Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XXVIII. Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις ἀλλ’ εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ’ αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, ἑξῆς ἴδωμεν, || εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δ’ αὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δ’
ὡς ἐξ οὗ τὸ τέλος ἢ ἐν ᾧ. δῆλον οὖν, ὡς οὐδ’ ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, ᾗ μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπιστήμης ὑπάρχειν, ᾗ δ’ ὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, ᾗ δ’ εὐεκτικὸν ἢ εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς, οὐδ’ οὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει || διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώσκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ’ εἰ τοῖς θεωρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, ἃ γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης ὅσα μὲν ἂν ἢ αὐτὸ τὸ τέλος ἄντικρυς ἢ αὐτὸ τὸ βέλτιον ἢ τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δ’ οὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.Cap. XXIX. Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖς 〈διαλλάττουσιν〉. ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν
τεχνῶν. ἡ γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δ’ αὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. || ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχὴ καὶ ἡ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ’ οὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δ’ αὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι, μὴ προποθέσας ὑγιείας, οὔτ’ οἰκοδομικήν, εἰ μὴ κἀνταῦθα οἰκίας ὠρέχθη, οὔθ’ ὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δ’ ἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δ’ ἂν εἰς τόδε τὸ γράμμα πάντα μεταφέρων τὰ || δι’ ἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμ’ ἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό.