Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XXXVI. Τὴν μὲν τῶν τοὺς ἀθλητὰς γυμναζόντων γυμναστικήν, ὑποδυομένην μὲν ὀνόματι σεμνῷ, κακοτεχνίαν δ’ οὖσαν, οὔπω μὲν εἰς τοσοῦτον ἀποκεχωρηκυῖαν

τοῦ κατὰ φύσιν, εἰς ὅσον αὐτὴν νῦν προήχασιν, ἤδη δ’ ἀρχομένην οὐ πρὸς τὸ βέλτιον ἀποβλέπειν, [ἀλλ’ ἁπλῶς] ὡς ἰσχὺν τῶν ἀντιπάλων καταβλητικὴν ἐν τῷ τρίτῳ τῆς Πολιτείας ἐμέμψατο λέγων ὡδί· ναὶ μὰ τὸν Δία, ᾗ δ’ ὅς, σχεδόν γέ τι πάντων μάλιστα ἥ γε περαιτέρω γυμναστικῆς ἡ περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ πρὸς ἑδραίους ἐν πόλει ἀρχὰς δύσκολος. τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους || ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντη ἐμπόδιος· κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματος. ἔτι δὲ σαφέστερον ἐν τοῖς ἑξῆς, ὡς οὐκ ἰσχὺν καταβλητικὴν οἴεται τέλος εἶναι τῆς γυμναστικῆς, ἀλλὰ τὴν πρὸς τὰς κατὰ φύσιν ἐνεργείας χρείαν, ἐνεδείξατο λέγων ὡδί. αὐτὰ μὴν τὰ γυμνάσια καὶ τοὺς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων κἀκεῖν’ ἐπεγείρων πονήσει μᾶλλον ἢ πρὸς ἰσχύν, οὐχ ὥσπερ οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα
σιτία καὶ πόνους μεταχειρίζονται. δῆλος οὖν ἐξ ἀπάντων ὁ Πλάτων ἐστὶ τὴν Ἱπποκράτους ἀκριβῶς φυλάττων γνώμην ὑπὲρ τῆς γυμναστικῆς τέχνης ταύτης, ἧς τὸ τέλος ἐστὶν ἡ τῶν ἀθλητῶν εὐεξία· μέμφεται γὰρ αὐτὴν ὡς ἄχρηστον εἰς τὰς πολιτικὰς πράξεις ἁπάσας, ὅπερ ἑνὶ λόγῳ περιλαβὼν ἐκεῖνος ὡδί πως ἀπεφήνατο· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. ὅτι δὲ καὶ σφαλερὰ πρὸς ὑγίειαν ἡ μάλιστα || κατωρθωμένη διάθεσις αὐτῶν ἐστιν, ἐφ’ ἣν σπεύδουσι, καὶ ὡς καὶ τοῦτ’ ἐνίγνωσκον Ἱπποκράτης τε καὶ Πλάτων, εἴρηται μὲν καὶ δι’ ἄλλων.

Cap. XXXVII. Οὐ μὴν ἀλλ’ ἐπειδήπερ ἅπαξ κατέστην εἰπεῖν τι περὶ τῆς μοχθηρᾶς εὐεξίας τε καὶ γυμναστικῆς, ὑπομνησθήσομαι καὶ τούτων ὡς ἔνι μά λιστα διὰ βραχυτάτων. τῆς ὑγιείας ἐν συμμετρίᾳ τινὶ τεταγμένης ἀμετρίας ἐστὶ δημιουργὸς ἡ τοιαύτη γυμναστικὴ πολλὴν καὶ πυκνὴν αὔξουσα σάρκα καὶ πλῆθος αἵματος ὡς ἔνι μάλιστα γλισχροτάτου παρασκευάζουσα. βούλεται γὰρ οὐ τὴν ἰσχὺν αὐξῆσαι μόνον ἀλλὰ καὶ τὸν ὄγκον τε καὶ τὸ βάρος τοῦ σώματος, ὥστε καὶ ταύτῃ χειροῦσθαι τὸν ἀνταγωνιστήν. οὔκουν ἔτι χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἄχρηστός τε πρὸς τὰς κατὰ φύσιν ἐνεργείας ἐστὶ καὶ ἄλλως σφαλερά. ὅπερ γὰρ ἐν ἀπάσαις ταῖς ὄντως τέχναις ἀγώνισμά ἐστι μέγιστον εἰς ἄκρον ἀφικέσθαι τοῦ σκοποῦ, τοῦτ’ ἐν ταύτῃ μοχθηρότατόν ἐστιν, ὡς οὐ φυσικήν τινα διάθεσιν, ἀλλ’, || ὡς Ἱπποκράτης ἔλεγεν, οὐ φύσει

κατασκευαζούσῃ. τὰ μὲν γὰρ τῆς φύσεως ἀγαθὰ προϊόντα τε καὶ ἐπιδιδόντα καὶ αὐξανόμενα γίγνεται βελτίω, τὰ δ’ οὐ φύσει πάντα τοσούτῳ χαλεπώτερα ὅσῳ καὶ μείζω. ὅθεν ἄφωνοί τινες αὐτῶν ἐξαίφνης, ἕτεροι δ’ ἀναίσθητοι καὶ ἀκίνητοι καὶ τελέως ἀπόπληκτοι γίγνονται τοῦ παρὰ φύσιν ὄγκου τοῦδε καὶ τοῦ πλήθους ἀποσβέσαντός τε τὴν ἔμφυτον θερμασίαν ἐμφράξαντός τε τὰς διεξόδους τοῦ πνεύματος. ὅσοι δ’ ἂν αὐτῶν τὰ πρᾳότατα πάθωσιν, ἀγγεῖον ῥήξαντες ἐμοῦσιν ἢ πτύουσιν αἷμα. τοὺς μὲν δὴ τῆς τοιαύτης εὐεξίας δημιουργούς, ὧν ἐστι τὰ θαυμαστὰ ταυτὶ συγγράμματα νῦν ὑπὸ τῶν τὰ ὦτα κατεαγότων περιφερόμενα, τελέως ἤδη τοῦδε τοῦ γράμματος ἀποδιοπομπησόμεθα. γιγνώσκεις γὰρ δήπου καὶ σύ, Θρασύβουλε φίλτατε, μηδ’ ἀποκρίσεως αὐτοὺς ἀξιουμένους ὑπ’ ἐμοῦ. τί γὰρ ἂν καὶ πλέον εἴη τοῖς χθὲς μὲν καὶ πρώην πεπαυμένοις τοῦ παρὰ φύσιν ἐμπίπλασθαί τε καὶ κοιμᾶσθαι, τόλμης δ’ εἰς τοσοῦτον ἥκουσιν, ὥσθ’ ὑπὲρ ὧν οὐδ’ οἱ ἱκανῶς ἠσκηκότες ⟨τὴν⟩ ἀκολούθων || τε καὶ μαχομένων διάγνωσιν ἔχουσιν εὐπετῶς ἀποφήνασθαι, περὶ τούτων ἀναισχύντως διατείνεσθαι; τί μάθοιεν ἂν οὗτοι βαθὺ καὶ σοφὸν καὶ ἀκριβὲς ἀκούσαντες θεώρημα; θαυμαστὸν μέντ’ ἂν ἦν, εἰ τοῖς μὲν ἐκ παίδων ἀσκουμένοις ἐν τοῖς ἀρίστοις μαθήμασιν οὐχ ἅπασιν ὑπάρχει
κριταῖς ἀγαθοῖς εἶναι τῆς τοιαύτης θεωρίας, ὅσοι δ’ ἀσκοῦνται μέν, ὥστ’ ἐν ἄθλοις νικᾶν, ἀφυεῖς δ’ ὄντες κἀκεῖ στεφάνων μὲν ἠτύχησαν, ἐξαίφνης δ’ ἀνεφάνησαν γυμνασταί, τούτοις ἄρα μόνοις ὑπάρξει νοῦς περιττός. καὶ μὴν ἐγρήγορσις μᾶλλον καὶ φροντὶς οὐκ ἀμαθὴς ἢ ὕπνος ὀξὺν τὸν νοῦν ἀπεργάζονται καὶ τοῦτο πρὸς ἀπάντων σχεδὸν ἀνθρώπων ᾄδεται, διότι πάντων ἐστὶν ἀληθέστατον, ὡς γαστὴρ ἡ παχεῖα τὸν νοῦν οὐ τίκτει τὸν λεπτόν. ἴσως οὖν ἡ κόνις ἔτι μόνη σοφίαν αὐτοῖς ἐδωρήσατο. τὸν μὲν γὰρ πηλόν, ἐν ᾧ πολλάκις ἐκυλινδοῦντο, τίς ὑπολαμβάνει σοφίας εἶναι δημιουργὸν ὁρῶν γε καὶ τοὺς σῦς ἐν αὐτῷ διατρίβοντας; ἀλλ’ οὐδ’ ἐν τοῖς ἀποπάτοις εἰκός, ἐν || οἷς διημέρευον, ἀγχίνοιαν φύεσθαι. καὶ μὴν παρὰ ταῦτ’ οὐδὲν ἄλλο πρότερον ἔπραττον· ὅλον γὰρ ἑωρῶμεν αὐτῶν τὸν βίον ἐν ταύτῃ τῇ περιόδῳ συστρεφόμενον ἢ ἐσθιόντων ἢ πινόντων ἢ κοιμωμένων ἢ ἀποπατούντων ἢ κυλινδουμένων ἐν κόνει τε καὶ πηλῷ.