Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XXX. Ἀλλ’ ὅτι μὲν ἡ περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνη μία πάντως ἐστίν, ἔκ τε τῶν εἰρημένων ἔμπροσθεν αὐταρκῶς οἶμαι δεδεῖχθαι κἀκ τῶν ἑξῆς ῥηθησομένων οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν ὅ τί γε προσῆκεν ὀνομάζειν αὐτήν, ἤδη πω πέφανται· τάχα
γὰρ οὔτ’ ἰατρικὴν οὔτε γυμναστικὴν ἀλλ’ ἕτερόν τι. τάχα δ’ οὐκ ἔστιν ὅλως ὄνομα τῆς τέχνης ἐκείνης ὥσπερ οὐδ’ ἄλλων πολλῶν. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸ δ’ οὖν ἓν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῶν ἀγαθόν, ὅ τί περ ἂν ᾖ, καθάπερ καὶ τῶν ἄλλων ἀπασῶν οὐσιῶν, εἶναι δὲ καὶ τέχνην αὐτοῦ μίαν, εἴπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς εἶναί φημι καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν. μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης ἤδη σκοπώμεθα σύμπαντ’ αὐτῆς τὰ μόρια· πάντως γάρ που || κατοψόμεθα καὶ τὸ καλούμενον ὑγιεινὸν ἥντιν’ ἔχει τὴν δύναμιν. ἵνα δὲ κἀνταῦθα μεθόδῳ τινὶ ποιώμεθα τὴν τομήν, ἐπισκεψώμεθα τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης. ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεωρῆσαι τὸ τέλος αὐτῆς ἐστιν ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ δῆλον· ὅτι δ’ οὐδ’ ἐν αὐτῷ τῷ πράττειν τελευτᾷ καθάπερ ἡ ὀρχηστική, μηδέν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι δυναμένη, καὶ τοῦτ’ εὔδηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς ἤτοι τῶν ποιητικῶν ἢ τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλ’ οὐκ ἔστι τῶν κτητικῶν ὥσπερ ἡ ἀσπαλιευτική τε καὶ ἡ ἀγκιστρευτικὴ καὶ τὸ σύμπαν εἰπεῖν ἡ θηρευτική· χειροῦνται γὰρ αὗται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δ’ οὐδὲν [αὗται] πρότερον οὐκ ὄν. ἐκ λοιπῶν οὖν τῶν ποιητικῶν ἐστιν ἡ περὶ τὸ σῶμα τἀνθρώπου τέχνη. διττὸν δὲ καὶ τούτων ἐστὶ τὸ ἔργον· ἢ γὰρ ὅλον τι ποιοῦσι πρότερον || οὐκ ὂν ἢ κατὰ μέρος ἐπανορθοῦνται πεπονηκός. ἀλλ’ ἡ ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου σῶμα, κατὰ μέρη δ’ ἐπανορθοῦσθαι δύναται παραπλησίως τῇ τῶν ἱματίων ἀκεστικῇ καὶ οὐδ’ ἐνταῦθα πάντα τὸν αὐτὸν ἐκείνῃ τρόπον. ἡ γὰρ φύσις οὕτω γε καὶ ποιεῖ τὸ σῶμα καὶ αὖθις ἐπανορθοῦται κάμνον ὡς ἡ περὶ τὴν ἐσθῆτα τέχνη. ταύτης δ’ ὑπηρετική τίς ἐστιν ἡ νῦν ζητουμένη. συγχωρείσθω οὖν, ἵν’ ὁ λόγος προΐῃ, καλεῖν ἡμᾶς αὐτὴν ἐπανορθωτικήν. ἀλλ’ ἤτοι κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ἢ κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζέσθω, τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ αὐτοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις ἡ διαφορά· πᾶν γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλ’ ἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο τέμνεσθαι διαφοραῖς ἐπισήμοις τριχῶς. ἢ γὰρ τὸν ἄκρως τε καὶ τελέως ὑγιαίνοντα παραλαβὸν ἐν τούτῳ φυλάττει καὶ || τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικόν· ἕτερον δ’ ἀναθρεπτικὸν τῶν νενοσηκότων, ὃ δὴ καὶ καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως ὑγιεινόν· κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὀνομάζεται. ταῦτ’ οὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν εἰρημένα τὸ ἀναληπτικόν, τὸ ὑγιεινόν, τὸ εὐεκτικόν ἐστι μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς τέχνης, ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλόν τε καὶ ἧττον· μᾶλλον μὲν γὰρ κατὰ σμικρὰ τὸ εὐεκτικόν, ἧττον δ’ αὐτοῦ τὸ ὑγιεινόν, ἐκείνου δ’ ἧττον κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιεῖται τὸ ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ τμῆμα προστιθέασι, τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως προφυλακτικόν, ἀντίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ’, ὡς ἄμφω ταῦτ’ ἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὅλης τῆς τέχνης, λέγω δὲ τὸ κατὰ μεγάλα καὶ τὸ κατὰ σμικρά. τὸ μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον παντί, || τὸ δ’ εὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρά, καὶ τοῦτ’ εὔδηλον. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ προφυλακτικόν, ὡς μὲν πρὸς τὸ ὑγιεινὸν οὐ κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιούμενον, ὡς δὲ πρὸς τὸ θεραπευτικὸν οὐ κατὰ μεγάλα. καί μοι δοκοῦσιν οὐδ’ ὅσοι ταῦτ’ ἄμφω τὰ μόρια προσαγορεύουσιν οὐδέτερα, κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος.Cap. XXXI. Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δ’ ἐπὶ τῶν καθ’ ἕξιν, τὸ δ’ ἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφερώμεθα, τὸ δ’ ὑγιεινόν, τὸ δ’ εὐεκτικόν, ἐπὶ μὲν
τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ’ ἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀναμνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ’, ὡς οἶμαι, τοιόνδε, || πότερον ἰατρικῆς ἐστιν ἢ γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ’ ἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ ὅ τί ποτ’ ἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σαφῶς· ἢ γὰρ τὸ φυλακτικὸν ἅπαν ἢ τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, ὃ περὶ τὴν καθ’ ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ἡ ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ’ αὐτὸ μηκέτ’ ἀμφισβήτησιν ἔχειν, ἔστ’ ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθ’ ὑπάρχειν μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον || δὲ θάτερον, καὶ ταῦθ’ ὑπάρχειν ἄμφω τῇ φύσει πρώτως, συνεργάζεσθαι δ’ εἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορθωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια, θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δ’ αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικόν, τὸ δ’ εὐεκτικόν, τὸ δ’ ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτ’ οὖν τὸ σύμπαν φυλακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρ’ ἰατρικῆς ἢ γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, ὦ τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρικήν, εἰ δ’ οὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δ’ οὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δ’ ἕτερον γυμναστικήν· εἰ δὲ μηδ’ οὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμναστικήν. || εἰ γὰρ καθ’ ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθήσει σοι τὸ σύμπαν.