Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XI. Ἤτοι γὰρ τὸ κατὰ φύσιν ἐνεργεῖν ἑκάστῳ τῶν μορίων ὑγιαίνειν ἐστὶν ἢ τοῦτο μὲν ἐξ ἀνάγκης ἕπεται τῇ κατὰ φύσιν τοῦ σώματος κατασκευῇ, τὸ δ’ ὑγιαίνειν αὐτὸ τοῦτ’ ἔστι τὸ κατὰ φύσιν κατεσκευάσθαι. τούτων ὁπότερον ἂν ἐθελήσῃς ὑποθέμενος ὑγίειαν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, τῶν ἑξῆς λόγων οὕτως ἄκουε προσέχων || τὸν νοῦν. πότερα τοῦ κατεσκευάσθαι κατὰ φύσιν ἕκαστον τῶν μορίων ἢ τῆς ἐνεργείας αὐτοῦ χρήζομεν; ἐμοὶ μὲν πάντες δοκοῦσιν οὐδ’ ἂν ὅλως θελῆσαι μόριον ἔχειν οὐδὲν ἀργὸν ἔργου τινός, οὔτ’ οὖν ὀφθαλμοὺς μὴ βλέποντας οὔτε ῥῖνας ὀσμᾶσθαι μὴ δυναμένας οὔτε σκέλη μὴ βαδίζοντα οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἢ μηδ’ ὅλως ἐνεργοῦν ἢ κακῶς ἐνεργοῦν. οὐδενὸς γὰρ ἁπάντων, ὧν χρήζομεν, ἀτελοῦς χρῄζομεν οὔτ’ οἰκίας οὔθ’ ὑποδήματος οὔτε σκίμποδος οὔθ’ ἱματίου, ἀλλ’ ἅμα τε χρῄζομεν καὶ τελείου χρήζομεν. οὕτως οὖν οὐδὲ τοῦ περιπατεῖν ἀσθενῶς καὶ ἀρρώστως οὐδὲ τοῦ βλέπειν ἢ ἀκούειν ἀμβλέως οὔτ’ ἄλλου τῶν πάντων οὐδενὸς ἐλλιποῦς ὀρεγόμεθα. τίς γὰρ εὔχροιαν ἢ εὐσαρκίαν ἢ κάλλος ἀπλῶς τοῦ σώματος
ἢ ῥώμην ἐλλιπῆ σχεῖν εὔχεται; καὶ μὴν εἴπερ οὐκ ἐλλιποῦς ἐνεργείας ἀλλὰ τελέας χρῄζομεν, οὐδὲ τῆς κατασκευῆς τοῦ σώματος, ἀφ’ ἧς ἐνεργοῦμεν, ἐλλιποῦς δεησόμεθα. τούτων δ’ ἦν θάτερον ὑγίεια· δῆλον οὖν, ὡς οὐδεὶς ἀτελοῦς || ὑγιείας ἀλλ’ ὡς ἔνι μάλιστα τελειοτάτης ἅπαντες χρῄζομεν.Cap. XII. Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην ὑγιείας, ἄλλην δ’ εὐεξίας ζητείτω· εἰ δ’ ἓν καὶ ταὐτόν ἐστιν ἄμφω, μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν ἐστιν εὐεξία τε καὶ ἡ παντελὴς ὑγίεια; πρῶτον εἴπερ τὴν ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω ταὐτὸν ἔσται· δεύτερον δ’ ἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλ’ ἐστὶν ἢ εὗ ἔχουσα ἕξις, ἡ δ’ ἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ ἕξις, τούτου καὶ εὐεξία, πρός τι δ’ ἄμφω. λέγεται δ’ οὖν τις ἕξιν ἔχειν ἐν γραμματικῇ καὶ ἄλλος ἐν ἀριθμητικῇ καὶ ἄλλος ἐν γεωμετρίᾳ καὶ ἄλλος ἐν ἀστρονομίᾳ καὶ καθ’ ἕκαστον τῶν ὄντων, ὅταν ἡ διάθεσις δύσλυτος ᾖ, ἕξις ὀνομάζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι διάθεσιν ὀνομάζειν ἢ σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου || καὶ εὐεξία, τινὸς δ’ ἡ ἕξις, δῆλον, ὅτι καὶ ἡ εὐεξία τινὸς καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἡ ἕξις. ἀλλ’ ἡμῖν νῦν οὐ περὶ τῆς γεωμετρικῆς ἕξεως ἢ μουσικῆς ἢ γραμματικῆς, ἀλλὰ περὶ τῆς ὑγιεινῆς ὁ λόγος ἐστίν. οὐκοῦν, ὅταν εἴπωμεν εὐεξίαν, οὐ γραμματικὴν ἢ μουσικὴν ἢ
γεωμετρικὴν ἀλλ’ ὑγιεινὴν λέγομεν. εὐθὺς δ’ αὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ νομίζουσι τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς τινός ἐστι, τὸ δὲ τῆς εὐεξίας οὐχ ἀπλῶς τὴν διάθεσιν, ἀλλὰ τὸ κατ’ αὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται· ἀρίστη γάρ ἐστιν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν, ἡ εὐεξία. οὔκουν — αὖθις γάρ που καὶ αὖθις ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλοι τις ἐξαιρήσεσθαι τῶν πολλῶν ἄγνοιαν παλαιάν — οὔτε διαθέσεως οὔτε κατασκευῆς οὔτ’ ἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικόν, ὥσπερ οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ μόνου τοῦ || δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, ἡ δ’ εὐεξία πλέον οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται γοῦν ἐκ τοῦ τῆς ἕξεως ὀνόματος τὸ εὗ προσλαβόντος, ὅπερ εἰώθαμεν ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν, ὅσα καλῶς καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα καὶ τί τῷ σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν ἢ τοῦτό γε παραπλήσιον τῷ ζητεῖν, ἆρά γ’ οἰκίας μοχθηρᾶς καὶ μελλούσης ὅσον οὔπω καταπεσεῖν χρήζομεν ἢ καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκα γέγονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυχρονιωτάτης; οὐδεὶς γάρ ἐστιν οὔτ’ ἐλλιπῶς οὔτ’ ὀλιγοχρονίως ὑγιαίνειν βουλόμενος. ἀλλ’ οὐδ’ ἐστί τις ὅλως τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγοχρονιώτερον, ἀλλ’ ὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἀπάσαις τέχναις ὁ σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ καὶ δῆλον ἐκ τῶν εἰρημένων, || ὡς καὶ τέλος ἕν ἐστι τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς εἷς. εἴτ’ οὖν ἀρτιότητά τις ἐθέλοι τὸν σκοπὸν τοῦτον ὀνομάζειν εἴτ’ εὐεξίαν εἴθ’ ὑγίειαν εἴτε τὴν κατὰ φύσιν κατασκευὴν τοῦ σώματος εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν εἴτε διάθεσιν ἢ κατασκευήν, ἀφ’ ἧς ἐνεργοῦμεν τελέως ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα δέομαι διαιρεῖν.Cap. XIII. Ἕν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ’ ἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλ’ ἐστὶν ἢ τὸ κατ’ ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἕν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἢν καὶ παροῦσαν φυλάττειν καὶ || ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ. ταύτης δ’ εἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, ὁ προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ ἡ μὲν τῆς εὐεξίας, ἡ δ’ ἄκρας εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη
τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δ’ ἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.Cap. XIV. Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ σώματος ἀγαθὰ χρὴ ποιεῖν οὔτ’ ἄλλην μέν τιν’ αὐτοῦ δημιουργόν, ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι δυναμένῳ διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσδεῖ· τῷ δὲ τοῦτο μὴ δυναμένῳ δρᾶν ἢ καὶ πάντ’ ἐξαλεῖψαι τῆς διανοίας, ὅσα τοῖς κακῶς ὑπειλημμένοις ἕπεται, δεομένῳ παμπόλλων ἔθ’ ἡγοῦμαι δεῖν. ὅτι τε γὰρ οὐχ ἕν ἐστι τὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὑγίειά τε καὶ ῥώμη καὶ κάλλος ὅτι τε δυνατὸν ἑτέραν μὲν εἶναι δημιουργὸν τούτου || τέχνην, ἑτέραν δὲ φυλακτικὴν ὅσα τ’ ἄλλα τούτοις ἑπόμενα κακῶς ἐγνώκασιν ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν γε, ὅτι τοῦ σώματος ἓν ἀγαθόν ἐστι, διελθεῖν ἄμεινον πρώτως τε καὶ κυρίως λεγόμενον, ἐφ’ ὃ πάντα τὴν ἀναφορὰν ἔχει. τὰ δ’ ἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ τὰ μὲν ὡς μόρια ἐκείνου λέγεται, τὰ δ’ ὡς αἴτια, τὰ δ’ οἷον καρπός τις. ὥσπερ γὰρ τὸ κάλλος ἥ τ’ εὔχροια καὶ ἡ εὐσαρκία καὶ ἡ συμμετρία καθάπερ καὶ ἄλλα τινὰ συμπληροῖ, τί κωλύει καὶ τὸ τοῦ σώματος ἀγαθὸν ἐξ ὑγιείας καὶ ῥώμης καὶ κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν αὐτοῦ μὲν τοῦ σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν,
οἷον δὲ καρπόν τινα τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέργειαν ὑπάρχειν; τί δὲ κωλύει τὴν μὲν ἐνέργειαν εἶναι τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος, αἰτίαν δ’ αὐτοῦ τὴν ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν τινων ὑγιαῖνον ἀκριβῶς ἔσται ⟨τὸ⟩ σῶμα, δι’ ἄλλων δ’ ἰσχυρὸν ἢ καλόν· *** αὐτὸ μέλλει ποιήσειν, εὐθὺς [δὲ] τοῦτο καὶ ἀκριβῶς ὑγιεινόν. ||Cap. XV. Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί θ’ ἅμα κατὰ τὰς ἐνεργείας ἐσόμεθα καὶ καλλίους ὀφθῆναι καὶ ὑγιεινότεροι καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείημέν τι περὶ τὸ σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν καὶ τῷ κάλλει λυμανούμεθα καὶ τὴν εὐεξίαν καθαιρήσομεν καὶ τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνεταί τε καὶ συμμειοῦται προσηκόντως. ἡ γάρ τοι κατὰ φύσιν ἐνέργεια δεῖται τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς, ὑφ’ ἧς γίγνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστ’ οὐκ ἐνδέχεται πρότερον τὸ μὲν ἕτερον αὐτῶν εἶναι, τὸ δ’ ἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται καὶ συμμειοῦται ταῦτ’ ἀμφότερα. βελτίω μὲν δὴ γενόμενα τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν αὐτὸν γὰρ καὶ ἡ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον, ὅνπερ ἡ εὐεξία πρὸς τὴν ὑγίειαν· ἑκάτερον γὰρ ἑκατέρῳ γίγνεται καὶ ὥσπερ ἡ εὐεξία τινός ἐστιν, οὕτω καὶ ἡ ῥώμη. τῆς μὲν γὰρ κατὰ φύσιν εἴτε κατασκευῆς || εἴτε διαθέσεως
ὀνομάζειν ἐθέλοις ἀρετή τις ἡ εὐεξία, τῆς δ’ ἐνεργείας ἡ ῥώμη. ταὐτὸν δ’ ἀρετή τε καὶ τελειότης ἐστὶ καὶ τὸ καθ’ ἕκαστον τῶν ὄντων ἀγαθόν, ὅπερ αὐτοῦ πρώτως τε καὶ ἀπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ ἡ μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία προσαγορεύεται, εἰ δ’ αὗ τις ἐνεργεῖ ἀσθενῶς, ῥώμης ἀρρωστία τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος μὲν τοῖς προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγκης ἕπεται. πάντ’ οὖν ταῦτα καὶ συναύξεται καὶ συμμειοῦται καὶ τελειοῦται καὶ καθαιρεῖται πάνθ’ ἅμα καὶ τὸ βλάπτον ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἆλλα σύμπαντα βλάπτει τό τ’ ὠφελοῦν ὡσαύτως ἅπαντ’ ὠφελεῖ. καὶ δῆλον, ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἀπλῶς ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐπείγει τό γε νῦν εἶναι λέγειν, ἵνα δὲ μηδὲ τοῦτ’ ἐνδέῃ, προσθήσω. σώματος || ἀγαθὸν ἀπλῶς καὶ πρῶτον, οὗ μάλιστα δεόμεθα, τελειότης τῆς ἐνεργείας ἐστίν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν ἐλλειπτικῶς ἑρμηνεύοντες· ἐχρῆν γὰρ αὐτοὺς οὐ ῥώμην ἁπλῶς ἀλλ’ ἐνεργείας ῥώμην οὐδ’ ἰσχὺν ἁπλῶς ἀλλ’ ἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτῳ δεύτερον οὐχ ἀπλῶς οὐδὲ καθ’ ἑαυτὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὅτι γε τὸ πρῶτόν τε καὶ καθ’ ἑαυτὸ τοιούτου δεῖται πάντως εἰς γένεσιν, ἡ τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὐτὴν πάλιν ἐλλειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχουσιν· δέον γὰρ εὐεξίαν ὑγιείας εἰπεῖν, οὐχ οὕτως ἀλλ’ ἀπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δ’ ἐξ ἀνάγκης τῇδε τὸ κάλλος [ἄλλο τι γένος· ἕπεται ἐκείνοις], τρίτον ἀγαθὸν σώματος, ὥστ’ οὔθ’ ὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ καθάπερ οὐδὲ τὰ τῆς ψυχῆς οὔθ’ ὁμοίως λέγεται ἅπαντα, ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθ’ ἑαυτό, τὸ δ’ ὡς αἴτιον ἐκείνου, τό δ’ ὡς ἐξ ἀνάγκης ἑπόμενον. τίνος οὖν τούτων τῶν τριῶν ἡ περὶ τὸ σῶμα τέχνη πρώτως ἐστὶ δημιουργός; || ἆρά γε τῆς ὑγιείας ἢ τῆς ἐνεργείας ἢ τοῦ κάλλους; ὅτι μὲν γὰρ ἐξ ἀνάγκης ὠφελήσει τε καὶ ποιήσει τὰ τρία, κἂν ἓν ἐξ αὐτῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν· εἴτε γὰρ τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν τε καὶ τὸ κάλλος· ἡ μὲν γὰρ οὐχ οἵα τ’ ἐστὶ χωρὶς τῆς ποιούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δ’ ἐξ ἀνάγκης ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν καὶ τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα. καὶ μὴν εἰ τὸ κάλλος ποιεῖ, πάντως που καὶ τὴν ὑγίειαν προπεποίηκεν, εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν.