Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XXI. Καὶ μὴν ἡ κατὰ τὸ ποσὸν ἐν τοῖς γιγνομένοις διαφορὰ μιᾶς ἐστι τέχνης· εἰ δε γ’ ἄλλης ἔσεσθαι μέλλοι, πάντως χρὴ παραλλάξαι τῷ ποιῷ. εἰ δ’, ὅτι τοῦ μὲν ἔφθασεν ἐκρυῆναι πολλά, πρὶν ἀφικέσθαι τὸν τεχνίτην, ὁ δ’ ἕτερος ἀεὶ παρεδρεύοντος εὐτυχήσας αὑτῷ μεστὸς διαφυλάττεται, τούτου χάριν ἡγῇ διττὸν εἶναι τὸν τρόπον τῆς ἐπανορθώσεως, οὐκ ὀρθῶς ἔγνωκας· οὐ γὰρ ἄλλη μὲν τέχνη μίαν ἀντεισάγει κρόκην ἐκρυεῖσαν, ἄλλη || δὲ τρεῖς ἢ τέτταρας ἢ πεντακοσίας οὐδ’ ἄλλη μὲν τέχνη σμικρόν τι τοῦ τοίχου πονῆσαν ἐπανορθοῦται, μεῖζον δ’ αὐτοῦ πάθος ἑτέραν ἐπιζητεῖ τέχνην· καθόλου γὰρ ᾧ τρόπῳ γέγονεν ἕκαστον τῶν ὄντων, τούτῳ καὶ φθειρόμενον ἐπανορθοῦται. κρόκαι στήμοσι διαπλακεῖσαι ποιοῦσιν ἱμάτιον. ἆρ’ οὖν ἢ παθεῖν ἔξω τούτων ἱμάτιον ἢ

ἰαθῆναι δυνατόν; δεῖ δὴ πάντως, εἴ γε πάσχει τι πάθος, ἤτοι στήμονα παθεῖν ἢ κρόκην ἢ συναμφότερα ἴασίν τε μίαν εἶναι τῆς κρόκης ἀεὶ διαπλεκομένης τῷ στήμονι μιμήσει τῆς γενέσεως.

Cap. XXII. Ἀλλ’ αἱ κατὰ μέρος ἐνέργειαι τοὺς πολλοὺς ἐξαπατῶσιν οὐ δυναμένους θεάσασθαι τὸ καθόλου· μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν οὔτ’ ἔμαθον οὔτ’ ἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην, διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι. ὁ μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν μυρίων ἑαυτῷ γε πάντα καλῶς διαιρεῖσθαι δυνάμενος, || ὁ δ’ ἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον ἡμῖν εἰρήσθω πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγοντας τοῖς μαθηταῖς, οὔτε δ’ αὐτοὺς εἰδότας, ὅ ὅτι λέγουσιν, ἔστ’ ἂν ἀμαθεῖς θ’ ἅμα καὶ ἀγύμναστοι θεωρίας ὑπάρχωσι λογικῆς, ἐξαπατῶντάς τε τοὺς μαθητὰς ἀγνοίᾳ τοῦ κριτηρίου. καὶ γὰρ οὖν κἀνταῦθα πότερον ταῖς κατὰ μέρος ἐνεργείαις ἢ ταῖς καθόλου διακριτέον ἐστὶ τὰς τέχνας ἀπ’ ἀλλήλων, ἢ τοῦτο μὲν οὐχί, τοῖς σκοποῖς δὲ καὶ τοῖς τέλεσιν ἢ μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ τοῖς ὀργάνοις καὶ ταῖς ἀρχαῖς καὶ τῇ θεωρίᾳ, μηδ’ ὅλως σκεψάμενοι ληροῦσιν ὑπὲρ ὧν οὐκ

ἴσασιν. ἄμεινον οὖν ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδήπερ ἅπαξ ὑπέστημέν σοι τὸν ἆθλον τοῦτον ἐκτελέσαι, διελθεῖν τι καὶ περὶ τῶν ῥηθέντων ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.

Cap. XXIII. Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν, ἑτέρα || δὲ τῇδε μηδὲν ἐοικυῖα, δι’ ἧς ὑποχύματα παράγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτ’ ἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθ’ ἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης ἡ τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων ἡ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δ’ ὀφθαλμὸν ἢ ἄρθρον ἐμβαλεῖν ἢ καταπλάσαι τι μέρος ἢ καθετῆρι χρῆσθαι καλῶς ἢ σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται || δι’ αὐτῶν 〈τῶν χειρῶν⟩. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι

τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ’ ἀσιτία κλυστῆρι καὶ τρῖψις λουτρῷ. τούτων δ’ ἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν. οἷς ἅπασιν οὐδὲν ἔοικεν ἡ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας διάγνωσις, καίτοι δι’ ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ ἡ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν ἢ τῶν ὄγκων τῶν ὑδερικῶν ἢ γαγγλίων ἢ ἀθερωμάτων ἢ μελικηρίδων ἢ στεατωμάτων· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλ’ ἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν. ||

Cap. XXIV. Ἀλλ’ ἤδη κἀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι, πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐδεὶς γοῦν οὕτως ἠλίθιος οὐδ’ ἔμπληκτός ἐστιν, ὃς ἀφαιρήσεται μὲν τῆς ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθ’ ἑκάστην αὐτῶν ἐπιστήσει τέχνην ἤτοι κηλοτομικήν, ὡς νῦν ὀνομάζουσί τινες, ἢ λιθοτομικὴν ἢ παρακεντητικήν. εἰ γὰρ καὶ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτόμον εἶναί φασι, παρακεντητὴν δὲ τόνδε, λιθοτόμον δὲ τόνδε, πάντας γοῦν ἰατροὺς αὐτοὺς ὀνομάζουσιν,

ὥσπερ οἶμαι καὶ τοὺς ἀπὸ μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δ’ ἀπὸ τῆς ὕλης προσηγόρευσαν ἤτοι διαιτητικοὺς καὶ φαρμακευτικοὺς ἢ καὶ νὴ Δία βοτανικούς· εἰσὶ δ’ οἳ καὶ οἰνοδότας καὶ ἑλλεβοροδότας ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς θεάσασθαι ταῖς τοιαύταις ὕλαις χρωμένους. ἔχουσι γὰρ οἶμαι || λογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει καὶ γιγνώσκουσιν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ὡς ἔστι μέν τι καὶ ταὐτὸν ἐν ταῖς ἐνεργείαις, ἔστι δέ τι καὶ διαφέρον. οὗ μὲν οὖν ἕνεκα γίγνονται, ταὐτόν [ὑγεία παρὰ πᾶσιν ὁ σκοπός], ὁ τρόπος δ’ οὐχ εἷς ἀπασῶν, ἀλλ’ εἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν δή τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καθόλου σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτ’ εἰς εἴδη τε καὶ διαφορὰς τέμνων αὐτὴν αὖθις ἐκείνων τῶν τμημάτων ἕκαστον ὀνομάζει τέχνην, οὕτω καὶ αὐτὸς ἐθελήσειε διαιτητικήν τινα καὶ φαρμακευτικὴν καὶ χειρουργικὴν ὀνομάζειν τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γ’ οὐδὲν ἐγκαλεῖν. οὕτω δὲ κἂν εἰ τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἴς τε τὰ προσφερόμενα καὶ κενούμενα καὶ ποιούμενα καὶ ἔξωθεν προσπίπτοντα, καθ’ ἕκαστον αὐτῶν ἰδίαν τινὰ τέχνην ἐπιστήσειεν, οὐδ’ ἂν τούτῳ τι μεμψαίμην. οὐδὲ γὰρ
οὐδ’ εἰ πάλιν αὐτὰ ταῦτα κατατέμνοι πολυειδῶς ἄχρι τῶν κατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτόν, ὡς ἐν τοῖς || προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμάκων, ἄλλη δ’ ἐδεσμάτων, ἄλλη δὲ πομάτων, καὶ καθ’ ἕκαστον αὐτῶν ἐδέσματος τοῦδε καὶ τοῦδε καὶ πόματος τοῦδε καὶ τοῦδε καὶ φαρμάκου τοῦδε καὶ τοῦδε συγχωρήσαιμ’ ἂν ἰδίαν εἶναι λέγειν τὴν τέχνην· εἰ δ’ οἴεται ταύτας ἀλλήλων διαφέρειν τὰς τέχνας, ὡς ἀριθμητικήν, εἰ τύχοι, ῥητορικῆς ἢ ταύτην οἰκοδομικῆς τε καὶ τεκτονικῆς, οὐκ ἂν ἔτι συγχωρήσαιμι. ταύταις μὲν γὰρ οὐδείς ἐστι σκοπὸς κοινός, ἐκείναις δὲ ταῖς ὀλίγον ἔμπροσθεν εἰρημέναις εἷς κοινὸς ἁπάσαις πρόκειται σκοπός, ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορικῆς, μιᾶς οὔσης τέχνης, ἄλλην μέν τινα προοιμίου, διηγήσεως δ’ ἄλλην καὶ πίστεών γε καὶ τῶν καλουμένων ἐπιλόγων ἄλλην εἶναι συγχωρήσω τέχνην, εἴ μοι μόνον ἕν γε τοῦτο φυλάττοιτο, μιᾶς εἶναι τέχνης αὐτά, εἴτ’ εἴδη βούλει καλεῖν εἴτε μέρη, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἔχει κἀπὶ τῆς ἰατρικῆς· ἄλλην μέν τινα τέχνην ἐρῶ χειρουργικήν, ἄλλην δὲ διαιτητικήν, ἄλλην δὲ φαρμακευτικήν, εἰ τοῦθ’ ἕν μοι φυλάττοιτο μόνον, ὡς εἷς ταύταις ἁπάσαις σκοπός, δι’ ὃν ἀναγκάζονται μιᾶς || εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὗτος φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα τέχνην συντελεῖν. ἐκκόπτει τις ἢ ἀποκόπτει τὸ σεσηπός, ἄλλος δ’ ἀνατρέφει τε καὶ σαρκοῖ τὸ κοῖλον. ἐναντία μὲν οὕτως καὶ πάντη διαφέροντα
δόξει τὰ πράγμαθ’ ὑπάρχειν. αἵ τε γὰρ ἐνέργειαι διαφέρουσι πολὺ καὶ τὸ γιγνόμενον ὑπ’ αὐτῶν ἐναντίον. ὁ μὲν γὰρ [καὶ] τῶν ὄντων ἀφαιρεῖ τι, τῷ δ’ ἔργον γεννῆσαί τιν’ οὐσίαν οὐκ οὖσαν. ἀλλ’ οὐδετέρῳ γε τοῦτ’ αὐτὸ πρόκειται καθ’ αὐτό, τῷ μὲν ἐκκόψαι τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν οὐδ’ ἄλλο τῶν πάντων οὐδὲν αὐτὸ δι’ ἑαυτὸ μεταχειρίζεταί τις, ἀλλ’ ὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφ’ ἣν ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν ταῖς αὐταῖς ὁδοῖς χρώμενοι. διὰ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται, διὰ δὲ τὸ τῆς ἐνεργείας ἢ τῆς ὕλης ἢ τοῦ μορίου διάφορον ἤτοι χειρουργὸς ἢ φαρμακευτὴς ἢ ὀφθαλμικός, χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δ’ ἀπὸ τῆς ὕλης, ὀφθαλμικὸς δ’ ἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ || μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον αὐτούς τε τοὺς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δ’ ἀπὸ τῶν μορίων, οἱ δ’ ἀπὸ τῶν ὑλῶν ὠνομάσθησαν ὀφθαλμικοί τε καὶ χειρουργικοὶ καὶ φαρμακευταί, κοινῇ δ’ ἅπαντες ἀπὸ τοῦ τέλους ἰατροί. δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἅπασα τέχνη περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἔνθ’ ἕν τι καθ’ ἑκάστην αὐτῶν ἐστι τὸ πρῶτον ἀγαθόν. εἰ δ’, ὅτι καλῶς ἀναρράπτων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι, φαρμακεύει καί τις ἄριστος ὢν ἐν φαρμακείᾳ διαιτᾶν ὀρθῶς οὐκ ἐπίσταται καὶ τοῦτ’ ἄλλος ἠσκηκὼς οὐκ ἐγυμνάσατο
τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μόνον ἀλλὰ καὶ τριακοσίας οὕτω γε ποιήσομεν· ὁ μὲν γάρ τις καθετῆρι χρῆται καλῶς, ὁ δὲ κλυστῆρι, φλεβοτομεῖ δ’ ἄλλος, ἀρτηριοτομεῖ δ’ ἕτερος· εἶθ’ ὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν, οὕτως αὗ πάλιν ἅπασαι μία γενήσονται. καὶ μὴν ἑκατέρως || μοχθηρόν, ἢ διὰ τὴν ἀφυΐαν τῶν τεχνιτῶν εἰς πολλὰς κατακερματίζειν τὴν μίαν ἢ διὰ τὴν εὐφυΐαν εἰς μίαν ἀνάγειν τὰς πολλάς. ὁ μὲν γὰρ πρότερος λόγος οὔτε τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι τέχνην οὔτε τὴν ἀριθμητικὴν ἢ γεωμετρίαν ἢ μουσικὴν οὐδ’ ἄλλην τινὰ τῶν ἀξιολόγων, ἃς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων ἀδυνατοῦσιν ὅλας ἐκμανθάνειν· ὁ δὲ δεύτερος εἰς μίαν ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπος ἀριθμητικός θ’ ἅμα καὶ γραμματικὸς εἴη καὶ φιλόσοφος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας μόρια.

Cap. XXV. Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργαζομένων τὰς τέχνας ἀλλὰ τοῖς προκειμένοις σκοποῖς διαιρώμεθα μήτ’ εἰς τὰς κατὰ μέρος ἐνεργείας ἀποβλέπωμεν ἀλλ’ εἰς τὰς καθόλου. κοινὸν γὰρ ἕν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἑκάστῃ τῶν τεχνῶν εὑρήσεις τι· διὸ καίτοι πάμπολυ δοκοῦσαι διαφέρειν ὅμως οὐ κεκώλυνται μιᾶς εἶναι τεχνης μόρια. τὸ γοῦν ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλ’ ἐστὶν || ἢ κρόκας στήμοσι διαπλέκειν. ἆρ’ οὖν ἕτερόν τι τοῦδε τὸ ῥάπτειν ἐστίν; οὐδαμῶς, ἀλλὰ κἀν τούτῳ διαπλέκονται κρόκαι στήμοσιν.

ὡς εἴ γε καὶ κατ’ ἀρχὰς εὐθὺς ἐβούλετό τις ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθ’ ὃν νῦν ἠπῶνται τὰ ῥαγέντα τῶν ἱματίων ἢ καθ’ ὃν τοὺς ταλάρους ἢ τὰς σπυρίδας ἢ τὰ δίκτυα πλέκουσιν, ἐποίησε μὲν ἂν οὐδὲν ἧττον ἱμάτιον, ἀλλ’ ἐν χρόνῳ παμπόλλῳ. στοχαζόμενοι τοίνυν οὐχ ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον ἐξικέσθαι πρὸς αὐτὸ τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν ὑφαντικὴν οὐκ ἐν τῷ καθόλου τῶν εἰρημένων διαλλάττουσαν ἀλλ’ ἐν τῷ κατὰ μέρος. οὕτω δὲ κἀπὶ τῆς ἰατρικῆς ἀνάριθμα μὲν οὖν ὡς οὕτω φάναι τὰ κατὰ μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον κοινόν· ὅ τε γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν ὅ τε προστιθεὶς ὡς λεῖπον ἓν ἄμφω ποιοῦσι καθόλου τὴν κατὰ φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἥτις ἦν ὑγίεια· οὕτω δὲ καὶ ὁ θερμαίνων καὶ ὁ ψύχων καὶ ὁ ξηραίνων καὶ ὁ ὑγραίνων. ||

Cap. XXVI. Ὡς γάρ, εἰ καὶ κατ’ ἀρχὰς εὐθὺς οἷόν τ’ ἦν ἡμῖν γεννῆσαι ζῷον, οὐκ ἄλλῳ μὲν [οὖν] ἄν τινι λόγῳ τὴν γενεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δ’ ἂν ἐποιούμεθα τὴν ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον τούτων αὐτοὶ πρώτως ποιοῦμεν, ἀλλ’ ἡ φύσις ἐστὶν ἡ καὶ δημιουργοῦσα πρώτη τὸ ζῷον καὶ νῦν ἰωμένη νοσοῦν, οὐκ ἄλλῳ μὲν τρόπῳ σάρκα πρότερον ἐδημιούργησεν, ἄλλῳ δὲ νῦν, οὐδ’ ἄλλῳ μὲν τρόπῳ τὴν τροφὴν

ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπισπᾶται, ἀλλὰ καὶ ταῦθ’ ὁμοίως ἐργάζεται καὶ τρέφει καὶ διακρίνει καὶ ἀποκρίνει καὶ πάνθ’ ἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται νῦν τε καὶ τότε. ὅτι δ’ ὁ ἰατρὸς τῆς φύσεώς ἐστιν ὑπηρέτης [οὐδὲ πρώτη τέχνη τις ἐκείνης] καὶ ὅτι καλῶς εἴρηται φύσις ἐξαρκεῖ πάντα πᾶσιν, ἀλλὰ καὶ ὡς τὰς νόσους αὐτὴ κρίνει καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροί, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγὼ διέρχεσθαι; τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω μόνον, ὡς οὐκ ἄλλης μὲν τέχνης τὸ ποιεῖν, ἄλλης δ’ ἐπανορθοῦσθαι || τὸ πεπονθὸς ἀλλὰ τῆς αὐτῆς· εἰ δὲ καὶ μὴ τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρικὴν ἐδείξαμεν ἔμπροσθεν οὐχ ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν ὃ πρότερον οὐκ ἦν, ἀλλὰ τῇ τὰ πεπονηκότα τῶν ἱματίων ἐπανορθουμένῃ προσεοικυῖαν. ἐδείξαμεν δὲ καί, ὡς τὸ φυλάττειν ὁτιοῦν διττόν ἐστι καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗπέρ ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινόν, ἐπανορθοῦται κατὰ βραχὺ τὰ πονοῦντα καὶ ταύτῃ λανθάνει τοὺς πολλοὺς ὡς ἕτερον ὂν τῷ γένει τοῦ θεραπευτικοῦ.

Cap. XXVII. Τὸ δ’ οἴεσθαι τέλος εἶναί τινι τοῦτ’ αὐτὸ τὸ ποιεῖν οἰκίαν ἢ ἱμάτιον ἢ σκεῦος ἢ ὑγίειαν, ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ διακρῖναι τὴν πρὸ τοῦ τέλους ἐνέργειαν· οὐ γὰρ οἰκοδομεῖν

οἰκίαν αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, καθάπερ οὐδ’ ὑφαίνειν ἐσθῆτα καὶ ναῦν συμπήττειν καὶ σκίμποδα καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ αὐτὸ τὸ δημιουργηθέν, ὃ δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν ἔτι διαμένει. καὶ ταύτῃ γε διήνεγκαν αἱ ποιητικαὶ τέχναι || τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι παύσωνται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παρ’ αὐτὴν τὴν ἐνέργειαν, οἷον τῆς τεκτονικῆς τὸν σκίμποδα καὶ τῆς οἰκοδομικῆς τὴν οἰκίαν καὶ τῆς ἰατρικῆς τὴν ὑγίειαν. οὐκ οἰκοδόμησις οὖν, ὥσπερ ὄρχησις, ἐστὶ τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, τῆς ἐνεργείας ἕτερόν τι· κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς οὔθ’ ὕφανσις οὔθ’ ὑφαίνειν οὔτ’ ἐσθῆτος ποίησις ἢ γένεσις, ἀλλ’ ἐσθής. ὡσαύτως δ’ οὐδὲ ποίησις ἢ γένεσις ἢ ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς ἀλλὰ ταῦτα μὲν ἐνέργειά τις ἥ γε καθόλου τοῦ τεχνίτου, καθάπερ αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν καὶ κατατείνειν ἄρθρα καὶ κῶλα καὶ διαπλάττειν καὶ ἐπιδεῖν καὶ τούτων ἔτ’ ἀνωτέρω καὶ γενικώτεραι χειρουργεῖν καὶ φαρμακεύειν καὶ διαιτᾶν, ἀλλ’ ὑγίεια τὸ τέλος ἐστίν, ὃ καὶ παυσαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. οὐδ’ οὖν οὐδὲ τὸ φυλάττειν ὑγίειαν ἢ ἐπανορθοῦσθαι τέλος οὐδ’ ὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος δ’ || 〈ἡ〉 ὑγίεια. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει,
δηλοῦσι δ’ ἅπαντες ἓν καὶ ταὐτὸν ὅ θ’ ὑγιάζειν λέγων ὅ θ’ ὑγίειαν ποιεῖν ὅ τε ποίησιν ὑγιείας ὅ θ’ ὑγίανσιν. ἑτέρῳ δὲ τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν ὅ τε τὴν ἵασιν τῶν νοσημάτων εἰπὼν ἢ τὴν θεραπείαν ἢ τὴν θεράπευσιν τῶν νοσούντων ἢ τὸ ἰᾶσθαι νὴ Δί’ ἢ τὸ τὰς νόσους ἐκκόπτειν ἢ τὸ τὴν ὑγίειαν ἀντεισάγειν ὅ τε πάντα τὰ δέοντα πράττειν ὅ τε τὰς νοσοποιοὺς αἰτίας ἐξάγειν. οὐδεὶς γὰρ τούτων τὸ τέλος ἀλλὰ τὴν πρὸ τοῦ τέλους ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν ἡ τέχνη περὶ τὸ σῶμα παραπλησίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ.

Cap. XXVIII. Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις ἀλλ’ εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ’ αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, ἑξῆς ἴδωμεν, || εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δ’ αὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δ’

ὡς ἐξ οὗ τὸ τέλος ἢ ἐν ᾧ. δῆλον οὖν, ὡς οὐδ’ ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, ᾗ μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπιστήμης ὑπάρχειν, ᾗ δ’ ὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, ᾗ δ’ εὐεκτικὸν ἢ εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς, οὐδ’ οὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει || διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώσκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ’ εἰ τοῖς θεωρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, ἃ γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης ὅσα μὲν ἂν ἢ αὐτὸ τὸ τέλος ἄντικρυς ἢ αὐτὸ τὸ βέλτιον ἢ τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δ’ οὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.

Cap. XXIX. Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖς 〈διαλλάττουσιν〉. ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν

τεχνῶν. ἡ γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δ’ αὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. || ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχὴ καὶ ἡ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ’ οὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δ’ αὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι, μὴ προποθέσας ὑγιείας, οὔτ’ οἰκοδομικήν, εἰ μὴ κἀνταῦθα οἰκίας ὠρέχθη, οὔθ’ ὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δ’ ἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δ’ ἂν εἰς τόδε τὸ γράμμα πάντα μεταφέρων τὰ || δι’ ἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμ’ ἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό.

Cap. XXX. Ἀλλ’ ὅτι μὲν ἡ περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνη μία πάντως ἐστίν, ἔκ τε τῶν εἰρημένων ἔμπροσθεν αὐταρκῶς οἶμαι δεδεῖχθαι κἀκ τῶν ἑξῆς ῥηθησομένων οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν ὅ τί γε προσῆκεν ὀνομάζειν αὐτήν, ἤδη πω πέφανται· τάχα

γὰρ οὔτ’ ἰατρικὴν οὔτε γυμναστικὴν ἀλλ’ ἕτερόν τι. τάχα δ’ οὐκ ἔστιν ὅλως ὄνομα τῆς τέχνης ἐκείνης ὥσπερ οὐδ’ ἄλλων πολλῶν. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸ δ’ οὖν ἓν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῶν ἀγαθόν, ὅ τί περ ἂν ᾖ, καθάπερ καὶ τῶν ἄλλων ἀπασῶν οὐσιῶν, εἶναι δὲ καὶ τέχνην αὐτοῦ μίαν, εἴπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς εἶναί φημι καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν. μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης ἤδη σκοπώμεθα σύμπαντ’ αὐτῆς τὰ μόρια· πάντως γάρ που || κατοψόμεθα καὶ τὸ καλούμενον ὑγιεινὸν ἥντιν’ ἔχει τὴν δύναμιν. ἵνα δὲ κἀνταῦθα μεθόδῳ τινὶ ποιώμεθα τὴν τομήν, ἐπισκεψώμεθα τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης. ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεωρῆσαι τὸ τέλος αὐτῆς ἐστιν ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ δῆλον· ὅτι δ’ οὐδ’ ἐν αὐτῷ τῷ πράττειν τελευτᾷ καθάπερ ἡ ὀρχηστική, μηδέν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι δυναμένη, καὶ τοῦτ’ εὔδηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς ἤτοι τῶν ποιητικῶν ἢ τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλ’ οὐκ ἔστι τῶν κτητικῶν ὥσπερ ἡ ἀσπαλιευτική τε καὶ ἡ ἀγκιστρευτικὴ καὶ τὸ σύμπαν εἰπεῖν ἡ θηρευτική· χειροῦνται γὰρ αὗται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δ’ οὐδὲν [αὗται] πρότερον οὐκ ὄν. ἐκ λοιπῶν οὖν τῶν ποιητικῶν ἐστιν ἡ περὶ τὸ σῶμα τἀνθρώπου τέχνη.
διττὸν δὲ καὶ τούτων ἐστὶ τὸ ἔργον· ἢ γὰρ ὅλον τι ποιοῦσι πρότερον || οὐκ ὂν ἢ κατὰ μέρος ἐπανορθοῦνται πεπονηκός. ἀλλ’ ἡ ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου σῶμα, κατὰ μέρη δ’ ἐπανορθοῦσθαι δύναται παραπλησίως τῇ τῶν ἱματίων ἀκεστικῇ καὶ οὐδ’ ἐνταῦθα πάντα τὸν αὐτὸν ἐκείνῃ τρόπον. ἡ γὰρ φύσις οὕτω γε καὶ ποιεῖ τὸ σῶμα καὶ αὖθις ἐπανορθοῦται κάμνον ὡς ἡ περὶ τὴν ἐσθῆτα τέχνη. ταύτης δ’ ὑπηρετική τίς ἐστιν ἡ νῦν ζητουμένη. συγχωρείσθω οὖν, ἵν’ ὁ λόγος προΐῃ, καλεῖν ἡμᾶς αὐτὴν ἐπανορθωτικήν. ἀλλ’ ἤτοι κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ἢ κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζέσθω, τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ αὐτοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις ἡ διαφορά· πᾶν γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλ’ ἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο τέμνεσθαι διαφοραῖς ἐπισήμοις τριχῶς. ἢ γὰρ τὸν ἄκρως τε καὶ τελέως ὑγιαίνοντα παραλαβὸν ἐν τούτῳ φυλάττει καὶ || τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικόν· ἕτερον δ’ ἀναθρεπτικὸν τῶν νενοσηκότων, ὃ δὴ καὶ καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως ὑγιεινόν· κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὀνομάζεται. ταῦτ’ οὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν εἰρημένα τὸ ἀναληπτικόν, τὸ ὑγιεινόν, τὸ εὐεκτικόν ἐστι μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς
τέχνης, ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλόν τε καὶ ἧττον· μᾶλλον μὲν γὰρ κατὰ σμικρὰ τὸ εὐεκτικόν, ἧττον δ’ αὐτοῦ τὸ ὑγιεινόν, ἐκείνου δ’ ἧττον κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιεῖται τὸ ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ τμῆμα προστιθέασι, τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως προφυλακτικόν, ἀντίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ’, ὡς ἄμφω ταῦτ’ ἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὅλης τῆς τέχνης, λέγω δὲ τὸ κατὰ μεγάλα καὶ τὸ κατὰ σμικρά. τὸ μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον παντί, || τὸ δ’ εὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρά, καὶ τοῦτ’ εὔδηλον. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ προφυλακτικόν, ὡς μὲν πρὸς τὸ ὑγιεινὸν οὐ κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιούμενον, ὡς δὲ πρὸς τὸ θεραπευτικὸν οὐ κατὰ μεγάλα. καί μοι δοκοῦσιν οὐδ’ ὅσοι ταῦτ’ ἄμφω τὰ μόρια προσαγορεύουσιν οὐδέτερα, κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος.

Cap. XXXI. Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δ’ ἐπὶ τῶν καθ’ ἕξιν, τὸ δ’ ἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφερώμεθα, τὸ δ’ ὑγιεινόν, τὸ δ’ εὐεκτικόν, ἐπὶ μὲν

τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ’ ἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀναμνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ’, ὡς οἶμαι, τοιόνδε, || πότερον ἰατρικῆς ἐστιν ἢ γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ’ ἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ ὅ τί ποτ’ ἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σαφῶς· ἢ γὰρ τὸ φυλακτικὸν ἅπαν ἢ τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, ὃ περὶ τὴν καθ’ ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ἡ ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ’ αὐτὸ μηκέτ’ ἀμφισβήτησιν ἔχειν, ἔστ’ ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθ’ ὑπάρχειν μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον || δὲ θάτερον, καὶ ταῦθ’ ὑπάρχειν ἄμφω τῇ φύσει πρώτως, συνεργάζεσθαι δ’ εἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορθωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια, θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν
δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δ’ αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικόν, τὸ δ’ εὐεκτικόν, τὸ δ’ ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτ’ οὖν τὸ σύμπαν φυλακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρ’ ἰατρικῆς ἢ γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, ὦ τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρικήν, εἰ δ’ οὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δ’ οὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δ’ ἕτερον γυμναστικήν· εἰ δὲ μηδ’ οὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμναστικήν. || εἰ γὰρ καθ’ ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθήσει σοι τὸ σύμπαν.

Cap. XXXII. Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλ’ οὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλ’ ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, ὦ οὗτος, ὡς οὐκέτι περὶ πραγμάτων ἡ σκέψις, ἀλλ’ ἐξήγησιν ὀνομάτων μοι προβέβληκας, οὐδὲ τοῦτ’ ἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἀπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλ’ εἴτ’ ἐκ τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν

Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθ’ οὗ τὸ ὄνομα λέγουσιν, εἴτ’ ἐκ τῆς τῶν Περσῶν ἢ Ἰνδῶν ἢ Ἀράβων ἢ Αἰθιόπων ἢ ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ’ αὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δ’ οἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα καὶ τούτους ἐγὼ || πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ’ ἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δ’ ἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δ’ εἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γ’ ἔφην τὴν ὑφ’ ἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δ’ ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διάλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθ’ ὁμολογοῦντες, ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ’ οὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν ἢ παρ’ αὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμπλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματ’ αὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα καὶ τοῦθ’ ὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δ’ ἐπ’ αὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδ’ οὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιν — τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν || ἢ γραμματικῆς
ἐμπειρίας — ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δ’ ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ γε καὶ τῶν Αἰολικῶν. ἀλλ’ ἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον ἢ γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ’ αὗ γιγνώσκειν τὰ πλείω ἢ ἀγνοεῖν ὁμολογήσαιμ’ ἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν·
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν.
ἑτέρωθι δέ φησι·
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά· ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας.

Cap. XXXIII. Εἰ δ’ ἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως ὑπῆρχε τὸ διαιτητικὸν ἐν τοῖς καθ’ Ὅμηρον χρόνοις, ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, ὁ δ’ ἐμοῦ πρεσβύτερος θ’ ἄμα καὶ τὰ τῶν Ἑλλήνων πράγματα πι θανώτερος ἐπίστασθαι Πλάτων ὁ φιλόσοφος οὐ πάνυ τι χρῆσθαί φησι τοὺς παλαιοὺς || Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλ’ ὅτι γε τῆς ἰατρικῆς ἐστι μέρη ταῦτα τὰ τρία καὶ ὡς ἡ τὰ παρὰ φύσιν ἔχοντα σώματα θεραπεύουσα τέχνη πρὸς ἁπάντων Ἑλλήνων

ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει. γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθ’ Ὅμηρον οὐδὲ καλεῖταί τις ὅλως γυμναστής, ὥσπερ ἰατρός, ὅπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ὄνομα οὐ πολλάκις εὑρεῖν ἔστι, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον ἢ γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἔμπροσθεν τῶν Πλάτωνος χρόνων ἡ τέχνη τῶν γυμναστῶν, ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι μὲν γὰρ εἷς ἀνὴρ ἐργάτης τῶν κατὰ φύσιν ἔργων ἀληθῶς εὐεκτικὸς εἰς ἀγῶνα καταβαίνων οὐ πάλην μόνον ἀλλὰ καὶ δρόμον ἠγωνίζετο καί τις ἐνίκα πολλάκις εἷς ἄμφω τε ταῦτα καὶ ἀκοντίζων καὶ τοξεύων καὶ δισκοβολῶν καὶ ἅρματος ἐπιστατῶν, ὕστερον δὲ διεκρίθη καὶ οἷόνπερ ἕνα πεποίηκεν Ὅμηρος Ἐπειὸν εἰς μὲν πάντα τὰ κατὰ φύσιν ἔργα πάντων ὕστατον, ἀγαθὸν δὲ πυγμήν, ἧς || ἐν ἄθλοις μόνοις ἡ χρεία, τοιοῦτοι πάντες ἐγένοντο, μήτ’ ἀρόσαι μήτε σκάψαι μήθ’ ὁδὸν ἀνύσαι μηδ’ ἄλλο μηδὲν εἰρηναῖον ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.

Cap. XXXIV. Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως γυμναστικήν, ἄλλην δ’ εὐεξίαν ἐπῃνέσαμεν ἀσφαλῆ θ’ ἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐνεργείας χρηστήν, ἧς ὗλαι ποιητικαί θ’ ἅμα καὶ φυλακτικαὶ δύο ἐστόν, ἥ θ’ ὑγιεινὴ προσαγορευομένη δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν

ὑλῶν κατὰ γένος, ὑφ’ ὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουργίας καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, ἡ μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρμάκων καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν δεῖται γυμνασίων, ὁ δ’ ὑγιαίνων ἀκριβῶς γυμνασίων μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε χειρουργίας προσδεῖται. ||

Cap. XXXV. Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν ἡ γυμναστικὴ καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδίδαξεν Ἱπποκράτης, ὅσα τε χρὴ γιγνώσκειν ἀέρων τε πέρι καὶ χωρίων καὶ ὑδάτων καὶ ἀνέμων καὶ ὡρῶν, ὡσαύτως ἐδεσμάτων τε πέρι καὶ πομάτων καὶ ἐπιτηδευμάτων ἀκριβέστατα γράψας ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων ἡ δίαιτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπέρ τε καιροῦ καὶ ποσότητος καὶ ποιότητος οὐ γυμνασίων μόνον ἀλλὰ καὶ τρίψεως αὐταρκῶς διεξῆλθεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμπαν [μόριον] οὐχ ὑγιεινὴν τέχνην ἀλλὰ γυμναστικὴν προσαγορεύων, ὅτι τ’ ἐξαίρετον ἴδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν, ὡς ἂν μηδ’ ὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου δεῖσθαι. τὸ γὰρ ὑγιαῖνον ἀκριβῶς σῶμα ταῖς κατὰ φύσιν ὀρέξεσι χρώμενον οὔτ’ ἐν ταῖς ποιότησιν οὔτ’ ἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἕτερος. ἀλλ’ ὅτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς περὶ τὸ σῶμα τέχνης γυμναστικήν, ἑτέραν δὲ τὴν νῦν εὐδοκιμοῦσαν, || ἐκ τῶνδ’ ἂν μάλιστα μάθοις· ὑπογράψω γάρ

σοι τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐκ Γοργίου τόνδε τὸν τρόπον ἔχουσαν· δυοῖν ὄντοιν ⟨τοῖν〉 πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ’ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δ’ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ’ ἰατρικήν. ἐνταῦθα μὲν οὖν ὅτι τε μία τοῦ σώματός ἐστιν ἡ θεραπευτικὴ τέχνη δύο ἔχουσα τὰ πρῶτα μόρια, σαφῶς ἐδήλωσεν ὁ Πλάτων· ὅτι δὲ τῶν μὲν μορίων αὐτῆς ἐστιν ὀνόματα, τῆς δ’ ὅλης οὐκ ἔστιν ὅτι τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει καὶ ὡς ἡ εὐεξία τοῦτ’ ἔστιν, ἐκ τῶν τοιῶνδε φανερόν, ὧν ἕκαστα ἐν ταὐτῷ βιβλίῳ διῆλθε· Σῶμά που καλεῖς τι καὶ ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ’ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις, ὅτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἢ ἰατρός τε καὶ || τῶν γυμναστικῶν τις. ἔν τε τοῖς ἑξῆς ὅτι τε πρὸς τὸ βέλτιστον μὲν ἀποβλέπουσιν οἵδε, πρὸς δ’ αὖ τὸ ἥδιστον ὀψοποιός τε καὶ κομμωτής, αὐτός γε διεξέρχεται.

Cap. XXXVI. Τὴν μὲν τῶν τοὺς ἀθλητὰς γυμναζόντων γυμναστικήν, ὑποδυομένην μὲν ὀνόματι σεμνῷ, κακοτεχνίαν δ’ οὖσαν, οὔπω μὲν εἰς τοσοῦτον ἀποκεχωρηκυῖαν

τοῦ κατὰ φύσιν, εἰς ὅσον αὐτὴν νῦν προήχασιν, ἤδη δ’ ἀρχομένην οὐ πρὸς τὸ βέλτιον ἀποβλέπειν, [ἀλλ’ ἁπλῶς] ὡς ἰσχὺν τῶν ἀντιπάλων καταβλητικὴν ἐν τῷ τρίτῳ τῆς Πολιτείας ἐμέμψατο λέγων ὡδί· ναὶ μὰ τὸν Δία, ᾗ δ’ ὅς, σχεδόν γέ τι πάντων μάλιστα ἥ γε περαιτέρω γυμναστικῆς ἡ περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ πρὸς ἑδραίους ἐν πόλει ἀρχὰς δύσκολος. τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους || ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντη ἐμπόδιος· κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματος. ἔτι δὲ σαφέστερον ἐν τοῖς ἑξῆς, ὡς οὐκ ἰσχὺν καταβλητικὴν οἴεται τέλος εἶναι τῆς γυμναστικῆς, ἀλλὰ τὴν πρὸς τὰς κατὰ φύσιν ἐνεργείας χρείαν, ἐνεδείξατο λέγων ὡδί. αὐτὰ μὴν τὰ γυμνάσια καὶ τοὺς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων κἀκεῖν’ ἐπεγείρων πονήσει μᾶλλον ἢ πρὸς ἰσχύν, οὐχ ὥσπερ οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα
σιτία καὶ πόνους μεταχειρίζονται. δῆλος οὖν ἐξ ἀπάντων ὁ Πλάτων ἐστὶ τὴν Ἱπποκράτους ἀκριβῶς φυλάττων γνώμην ὑπὲρ τῆς γυμναστικῆς τέχνης ταύτης, ἧς τὸ τέλος ἐστὶν ἡ τῶν ἀθλητῶν εὐεξία· μέμφεται γὰρ αὐτὴν ὡς ἄχρηστον εἰς τὰς πολιτικὰς πράξεις ἁπάσας, ὅπερ ἑνὶ λόγῳ περιλαβὼν ἐκεῖνος ὡδί πως ἀπεφήνατο· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. ὅτι δὲ καὶ σφαλερὰ πρὸς ὑγίειαν ἡ μάλιστα || κατωρθωμένη διάθεσις αὐτῶν ἐστιν, ἐφ’ ἣν σπεύδουσι, καὶ ὡς καὶ τοῦτ’ ἐνίγνωσκον Ἱπποκράτης τε καὶ Πλάτων, εἴρηται μὲν καὶ δι’ ἄλλων.

Cap. XXXVII. Οὐ μὴν ἀλλ’ ἐπειδήπερ ἅπαξ κατέστην εἰπεῖν τι περὶ τῆς μοχθηρᾶς εὐεξίας τε καὶ γυμναστικῆς, ὑπομνησθήσομαι καὶ τούτων ὡς ἔνι μά λιστα διὰ βραχυτάτων. τῆς ὑγιείας ἐν συμμετρίᾳ τινὶ τεταγμένης ἀμετρίας ἐστὶ δημιουργὸς ἡ τοιαύτη γυμναστικὴ πολλὴν καὶ πυκνὴν αὔξουσα σάρκα καὶ πλῆθος αἵματος ὡς ἔνι μάλιστα γλισχροτάτου παρασκευάζουσα. βούλεται γὰρ οὐ τὴν ἰσχὺν αὐξῆσαι μόνον ἀλλὰ καὶ τὸν ὄγκον τε καὶ τὸ βάρος τοῦ σώματος, ὥστε καὶ ταύτῃ χειροῦσθαι τὸν ἀνταγωνιστήν. οὔκουν ἔτι χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἄχρηστός τε πρὸς τὰς κατὰ φύσιν ἐνεργείας ἐστὶ καὶ ἄλλως σφαλερά. ὅπερ γὰρ ἐν ἀπάσαις ταῖς ὄντως τέχναις ἀγώνισμά ἐστι μέγιστον εἰς ἄκρον ἀφικέσθαι τοῦ σκοποῦ, τοῦτ’ ἐν ταύτῃ μοχθηρότατόν ἐστιν, ὡς οὐ φυσικήν τινα διάθεσιν, ἀλλ’, || ὡς Ἱπποκράτης ἔλεγεν, οὐ φύσει

κατασκευαζούσῃ. τὰ μὲν γὰρ τῆς φύσεως ἀγαθὰ προϊόντα τε καὶ ἐπιδιδόντα καὶ αὐξανόμενα γίγνεται βελτίω, τὰ δ’ οὐ φύσει πάντα τοσούτῳ χαλεπώτερα ὅσῳ καὶ μείζω. ὅθεν ἄφωνοί τινες αὐτῶν ἐξαίφνης, ἕτεροι δ’ ἀναίσθητοι καὶ ἀκίνητοι καὶ τελέως ἀπόπληκτοι γίγνονται τοῦ παρὰ φύσιν ὄγκου τοῦδε καὶ τοῦ πλήθους ἀποσβέσαντός τε τὴν ἔμφυτον θερμασίαν ἐμφράξαντός τε τὰς διεξόδους τοῦ πνεύματος. ὅσοι δ’ ἂν αὐτῶν τὰ πρᾳότατα πάθωσιν, ἀγγεῖον ῥήξαντες ἐμοῦσιν ἢ πτύουσιν αἷμα. τοὺς μὲν δὴ τῆς τοιαύτης εὐεξίας δημιουργούς, ὧν ἐστι τὰ θαυμαστὰ ταυτὶ συγγράμματα νῦν ὑπὸ τῶν τὰ ὦτα κατεαγότων περιφερόμενα, τελέως ἤδη τοῦδε τοῦ γράμματος ἀποδιοπομπησόμεθα. γιγνώσκεις γὰρ δήπου καὶ σύ, Θρασύβουλε φίλτατε, μηδ’ ἀποκρίσεως αὐτοὺς ἀξιουμένους ὑπ’ ἐμοῦ. τί γὰρ ἂν καὶ πλέον εἴη τοῖς χθὲς μὲν καὶ πρώην πεπαυμένοις τοῦ παρὰ φύσιν ἐμπίπλασθαί τε καὶ κοιμᾶσθαι, τόλμης δ’ εἰς τοσοῦτον ἥκουσιν, ὥσθ’ ὑπὲρ ὧν οὐδ’ οἱ ἱκανῶς ἠσκηκότες ⟨τὴν⟩ ἀκολούθων || τε καὶ μαχομένων διάγνωσιν ἔχουσιν εὐπετῶς ἀποφήνασθαι, περὶ τούτων ἀναισχύντως διατείνεσθαι; τί μάθοιεν ἂν οὗτοι βαθὺ καὶ σοφὸν καὶ ἀκριβὲς ἀκούσαντες θεώρημα; θαυμαστὸν μέντ’ ἂν ἦν, εἰ τοῖς μὲν ἐκ παίδων ἀσκουμένοις ἐν τοῖς ἀρίστοις μαθήμασιν οὐχ ἅπασιν ὑπάρχει
κριταῖς ἀγαθοῖς εἶναι τῆς τοιαύτης θεωρίας, ὅσοι δ’ ἀσκοῦνται μέν, ὥστ’ ἐν ἄθλοις νικᾶν, ἀφυεῖς δ’ ὄντες κἀκεῖ στεφάνων μὲν ἠτύχησαν, ἐξαίφνης δ’ ἀνεφάνησαν γυμνασταί, τούτοις ἄρα μόνοις ὑπάρξει νοῦς περιττός. καὶ μὴν ἐγρήγορσις μᾶλλον καὶ φροντὶς οὐκ ἀμαθὴς ἢ ὕπνος ὀξὺν τὸν νοῦν ἀπεργάζονται καὶ τοῦτο πρὸς ἀπάντων σχεδὸν ἀνθρώπων ᾄδεται, διότι πάντων ἐστὶν ἀληθέστατον, ὡς γαστὴρ ἡ παχεῖα τὸν νοῦν οὐ τίκτει τὸν λεπτόν. ἴσως οὖν ἡ κόνις ἔτι μόνη σοφίαν αὐτοῖς ἐδωρήσατο. τὸν μὲν γὰρ πηλόν, ἐν ᾧ πολλάκις ἐκυλινδοῦντο, τίς ὑπολαμβάνει σοφίας εἶναι δημιουργὸν ὁρῶν γε καὶ τοὺς σῦς ἐν αὐτῷ διατρίβοντας; ἀλλ’ οὐδ’ ἐν τοῖς ἀποπάτοις εἰκός, ἐν || οἷς διημέρευον, ἀγχίνοιαν φύεσθαι. καὶ μὴν παρὰ ταῦτ’ οὐδὲν ἄλλο πρότερον ἔπραττον· ὅλον γὰρ ἑωρῶμεν αὐτῶν τὸν βίον ἐν ταύτῃ τῇ περιόδῳ συστρεφόμενον ἢ ἐσθιόντων ἢ πινόντων ἢ κοιμωμένων ἢ ἀποπατούντων ἢ κυλινδουμένων ἐν κόνει τε καὶ πηλῷ.

Cap. XXXVIII. Τούτους οὖν ἀποπέμψαντες γὰρ οὐ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψόμενοι — τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν, Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τ’ ἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον. ἤκουσας δήπου ἀρτίως Πλάτωνος λέγοντος, ὡς οὐδέν ἐστιν ἴδιον ὄνομα. μὴ τοίνυν ζήτει ἕν ὄνομα κατὰ πάσης τῆς περὶ

τὸ σῶμα τέχνης, οὐ γὰρ εὑρήσεις· ἀλλ’ εἴπερ ποτὲ κατασταίης ὑπὲρ αὐτῆς εἰπεῖν, ἀρκείτω σοι Πλάτωνα μιμησαμένῳ διελθεῖν, ὡς μιᾶς οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δ’ ἰατρικήν, ὑγιαινόντων μὲν δηλονότι τὴν γυμναστικήν, || νοσούντων δὲ τὴν ἰατρικήν. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι πάντες ἄνδρες, ὧν, εἰ βούλει, μνημονεύσωμεν ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν, ὅστις δέδωκεν αὑτὸν εἰς τὴν [περὶ] τῶν ὑγιεινῶν πραγματείαν. εἶτ’ ἐφεξῆς· αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν. εἶτ’ αὖθις ἔτι προελθών· εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, δι’ ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται, καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προϋπάρχουσιν ἥξει, τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν. εἶτ’ ἐφεξῆς· τὸ λέγειν περὶ τούτων ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει. φαίνεται γὰρ οὗτος οὐ μόνον ὑγιεινήν τιν’ ὀνομάζων τέχνην ὁμοίως τοῖς ἄλλοις ἅπασιν, ἀλλὰ || καὶ τὸν τεχνίτην αὐτῆς ὑγιεινόν, ὥσπερ οἶμαι καὶ τὸν τῆς ἰατρικῆς ἰατρόν, ἵνα τῆς περὶ τὸ σῶμα θεραπευτικῆς
τέχνης, ἧς οὐδὲν ἦν ὄνομα τοῖς Ἕλλησιν ἴδιον, εἰς δύο τὰ πρῶτα τμηθείσης, ὥσπερ αὐτὰς τὰς τέχνας ἰατρικήν τε καὶ ὑγιεινήν, οὕτω καὶ τοὺς τεχνίτας αὐτῶν ὀνομάζωμεν ὑγιεινόν τε καὶ ἰατρόν· ὡσαύτως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἐχρήσαντο τοῖς ὀνόμασιν.

Cap. XXXIX. Ἀλλ’, ὡς ἔοικεν, οὔπω κατὰ Πλάτωνα σύνηθες ἦν τοῖς Ἕλλησιν οὔθ’ ὑγιεινὴν τὴν τέχνην οὔτε τὸν ἐπιστήμονα καλεῖν ὑγιεινόν· οὐδὲ γὰρ οὐδὲ τὸ τοῦ Ἱπποκράτους ὑγιεινὸν ὑγιεινόν, ἀλλὰ τὸ μεν τι περὶ διαίτης ἐπιγέγραπται, τὸ δέ τι περὶ ὑδάτων τε καὶ ἀέρων καὶ τόπων. τάχα δ’, ὡς ἔφην, οὐδὲ χρείαν εἶναι διαίτης ὁ Πλάτων ἐνόμιζε τοῖς ὑγιαίνουσιν, ἀλλ’ ἀρκεῖν μόνην γυμναστικήν. οὐδὲ γὰρ τὸ ἀναληπτικὸν μόριον ἢ τὸ προφυλακτικὸν ἴσως ἡγεῖται προσήκειν τῇ γυμναστικῇ· μέσα γάρ, ὡς ἔφην, αὐτὰ τεταγμένα δυνατόν ἐστιν, ὁποτέρῳ τις βούλεται, προσνέμειν. ἀλλ’ εἰ καὶ ταῦτά τις τοῖς ἰατροῖς ἐπιτρέψειεν, || ὀλίγον ἐστὶ τὸ ὑγιεινὸν ἀέρων τε πέρι καὶ ὑδάτων καὶ χωρίων καὶ γυμνασίων καὶ σιτίων ἐπισκοπούμενον· καίτοι γ’ οὐδὲ περὶ σιτίων ἁπάντων, ἀλλ’ ὅσα τοῖς ὑγιαίνουσιν ἁρμόττει μόνον. τάχα δ’, ἐπειδὴ καὶ τὰ τῶν ἀέρων τε καὶ χωρίων καὶ ὑδάτων ἔφθανεν ἤδη γιγνώσκεσθαι τοῖς ἰατροῖς, ὡς ἂν καὶ πρώτου τοῦ θεραπευτικοῦ μορίου συστάντος, οὐδὲν ἔτι προσεπιμαθεῖν αὐτῶν ἐνέλιπεν εἰς τὸ μὴ μόνον ἰατροῖς ἀλλὰ καὶ ὑγιεινοῖς γενέσθαι πλὴν τῆς περὶ τὰ γυμνάσια

τέχνης. οὔκουν οὐδ’ ἀπεικὸς οὐδ’ ἀπὸ μοριου τοῦ προσαγορευθέντος ὀνομασθῆναι τὸ σύμπαν. ἀλλὰ τοῦτο μὲν ὑπὲρ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος σκοπεῖσθαι.

Cap. XL. Καὶ εἴ τις, ὅπερ καὶ πρόσθεν εἶπον, αὐτὸ δὴ τοῦτο γιγνώσκων, ὅτι μὴ [καὶ] περὶ πράγματος ὁ λόγος ἀλλ’ ὀνόματός ἐστιν, ἐμὲ κελεύσειεν ἀποφαίνεσθαί τι καὶ περὶ τοῦδε, βέλτιον ὀνομάζειν ἐρῶ τοὺς δύο τὰ πρῶτα μόρια φάσκοντας τῆς ὅλης τέχνης ὑγιεινόν τε καὶ θεραπευτικόν, εἴ γ’ ἐν ταῖς μεθόδοις ταῖς διαιρετικαῖς ἐμάθομεν || ἀντιδιαιρεῖν ἀλλήλοις ὁμογενῆ πράγματα. τῷ γάρ, εἰ τύχοι, τῶν ζῴων εἰπόντι τὰ μὲν ἐναέρια, τὰ δ’ ἔνυδρα προσθεῖναι τούτοις τὰ λογικὰ προφανῶς ἄτοπον. ἡ μὲν γὰρ προτέρα διαίρεσις ἔμπυρά τε καὶ ἔγγεια προσκεῖσθαι ποθεῖ· ταῦτα γὰρ ἀνάλογόν ἐστι τοῖς ἐναερίοις τε καὶ ἐνύδροις· ἡ δ’ αὖ δευτέρα τοῖς λογικοῖς ἀντιδιαιρεῖσθαι βούλεται τὰ ἄλογα, κατὰ ταὐτὰ δὲ καὶ τῷ μὲν θνητῷ τὸ ἀθάνατον, ἀγρίῳ δὲ τὸ ἥμερον καὶ πεζῷ τὸ πτηνὸν καὶ τὸ νηκτόν· ἐσχάτη γὰρ ἀτοπία τῶν ζῴων, εἰ τύχοι, τὰ μὲν ἀθάνατα λέγειν εἶναι, τὰ δὲ πεζά, τὰ δὲ δίποδα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς περὶ τὸ σῶμα τέχνης εἴ τις ἐθέλοι τέμνων ἐξευρίσκειν τὰ μόρια, τὸ μὲν τοὺς νοσοῦντας ἰώμενον ἰατρικῆς τέχνης λεχθήσεται, τὸ δὲ τῶν ὑγιαινόντων προνοούμενον ὑγιεινῆς. καὶ τούτου γ’ ἔτι κάλλιον, ὡς ἡμεῖς ἔμπροσθεν ἐλέγομεν, τῆς περὶ τὸ σῶμα τέχνης ἐπανορθωτικῆς

τινος οὔσης τὸ μὲν κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ποιούμενον ἰατικόν τε καὶ ἰατρικὸν ὀνομασθήσεται, τὸ δὲ κατὰ σμικρὰ καὶ διὰ τοῦτο λανθάνον, εἰ || τὴν ἀρχὴν ἐπανορθοῦται, φυλακτικόν. ἔτι δὲ κάλλιον ὀνομάσεις ἀπὸ τῶν ὑλῶν αὐτά, νοσερὸν μὲν τὸ ἕτερον, ὑγιεινὸν δὲ θάτερον. εἰ δ’ αὖ πάλιν ἐθέλοις τέμνειν τὸ ὑγιεινὸν ἢ φυλακτικόν — εἴρηται γάρ, ὡς ἑκατέρως ἐγχωρεῖ προσαγορεύειν — ἀπὸ μὲν τῆς ὑποκειμένης ὕλης εἰς τρία τεμεῖς, ὡς ἔμπροσθεν εἴρηται, τό τ’ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ κατ’ εἶδος ὑγιεινὸν καὶ πρὸς τούτοις τὸ εὐεκτικόν. ὑποβέβληται γὰρ ἡ ἴδιος ἑκάστῳ τῶν εἰρημένων ὕλη, τῷ μὲν τὸ κατὰ σχέσιν ὑγιαῖνον σῶμα, τῷ δὲ τὸ καθ’ ἕξιν, τῷ τρίτῳ δὲ τὸ καλούμενον εὐεκτικόν· συμβέβηκε γὰρ ὁμωνύμως λέγεσθαι τοῖς μορίοις τῆς τέχνης αὐτὰ τὰ σώματα. κατὰ δὲ τὰς ὕλας τῶν βοηθημάτων εἴπερ ἡ τομή σοι γίγνοιτο, τετραχῇ διαιρήσεις τὴν φυλακτικήν τε καὶ ὑγιεινὴν ταύτην τέχνην. ἔσται γὰρ αὐτῆς ἡ μὲν ἐν προσφερομένοις, ἡ δ’ ἐν ποιουμένοις, ἡ δ’ ἐν κενουμένοις, ἡ δ’ ἐν τοῖς ἔξωθεν προσπίπτουσιν ἀναστρεφομένη· διὰ τούτων γὰρ ἡ ὑγίεια φυλάττεται. τὸ μὲν οὖν ἐν τοῖς προσφερομένοις τῆς ὑγιεινῆς τέχνης μέρος ἐδεσμάτων τ’ ἐστὶ καὶ πομάτων || ἐπιστήμη τῶν εἰς ὑγιείας φυλακὴν ἀνηκόντων, τὸ δ’ ἐν τοῖς κενουμένοις ἱδρώτων τε καὶ διαχωρημάτων οὔρων τε καὶ ὅλως ἁπάντων τῶν ἐκ τοῦ σώματος ἡμῶν ἐκκενοῦσθαι δεομένων, τὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἀέρος ὕδατος, ἅλμης θαλάττης,
ἐλαίου τῶν τ’ ἄλλων ἁπάντων τῶν τοιούτων. ἔτι δὲ τὸ τέταρτόν τε καὶ λοιπὸν ὅπερ ἐν τοῖς ποιουμένοις ἐτέτακτο μέρος τῆς τέχνης ἐν γυμνασίοις ἐστὶ καὶ τοῖς καλουμένοις ἐπιτηδεύμασι. καὶ γὰρ ἐγρήγορσις καὶ ἀγρυπνία καὶ ὕπνος καὶ ἀφροδίσιά τε καὶ θυμὸς καὶ φροντὶς καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ χρὴ διαγιγνώσκειν τὸν ὑγιεινὸν ἑκάστου τῶν εἰρημένων ποσότητά τε καὶ ποιότητα καὶ καιρόν.