ἔμπροσθεν ὁ λόγος ἔδειξεν, ἄρχεσθαι δεῖ.