Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XXXIV. Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως γυμναστικήν, ἄλλην δ’ εὐεξίαν ἐπῃνέσαμεν ἀσφαλῆ θ’ ἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐνεργείας χρηστήν, ἧς ὗλαι ποιητικαί θ’ ἅμα καὶ φυλακτικαὶ δύο ἐστόν, ἥ θ’ ὑγιεινὴ προσαγορευομένη δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν
ὑλῶν κατὰ γένος, ὑφ’ ὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουργίας καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, ἡ μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρμάκων καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν δεῖται γυμνασίων, ὁ δ’ ὑγιαίνων ἀκριβῶς γυμνασίων μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε χειρουργίας προσδεῖται. ||Cap. XXXV. Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν ἡ γυμναστικὴ καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδίδαξεν Ἱπποκράτης, ὅσα τε χρὴ γιγνώσκειν ἀέρων τε πέρι καὶ χωρίων καὶ ὑδάτων καὶ ἀνέμων καὶ ὡρῶν, ὡσαύτως ἐδεσμάτων τε πέρι καὶ πομάτων καὶ ἐπιτηδευμάτων ἀκριβέστατα γράψας ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων ἡ δίαιτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπέρ τε καιροῦ καὶ ποσότητος καὶ ποιότητος οὐ γυμνασίων μόνον ἀλλὰ καὶ τρίψεως αὐταρκῶς διεξῆλθεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμπαν [μόριον] οὐχ ὑγιεινὴν τέχνην ἀλλὰ γυμναστικὴν προσαγορεύων, ὅτι τ’ ἐξαίρετον ἴδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν, ὡς ἂν μηδ’ ὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου δεῖσθαι. τὸ γὰρ ὑγιαῖνον ἀκριβῶς σῶμα ταῖς κατὰ φύσιν ὀρέξεσι χρώμενον οὔτ’ ἐν ταῖς ποιότησιν οὔτ’ ἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἕτερος. ἀλλ’ ὅτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς περὶ τὸ σῶμα τέχνης γυμναστικήν, ἑτέραν δὲ τὴν νῦν εὐδοκιμοῦσαν, || ἐκ τῶνδ’ ἂν μάλιστα μάθοις· ὑπογράψω γάρ
σοι τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐκ Γοργίου τόνδε τὸν τρόπον ἔχουσαν· δυοῖν ὄντοιν ⟨τοῖν〉 πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ’ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δ’ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ’ ἰατρικήν. ἐνταῦθα μὲν οὖν ὅτι τε μία τοῦ σώματός ἐστιν ἡ θεραπευτικὴ τέχνη δύο ἔχουσα τὰ πρῶτα μόρια, σαφῶς ἐδήλωσεν ὁ Πλάτων· ὅτι δὲ τῶν μὲν μορίων αὐτῆς ἐστιν ὀνόματα, τῆς δ’ ὅλης οὐκ ἔστιν ὅτι τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει καὶ ὡς ἡ εὐεξία τοῦτ’ ἔστιν, ἐκ τῶν τοιῶνδε φανερόν, ὧν ἕκαστα ἐν ταὐτῷ βιβλίῳ διῆλθε· Σῶμά που καλεῖς τι καὶ ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ’ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις, ὅτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἢ ἰατρός τε καὶ || τῶν γυμναστικῶν τις. ἔν τε τοῖς ἑξῆς ὅτι τε πρὸς τὸ βέλτιστον μὲν ἀποβλέπουσιν οἵδε, πρὸς δ’ αὖ τὸ ἥδιστον ὀψοποιός τε καὶ κομμωτής, αὐτός γε διεξέρχεται.