Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. III. Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ· καὶ γὰρ θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητούμενον· ἐξ ὑστέρου δὲ προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω τε καὶ κατηνάγκασας οὐ πάνυ τί με πρόθυμον ὄντα γράψασθαι τοὺς λόγους· οὔτε γὰρ ἕν τουτὶ τὸ πρόβλημα μόνον ἀκριβῶς ἐρευνηθὲν ὤμην χρῆναι διασώζειν ἐν γράμμασιν οὔθ’ ὁμοίως τῷδε τὰ λοιπὰ πάντα διεξέρχεσθαι σχολὴν ἧγον. ὅθεν, ὅπερ || αὐτὸς ἐπ’ ἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι καὶ πρὸς ὑμᾶς τοὺς φίλους, δεῖξαι τὴν ὁδόν, ᾗ χρώμενος ἄν τις οὐ τοῦτο μόνον ἀλλὰ καὶ τἆλλα πάντα διαιροῖτο προβλήματα.