Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XLI. Πολλοστὸν οὖν μέρος γίγνεται τῆς ὑγιεινῆς τέχνης ἡ περὶ τῶν γυμνασίων ἐπιστήμη· δικαιότερον γὰρ οἶμαι καλεῖν ἐστι γυμναστικὴν τέχνην, ἥτις ἂν ἐπιστήμη τῆς ἐν ἅπασι τοῖς γυμνασίοις ᾖ δυνάμεως, ὡς τό γε περὶ τῶν κατὰ παλαίστραν ἐπίστασθαι μόνον ἐσχάτως τε μικρόν ἐστι καὶ πᾶσιν ἥκιστα χρήσιμον. ἐρέσσειν γοῦν ἄμεινόν || ἐστι καὶ σκάπτειν καὶ θερίζειν καὶ ἀκοντίζειν καὶ τρέχειν καὶ πηδᾶν καὶ ἱππάζεσθαι καὶ κυνηγετεῖν ὁπλομαχεῖν τε καὶ σχίζειν ξύλα καὶ βαστάζειν καὶ γεωργεῖν ἅπαντά τε τἆλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον ἢ κατὰ παλαίστραν γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν, οὐ μόνον ὅτι πολλοστόν ἐστι μόριον ⟨τῆς⟩ ὑγιεινῆς τέχνης ἡ γυμναστική, ἐλάχιστον δ’ αὖ πάλιν ἐστὶ τῆς γυμναστικῆς τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον ὅτι τε τούτῳ παράκειται τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα,
[καὶ] διαθέσεως τινος ἀπεργαστικὸν οὐ φύσει καὶ κακοτεχνίαν ἐπιστατοῦσαν ἔχον, ὑποδυόμενον μὲν τέλει χρηστῷ τῆς εὐεξίας, ἄλλο δέ τι μᾶλλον ἢ εὐεξίαν ἐργαζόμενον. ἀλλὰ τῆς μὲν τοιαύτης κακοτεχνίας οἱ δυστυχῶς ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες ἀναφαίνονται, τῆς δ’ ὄντως γυμναστικῆς Ἱπποκράτης καὶ ὁ προειρημένος ἅμ’ αὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ δ’ ἐν τοῖς κατ’ ἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς [ἅμα] εἴρηται πάντα, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων. ἀλλὰ νῦν οὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ αὐτῶν || ἐγνωκότας, ἀλλ’ ἐξηγεῖσθαι τοὔνομα τῆς γυμναστικῆς, ὡς ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις δυνάμεων, ὥσπερ ἡ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις· ἄμφω γὰρ ταῦτα τὰ μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις, οἷς ὀλίγον ἔμπροσθεν εἶπον.Cap. XLII. Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμναστικὴν ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν· ἡ μὲν γὰρ ἀπὸ τῆς ὕλης, ἡ δ’ ἀπὸ τῆς καθόλου τε καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι δι’ ἑλλεβόρου καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν· ἐπ’ αὐταῖς δ’ ἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου, φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τούτων ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν
ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις ἀπάσαις κοινὴ ἡ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν || ἀντίθεσιν. ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθάπερ αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε φαρμακευτικὸν [ὠνόμασται] καὶ τὸ γυμναστικόν· τὸ μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει, τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ.Cap. XLIII. Προσέχειν δ’ ἐνταῦθα τὸν νοῦν χρή, μή πῃ λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμναστικῷ τὸν ἐπιστάτην τῶν παλαισμάτων καὶ μόριόν τι ποιήσαντες ὅλης τῆς γυμναστικῆς τὴν ὡς ἂν εἶποι τις παλαιστρικήν· ὁ γὰρ ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν ἐστι σιτοποιῷ καὶ μαγείρῳ καὶ οἰκοδόμῳ, δημιουργεῖν μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄψα καὶ οἰκίας, οὐ μὴν ἐπαΐουσί γ’ οὐδὲν οὐδὲ γιγνώσκουσιν, ὅ τί τε χρηστὸν ἐν αὐτοῖς καὶ μὴ χρηστὸν ἥντινά τε δύναμιν ἔχον ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. ἡ μὲν οὖν προνοουμένη τοῦ σώματος ἡμῶν τέχνη μία, καθάπερ εἴρηται πολλάκις, || αἱ δ’ ἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι [μὲν] καὶ ἀνυποδέτοις εἶναι σκυτοτόμος οἶδεν οὔθ’ οἷς ὑποδεδέσθαι μέν, ἀλλὰ τοῖον ἢ τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης
γιγνώσκει καὶ κελεύει γε τῶδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπατίδας, οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον ἢ ὁ στρατηγὸς τὸ κράνος καὶ τὸν θώρακα καὶ τὸ δόρυ καὶ τὴν ἀσπίδα καὶ τὴν μάχαιραν καὶ τὰς κνημῖδας. οὐδὲ γὰρ ὁ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκήσεως οὐδὲ τῆς πρὸς ἀνατολὴν ἢ δύσιν ἐστραμμένης οὐδέ γε τῆς πρὸς βορρᾶν τε καὶ ψυχρᾶς ἢ νοτίου καὶ θερμῆς οὐδὲ σκοτεινῆς ἢ φωτεινῆς οὐδὲ καταγαίου τε καὶ ὑπερῴου καὶ νοτερᾶς καὶ ξηρᾶς, ἀλλ’ ὅλως ἀγνοεῖ, τίνα μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ γε καὶ ὁ σιτοποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον διδόναι καὶ ὅτῳ συγκομιστὸν οὐδ’ ὅτῳ πολὺν ἢ ὀλίγον οὐδ’ ἐν ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶς αὐτούς. || ὡσαύτως δὲ καὶ ὁ μάγειρος ἢ φακῆν ἢ πτισάνην ἢ χόνδρον ἢ τεῦτλον ἤ τι τῶν ἄλλων ἐπίσταται σκευάζειν οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ τοιαῦται τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικῇ τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ τοὺς πυροὺς ὁ γεωργὸς καὶ κρίβανον ὁ ἰπνοπλάστης καὶ ὁ ὑλοτόμος τὰ ξύλα καὶ ὁ τέκτων τὸν ἄβακα, τῷ τέκτονι δ’ αὐτῷ πάλιν ἄλλος μὲν ἀξίνην, ἄλλος δὲ στάθμην, ἄλλος δ’ αὗ τὰ ξύλα, καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ τὴν μὲν σμίλην ἡ χαλκευτική, τὰ σκύτη δ’ ἡ βυρσοδεψική, τὸν καλόποδα δ’ ἡ τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ λιθοτόμοι καὶ πλινθουργοὶ καὶ τέκτονες, οἱ μὲν λίθους, οἱ δὲ πλίνθους, οἱ δ’ ἐπιτήδεια ξύλα προπαρασκευάζουσιν. αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τ’ ἀλλήλων καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θ’ ὕλας αὐτάς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστά, δι’ ὧν ἐκείνας κοσμοῦσιν.Cap. LXIV. Ἁπάσαις δ’ αὐταῖς ἐφέστηκεν οἷον ἀρχιτεκτονική τις ἡ θεραπευτικὴ τοῦ σώματος καὶ κελεύει τῇ || μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν ποιῆσαι, τῇ δὲ σκυτοτομικῇ τὸ ὑπόδημα καὶ τῇ μὲν σιτοποιητικῇ τὸν ἄρτον, τῇ δ’ αὗ μαγειρικῇ τοὖψον ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν. ἀλλὰ ταύτης τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ἡ ὑγιεινὴ μόριον ἦν καὶ ταύτης τετραχῇ τεμνομένης ἑνὸς τῶν μορίων ἡ γυμναστικὴ μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική τίς ἐστι τοσῶνδε τεχνῶν, ἱππευτικῆς μέν, ὅταν ἱππάζεσθαι δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ ποιότητα, κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ὅταν αὖ τούτων ἡ χρεία καλῇ, κατὰ ταὐτὰ δὲ καὶ σκαπτόντων καὶ θεριζόντων καὶ ὑλοτομούντων καὶ ἐρεσσόντων καὶ ὀρχουμένων καὶ πᾶν ὁτιοῦν ἐνεργούντων ἐπιστατεῖ τε καὶ ἄρχει καὶ προστάττει.
Cap. XLV. Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ ἡ περὶ τὰ παλαίσματα — καλῶμεν δ’ αὐτήν, εἰ βούλει,
παιδοτριβικήν — αὕτη μὲν οὐδ’ ἐπαΐουσα τῶν πρὸς ὠφέλειάν τε καὶ βλάβην τοῦ σώματος, εὐσχήμονας δὲ καὶ πολυειδεῖς καὶ καταβλητικὰς καὶ ἀπόνους ἐξευρίσκουσα λαβάς θ’ ἅμα καὶ || κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλ’ ἐκείνη μὲν οὐκ ἀντιποιεῖται τῆς περὶ τὸ σῶμα θεραπείας· ἡ παιδοτριβικὴ δ’ οὐκ οἶδ’ ὅπως ὑπ’ ἀναισθησίας ἐσχάτης οἷον ἔμπληκτός τις οἰκέτης ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ εἰ καί τις ὁπλίτης ἢ ἱππεὺς ἢ τοξότης ἢ σφενδονήτης ἢ ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παρατάττοντί τε καὶ ὁπλίζοντι καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖθις ἡσυχάζειν κελεύοντι· μαίνοιτο γὰρ ἄν που κἀκεῖνος, εἰ τὸν στρατηγὸν εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων εὑρισκόμενος ἢ κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς ἢ μέρος ἀποφαίνοι τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δ’ ἂν οὐδὲν ἧττον, οἶμαι, καὶ ὁ παιδοτρίβης ἢ κοινωνεῖν γυμναστικῆς ἢ μέρος ἔχειν αὐτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι μόνον, ὥσπερ γ’ ὁ στρατιώτης τῆς στρατηγικῆς, οὕτω καὶ ὁ παιδοτρίβης [αὐτὸς γάρ], ᾖ μὲν γυμνάζει, τῆς γυμναστικῆς, ᾗ δ’ ἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὗ τινός ἐστιν ἐπιτηδεύσεως ὑπηρέτης, ἣν ἐγὼ μὲν ὀνομάζω || καταβλητικήν, οὐ μήν γ’ αὑτοὺς οὕτω καλοῦσιν οἱ τοὺς ἀθλητὰς ἀσκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσι. καί τοι κατά γε τὴν ἀλήθειαν ἕτερον μέν ἐστι παιδοτριβικὴ καθάπερ ἡ τοξευτική, καταβλητικὴ δ’ οἷόνπερ ἡ στρατηγική, γυμναστικὴ δ’ οἷον ἡ ἰατρική, καὶ διτταῖς ὑπηρετεῖ τέχναις ἐφεστώσαις ἑκάστη τῶν τοιούτων. οὕτω γὰρ καὶ ἡ σκυτοτομικὴ τὸ μὲν ὡς στρατιώτῃ τῷδέ τινι χρηστὸν ὑπόδημα παρὰ τῆς στρατηγικῆς ἐκδιδάσκεται, τὸ δ’ ὡς εἰς ὑγίειαν ἐπιτήδειον ὑπὸ τῆς περὶ τὸ σῶμα τέχνης ἐργάζεσθαι κελεύεται. ὡσαύτως δὲ καὶ ἡ μαγειρικὴ τὸ μὲν εἰς ὑγίειαν ὄψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δ’ εἰς ἡδονὴν τέχνῃ μὲν οὐκέτι τοῦτό γ’ οὐδεμιᾷ, κολακείᾳ δέ τινι τὸ τέλος οὐ τὴν ὑγίειαν, ἀλλὰ τὴν ἡδονὴν πεποιημένῃ. καὶ δὴ οὖν καὶ ⟨ἡ⟩ παλαιστικὴ τὸ μὲν εἰς ὑγίειαν χρηστὸν ὑγιεινοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τὸ δ’ εἰς διάθεσιν ἀθλητικὴν ἐκείνῃ τῇ κακοτεχνίᾳ τῇ πολλάκις εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικήν, κάλλιον δ’ ἂν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὀνομάζουσιν αὐτὴν οἱ Λάκωνες καββαλικὴν καὶ καββαλικώτερον ἑαυτῶν || γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τεθραμμένον, οὐκ ἰσχυρότερον.Cap. XLVI. Ὅπου γε καὶ ἡ ὑγιαίνουσα πολιτεία μισεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ βδελύττεται, πάσης μὲν τῆς εἰς τὸν βίον ἰσχύος ἀνατρεπτικὸν ὑπάρχον, εἰς οὐκ ἀγαθὴν δὲ τοῦ σώματος ἄγον διάθεσιν. ἐγὼ γοῦν ἐπειράθην ἐμαυτοῦ πολλάκις ἰσχυροτέρου τῶν ἀρίστων εἶναι δοκούντων καὶ πολλοὺς στεφανίτας ἀγῶνας ἀνῃρημένων ἀθλητῶν. ἔν τε γὰρ ὁδοιπορίαις ἁπάσαις ἄχρηστοι τελέως ἦσαν ἔν τε [ταῖς] πολεμικαῖς πράξεσιν,
ἔτι δὲ μᾶλλον ἐν πολιτικαῖς τε καὶ γεωργικαῖς, εἰ δέ που καὶ φίλῳ νοσοῦντι παραμεῖναι δέοι, πάντων ἀχρηστότατοι συμβουλεῦσαί τε καὶ συσκέψασθαι καὶ συμπρᾶξαι, ταύτῃ μέν, ᾗπέρ γε καὶ οἱ σύες. ἀλλ’ ὅμως οἱ τούτων ἀτυχέστατοι καὶ μηδεπώποτε νικήσαντες ἐξαίφνης ἑαυτοὺς ὀνομάζουσι γυμναστάς, εἶτ’ οἶμαι καὶ κεκράγασιν οὐδὲν ἦττον τῶν συῶν ἐκμελεῖ καὶ βαρβάρῳ φωνῇ. τινὲς δ’ αὐτῶν καὶ γράφειν ἐπιχειροῦσιν || ἢ περὶ τρίψεως ἢ εὐεξίας ἢ ὑγιείας ἢ γυμνασίων, εἶτα προσάπτεσθαι τολμῶσι καὶ ἀντιλέγειν οἷς οὐδ’ ὅλως ἔμαθον, οἷος καὶ ὁ πρώην μὲν Ἱπποκράτει ἐγκαλῶν ὡς οὐκ ὀρθῶς ἀποφηναμένῳ περὶ τρίψεως. ἐπεὶ δ’ ἡμᾶς ἀφικομένους ἠξίωσάν τινες τῶν παρόντων ἰατρῶν τε καὶ φιλοσόφων ἅπαντα διελθεῖν αὐτοῖς τὸν λόγον, εἶτ’ ἐφαίνετο ἁπάντων πρῶτος ὑπὲρ αὐτῆς Ἱπποκράτης ἀποφηνάμενος ἄριστα, παρελθὼν εἰς τὸ μέσον ἐξαίφνης ὁ αὐτοδίδακτος ἐκεῖνος γυμναστὴς ἐκδύσας παιδάριον ἐκέλευσεν ἡμᾶς τρίβειν τε τοῦτο καὶ γυμνάζειν ἢ σιωπᾶν περὶ τρίψεως καὶ γυμνασίων, εἶτ’ ἐφεξῆς ἐβόα· ποῦ γὰρ Ἱπποκράτης εἰσῆλθεν εἰς σκάμμα; ποῦ δ’ εἰς παλαίστραν; ἴσως οὐδ’ ἀναχέασθαι καλῶς ἠπίστατο. οὗτος μὲν οὖν ἐκεκράγει τε καὶ ἄλλως οὐδὲ σιωπῶν ἀκούειν ἐδύνατο καὶ μανθάνειν τὰ λεγόμενα, ἡμεῖς δὲ κατὰ σχολὴν τοῖς παροῦσι διελέχθημεν, ὡς ὅμοιον ὁ κακοδαίμων ἐκεῖνος ἐργάζοιτο μαγείρῳ τε καὶ σιτοποιῷ περὶ πτισάνης ἢ ἄρτου διαλέγεσθαι τολμῶντι κἄπειτα || φάσκοντι· ποῦ γὰρ Ἱπποκράτης ἐν μαγειρείῳ διέτριψεν ἢ ἐν μυλῶνι; σκευασάτω γοῦν μοι πλακοῦντα καὶ ἄρτον καὶ ζωμὸν καὶ λοπάδα, ἔπειθ’ οὕτως ὑπὲρ αὐτῶν διαλεγέσθω.Cap. XLVII. Τί ποτ’ οὖν, φήσεις, ἰατροὺς ὀνομάζομεν Ἱπποκράτην τε καὶ τὸν ἀπ’ αὐτοῦ χορόν, εἴπερ οὐ κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης τοὔνομα φέρομεν, ἀλλὰ κατὰ μόνου τοῦ μέρους αὐτῆς, ὃ τοὺς κάμνοντας ἰᾶται; φαίνονται μὲν γὰρ ὅλην μεταχειρισάμενοι τὴν τέχνην, ὡς μηδὲ τὸ περὶ τὰ γυμνάσια μέρος αὐτῆς ἀπολιπεῖν. ὅτι πρώτου συστάντος ὅλης τῆς τέχνης μέρους τοῦ θεραπευτικοῦ, διότι καὶ μάλιστα κατήπειγεν, ὕστερον δὲ κατὰ πολλὴν σχολὴν αὐτῷ προστεθέντος τοῦ φυλακτικοῦ τε καὶ ὑγιεινοῦ προσαγορευομένου, τὴν ὅλην τέχνην ἀπὸ τοῦ μέρους ὀνομασθῆναι συνέβη, καθάπερ ἐπ’ ἄλλων πολλῶν ἐγένετο· καὶ γὰρ γεωμέτρας ὀνομάζομεν οὐ τοὺς περὶ τῶν ἐπιπέδων σχημάτων μόνον, ἀλλὰ καὶ τοὺς περὶ τῶν στερεῶν ἐπισταμένους οὐδ’ ἔστιν οὐδεὶς νῦν ὥσπερ γεωμέτρης οὕτω καὶ στερεομέτρης ὀνομαζόμενος, ἀλλ’ || ἐκλέλοιπε τοὔνομα, κα θάπερ καὶ τὸ τῶν ὑγιεινῶν, οὐ τῶν σωμάτων οὐδὲ τῶν διαιτημάτων λέγω τῶν ὑγιεινῶν, ἀλλὰ τῶν ἐπισταμένων ἀνδρῶν ταῦτα, τῶν ὑπ’ Ἐρασιστράτου τοῖς ἰατροῖς ἀντιδιῃρημένων. ὡσαύτως δὲ καὶ τριηράρχας μὲν ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄρχοντας τῶν τριήρων, νῦν δ’ ἤδη πάντας οὕτω καλοῦσι
τοὺς ὁπωσοῦν ἡγουμένους στόλου ναυτικοῦ, κἂν μὴ τριήρεις ὦσιν αἱ νῆες. ὅμοιόν τι τούτῳ περὶ τὴν ἰατρικὴν ἐγένετο καὶ τοὺς ἰατρούς· ἀπὸ γὰρ τοῦ πρώτου συστάντος μέρους ὅλην τε τὴν περὶ τὸ σῶμα τέχνην ὀνομασθῆναι συνέβη τοῦ χρόνου προϊόντος ἰατρικὴν αὐτόν τε τὸν ἐπιστήμονα τῆς τέχνης ἰατρόν. οὔκουν οὐδ’ ἀπεικός ἐστιν ἐρωτηθέντα τινὰ νῦν, ἧστινός ἐστι τέχνης μέρος τὸ ὑγιεινόν, ἀποκρίνασθαι τῆς ἰατρικῆς· ἐκταθείσης γὰρ ἐπὶ πλέον τῆς προσηγορίας καὶ μηκέτι τὸ μέρος ἀλλ’ ὅλην τὴν περὶ τὸ σῶμα τέχνην σημαινούσης Ἱπποκράτης τε δικαίως καὶ οἱ νῦν ἅπαντες ἰατροὶ ὀνομάζονται· ἴσασι γὰρ μόρια τῆς τέχνης αὐτῆς δύο τὰ μέγιστα, θεραπευτικόν τε καὶ ὑγιεινόν. αὐτοῦ δ’ αὗ πάλιν τοῦ ὑγιεινοῦ μέρους ἴσασι τὸ γυμναστικόν, || ὡς καὶ πρόσθεν ἐπιδέδεικται. καθάπερ οὖν Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ Ἡρόφιλος ὅλης τῆς περὶ τὸ σῶμα τέχνης ἐπιστήμονες ἦσαν, ὡς δηλοῖ τὰ συγγράμματα αὐτῶν, οὕτως αὖ πάλιν οἱ περὶ Θέωνα καὶ Τρύφωνα τὴν περὶ τοὺς ἀθλητὰς κακοτεχνίαν μετεχειρίσαντο, καθάπερ αὖ καὶ τὰ τούτων δηλοῖ συγγράμματα, παρασκευήν τέ τι γυμνάσιον ὀνομαζόντων καὶ αὖθις ἕτερόν τι μερισμόν, ἔπειτ’ ἄλλο τι τέλειον, ἀποθεραπείαν δ’ ἄλλο, καὶ ζητούντων, εἴτε κατὰ τὴν τοιαύτην περίοδον ἀσκητέον ἐστὶ καὶ γυμναστέον τὸν ἀθλητὴν εἴτε κατ’ ἄλλον τινὰ τρόπον. ᾗ καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν νῦν τοὺς ἀθλητὰς γυμναζόντων, ὅταν ἀμφισβητούντων ἀκούσω μέρος εἶναι τῆς ἑαυτῶν τέχνης τὸ ὑγιεινόν. ὅπου γὰρ οὐδὲ τῆς ὄντως γυμναστικῆς μέρος ἐστὶν ἀλλ’ ἔμπαλιν ἐκείνη μέρος ὑγιεινοῦ, τί χρὴ περὶ τῆς τούτων κακοτεχνίας ἀμφιβάλλειν, ἢ μήτε μέρος ἐστὶν ὅλως τῆς περὶ τὸ σῶμα τέχνης ἐπιτηδεύματός τε προέστηκεν οὐχ ὑπὸ Πλάτωνος μόνον ἢ Ἱπποκράτους, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων ἀτιμαζομένου;