Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XVI. Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ τεχνίτου γιγνόμενον, ὁ λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ φαίνεται σαφῶς ἤδη διὰ τῶν εἰρημένων ἡ μὲν τέχνη τὴν ὑγίειαν ἐργαζομένη, ταύτῃ δ’ ἐξ ἀνάγκης ἐνέργειά τε καὶ τὸ φυσικὸν κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶτον ἐνεργῶν ὁ τεχνίτης ἵσταται, τοῦτ’ ἔστιν αὐτοῦ τὸ
τέλος, ἵσταται δ’ ἐν τῷ τὴν κατὰ φύσιν ἐργάσασθαι διάθεσιν, ἀφ’ ἧς ἐνεργοῦμεν, ὅπερ || ἦν ὑγίεια· ταύτην δ’ ἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ τὴν ἐνέργειαν ἢ τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα, κἂν ὁ τεχνίτης μὴ θέλῃ, καὶ κωλῦσαί γ’ αὐτὰ τῷ τεχνίτῃ παντάπασιν ἀδύνατον ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ, αὐτὴν μέντοι τὴν ὑγίειαν ἐπ’ αὐτῷ κωλύειν ἐστίν. εἰ δέ γέ πῃ διαφθείρειεν αὐτήν, οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν κατὰ φύσιν ἐνέργειαν ἢ τὸ κάλλος ἐκπορίσαι τῷ σώματι. τὴν οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν ᾖ, περὶ μὲν τὴν ὑγίειαν ἀπάντων πρώτην τε καὶ καθ’ ἑαυτὴν πραγματεύεσθαι φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς τήν τ’ ἐνέργειαν καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι τούτων οὐδὲν οὐδ’ ἐλλιπές, ἀλλὰ τέλεά τε καὶ πλήρη καὶ ἄκρα. ὅπως μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος ἀγαθὰ καὶ πῶς ἓν ὅτι τε μὴ πάντων ὡσαύτως ἡ περὶ τὸ σῶμα τέχνη πεφρόντικεν, ἀλλὰ τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, αὐταρκῶς δέδεικται.Cap. XVII. Διὰ τί δ’ οὐκ ἐνδέχεται κατ’ οὐδεμίαν ὕλην ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργόν, ἑτέραν δ’ εἶναι || τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δ’ ὡς οὐδ’ ἡ τῶν πραγμάτων αὐτῶν φύσις. εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα ποιήσασθαι, τὸ δ’ ἠπήσασθαι τοῦτο παθὸν ἑτέρας, οὔπω τὴν τρίτην ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν τὴν φυλακτικήν. ὡσαύτως δὲ κἀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας μέν ἐστι
τέχνης ἠπήσασθαι, δημιουργῆσαι δ’ ἑτέρας, ἡ τρίτη κἀνταῦθα τίς ἐστιν ἡ φυλακτική, λέγειν οὐχ ἕξουσιν. ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων καὶ ὅλως τῶν ὑπὸ φύσεως διοικουμένων ἡ μὲν οἷον δημιουργὸς ἡ φύσις ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν δ’ ἐπανορθοῦται γεωργός τε καὶ ἰατρός, ἀνάλογον αὗ καὶ οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ἢ ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη πρός τινος ἢ ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ τέχνης ἐστὶν οὐδεμιᾶς ἀλλ’ ἐπιμελείας μόνης. εἰ δ’ ἄρα || καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ τοιαῦται τέχναι τοῖς ἀνθρώποις ἡ στρατηγική τ’ εἰσὶ καὶ ἡ πολιτικὴ καὶ πρὸς ταύταις ἥ τε τῶν θυρωρῶν, εἰ βούλει, καὶ τῶν ἄλλων φυλάκων. ἵνα γὰρ μήτ’ ἐπὶ τοῖς πολεμίοις ὧμεν ἢ ὅλως τοῖς πονηροῖς ἀνθρώποις μήτ’ ἐπὶ τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα καὶ τείχη περιεβαλόμεθα καὶ στρατηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν, ἀλλ’ οὐ τοιαύτην τιν’ ἐζητοῦμεν τέχνην ὑγιείας φυλακτικήν, ἀλλ’ ἥτις οἶμαι περὶ τὸ σῶμα τοῦ ἀνθρώπου πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν εἰρημένων οὐκ αὐτὴ καθ’ αὑτὴν ὑγιείας ἐστὶ φύλαξ, ἀλλ’ ἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μηδ’ ὑπὸ θηρίου καταβρωθέντι φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ οὖν καὶ ὅλην τὴν ζωήν, διὰ τοῦτο κατά τι συμβεβηκός, οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκάστη τῶν τοιούτων τεχνῶν ὑγιείας γίγνεται φύλαξ.Cap. XVIII. Ἡ πρώτη οὖν ὑγίειαν φυλάττουσα κατὰ || τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν; ἐμοὶ μὲν δοκεῖ μήτ’ ἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι τῷ σώματι μήτ’ [ἐξ ἀνάγκης] ἐν τοῖς οὐδὲν διατιθεῖσιν, ἀλλ’ ἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν ἢ βλάπτειν δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύεσθαι. ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ἢ ὑπνοῦν ἢ ἐγρηγορέναι ἢ ἡσυχάζειν ἢ κινεῖσθαι, ὥσπερ οὖν καὶ λιμώττειν ἢ ἐσθίειν καὶ διψῆν ἢ πίνειν ἤ τινα μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη γὰρ ἐλεφαντόπους οὐδὲν οὔτ’ ὠφελεῖ τὴν ὑγίειαν οὔτε βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτελὴς || ἢ ἱματίοις εὐτελέσιν ἢ πολυτελέσιν ἢ τοῖς σκεύεσιν ὑαλίνοις ἢ χρυσοῖς ἢ ἀργυροῖς ἢ ξυλίνοις χρῆσθαι καὶ παῖδας ἔχειν εὐμόρφους ἢ αἰσχροὺς τοὺς ὑπηρετουμένους ἢ μηδ’ ὅλως ἔχειν ἀλλ’ ἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν γὰρ οὐδὲν οὔτ’ ὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν
οὔτε καθ’ ἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός. ἀὴρ δὲ θερμὸς ἢ ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγκης ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν· ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες ἐν [τῷ] θέρει βλάπτει μὲν ⟨οὐκ〉 ἐξ ἀνάγκης ἀλλὰ κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται.Cap. XIX. Ταῦτ’ οὖν, ὅσα καθ’ αὑτὰ δύναμιν ἔχει βλάβης τινὸς ἢ ὠφελείας, ὁ τῆς ὑγιείας προνοούμενος ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς ἤδη τὸ σῶμα κενώσεως ἔχῃ καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς, τρέφεσθαι κελεύων, ἐπειδὰν δὲ ξηραίνηται μᾶλλον || τοῦ μετρίου καὶ κίνδυνος ᾖ κἀντεῦθεν ἤδη βλαβῆναι, πίνειν ἀξιῶν· οὕτω δὲ καὶ γυμνάζων μέν, ἐπειδὰν ῥῶσαι μὲν βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθῆραι δὲ τοὺς κατὰ λεπτὸν πόρους, ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται ἢ διαφορεῖσθαι τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττων μέν, ἢν ἴσχηται, κατέχων δέ, ἢν ἐκταράττηται, καὶ τἆλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον ἕκαστα πραγματευόμενος, ἐν κεφαλαίῳ τῷδε προσέχων τὸν νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ὑγιεινῶς ἔχῃ τὸ σῶμα, μηδὲν
νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγάλην γενέσθαι τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπήν, ὥσπερ ἂν εἰ τὰς κρόκας ἐκρεούσας ἱματίου τινὸς οὐχ ἅμα πάσας οὐδ’ ἀθρόας ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μίαν ὁ τοῦτ’ ἔργον πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς τὴν ἐπανόρθωσιν ὑπὸ σμικρότητος. τοιοῦτον γάρ τινα χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα τεχνίτην εἶναι σμικρᾶς || διαφθορᾶς καὶ βλάβης αἰσθητικόν θ’ ἅμα καὶ ἐπανορθωτικόν. εἰ δέ γ’ ἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον, οἷόνπερ ὁ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν ἐδεῖτο τοῦ διὰ παντὸς ἐπανορθουμένου. νυνὶ δ’ ἐπειδὴ διαρρεῖ τε καὶ φθείρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος, ὃς καὶ γνωριεῖ τὸ κενούμενον ὁποῖόν τ’ ἐστὶ καὶ ὁπόσον ἰάσεταί τε παραχρῆμα τοιοῦτόν τε καὶ τοσοῦτον ἕτερον ἀντεισάγων. ἀπορρεῖ τὸ κατὰ φύσιν ὑγρόν· ἐπάρδειν χρὴ τὴν ἴσην ὑγρότητα πόμα παρέχοντα. διαφορεῖται τὸ θερμόν· ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦται τὸ ξηρόν· ἤδη καιρὸς τρέφειν· ἑνὶ λόγῳ τὸ διαφορούμενον καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς πολλοῖς γενέσθαι κατάφωρον.Cap. XX. Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα, κενουμένω δ’ ὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε
τῷ κενουμένῳ, || θατέρῳ δέ, πρὶν 〈ἂν〉 ἱκανῶς ἐκκενωθῇ, μηδεὶς παρείη, τηνικαῦτα δ’ ἐξαίφνης ἐπιστάς τις ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν δ’ ἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμένων ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα μία τέχνη καθ’ ἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον, ἡ διαφορὰ δ’ ἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν τῷ ποιῷ.