De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Διελέσθαι δὲ ἴσως ἄμεινον ἕνεκα σαφηνείας εὐθὺς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἥτις ἐστὶν ἡ διαφορὰ τῶν λόγων, οἷς χρῶνται πάντες οἱ κακῶς ὁτιοῦν μεταχειριζόμενοι πρόβλημα. φημὶ δὴ τῶν λημμάτων, ἃ ἕνεκα τοῦ συμπεράσματος λαμβάνουσιν, τὰ μὲν ἄντικρυς εἶναι ψευδῆ, τὰ δ’ οὐκ οἰκεῖα τοῦ προκειμένου σκέμματος. ἄντικρυς μὲν ψευδῆ τὰ τοιαῦτα, περὶ ὧν ἐν τῷ πρώτῳ βιβλίῳ διῆλθον ἐπὶ πλέον, ὅταν ἤτοι μηδὲν τῶν ἀλόγων ζώων ἐπιθυμεῖν

213
τις ἢ θυμοῦσθαι φάσκῃ, καθάπερ οἱ ἀπὸ τῆς στοᾶς, ἢ πάλιν ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα. τὰ δὲ οὖν οἰκεῖα τῶν λημμάτων ὁπόσα τὴν φύσιν ἐστὶν, εἴρηται μὲν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπομνήμασιν, ἐν οἷς ἅπασαν ἐδήλωσα τὴν ἀποδεικτικὴν μέθοδον ὁποία τίς ἐστιν, παρεκάλουν τε διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων, ἐν ἐκείνῃ γυμνάσασθαι πρότερον, ὅστις ὁτιοῦν ἀποδεικνύειν ἐπιχειρεῖ. γεγράφθαι δὲ λέγω ὑπὲρ αὐτῆς ἄριστα τοῖς παλαιοῖς φιλοσόφοις τοῖς περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην κατὰ τῶν δευτέρων ἀναλυτικῶν βιβλίων. καὶ διὰ τοῦτο πρὸς ἐκείνους μὲν οὐδὲ μακρὸν ἔσεσθαι τὸν λόγον ἐλπίζω περὶ τῶν τριῶν ἀρχῶν τοῦ ζώου. τὰ γὰρ ἰδιωτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικὰς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία, ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δὲ ὅτε ποιητὰς, ἢ τὴν βελτίστην ἐτυμολογίαν, ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδὲν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων
214
αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. οὕτω δὲ καὶ τὴν ἐτυμολογίαν, ἐπειδὰν ἄγωμεν μακροτέραν σχολὴν, ἐπιδείκνυμεν αὐτοῖς οὐδὲν μᾶλλον ἐκείνοις ἤπερ ἡμῖν μαρτυροῦσαν. ἀλλ’ ὅτι μὲν ἀλαζών ἐστι μάρτυρ ἡ ἐτυμολογία, πολλάκις μὲν ὁμοίως μαρτυροῦσα τοῖς τἀναντία λέγουσι τῶν ἀληθῶν, οὐκ ὀλιγάκις δὲ τοῖς ψευδομένοις μᾶλλον, ἤπερ τοῖς ἀληθεύουσιν, ἐν ἑτέρᾳ πραγματείᾳ δέδεικταί μοι τῆς περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον ἐτυμολογοῦντα ψευδῶς. τί μὲν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρὶς, ἀλλὰ καὶ τετράκις ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δὲ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων. ἅ δ’ οὖν ὑπὲρ τῆς ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ
215
περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἕνεκα. Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ ἀποφαίνεσθαι τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης, καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης, καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει. καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε. διὰ ταύτης οὖν ἁπάσης τῆς ῥήσεως ὁ Χρύσιππος οὐδὲν μὲν ἐπιστημονικὸν λῆμμα τοῦ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐν τῇ καρδίᾳ παραλαμβάνει, δύο δ’ ἐς ταὐτὸν οὐκ οἰκεῖα τῷ προκειμένῳ συμπλέκει, τὸ μὲν ἕτερον ἀπὸ τῆς ἐτυμολογίας, ὅτι τὴν ἐγὼ φωνὴν φθεγγόμενοι κατὰ τὴν πρώτην συλλαβὴν τὴν ε 
216
λεγομένην τὸ στόμα κάτω που καὶ τὴν γένυν ἀπάγομεν ὡς ἐπὶ τὰ στέρνα, τὸ δὲ ἕτερον, ὅτι καὶ τὴν χεῖρα συνεπιφέρομεν ἐνίοτε τοῖς στέρνοις, ἡμᾶς αὐτοὺς δεικνύντες, ἐν τῷ λέγειν, ἐμοὶ τοῦτο προσῆκεν, τοῦτο ἐγώ σοι λέγω. ὅτι δὲ καὶ τῆς ῥινὸς ἅπτονται πολλάκις οἱ ἄνθρωποι λέγοντες, ἐμοὶ τοῦτο δὸς, ἐμοὶ τοῦτο προσήκει, τοῦτο ἐγώ σοι λέγω, παντελῶς ἐπιλέλησται. καίτοι κατά γε τὴν ἐγὼ φωνὴν οὐκ ἐπελάθετο τῆς ἐκεῖνος, οὐκ ἀπὸ παραπλησίας δέ τινος, ἀλλ’ ἀπὸ τῆς αὐτῆς ἀκριβῶς συλλαβῆς ἀρχομένης τῆς ε΄. ἐχρῆν δ’, οἶμαι, καθάπερ ἐπὶ ταύτης ἐμνημόνευσε μὲν, οὐκ ἔλυσε δὲ τὸ ἄτοπον, οὕτω κᾀπὶ τῆς ἐπὶ τοῦ στέρνου δείξεως ἐπιμνησθῆναι μὲν τῆς ἐπὶ τὴν ῥῖνα φορᾶς τοῦ δακτύλου, μὴ μέντοι μηδὲ ἐνταῦθα διαλύεσθαι τὸ προβληθὲν, εἰ μὴ ἄρα τις οἴεται, τὴν ἀπόφασιν τοῦ Χρυσίππου, ψιλὴν αὐτὴν μόνην ῥηθεῖσαν, ἀπόδειξιν ὑπάρχειν. τί γὰρ δὴ καί φησιν; ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στῆθος νεύσει, καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα,
217
ὥσπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχεν. ἐννοήσας γὰρ, ὅτι ἡ ἐκεῖνος φωνὴ τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς ποιεῖται συλλαβῆς, ὥσπερ καὶ ἡ ἐγὼ, καὶ δεήσει καὶ ταύτην ἐνδείκνυσθαι ταὐτὸν σημαινόμενον, εἰς τὴν τῶν ἐπιφερομένων συλλαβῶν διαφορὰν ἀναφέρει τὴν τοῦ ζητουμένου λύσιν. ἔστι δὲ τοιάδε· εἰπὼν, τῆς ἐγὼ φωνῆς τὴν δευτέραν συλλαβὴν τὴν γώ μηδὲν ἀποστηματικὸν ἐμφαίνειν, ἐπήγαγεν, ἐπὶ δὲ τῆς ἐκεῖνος ἐμφαίνειν τὴν κεί. τοῦτο δ’ ἀπόφασίς ἐστι ψιλὴ, μηδεμίαν ἀπόδειξιν ἔχουσα, μὴ ὅτι βεβαίαν τε καὶ ἐπιστημονικὴν, ἀλλὰ μηδ’ ἄχρι πιθανότητος ἢ ῥητορικῆς ἢ σοφιστικῆς προϊοῦσαν. διὰ τί γὰρ ἡ μὲν κεί συλλαβὴ ἀποστηματικόν τι δηλώσει, ἡ δὲ γώ μὴ, οὐ προσθεῖναι δίκαιον ἦν αὐτὸν ἀπόδειξίν τινα; διὰ τί δὲ τοῖς μὲν στέρνοις ἐπιφέροντες τὸν δάκτυλον ἐπιδεικνύμεθα, τὴν ἀρχὴν τῆς ψυχῆς ἐνταῦθα εἶναι, τῇ ῥινὶ δὲ ἐπιφέροντες οὐκ ἐνδεικνύμεθα; δίκαιον γὰρ, εἴπερ ἡ δεῖξις ἱκανὴ πίστις εἰς εὕρεσιν ἡγεμονικοῦ μορίου ψυχῆς, οὐκ ἐπὶ μὲν τῶν στέρνων αὐτὴν ἱκανὴν ὑπάρχειν, ἀσθενῆ δὲ ἐπὶ τῆς ῥινὸς, ἀλλὰ
218
κᾀπὶ ταύτης ἰσχύειν ὁμοίως, ἢ εἴπερ οὐδὲ ἐπὶ ταύτης, οὐδὲ ἐπὶ τῶν στέρνων. διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλὴν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα μᾶλλον, καὶ οὐκ αὐτῷ κινουμένῳ; τὸ γάρ τοι πρῶτον κινούμενον ἐν ἡμῖν μόριον ἐπινευόντων, αὐτὸ δήπου πιθανώτερον ἔχειν ἐστὶ τὴν ἀρχὴν τῆς ψυχῆς, ἤπερ τι τῶν ἄλλων, πρὸς ὃ φέρεται κινούμενον· ἵνα μὴ νῦν ἐκείνων μνημονεύω τῶν ἀνθρώπων, οἳ ταῖς κεφαλαῖς ἀνανεύουσιν, ἐπειδὰν συγκατατίθωνται. τάχα γὰρ φήσει, τοὺς βαρβάρους, ὥσπερ τἄλλα χείρους εἰσὶ καὶ ἀλογώτεροι τῶν Ἑλλήνων, οὕτω κᾀν τῷδε σφάλλεσθαι. πάντ’ οὖν, ὅσα περιττὰ τῶν ἐπιχειρημάτων, ἐν τοῖς περὶ ἀποδείξεως ἐδείξαμεν οὐκ οἰκεῖα τῷ ζητουμένῳ πράγματι· καὶ διὰ τοῦτο νῦν οὐ χρὴ μηκύνειν περὶ αὐτῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐκ τῆς ἐτυμολογίας ὁρμωμένων, εἴρηται γὰρ καὶ περὶ ἐκείνων αὐτάρκως ἐν τοῖς περὶ ὀνομάτων ὀρθότητος.

219

Ἀλλὰ τίνα χρὴ ζητεῖν λήμματα τῷ προκειμένῳ προβλήματι προσήκοντά τε καὶ οἰκεῖα; γέγραπται μὲν δήπου καὶ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ ἀποδείξεως ὑπό τε τῶν παλαιῶν εἰρημένοις ἀσφαλέστερόν τε καὶ συντομώτερον, ὑπό τε ἡμῶν ἐξηγουμένων ἐκεῖνα σαφῶς τε ἅμα καὶ διὰ πολλῶν. ἀρκέσει δὲ νῦν ἐξ αὐτῶν τὸ κεφάλαιον ἀναμνήσασι μόνον ἐκείνῳ χρήσασθαι σκοπῷ εἰς τὴν τῶν κατὰ μέρος εὕρεσιν. ἦν δὲ τὸ κεφάλαιον, ὡς ἀπ’ αὐτῆς χρὴ τῆς οὐσίας τοῦ ζητουμένου πράγματος ἐξευρίσκειν τὰ προσήκοντά τε καὶ οἰκεῖα λήμματα, καθάπερ ἐν τούτοις, ἐν οἷς Χρύσιππος ἐπισκοπεῖται περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ, τόν τε τῆς οὐσίας λόγον εἰπόντας, ὑπὲρ οὗ ζητοῦμεν πράγματος, ἐκείνῳ χρῆσθαι κανόνι τε καὶ σκοπῷ τῶν κατὰ μέρος ἁπάντων. ἔστι δὲ τὸ ἡγεμονικὸν, ὡς αὐτοὶ βούλονται, τὸ κατάρχον αἰσθήσεώς τε καὶ ὁρμῆς. οὐκ οὖν ἄλλοθεν χρὴ δεικνύναι τὴν καρδίαν ἐν αὑτῇ τὸ ἡγεμονικὸν ἔχουσαν, ἢ ἐκ τοῦ πάσης μὲν τῆς καθ’ ὁρμὴν κινήσεως ἐξηγεῖσθαι

220
τοῖς ἄλλοις τοῦ ζώου μορίοις, ἅπασαν δὲ αἴσθησιν εἰς αὐτὴν ἀναφέρεσθαι. πόθεν οὖν τοῦτο δειχθήσεται; πόθεν δὲ ἄλλοθεν, ἢ ἐκ τῶν ἀνατομῶν; εἰ γὰρ αὕτη τοῖς κατὰ μέρος ἅπασιν ἐπιπέμπει δύναμιν αἰσθήσεώς τε ἅμα καὶ κινήσεως, ἀποπεφυκέναι τι πάντως ἀπ’ αὐτῆς ἀγγεῖον ἀναγκαῖόν ἐστιν εἰς τὴν αὐτῶν ὑπηρεσίαν. ὥστε ἐκ τῆς ἀποδεικτικῆς μεθόδου πέφῃνεν, ὅτι τε χρησιμώτερον ἀνατέμνοντας τὰ ζῶα κατασκέπτεσθαι, τίνα καὶ πόσα γένη σωμάτων ἐκ τῆς καρδίας ἐκφυόμενα διανέμεται τοῖς ἄλλοις τοῦ ζώου μορίοις, ὅτι τε, τούτων αὐτῶν ὄντων τοιούτων καὶ τοσῶνδε, τοῦτο μὲν αἴσθησιν ἢ κίνησιν ἢ ἄμφω παράγει, τοῦτο δ’ ἄλλο τι. καὶ οὕτως ἐστὶν ἤδη τινῶν ἐν τοῖς ζώοις δυνάμεων ἡ καρδία πηγή. ταύτης τῆς ὁδοῦ πᾶν ὅτι περ ἂν ἔξω πίπτῃ, περιττόν τ’ ἐστὶ καὶ ἀλλότριον, καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν δείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵ γε περὶ τὸν Ζήνωνα καὶ τὸν Χρύσιππον. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς 
221
βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα. καὶ πολλάκις ἡγεῖται μὲν, εἰ οὕτως ἔχει, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’ ἕπεται γυμναστικόν τε καὶ διαλεκτικὸν, εἶθ’ ἑξῆς ἐπιστημονικὸν, εἶθ’, οὕτως εἰ ἔτυχε, σοφιστικὸν, οὐκ εἰδότων, ὡς τὰ μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου, καὶ τοῦτον ἔχει τὸν σκοπὸν, τῶν δ’ ἄλλων ἁπάντων ἔξωθεν ὄντων, ὅσοις μὲν ὁ διαλεκτικὸς εἰς τὸ γυμνάσασθαι χρῆται, καὶ σοφιστὰς ἐξελέγξαι, καὶ πεῖραν λαβεῖν μυήσεως μειρακίου, καὶ μαιεύσασθαι, καὶ προσαγαγεῖν ἐπί τινος εὕρεσιν, ἀπορῆσαί τε ποιῆσαι. ταυτὶ μὲν ἅπαντα διαλεκτικά τε κάλει, εἰ βούλοιο, καὶ γυμναστικὰ, καὶ τοπικὰ, (τῶν γὰρ ὀνομάτων οὐ φροντίζω,) διορίζειν δὲ ταῦτα πειρῶ τῶν ἐπιστημονικῶν. ὅσα δ’ ἔτι τούτων ἀποκεχώρηκε ἐξωτέρω, καὶ μάλιστα διὰ παραδειγμάτων ἐνδόξων τε καὶ πολιτικῶν ἐπαγωγῶν τέ τινων τοιούτων ἢ μαρτύρων εἰς σύστασιν ἀφικνεῖται, ταῦτ’ εἰ βούλοιο πιθανὰ τε καὶ ῥητορικὰ προσαγορεύειν, οὔ μοι μέλει τῆς κλήσεως,
222
γνωρίζειν δὲ αὐτῶν χρὴ πειρᾶσθαι τὴν φύσιν. ἔτι δὲ μᾶλλον ἀποκεχώρηκε τῆς οὐσίας τοῦ ζητουμένου τὰ σοφιστικὰ, καὶ γέγραπται περὶ τούτων ἁπάντων τοῖς παλαιοῖς, ἐν μὲν τοῖς σοφιστικοῖς ἐλέγχοις περὶ τῶν σοφιστικῶν εἴτε προτάσεων ἐθέλεις ὀνομάζειν, εἴτε ἀξιωμάτων, εἴτε λόγων, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, κατὰ δὲ τὰς ῥητορικὰς τέχνας ὑπὲρ τῶν ῥητορικῶν, ἐν δὲ τοῖς τοπικοῖς ὑπὲρ τῶν διαλεκτικῶν, ἐν δὲ τοῖς περὶ ἀποδείξεως, ἃ δὴ καὶ δεύτερα ἀναλυτικὰ ἐπιγράφουσιν, ὑπὲρ τῶν ἐπιστημονικῶν. ὥστε, ὅστις ὁτιοῦν ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτ’ ἐγνωκέναι, τὴν διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθ’ ἑξῆς χρόνῳ πολλῷ γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου, γνωρίζειν αὐτὰ ποίου γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου, ταχέως ἔστιν εὑρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβληθέντων. ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τῷ λογίζεσθαι ποιοῦμεν, οὕτω κᾀνταῦθα πράττειν. ὅστις ἐθέλει γίγνεσθαι λογιστικὸς, οὗτος μὲν ἐκμανθάνει πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν
223
ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφεξῆς δὲ γυμνάζεται χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ μερίζειν, εἶθ’ ἑξῆς μαθὼν ὀλιγίστας μεθόδους, οὕτως ἤδη περὶ παντὸς τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι. καί μοι θαυμάζειν ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος μὲν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατοστὸς Ἀττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τριακονταεπτὰ, μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέπουσιν, εἰδότες, οἶμαι, σαφῶς, ὡς ἑαυτῷ οὐ μέτεστιν ἐπιστήμη οὐδεμία τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτ’ ἤσκησαν αὐτὰ μήθ’ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν, εὖ εἰδότες, ὡς οὔτε παρ’ ἑτέρων ἔμαθον ὅλως οὐδὲν, οὔτε αὐτοὶ καθ’ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν, ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικὴν, οὐκ ἦν ἱκανὸν, ἀλλ’ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατ’ αὐτήν. οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν, ὡς χρὴ διαιρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλ’ ἐπὶ τῇ γνώσει τῆς μεθόδου καὶ τὴν ἄσκησιν ἐπάγουσιν. ἠβουλόμην ἂν οὖν
224
μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθ’, ὅπως ἤσκηται κατ’ αὐτὴν, ἐπιδείξασθαι. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ, καὶ πῶς οἱ ἀδιαφόρως περαίνονται, ἤ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι. καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν συμπλοκὴν, ὡς αὐτὸς ὁ Χρυσίππως ἔργῳ μαρτυρεῖ, μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν, οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον, οὔτε φαίνονται χρώμενοι. ἀλλ’ ὅτι τὰς χεῖρας ἐπιφέρομεν
225
τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς, ἢ τῇ κεφαλῇ κάτω νεύομεν, εἰ τὴν ἐγὼ φθεγγόμεθα φωνὴν, εἰς ἔνδειξιν τοῦ τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς οὐκ αἰδοῦνται γράφοντες, ὧν ἡ δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ, ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ, (καὶ γὰρ καὶ ταῦτα δείκνυται πολλάκις ὑπὸ τῶν ἀνθρώπων,) ἐμφαίνει τὸ ἡγεμονοῦν εἶναι τῆς ψυχῆς. ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον ἐν τοῖς κατὰ τὴν κεφαλὴν, ἢ ἐν τοῖς κατὰ τὸν θώρακα. ἡ δὲ ε΄ φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέδειξα τῶν ὑπὲρ ὀνομάτων ὀρθότητος. εἴ τις οὖν καλῶς ἤσκηται τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, ὥσπερ οὐδὲ πρὸς τοὺς ἐκ τοῦ περιπάτου. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι, τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δ’ ἐπιθυμητικῆς ἐν ἥπατι. πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς 
226
λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον διδάσκειν αὐτοὺς, ὅσον χρηστὸν, ἀλλὰ πολὺ πρότερον ἀποστῆσαι τοῦ μοχθηροῦ. τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως, ἀνύσειν δ’ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί τε καὶ λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις. ἐπεὶ δὲ οὐχ ὑπομένουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι, πρὶν, ὅπως χρὴ ζητεῖν, καταστήσασθαι, τίς ἂν ἡμῖν ἐλπὶς ἔτι λείποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφ’ ὧν ψευδῶς ὑπειλήφασιν;

Ἀλλ’ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ ψυχῇ διαστροφὴν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον σκέμμα δεικνύναι, πῶς ἄν τις ἐπιστημονικὰ λαμβάνοι λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν

227
ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων. ἔτι τε πρὸς τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν, οὐκ οὖσαν δὲ συνιστάντων λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν προκειμένου σκέμματος. ἥτις δὲ τούτων αὐτῶν ἐστι πρὸς ἄλληλα διαφορὰ, καθ’ ὅσον οἷός τ’ εἰμὶ, σαφέστατα περὶ πάντων ἐρῶ. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ, ὃ κατάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις αἰσθήσεώς τε ἅμα καὶ τῆς καθ’ ὁρμὴν κινήσεως, ἰστέον ὡς, ὅσα μὲν ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν· ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ’ αὐτὸ τὸ προκείμενόν τε καὶ ζητούμενον ἐπιστημονικὰ, τὰ δ’ ἄλλα πάντα γένους ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς· ὅσα δὲ ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν, εἴτ’ οὖν ἰδιωτῶν, εἴτε ποιητῶν, εἴτε φιλοσόφων, εἴτ’ ἐξ ἐτυμολογίας τινὸς, εἴτε ἐκ νευμάτων, εἴτε ἐξ ἐπινευμάτων, εἴτε ἐξ ὅτου δή τινος ἑτέρου τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν.
228
οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σοφιστικῶν, ἅπερ ἐν ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα συνίσταται. ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ καρδίᾳ, καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ’ οὕτως καὶ κατὰ μέρος τε καὶ κατ’ εἶδος. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις, καὶ πηλικότης, καὶ πλοκὴ, καὶ διάπλασις, καὶ διάθεσις, καὶ κίνησις. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον, ἐπιδεικνύντας, ὅσαι προτάσεις ἀπ’ αὐτῆς συνίστανται. κεῖται δὲ ὡς πρὸς μὲν τὸν θώρακα μέση πως μᾶλλον. ἡ μὲν γὰρ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ μέγεθος τῆς καρδίας. ὡς δὲ πρὸς ὅλον τὸ ζῶον ἀνωτέρω τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον, ὅσον ἀπέχει τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ μέσα. ἀλλὰ καὶ πρὸς τὸν λάρυγγα, δι’ οὗ ἀναπνέομεν, οὕτω πως ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται. κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις
229
ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα μόρια σχιζομένη, ὅσοι περ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί· μετὰ ταῦτα δὲ ἤδη καθ’ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται, εἰς πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα. τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον μερισθείσης, ὅν περ ἡ φλεβώδης ἀρτηρία. καὶ μὲν δὴ καὶ πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην, ὥστ’ ἔξωθεν ὑπ’ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι. τὰ μὲν οὖν τῆς θέσεως ᾧδε ἔχει τῇ καρδίᾳ, καὶ δύναιτ’ ἄν τις ἀπ’ αὐτῆς ἐπιχειρήματα ποιεῖσθαι, τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα, διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει δυνάμεων αὐτοῦ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει. καὶ μὲν δὴ καὶ τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων αὐτῇ δύναιτ’ ἄν τινα κᾀντεῦθεν ἐπιχειρήματα λαμβάνειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος, ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν ὁ βουλόμενος ἐκ
230
πάντων ἐπιχειρεῖν. ἀλλ’ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν, οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανὸν, ἔστ’ ἂν μηδέπω περαίνηται δι’ αὐτῶν, ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζώοις ἐστὶν ἡ καρδία. οὐ γὰρ ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζώῳ κεῖσθαι τὸ πάντων ἀρχὴν ὑπάρχειν αὐτήν. καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές ἐστι, τὸ μέσον ἐν τοῖς ζώοις εἶναι τὴν καρδίαν. εἰ γὰρ ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ, ὅτι μέση τοῦ θώρακος ἡ καρδία, διὰ τοῦτ’ ἀρχὴ τοῦ ζώου παντός. οὐδὲ γὰρ, ὅτι καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὔτ’ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν, καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ λογισμοῦ. καὶ γὰρ τὰ τοιαῦτα πάντα, καίπερ ὄντα πολὺ 
231
μὲν πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ, καθάπερ οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν. εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μοχθηρόν. οὕτω γὰρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’ ἐστι τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν. εἰ γοῦν κατώτερον τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζώου, καίτοι γ’ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθὲν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί τι. προθυμηθήσεται μὲν γὰρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοὰς, οὐ μὴν σὺν ψόφῳ γέ τινι καὶ ἀθρόως. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς
232
ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῶον, ἐκτεινομένους σφοδρῶς. τούτους μέν γε καὶ πρὸ τοῦ τρωθῆναι τὴν τραχεῖαν ἀρτηρίαν σαφῶς ἔστιν ἰδεῖν τεινομένους, ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ’ ἐπί γε τετρωμένῃ τῇ ἀρτηρίᾳ πονοῦσι μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς. ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται τὸ πνεῦμα. διττὸν οὖν ἁμαρτάνεται κᾀνταῦθα ἁμάρτημα τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν, ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ οὐδὲ ἀπὸ ταύτης, ὡς χρή. τείνονται μὲν γὰρ οἵ τε κατὰ τὸν θώρακα μύες ἅπαντες, οἵ τε κατ’ ἐπιγάστριον, ἐπειδὰν θελήσῃ φωνῆσαι τὸ ζῶον, εἰς τάσιν δή τινα καὶ κίνησιν ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης ἐνέργειαν, οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον πνεῦμα, πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι, φωνῆς ἔχει ἰδέαν, ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ περὶ φωνῆς πραγματείᾳ.
233
πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων, οἷον ὑπὸ πλήκτρων τινῶν, ἡ ἐκφύσησις αὕτη φωνὴ γίνεται. σύγκειται δὲ ὁ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν κινουμένων. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως, ἢ τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ τούτων οἰκείαις πραγματείαις ἀκριβῶς εἴρηται. τοῖς δὲ ἀπὸ τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται. κᾄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες, ἐξ ἐγκεφάλου γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν, ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς, ἅπερ ἐπαγγελλόμεθα λόγῳ, ταῦτα ἐπὶ ταῖς τῶν ζώων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ’ οὐδὲν ἄλλο ἔχουσι λέγειν, ἢ, διότι πλησίον ἐστὶν ἡ καρδία τοῦ λάρυγγος, διὰ τοῦτ’ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν. αἱροῦνται γὰρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κᾂν αὕτη μὲν ἀπάγει πρὸς τὸ ζητούμενον, ἡ δὲ λεία τε καὶ βραχεῖα σφάλλει
234
τἀληθοῦς. οὐδ’ ἐστὶν ὅστις ἐμοί ποθ’ ὑπέμεινε δεικνύντι τοὺς μῦς ἅπαντας, ὑφ’ ὧν ἡ ἀναπνοή τε γίγνεται καὶ φωνή. καίτοι γ’ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως, ἀλλ’ ἡ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ μύες ὄργανά τινα κινοῦσιν, ὑφ’ ὧν ἀναπνοή τε καὶ φωνὴ γίγνεται, δέονται δ’ αὐτοὶ πάλιν, ὅπως κινηθῶσι, τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις, εἴτε τέμοις, ἀκίνητον αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζώου τὸ μέλος, ὃ πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον. ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω, μαθησόμενος ἐναργῶς ἐπ’ αὐτῶν τῶν ζώων, εἰ μόνον ἔχοι τὰς αἰσθήσεις ἀπηρώτους, ὑφ’ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ’ ἑτέρων δὲ τὴν μετὰ βίας· ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν, βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις
235
ἐπιτελουμένην, ἐφ’ ἧς εὐθέως ὄψει συνεξαιρόμενα καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ καὶ τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς, ὑφ’ ἑτέρων μὲν ὀργάνων καὶ μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικρὰν, ὑφ’ ἑτέρων δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν. ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ἐπιδείξομέν σοι τὸ τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας αὐτὸν μῦς, καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου καθήκοντα. καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον, οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως ἂν ὀνομάζειν ἐθελήσαις, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου. καὶ δὴ καὶ ζῶα πλείω παρασκευάσαντες, ἄλλην κατ’ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν ἐπιδείξομεν ἀπολλυμένην ἐφ’ ἑκάστου τῶν ἀπ’ ἐγκεφάλου νεύρων τεμνομένου. τάχ’ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον, καὶ τοὺς κινοῦντας μῦς, οἵτινές τέ εἰσι, καὶ πόσοι τὸν ἀριθμὸν, ἥντινά τε θέσιν ἔχουσι, καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι, 
236
καὶ τίνα δέχονται νεῦρα, καὶ πόσα, καὶ πηλίκα, καὶ κατὰ τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνονται, τίς τε τοῖς ὑπ’ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως. ἐγὼ δὲ καὶ πρόσθεν εἶπον, ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν γράφειν οὐκ ἐπαινῶ, ἀλλ’ εἴπερ ὄντως ἐστί τις φιλομαθὴς, ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας. πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα, καὶ κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν ἀέρα, καὶ τοῦτ’ εἶναι τὴν εἰσπνοὴν, κατὰ δὲ τὰς συστολὰς συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε τὸν λάρυγγα καὶ τὸ στόμα, καὶ διὰ τούτων ἐκπέμπειν ἔξω, καὶ τοῦτ’ εἶναι τὴν ἐκπνοήν. ἑτέραν δὲ ἔχει πραγματείαν ἐφεξῆς τῇδε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς μῦς ἅπαντας ἐδήλωσα, καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα, καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ τὴν ἐξ ἐγκεφάλου παρέχοντα δύναμιν τὴν ψυχικήν. εἶτ’ αὖθις ἄλλην ἑξῆς ταῖσδε περὶ τῆς φωνῆς ἔχει πραγματείαν, ὑπέρ τε τῶν ταῦτα
237
κινούντων μυῶν, ἔτι τε τῶν εἰς τούτους καθηκόντων ἐξ ἐγκεφάλου νεύρων. εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ’ ἀρκεῖ μοι μόνον εἰπεῖν, ὡς, εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο, κᾄπειθ’ ἑαυτῷ τὸ κατὰ τὸν λάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν κεφαλὴν, ἔτι δὲ μᾶλλον οὐκ ἂν ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον, ἢ τρωσάντων ἄχρι κοιλίας, ἢ διατεμόντων τὸν νωτιαῖον μυελόν. τὸ μὲν γὰρ τῆς τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ λάρυγγα προσαγορεύομεν, ἢ τοῦ πνεύμονος, ἢ τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι τὴν φωνὴν οὐδὲν ἂν οἶμαι θαυμαστὸν, εἴπερ ἐκ τῆς καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιβέντος, ἤ τινος τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων, ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς αὐτῶν ἡ τῆς φωνῆς γένεσις προσδεῖται. καὶ μὴν ἔμπαλιν ἔχει τὸ φαινόμενον, ἢ δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ γυμνωθείσης, ὡς κᾀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι,
238
καὶ κρατῶν, καὶ θλίβων, καὶ θλῶν, οὔτε ἄπνουν, οὔτε ἄφωνον, οὔτε ἄλλην τινὰ τῶν καθ’ ὁρμὴν ἐνεργειῶν ἐμποδιζόμενον ὄψει τὸ ζῶον· ἐγκέφαλον δὲ γυμνώσας τῶν ὀστῶν, ἢ θλίψας ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὐκ ἄφωνον μόνον οὐδ’ ἄπνουν εὐθὺς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ἐργάσῃ τὸ ζῶον. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς οὐ χρὴ συντιτράναι τοῦ θώρακος οὐδετέραν κοιλότητα, γυμνοῦντας τὴν καρδίαν. εἰ γὰρ δὴ τούτου τύχῃ τις, οὐ μόνον εἰ θλίβειν ἢ θλᾷν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθῇ, δυνήσεται κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν οὐκ ἀτυχήσει τῆς χειρουργίας. γίνεται μὲν τοῦτο καὶ κατὰ πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας, καὶ φαίνεται τὰ ζῶα, τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης, οὐκ ἀναπνέοντα μόνον, ἢ κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα, μέχρι περ ἂν ὑπὸ τῆς αἱμοῤῥαγίας ἀποθάνῃ. τάχιστα δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα, τεττάρων μεγίστων ἀγγείων διασπωμένων, ἀλλ’ ἄχρι περ ἂν ἔτι ζῇ,
239
καὶ ἀναπνεῖ, καὶ φωνεῖ, καὶ τρέχει. τοὺς δέ γε κατὰ τὸν πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ’ ἐπ’ ἐλάχιστον προβῆναι, συναπόλλυται δ’ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἡ ἀναπνοὴ καὶ ἡ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἡ ἀρχή. τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις· οὐ γὰρ δὴ καὶ ταύταις γε παρ’ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν, ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ. ὡς γὰρ αἱ κινήσεις ἑτέρου γένους εἰσὶν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς ἑτέρας, ἀλλ’ ἔστιν οὕτως ἥ τε καρδία πηγὴ τῆς κατὰ τοὺς σφυγμοὺς κινήσεως, ὅ τ’ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν, οὐδ’ ἐστὶν οὐδεὶς λόγος, ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν εἶναι τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων εἶναι πολλῶν, οὔθ’ ὡς μὴ οὕτως φαινομένων ἐπιδείξει. ἀλλὰ περὶ μὲν τούτου κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον αὐτοῖς διαλέξομαι. νυνὶ δ’ ἐφ’ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι, πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως, μήτε
240
τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν. δι’ ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ’ ἐκείνης γε τὴν ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ’ ἐστὶν ὑπό του γίνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον ἰδίᾳ καθ’ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.

Οἱ δ’ ἡγούμενοι φωνὴν ἢ ἀναπνοὴν ὑπὸ τῆς καρδίας ἐπιτελεῖσθαι, πρὸς τῆς κατὰ τὴν θέσιν ἐγγύτητος ἠπατήθησαν, οὐκ εἰδότες, ὡς οὐ πάντως, εἴ τι πλησίον ἐστὶ μόριον ἐνεργείας ἡστινοσοῦν, ἐξ ἀνάγκης τοῦτο καὶ ἀρχὴ τῆς ἐνεργείας ἐστίν. οὐδὲ γὰρ, ὅσοι τὸν ἐγκέφαλον ὑπολαμβάνουσιν ἀρχὴν εἶναι τῆς κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας αἰσθήσεως, ὅτι πλησίον αὐτῶν ἐστιν, ὀρθῶς ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἡ θέσις ἔσφαλλε, μᾶλλον δὲ οὐχ ἡ θέσις, ἀλλ’ ἡ περὶ τῆς αἰσθήσεως δόξα. πάντως γὰρ δήπου τοιούτῳ τινὶ προσχρήσονται κατὰ τὰς ἀποδείξεις ἀξιώματι· πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίων ἐστὶν ἡ ἀρχή. τούτου γὰρ ὑποτεθέντος ὡς ἀληθοῦς, εἶτ’ ἐκ τοῦ φαίνεσθαι προληφθέντος, ὡς ἐγκεφάλου ψαύει τὰ ὦτα, περαίνοιτ’ ἂν ἤδη τὸ καὶ τὴν ἀρχὴν αὐτοῖς τῆς ἐνεργείας ἐντεῦθεν ὑπάρχειν. 

241
ἀλλ’ οὔτε πρὸς αἴσθησιν, οὔτε πρὸς νόησιν ἐναργές ἐστιν, ὡς πρῶτόν τε καὶ ἐξ ἑαυτοῦ πιστὸν εἶναι τὸ νῦν εἰρημένον ἀξίωμα, τὸ πᾶσι τοῖς ἐνεργοῦσιν ἐκ τῶν πλησίον εἶναι τὴν ἀρχήν· οὔθ’, ὅτι πλησίον ἐστὶ καρδίας τὰ φωνητικά τε καὶ ἀναπνευστικὰ μόρια, διὰ τοῦτ’ ἐκ καρδίας αὐτοῖς ἡ ἀρχή. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, οὐκ ἐξ ἄλλου τινὸς ἔχει τὸ θαυμάζεσθαι, πλὴν οὗ νῦν εἶπον ἀξιώματος ἤδη. εἴσῃ δ’ ἐναργέστερον, εἰ παραγράψαιμεν αὐτὸν, ἔχει γὰρ ᾧδε. φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ᾧδε. ὅθεν ἐκπέμπεται ἡ φωνὴ, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν. τοῦτο δὲ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν
242
ἐκπέμπεται, ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐμφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. ἀλλὰ μὴν κᾀκεῖνο ἀληθὲς, τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτόν φασιν εἷναι φωνὴν σημαίνουσαν, ἀπὸ διανοίας ἐκπεμπομένην. καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον, καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανοεῖσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν. τοιοῦτος μέντοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ. βούλομαι δὲ, πρὶν ἐλέγχειν αὐτοὺς, ἔτι καὶ τὸν τοῦ Χρυσίππου παραθέσθαι, τόνδε τὸν τρόπον ἔχοντα. εὔλογον δὲ, εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι, καὶ ἐξ οὗ λόγος, ἐκεῖνο εἶναι τὸ
243
κυριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν ἡ πηγὴ λόγου ἐστὶν, ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγὴ, ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν, ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος. τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν, αὐτὴν πηγὴν εἶναι λόγου. τὸ γὰρ ὅλον, ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐμφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν, καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν προειρημένον τρόπον. ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μῆκος ἐμπεσεῖται τὸ γράμμα. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρημένων ἐμνημόνευσα λόγων, ἀλλ’ ἠρκέσθην ἐξετάσας τὸν τοῦ
244
Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Σιωϊκῶν ἐγεγόνει μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ ῥήματος, ὅπερ ἔλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας ὡδί· φωνὴ διὰ φάρυγγος χωρεῖ. τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται, ἢ ἐκπέμπεται. ὁ δὲ, τούτων μὲν μηδέτερον, ἔφη, σημαίνεται πρὸς αὐτοῦ. καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν ἄλλων Στωϊκῶν παραναγινώσκειν βιβλία, μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται, ἢ εἰς τὸ ἐκπέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην, μεθ’ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγράφειν ῥήσεις, ἀλλ’ ἐπὶ τὴν ἐξέτασιν αὐτῶν ἤδη τρέψομαι, τὴν ἀρχὴν ἀπὸ τοῦ Ζήνωνος ποιησάμενος, ὅσπερ δὴ καὶ πατήρ ἐστι τοῦ περὶ τῆς φωνῆς λόγου τοῦδε καὶ ἁπάσης τῆς τῶν Στωϊκῶν αἱρέσεως. τὸ μὲν οὖν πρῶτον λῆμμα τῆς χωρεῖ φωνῆς μεταληφθείσης ἐπὶ τὸ σαφέστερον ἔσται τοιόνδε· φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. τὸ δὲ ἐφεξῆς τούτῳ τὸ δεύτερον τοιοῦτον· εἰ δὲ ἦν ἀπ’ ἐγκεφάλου ἐκπεμπομένη,
245
οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. τοῦτό φημι τὸ λῆμμα, μὴ ὅτι τοῦ πρώτου γένους ἐκπεπτωκέναι τῶν εἰς τὰς ἀποδείξεις ἐπιτηδείων, ἀλλὰ καὶ τοῦ δευτέρου τε καὶ τρίτου, περιέχεσθαι δὲ ἐν τῷ τετάρτῳ γένει τῶν σοφιστικῶν λημμάτων, εἴ γε δὴ σχῆμά τι λέξεως ὑποδύεται πεπανουργημένον τε καὶ σεσοφισμένον πρὸς ἀμφιβολίαν, ἐκ ταύτης τὸν ἔλεγχον ἐλπίζων ἀποδράσεσθαι. τὸ γὰρ, εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει, μοχθηρῶς ἔχει τὴν ἀπὸ πρόθεσιν ἐγκειμένην τῇ ῥήσει. δύο γάρ εἰσιν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις σαφεῖς προθέσεις, ἥ τε ὑπὸ καὶ ἡ ἐξ, ὧν οὐδεμίαν παρέλαβεν, καίτοι δυνάμενος εἰπεῖν· εἰ δ’ ἦν ἐκ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει· ἢ εἰ μὴ ἐκ τοῦ ἐγκεφάλου, ὑπὸ τοῦ ἐγκεφάλου γε πάντως ἐχρῆν εἰπεῖν αὐτόν. ἡ γὰρ διὰ τῆς φάρυγγος ἐκπεμπομένη φωνὴ ἔκ τινός τε καὶ ὑπό τινος ἐκπέμπεται· ἔκ τινος μὲν, ὡς ἀγγείου περιέχοντος, ὑπό τινος δ’, ὡς δυνάμεως κινούσης τὸ περιέχον· ὥσπερ ἀμέλει καὶ τὸ οὖρον ἐξέρχεται μὲν διὰ τοῦ αἰδοίου, ἐκπέμπεται δ’ 
246
ἐξ ἀγγείου μὲν, τῆς ὑπερκειμένης κύστεως, ὑπὸ δυνάμεως δὲ τῆς τὴν κύστιν συστελλούσης εἰς ἑαυτὴν, ἵν’ ἐκθλίψῃ τὸ οὖρον. ἡ δ’ ἀπὸ πρόθεσις ἄδηλός ἐστιν, εἴτε ἀντὶ τῆς ἐξ, εἴτε ἀντὶ τῆς ὑπὸ παρείληπται. εἰ μὲν οὖν ἀντὶ τῆς ἐξ, ἀληθής ἐστιν ὁ λόγος, ἔσται γὰρ τοιοῦτος· εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη ἡ φωνὴ, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξεπέμπετο. εἰ δὲ ἀντὶ τῆς ὑπὸ, ψευδὴς, ἔσται γὰρ αὖ πάλιν τοιοῦτος· εἰ δὲ ἦν ὑπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ τῆς φάρυγγος ἐξῄει. ὅτι δ’ οὐκ ἀληθής ἐστιν ὁ τοιοῦτος λόγος, οὐκ ἐμὲ χρὴ κατασκευάζειν, ἀλλ’ ἐκείνους αὐτοὺς ἀξιοῦν ἀποφήνασθαι προτέρους ὑπὲρ τοῦ τοιούτου λόγου, τὸ οὖρον διὰ τοῦ αἰδοίου χωρεῖ· εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξῄει. καὶ μὴν ὑπὸ προαιρέσεώς γε τῆς ἡμετέρας ἐκπέμπεται. οὐκ ἄρα ἐν τῇ καρδίᾳ ἐστὶν ἡ προαίρεσις. οὕτω δὲ καὶ περὶ διαχωρήματος ἐρωτᾷν ἐγχωρεῖ. καὶ γὰρ καὶ τοῦτο διὰ μὲν τῆς ἔδρας ὑπὸ τῆς ἡμετέρας προαιρέσεως πρώτης κινούσης ἐκπέμπεται, ἥτις, οἶμαι, καὶ τῶν ποῤῥωτάτω κειμένων ἑαυτῆς δάκτυλον ὁντιναοῦν τῶν ἐν ποδὶ κινεῖ παραχρῆμα, μηδὲν ἐκ τοῦ
247
διαστήματος ἐμποδιζομένη πρὸς τὸ τάχος. εἴτε γὰρ ἐν ἐγκεφάλῳ θείης, εἴτ’ ἐν καρδίᾳ τὴν προαίρεσιν, ἢ διάνοιαν, ἢ ὅ τί ποτε καὶ βούλει καλεῖν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, χρόνος οὐδεὶς εὑρεθήσεται μεταξὺ γιγνόμενος τοῦ τε βουληθῆναι κινῆσαι τὸν δάκτυλον καὶ τῆς ἐνεργείας αὐτοῦ, καθάπερ, οἶμαι, κᾀπὶ τῆς αἰσθήσεως ἔχει. οὐ γὰρ οὖν οὐδ’ ἐπὶ ταύτης ἀναμεῖναι δεῖ χρόνον τινὰ τοῦ νύξαντος ἢ τρώσαντος, ἵν’ αἴσθηται τὸ ζῶον, ἀλλ’ ἅμα τε τὸ τέμνον τέμνει καὶ τὸ ζῶον αἰσθάνεται. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντὶ, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγενομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς, ἵν’ αἴσθηται τὸ ζῶον. ὡς οὖν οὐδείς ἐστι χρόνος αἰσθητὸς ἐν τῷ μεταξὺ τοῦ τρωθῆναί τε τὸ μόριον αἰσθέσθαι τε τὸ ζῶον, ὡσαύτως οὐδὲ τοῦ βουληθῆναι κάμψαι τὸν ἄνθρωπον δάκτυλον ἢ τὸν πόδα καὶ αὐτῆς τῆς ἐνεργείας· οὕτως οὐδὲ τοῦ βουληθῆναι τὸ οὖρον ἐκκρῖναι καὶ αὐτῆς τῆς ἐκκρίσεως,
248
ἀλλ’ ἅμα τε τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐβουλήθη καὶ τὰ τῆς αἰσθήσεως ἐνήργησεν ὄργανα. πῶς οὖν λύσομεν ἐκεῖνον τὸν λόγον, ὧ σοφώτατοι, εἰ δὲ ἦν ὑπὸ τῆς καρδίας ἐκπεμπόμενον τὸ οὖρον, οὐκ ἂν διὰ τοῦ αἰδοίου ἐξεκρίνετο; ἣν γὰρ ἂν εἴπητε λύσιν, ἐξέσται δήπου καὶ ἡμᾶς αὐτῇ χρήσασθαι. κατὰ μὲν δὴ τοὺς διαλόγους ἐκείνους ἀναγκάζειν χρὴ λύειν τὸν λόγον. ἐνταῦθα δὲ οὐκ ἐγχωρεῖ ποιεῖν οὕτως, ἀλλὰ χρὴ τὴν λύσιν αὐτοὺς εἰπεῖν, οὐδὲν ἔχουσαν ἀποκεκρυμμένον ἢ μακρὸν ἢ χαλεπὸν, ἀλλ’ ἐκ προχείρου φαινομένην. οὐδὲν γὰρ κωλύει, φήσομεν, ἐκ τῆς κύστεως ἐκκρίνεσθαι διὰ τοῦ αἰδοίου τὸ οὖρον, ἀρχὴν κινήσεως ἐπιπέμψαντος τοῦ ἡγεμονικοῦ, ἵνα συσταλῇ τὸ περιέχον ἀγγεῖον. λοιπὸν, εἴτ’ ἐγκέφαλός ἐστιν, εἴτε καρδία τὸ τῆς ψυχῆς ἡγεμονοῦν, οὐδὲν οἶμαι διαφέρειν εἴς γε τὴν τοῦ προκειμένου λόγου διάλυσιν. ἄν τε γὰρ ἐγκέφαλος ᾖ, τὴν ἀρχὴν τῆς κινήσεως αὐτὸς ἐπιπέμψει καὶ τοῖς τὸ οὖρον ἐκκρίνουσιν ὀργάνοις, καὶ τοῖς τὸ περίττωμα τῆς τροφῆς, καὶ τοῖς τὸ σκέλος κινοῦσι, καὶ τοῖς τὸν πόδα καὶ τοὺς δακτύλους, ἄν θ’ ἡ
249
καρδία, κατὰ τὸν αὐτὸν τρόπον. οὕτως, οἶμαι, καὶ τῆς φωνῆς ἐκπεμπομένης διὰ φάρυγγος, οὐδὲν κωλύει τὸν ἐγκέφαλον αἴτιον ὑπάρχειν τῆς πρὸ τῆς φάρυγγος κινήσεως. ὥστ’ ἴσον ἔτι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς, οὐδὲν ἔκ γε τοῦ φαινομένου πρὸς οὐδέτερον τῶν δογμάτων ἐπικλίνειν. ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν κύστιν καὶ τὴν ἕδραν κινήσεως ἄδηλον ὑπῆρχε, πότερον ἐγκέφαλος ἢ καρδία τὴν ἀρχὴν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε φωνῆς καὶ ἀναπνοῆς ὁμοίως ἔτ’ ἄδηλον, ὁπότερον τῶν σπλάγχνων ἔχει τὴν ἡγεμονίαν. ἀλλ’, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ἡ τῆς θέσεως ἐγγύτης, ἑκατέρους ἐξαπατῶσα, φαντασίαν ἀποτελεῖ τῶν λημμάτων, ὡς ἐπιστημονικῶν τε καὶ πρὸς ἀπόδειξιν ἐπιτηδείων. οὐ μὴν οὕτως γ’ ἔχει τἀληθές. ὅ τε γὰρ ἁπάντων ἀρχὴν ὑποτιθέμενος εἷναι τὴν καρδίαν οὐκ εὐλαβηθήσεται τὴν τῶν ὀφθαλμῶν ἐγγύτητα, ὡς μὴ καὶ τούτους ἀπ’ ἐκείνης ὥσπερ πηγῆς τινος ἀρύεσθαι φάναι τὴν αἴσθησίν τε καὶ κίνησιν, ὅ τε τὸν ἐγκέφαλον οὐκ ἄλλο τι μόριόν φησιν ἀρχὴν εἶναι τῆς τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων κινήσεως,
250
ἀλλ’ ἐκεῖνον, ὥσπερ τοῖς ἄλλοις ἅπασιν ἐξηγεῖσθαι τῆς κατὰ προαίρεσιν κινήσεως, οὕτως καὶ τοῖσδε. ἅπερ οὖν ἐν ταῖς περὶ τῆς ἀποδείξεως μεθόδοις ἐδιδάχθημεν καθόλου, ταῦθ’ εὑρίσκεται κατὰ μέρος ἐπὶ πάσης ὕλης πραγμάτων ἀληθεύοντα. χρὴ γὰρ οὐκ ἀπὸ πάντων τῶν ὑπαρχόντων τῷ προκειμένῳ πράγματι τἀληθὲς λαμβάνειν, ἀλλ’ ἀπὸ μόνου τοῦ συνημμένου τῷ προβλήματι. Ζήνων δὲ καὶ Χρύσιππος καὶ Διογένης οἵ τ’ ἄλλοι Στωϊκοὶ, κᾂν μυριάκις ἐπὶ τῷ λόγῳ θαῤῥῶσιν, οὐχ εὕρωσιν ἀπολογήσασθαι περὶ τῶν ἁμαρτημάτων αὐτοῦ. τὸ γάρ τοι δεύτερον λῆμμα τὸ κατ’ αὐτὸν, εἰ μὲν ἀκριβῶς τε ἅμα καὶ σαφῶς καὶ διωρισμένως εἴρητο, τῶν ἐκ δευτέρου γένους ἓν ἂν ἐφωράθη πάντως ὑπάρχον· ἐπεὶ δὲ κατὰ τὸ τῆς λέξεως σχῆμα πεπανουργημένην ἀμφιβολίαν ἐπεσπάσατο, τοῦ τετάρτου γένους ἐν τούτῳ μετέσχεν. εἰ μὲν οὖν γινώσκων αὐτοῦ τὴν πανουργίαν ὁ Ζήνων ἑκὼν παρεχρήσατο, σοφιστὴς ἂν εἴη τις μᾶλλον ἢ φιλόσοφος· εἰ δὲ ἀγνοήσας ἄκων ἐχρήσατο, λογικῆς θεωρίας ἀγύμναστος. ἀλλ’ ἡμεῖς γε μήθ’ ἑκόντες ποτὲ τοιούτοις 
251
χρησαίμεθα λόγοις, ἐχθροῦ γὰρ ἀληθείας ἀνδρὸς τὸ πανούργημα, μήτ’ ἄκοντες ὑπὸ ἀμαθίας τε ἅμα καὶ ἀγυμνασίας ἐμπίπτοιμεν εἰς αὐτούς. ὁμοίαν δὲ ἔχει τῷ δευτέρῳ λήμματι καὶ τὸ τέταρτον ἀτοπίαν, ἐν ᾧ φησιν, ὁ λόγος ἀπὸ διανοίας χωρεῖ. ὁ γάρ τοι λόγος οὗτος, ἡ σημαίνουσα φωνὴ ὑπὸ μὲν τῆς διανοίας ἐκπέμπεται, καθάπερ καὶ τἄλλα πάντα τὰ κατὰ προαίρεσιν ἐνεργούμενα, οὐ μὴν ἐκ τῆς διανοίας γε, ἀλλὰ ἐκ τοῦ λάρυγγος. ἔμπροσθεν δὲ οὐδέπω φωνὴ τὸ ἀναφερόμενόν ἐστιν, ἀλλ’, ὡς ἔφαμεν, ὕλη τις οἰκεία φωνῆς, ἣν ὀνομάζομεν ἐκφύσησιν. ἐκπέμπεται δὲ ἐκ τῶν κατὰ πνεύμονα τραχειῶν ἀρτηριῶν, ὧν οὐδεμία τῆς καρδίας ἅπτεται. ὁ μὲν οὖν Ζήνων, εἴτε ἄκων εἴτε ἑκὼν ἀσαφεῖ τῇ λέξει χρησάμενος, εἰς τὸ τέταρτον εἶδος ἐκπέπτωκε τῶν λημμάτων, ὁ Διογένης δὲ τὰ πολλὰ μὲν εἰς τὸ δεύτερον, ἅπαξ δέ που καὶ αὐτὸς εἰς τὸ τέταρτον. ὅταν μὲν γὰρ λέγῃ, ὅθεν ἡ φωνὴ ἐκπέμπεται, καὶ ὅταν, ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτω μᾶλλον,
252
ἐκ τοῦ δευτέρου γένους τῶν ἐπιχειρημάτων χρῆται τοῖς λήμμασιν. ὅταν δὲ φῇ, τὸν λόγον ἀπὸ διανοίας ἐκπέμπεσθαι, δέον ὑπὸ διανοίας φάναι, τῷ τετάρτῳ χρῆται γένει τῶν ἐπιχειρημάτων. ὁ δὲ ἔλεγχος καὶ τῶν τούτου σφαλμάτων ὁ αὐτὸς τῷ προγεγραμμένῳ κατὰ τὸν τοῦ Ζήνωνος λόγον. οὕτω δὲ καὶ ὁ Χρύσιππος ἐπειδὰν μὲν λέγῃ καὶ ἐξ οὗ ὁ λόγος ἐκπέμπεται, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος, ἀντιληψόμεθα τοῦ λόγου καὶ φήσομεν, ὑφ’ οὗ μὲν ὁ λόγος ἐκπέμπεται, τὸ κυριεῦον ὑπάρχειν, οὐ μὴν ἐξ οὗ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον, κᾀπειδὰν εἴπῃ, τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίνεσθαι, οὐχ ὅθεν φήσομεν, ἀλλ’ ὑφ’ οὗ μέρους ὁ λόγος ἐκπέμπεται, καὶ τὸ λογίζεσθαι κατ’ ἐκεῖνό τε καὶ ἐν ἐκείνῳ γίγνεσθαι. δῆλον γὰρ δὴ, ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον αὐτὸν βούλεσθαι δηλοῦν ἐν τῷ λέγειν ἐκεῖσε, κᾂν ὅτι μάλιστα τὸ μὲν ἐκεῖσε εἰς τόπον ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν
253
τόπῳ. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν Χρύσιππον, ἤπερ οὕτω προφανῶς ἀδιανόητα λέγειν. τὸ μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθ’ ἑκάστην ῥῆσιν γινόμενον, τὸ δ’ ἀδιανόητα λέγειν οὐδαμῶς. ἐνίοτε γάρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ οὐκ ἀδιανόητά γε. διαφέρει γὰρ πάμπολυ τὸ ψεῦδος τοῦ ἀδιανοήτου. ἐπεὶ τοίνυν τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐν ἐκείνῳ πιθανώτερόν ἐστιν εἰρῆσθαι πρὸς τοῦ Χρυσίππου, γένοιτ’ ἂν ἡ ῥῆσις εἰς τὴν τῶν Ἑλλήνων διάλεκτον μεταληφθεῖσα τοιάδε· ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖ δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι, τουτέστιν ἐν ἐκείνῳ τῷ μορίῳ. τοῦτο δὲ φήσομεν ἄντικρυς εἶναι ψεῦδος. οὐ γὰρ, εἴ τι κατὰ προαίρεσιν ἔκ τινος ἐκπέμπεται, κατ’ ἐκεῖνο τὸ μόριον δείκνυται τὴν διάνοιαν ὑπάρχειν, καθάπερ οὐδὲ τὸ οὖρον, οὐδὲ τὸ πτύελον, οὐδὲ ἡ κόρυζα, οὐδὲ τὸ ἀποπάτημα. φαίνεται τοίνυν τοῦτο σφῆλαν τόν τε Ζήνωνα πρῶτον καὶ μάλιστα, καὶ μετ’ αὐτὸν ἤδη τοὺς ἄλλους Στωϊκοὺς, οὐχ
254
ἥκιστα δὲ καὶ τὸν Χρύσιππον ὅσον γε ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει. κατὰ μὲν γὰρ ἄλλην τινὰ μετ’ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγκασθῆναι δὲ εἶπον, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ, κᾄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέφον καὶ καθ’ ἑαυτοῦ, συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων. ἐχρῆν δ’ αὖ ἢ μὴ ταῦτα γράφειν, ἢ μὴ ἐκεῖνα, καὶ μάλιστα πλησίον οὕτως ἀλλήλων. εἰ μὲν γὰρ ἀληθὴς οὗτος ὁ λόγος, οὐκ ἀληθὴς ἐκεῖνος, εἰ δ’ ἐκεῖνος ὑγιὴς, κίβδηλος οὗτος. ἡμεῖς μὲν οὖν ἐπιστημονικαῖς μεθόδοις γυμνασάμενοι γνωρίζειν τε καὶ διακρίνειν δυνάμεθα τόν τε ἀληθῆ καὶ τὸν ψευδῆ· τοῖς δ’ ἀγυμνάστοις οὐ σμικρὸν ἂν εἴη ζήτημα, πότερον αὐτῶν ἕλωνται. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν, ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος, ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος ἀποδεικτικός. ἔστι δὲ τοιάδε. ἔχει δ’, ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μή ποτ’ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν
255
ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη ἐπιζητήσομεν. σχεδὸν γὰρ, οἷα ἄν τινα λέγῃ περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης. ὃ δὴ γὰρ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν. εἰ καὶ συγχωρήσειέ τις, ἀρχὴν εἶναι νεύρων τὴν κεφαλὴν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι, τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων. ὥσθ’, ὅτι δυνατόν ἐστιν ἐκ τοῦ στήθους τε καὶ διὰ τῆς φάρυγγος ἐκπέμπεσθαι τὴν φωνὴν, ἀρχὴν τῆς κινήσεως τοῖς ἐνταῦθα μορίοις παρεχούσης τῆς κεφαλῆς, αὐτὸς ὁ Χρύσιππος ὡμολόγησεν. οὔκουν χρηστέον ἐστὶν ὡς ἀποδεικτικῷ τῷ λόγῳ, καθάπερ οἱ πλεῖστοι 
256
τῶν Στωϊκῶν ὑπειλήφασιν. ἐπιχειρεῖται γὰρ, ὡς εἶπον, ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὅθεν καὶ λείπειν ἡγητέον τῷ τοῦ Ζήνωνος λόγῳ λήμματα πρὸς τὸ τελέως ἠρωτῆσθαι. δειχθείη δὲ ἂν ἐναργέστερον τοῦτο, τῶν λημμάτων μεταληφθέντων ἐπὶ τὸ σαφέστερον, ὡς εἶναι τὸν λόγον τοιόνδε· φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. εἰ δὲ ἦν ἐκ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν ἐκπέμπεται. λόγος δὲ ἐκ διανοίας ἐκπέμπεται. ὥστ’ οὐκ ἔστιν ἐν τῷ ἐγκεφάλῳ ἡ διάνοια. τὸ μὲν οὖν πρῶτον λῆμμα τῶν πρὸς αἴσθησιν ἐναργῶν ἐστιν, ὥστ’ οὐδ’ ἀποδείξεως αὐτὸ δεῖται. πιστὰ γὰρ ἐξ αὐτῶν ὑπάρχει πάντα τὰ πρὸς αἴσθησιν ἐναργῆ. τὸ δὲ δεύτερον οὔτε τῶν πρὸς αἴσθησιν οὔτε τῶν πρὸς νόησιν ἐναργῶν ἐστι. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐκ τῶν πρώτων ἀξιωμάτων ὑπάρχει. ἀλλ’ ἐχρῆν ᾧδέ πως ἐρωτηθῆναι τὸν λόγον, εἴπερ ἐκ τῶν πρώτων τε καὶ ἀποδεικτικῶν ἤμελλεν ἄρχεσθαι. φωνὴ διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται.
257
οὐκ ἔστι δὲ ἐγκέφαλος τῇ φάρυγγι συνεχής· οὐκ ἄρα ἐξ ἐγκεφάλου ἐκπέμπεται. μετὰ δὲ τοῦτον τὸν λόγον αὖθις ἕτερον ἐχρῆν ἐρωτᾶσθαι, τὸ συμπέρασμα λῆμμα ποιησάμενον, ὡς εἶναι τοιόνδε. τὸ ὅθεν ἡ φωνὴ ἐκπέμπεται, ἐκεῖθεν καὶ ἡ σημαίνουσα φωνὴ, τουτέστιν ὁ λόγος. ἐκ δὲ διανοίας ὁ λόγος ἐκπέμπεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἐγκεφάλου· οὐκ ἄρα ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. οὕτω μὲν ἐχρῆν ἠρωτῆσθαι τοὺς λόγους ὑπὸ τοῦ Ζήνωνος, εἰ μηδὲν τῶν λημμάτων ἤμελλεν μήτε παραλειφθήσεσθαι, μήτε ἐκ περιττοῦ παραληφθήσεσθαι. ἔνεστι δὲ καὶ συντομώτερον ἔτι κατὰ τόνδε τὸν λόγον ἐρωτῆσαι, συνθέντα τοὺς λόγους ἀμφοτέρους ἐς ταὐτόν. ὁ λόγος διὰ φάρυγγος ἐκπέμπεται. πᾶν δὲ τὸ διά τινος ἐκπεμπόμενον ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται. ὥστε καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπέμπεται. ἐγκέφαλος δὲ οὐκ ἔστι συνεχὴς τῇ φάρυγγι· οὐκ ἄρα ἐξ ἐγκεφάλου ὁ λόγος ἐκπέμπεται. ἀλλὰ ἐκ τῆς διανοίας ἐκπέμπεται· οὐκ ἄρα ἐν ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. ἔξεστι δὲ δηλονότι καὶ τὸ κυριεῦον
258
εἰπεῖν ἀντὶ τοῦ τῆς διανοίας ὀνόματος. ὡσαύτως δὲ καὶ τὸ ἡγεμονικὸν, καὶ τὸ ἡγεμονοῦν, καὶ τὸ ἡγούμενον, καὶ τὸ δεσπόζον, καὶ τὸ ἄρχον, καὶ τὸ λογιζόμενον, καὶ τὸ νοοῦν, καὶ τὸ φρονοῦν. οὐδὲν γὰρ διαφέρειν ἡγητέον, ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, ταὐτὸ φυλάττων τὸ ὑποκείμενον πρᾶγμα. εἰ οὕτως ἅπαντες ἠρωτήκεσαν τὸν λόγον, καὶ μὴ τὸ ἀναγκαιότατον τῶν λημμάτων παρελελοίπεσαν, ἐν ᾧ δηλοῦται τὸ πᾶν, τὸ διά τινος ἐκπεμπόμενον, ἐκ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεσθαι, τὰ δὲ οὐκ ἀναγκαῖα μὴ μάτην προσετεθείκεσαν, εὐφώρατος ἂν ἦν ὁ λόγος, ἀπό τε τῆς θέσεως ἐπιχειρεῖν ὡρμημένος, οὐκ ἀποδεικνύς τε τὸ προκείμενον. εἰ μὲν γὰρ ἡ ἐξ πρόθεσις ἐγκέοιτο κατὰ τὸ λῆμμα τὸ λέγον, ἐκ τῆς διανοίας ἐκπέμπεσθαι τὸν λόγον, ψευδὲς εἶναι φήσομεν αὐτό· μὴ γὰρ ἐκ τῆς διανοίας, ἀλλ’ ὑπὸ τῆς διανοίας αὐτὸν ἐκπέμπεσθαι. εἰ δὲ τὴν ὑπὸ πρόθεσιν ἐκ τῆς ἀπὸ δηλουμένην νομίζομεν, ὡς εἶναι τὸ λῆμμα τοιοῦτον, ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται, τὸ μὲν λῆμμα φήσομεν ἀληθὲς ὑπάρχειν, ἀπέραντον δὲ εἶναι τὸν λόγον, ὡς ἂν μηκέτι πάντων τῶν λημμάτων ὁμοίως ἠρωτημένων,
259
ἀλλὰ τῶν μὲν τὴν ἐξ, τῶν δὲ τὴν ὑπὸ πρόθεσιν ἐχόντων. εἰ δέ γε πάνθ’ ὁμοίως ἐρωτηθείη, κατὰ μὲν τὴν ἐξ πρόθεσιν ἐν τῷ προτέρῳ λήμματι γενήσεται τὸ ψεῦδος, κατὰ δὲ τὴν ὑπὸ τοῦτο μὲν ἀληθὲς ἔσται, τὸ καθόλου δὲ τὸ παραλελειμμένον ὑπ’ αὐτῶν, ὡσαύτως δὲ τὸ κατὰ μέρος ἄμφω ψευδῆ. τὸ μὲν γὰρ καθόλου γενήσεται τοιοῦτον. ἅπαν τὸ διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν αὐτῷ μορίων ἐκπέμπεται, τὸ δὲ κατὰ μέρος, ὁ λόγος, ὑπὸ τῶν τῇ φάρυγγι συνεχῶν μορίων ἐκπέμπεται. οὐ γὰρ ὑπὸ τῶν συνεχῶν, ἀλλ’ ἐκ τῶν συνεχῶν ἀληθῶς ἂν λέγοιτο. δέδεικται τοίνυν ἤδη σαφῶς τὸ κυριώτατον τῶν λημμάτων παραλελειμμένον αὐτοῖς, ἢ ἑκοῦσι σοφιστικῶς, ἢ ἄκουσιν ὑπὸ ἀγυμνασίας τῆς μεθόδου. διὸ καὶ παρακρούονται τὸν ἀκροατὴν, οὐ δυνάμενον ἀκριβῶς διελέσθαι, πότερον τῶν λημμάτων ἐστὶν ἀληθὲς, εἴτε τὸ κατὰ τὴν ἐξ πρόθεσιν ἠρωτημένον, εἴτε τὸ κατὰ τὴν ὑπό· τὴν ἀρχὴν μὲν γὰρ οὐδὲ λέγουσιν αὐτὸ κατά γε τὴν λέξιν, εἰς δέ γε τὴν σύστασιν τοῦ λόγου παντὸς, ὡς εἰρηκότες, προσχρῶνται·
260
τὸ γὰρ, εἰ δ’ ἦν ἀπὸ τοῦ ἐγκεφάλου ἐκπεμπομένη, οὐκ ἂν διὰ φάρυγγος ἐξεπέμπετο, κατὰ τὴν τοῦ παραλελειμμένου λήμματος δύναμιν ἀληθὲς εἶναι φαντάζεται. πᾶσιν οὖν τοῖς ἁμαρτήμασιν ὁ τοῦ Ζήνωνος λόγος ὑπεύθυνός ἐστι κατὰ τὸ δεύτερον τῶν λημμάτων τὸ νυνί μοι λελεγμένον· πρῶτον μὲν, ὅτι τὴν ἀπὸ πρόθεσιν ἐν αὐτῷ παρέλαβε, δέον ἤτοι τὴν ἐξ, ἢ τὴν ὑπό· δεύτερον δ’, ὅτι τὰ κυριώτατα παρέλιπε, τό τε καθόλου, τὸ πᾶν δὲ τὸ διά τινος πεμπόμενον ἐκ τῶν συνεχῶν μορίων αὐτῷ ἐκπέμπεται, τό τε κατὰ μέρος, ὅτι ἡ φωνὴ καὶ ὁ λόγος ἐκ τῶν συνεχῶν τῇ φάρυγγι μορίων ἐκπεμφθήσεται. τούτων γὰρ οὕτω διορισθέντων, εἰ μὲν κατὰ τὴν ἐξ πρόθεσιν ἅπαντα ἐρωτηθείη τὰ λήμματα, ψεῦδος ἔσται τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι· εἰ δὲ κατὰ τὴν ὑπὸ, τό τε καθόλου τὸ νυνὶ λεγόμενον, τὸ πᾶν διά τινος ἐκπεμπόμενον ὑπὸ τῶν συνεχῶν ἐκπέμπεσθαι, καὶ τὸ κατὰ μέρος, τὸ τὸν λόγον ὑπὸ τῶν ἐν τῇ λάρυγγι μορίων ἐκπέμπεσθαι. εἰ δὲ μικτῶς ἐρωτηθείη, κατά τινα μὲν λήμματα τῆς ἐξ προθέσεως 
261
ἀκριβῶς παραλαμβανομένης, καθ’ ἑκάτερα δὲ τῆς ὑπὸ, καθάπερ κᾀν τῷ τὸν λόγον ὑπὸ τῆς διανοίας ἐκπέμπεσθαι, τῶν μὲν λημμάτων οὐδὲν μεμψόμεθα, τὸν ὅλον δὲ λόγον ἀπέραντον ὑπάρχειν ἐροῦμεν. οὐ γὰρ ἔτι συναφθήσονται πρὸς ἀλλήλας αἱ κύριαι τοῦ συμπεράσματος προτάσεις. ἔστι γὰρ αὐτῶν ἡ μὲν ἑτέρα τοιαύτη, ὁ λόγος ὑπὸ τῆς διανοίας ἐκπέμπεται· ἡ δὲ ἑτέρα, ὁ λόγος ἐκ τοῦ ἐγκεφάλου οὐκ ἐκπέμπεται. ἐχρῆν δέ γ’ ἀμφότερα ἤτοι κατὰ τὴν ὑπὸ πρόθεσιν, ἢ κατὰ τὴν ἐξ ἠρωτῆσθαι, ἵν’ ἐπιφέρηταί τι κοινὸν αὐταῖς συμπέρασμα. τάχ’ ἂν ἔτι πλείω λέγειν ὑπὲρ τῆς τοῦ λόγου μοχθηρίας ἐπειρώμην, εἰ μὴ καὶ ὁ Χρύσιππος ἐγνώκει τε τὴν ἀτοπίαν αὐτοῦ καὶ τὸν τρόπον τῆς ἀπολήψεως αὐτὸς ἐγεγράφει δι’ ἧς ὀλίγον ἔμπροσθεν παρεθέμην ῥήσεως, ἐγχωρεῖν φάσκων ἐκ τῶν κατὰ στήθη μερῶν ἐκπέμπεσθαι τὸν λόγον, τὴν ἀρχὴν τῆς κινήσεως ἐπιπεμπούσης τῆς κεφαλῆς, ὥσπερ γε καὶ τὰ νεῦρα πάντα τὴν ἔκφυσιν ἐκ τῆς κεφαλῆς ἔχοντα τὴν ἀρχὴν τῆς δυνάμεως ἀπὸ τῆς καρδίας λαμβάνειν. ταῦτα μὲν οὖν ὀρθῶς
262
εἴρηται τῷ Χρυσίππῳ, καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα, καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν, ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἢ ἐτυμολογία τις, ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. κάλλιον γὰρ ἦν ἐπιμείναντα τοῖς κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπολαμβανομένοις λήμμασιν ἐξετάσαι τε καὶ κρῖναι διὰ τῆς αἰσθήσεως. αὐτὸς δὲ, ὥσπερ οὐ κατ’ ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθὲς, ἀπεχώρησέ τε τῆς ζητήσεως αὐτοῦ καὶ ποιητὰς ἐπάγεται μάρτυρας.

Ὅπερ οὖν ὁ Χρύσιππος ἐθεάσατο μὲν, οὐκ ἐπεξῆλθε δὲ τῷ λόγῳ, τοῦτ’ ἐγώ μοι δοκῶ προσθήσειν. ἐπειδὴ γὰρ ἐγχωρεῖ, κᾂν ὅτι μάλιστα πάντων τῶν νεύρων ἐγκέφαλος ἀρχὴ φαίνεται, τὴν καρδίαν ἐπιπέμπειν αὐτῷ δύναμιν αἰσθητικήν τε καὶ προαιρετικὴν, ὡσαύτως δὲ, κᾂν ἐκ τῶν κατὰ τὸν θώρακα μορίων ὁ λόγος ἐκπέμπεται, τὴν ἀρχὴν τῆς κινήσεως αὐτοῦ ἀπ’ ἐγκεφάλου καταφέρεσθαι, ζητητέον ἐφεξῆς ἐστι, πότερον οὐδέτερον οὐδετέρῳ μεταδίδωσιν

263
οὐδεμιᾶς δυνάμεως, ἢ τὸ ἕτερον τῷ ἑτέρῳ. γένοιτο δ’ ἂν ἡ ζήτησις ᾧδε. τὰ συνάπτοντα τὴν καρδίαν ἐγκεφάλῳ διασκέψασθαι χρὴ κατὰ τὰς τῶν ζώων ἀνατομὰς, ὁπόσα τ’ ἐστὶ καὶ ὁποῖα, κᾄπειτα κατὰ τὸν τράχηλον ἕκαστον αὐτὸ ἢ τέμνειν, ἢ θλᾷν, ἢ βρόχοις διαλαμβάνειν, εἶτ’ ἐπισκέπτεσθαι, τίνα καταλαμβάνει τὸ ζῶον παθήματα. συνάπτει δὲ καρδίαν ἐγκεφάλῳ τὰ τρία γένη τῶν ἀγγείων, ἅπερ δὴ καὶ παντὸς τοῦ σώματος ὑπάρχει κοινὰ, φλέβες καὶ ἀρτηρίαι καὶ νεῦρα, φλέβες μὲν αἱ σφαγίτιδες ὀνομαζόμεναι, ἀρτηρίαι δὲ αἱ καρωτίδες, νεῦρα δὲ τὰ ταύταις ταῖς ἀρτηρίαις παραπεφυκότα. τὰς μὲν δὴ σφαγίτιδας φλέβας ἢ τὰς καρωτίδας ἀρτηρίας οὐχ ἁπλῶς χρὴ τέμνειν, ὥσπερ τὰ νεῦρα, τεθνήξεται γὰρ εὐθέως τὸ ζῶον αἱμοῤῥαγίᾳ λάβρῳ συσχεθὲν, ἀλλ’ ἄμεινον βρόχοις ἰσχυροῖς διαλαβόντα πρῶτον ἔν τε τοῖς ἄνω καὶ κάτω μέρεσι τοῦ τραχήλου τὸ μέσον τῶν βρόχων διατέμνειν, ὡς μηδεμίαν αἱμοῤῥαγίαν ἀκολουθῆσαι. τὰ νεῦρα δὲ εἴτε θλᾷν, εἴτε διαλαμβάνειν ἐθέλοις βρόχοις τισὶν ἢ τοῖς σαυτοῦ δακτύλοις, εἴτε τέμνειν, ἐφ’
264
ἅπασι τούτοις τοῖς παθήμασιν ἓν καὶ ταὐτὸν ἀκολουθήσει σύμπτωμα τῷ ζώῳ· ἄφωνον ἔσται παραχρῆμα, τῶν δὲ ἄλλων ἐνεργειῶν οὐδεμία οὔτ’ ἐν τῷ παραυτίκα βεβλαμμένη, οὔτ’ ἐξ ὑστέρου φανεῖται. τῶν ἀρτηριῶν δέ γε βρόχοις διαληφθεισῶν ἢ, ὡς εἴρηται, τμηθεισῶν, ἄφωνον μὲν ἢ καρῶδες, ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκράτην κακῶς ἀνατεμόντων ἔγραψαν, οὐκ ἔσται τὸ ζῶον, αἱ δὲ ἀνωτέρω τῶν τρωθεισῶν ἀρτηριῶν ἅπασαι τελέως ἄσφυκτοι γενήσονται. τὰς δὲ φλέβας οὔτε βρόχοις διαλαμβάνων οὔθ’, ὡς εἴρηται, τέμνων ὄψει τινὰ σαφῶς ἐνέργειαν ἀπολλυμένην. ἐκ τούτων τῶν φαινομένων ἕτοιμόν ἐστι συλλογίσασθαι, μήτε τὴν καρδίαν εἰς τὴν τῶν σφυγμῶν κίνησιν ἐγκεφάλου τι προσδεῖσθαι, μήτε τὸν ἐγκέφαλον καρδίας, ἵν’ αἰσθάνηταί τε καὶ κατὰ προαίρεσιν ἐνεργῇ τὸ ζῶον. ὅτι μὲν γὰρ οὐδὲν ἡ καρδία πρὸς τὴν οἰκείαν κίνησιν ἐγκεφάλου δεῖται, δῆλόν ἐστιν ἐκ τοῦ, καὶ τῶν φλεβῶν, καὶ τῶν ἀρτηριῶν καὶ τῶν νεύρων τῶν προειρημένων βρόχοις διαληφθέντων, ὁμοίως ἔτι σφύζειν αὐτὴν καὶ τὰς καθ’ ὅλον τὸ ζῶον ἀρτηρίας·
265
αἱ γὰρ ἀνωτέρω τῶν βρόχων μόναι παντάπασιν ἄσφυκτοι γίγνονται, τοῦ συνεχοῦς αὐτῶν μέρους τοῦ μέχρι καρδίας ὡσαύτως ταῖς ἄλλαις σφύζοντος. ὅτι δὲ οὐκ ἔτι τῶν ἐγκεφάλου δυνάμεων ἡ καρδία τὴν πρώτην ἀρχὴν ἔχει, μάθοις ἂν ἐκ τοῦ, πάντων τῶν εἰρημένων νεύρων ἤτοι τμηθέντων, ἢ βρόχοις διαληφθέντων, ἄφωνον μόνον γίγνεσθαι τὸ ζῶον, εἰσπνεῖν μέντοι καὶ ἐκπνεῖν ἀκωλύτως κατ’ ἀμφοτέρας τὰς διαφορὰς τῶν ἔμπροσθεν εἰρημένων εἰσπνοῶν τε καὶ ἐκπνοῶν, οὕτω δὲ κᾀν τοῖς τέσσαρσιν κώλοις ἔτι καὶ νῦν ἐνεργεῖν, καθάπερ καὶ πρόσθεν, ἀκούειν τε καὶ βλέπειν καὶ πᾶσαν αἴσθησιν αἰσθάνεσθαι. μόνη γὰρ, ὡς εἴρηται, φωνὴ διαφθείρεται τοῦ ζώου, τμηθέντων τῶν παρὰ ταῖς ἀρτηρίαις νεύρων. ὅσοι δὲ τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἐπὶ ταῖς εἰρημέναις ἀρτηρίαις ἤτοι τμηθείσαις, ἢ, ὡς εἴρηται, διαληφθείσαις ᾤοντο καροῦσθαι τὸ ζῶον, εἶτ’ ἐκ τούτου συνελογίζοντο τὴν καρδίαν ἐγκεφάλῳ χορηγεῖν αἴσθησίν τε καὶ κίνησιν, ἐσφάλθαι μὲν αὐτοὺς ὑποληπτέον ἐν τῇ περὶ τὸ φαινόμενον ἐμπειρίᾳ, τὸ δ’ ἐξ ὑποθέσεως ἀκολουθοῦν 
266
ἀκριβῶς ἑωρακέναι· εἴπερ γὰρ ὄντως ἐγίγνετο καρῶδες τὸ ζῶον, ὅπερ αὐτοῖς ὄνομα βούλεται σημαίνειν τὸ ἀναίσθητόν τε καὶ ἀκίνητον, ἐξ ἀνάγκης ἂν ἀκολουθεῖν τὸ τὴν καρδίαν ἐπιπέμπειν ἐγκεφάλῳ τὴν πρώτην ἀρχὴν αἰσθήσεώς τε καὶ κινήσεως, ἣν αὐτὸς ἅπαντι τῷ σώματι διὰ νεύρων χορηγεῖ, ὥστ’ εἶναι δευτέραν τινὰ ἀρχὴν αὐτὸν, οὐκ ἀκριβῶς πρώτην, ἀνάλογον ὑπάρχῳ μεγάλου βασιλέως. ἀποδεδειγμένον γὰρ ἐν τοῖς ἔμπροσθεν, ὡς ἡ μὲν καρδία τῶν ἀρτηριῶν, ὁ δ’ ἐγκέφαλος τῶν νεύρων ἐστὶν ἀρχὴ, περαίνοιτ’ ἂν, εἴπερ ἀληθὲς ἦν τὸ λεγόμενον, ὡς ἡ καρδία διὰ τῶν ἀρτηριῶν ἐγκεφάλῳ χορηγεῖ δύναμιν ψυχικήν. οὐ μὴν ἀληθές ἐστιν, ἀλλὰ κατεψεύσαντο τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. καρῶδες μὲν γὰρ οὐδ’ ἐπὶ τοῖς νεύροις τμηθεῖσι γίγνεται τὸ ζῶον, μήτοι γε δὴ ταῖς ἀρτηρίαις· ἄφωνον δὲ τῶν νεύρων μὲν βλαβέντων γίγνεται, τῶν ἀρτηριῶν δ’ οὐ γίγνεται, καὶ πολὺ δὲ μᾶλλον ἔτι τῶν φλεβῶν. ἀλλ’ οἱ πλεῖστοι τῶν ἰατρῶν τε καὶ φιλοσόφων ἅμα ταῖς ἀρτηρίαις τὰ νεῦρα τοῖς βρόχοις διαλαμβάνοντες, εἶτα ἄφωνον ὁρῶντες αὐτίκα τὸ
267
ζῶον γιγνόμενον, ἀρτηριῶν τὸ πάθος ᾠήθησαν ὑπάρχειν, καὶ κάρον ὠνόμασαν, οὐκ ὀρθῶς, οἶμαι, εἰ μήτι ἄρα τὴν ἀφωνίαν ἐθέλουσιν ὀνομάζειν κάρον· οὕτω γὰρ ἂν ὀνόματι μόνον σφάλλοιντο κατά γε τοῦτο, περὶ δὲ τὸ πρᾶγμα αὐτὸ ἁμαρτάνοιεν, εἴπερ ἐπὶ ταῖς ἀρτηρίαις ὑπολαμβάνοιεν ἄφωνον γίγνεσθαι τὸ ζῶον.

Ἐγὼ μὲν δή μοι δοκῶ τὸ κελευσθὲν ὑπὸ τοῦ Χρυσίππου πεπραχέναι ζητήσας, εἴτ’ ἀπὸ καρδίας ἐγκεφάλῳ δύναμίς τις, εἴτ’ ἀπ’ ἐγκεφάλου τῇ καρδίᾳ χορηγεῖται. Χρύσιππος δ’ αὐτὸς ὀλιγώρως ἐσχηκέναι φαίνεται περὶ τὴν τοῦ πράγματος ἔρευναν, ἰδὼν μὲν τὴν ὁδὸν, ᾗ χρὴ τὸ ζητούμενον ἁλῶναι, μὴ χρησάμενος δὲ αὐτῇ. μέμφομαι δ’ αὐτῷ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν, οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων ἔμπροσθεν μὲν ὡς ἀποδεικτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν. εὑρίσκω δ’ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ

268
πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπὼν, ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἷς ἐστι τοῦ ζώου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται, διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ, μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται. ἔχουσι δ’ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν οὐδ’ ἐπὶ τοσοῦτον ἀντιλογίας προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις. ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν, ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατά τε τὸν θώρακα καὶ τὴν καρδίαν. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ᾧδε. κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν λέγω καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ. κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν
269
ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν, οὐ τολμήσας ἄντικρυς εἰπεῖν, αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων. ὡσανεὶ γὰρ ἔφη συναισθανόμενοι, μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν. εἶτ’ ἐφεξῆς· τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι. καὶ πάλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος, καὶ τὰ τῶν ὀργιζομένων πάθη, φησὶ, φαίνεται περὶ τὸν θώρακα γιγνόμενα, καὶ τὰ τῶν ἐρώντων. καὶ λοιπὸν οὐκ ἔτι παύεται περὶ τῶν παθῶν διαλεγόμενος, ὡς ἔν τε τῷ θώρακι καὶ περὶ τὴν καρδίαν μάλιστα συνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρὸς, ὅτι τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φησὶν, οὔτ’ αἴσθησιν οὐδεμίαν ἐμφανῆ γίγνεσθαι, ποῦ τὸ κύριον τῆς ψυχῆς μέρος, οὔτε τεκμήριον· οὐ γὰρ ἐπὶ τοσοῦτον διενεχθῆναι ἂν πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους. ἢ, εἴπερ ἀρέσκηται τῷδε τῷ λόγῳ, πῶς οὐκ ᾐδέσθη πάλιν ὲν τοῖς ἑξῆς αἰσθήσει γε κρίνων τὸ δόγμα, καὶ φαίνεται
270
λέγων; ἐγὼ δέ μοι δοκῶ, καθάπερ ὀλίγον ἔμπροσθεν ἔπραξα τὸν ἀληθέστερον ἑλόμενος λόγον, ὃν ὁ Χρύσιππος ἔγραψε πρὸς ἑαυτὸν ἐναντιολογούμενος, οὕτω καὶ νῦν ποιήσειν. οὐδεμία γὰρ αἴσθησις ἡμῖν γίγνεται τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ κατὰ τὴν καρδίαν ἢ τὸν θώρακα περιεχομένου, καὶ διὰ τοῦτ’ ἐπαινῶ μὲν τὰ πρῶτα τοῦ Χρυσίππου, δι’ ὧν ὁμολογεῖ τὸ ἀληθὲς, οὐκ ἐπαινῶ δὲ ἐν οἷς καταψεύδεται τῆς αἰσθήσεως. οὐ γὰρ ἓν ἔτ’ ἐνταῦθα δοκεῖ μοι σφάλλεσθαι κατὰ τὸν λόγον, ἀλλὰ δύο μεγάλα· πρῶτον μὲν, ὅτι, παντὸς τοῦ σώματος ἐν τοῖς τῆς ψυχῆς πάθεσιν ἐναργῶς ἀλλοιουμένου, καὶ ποτὲ μὲν ὠχριῶντός τε καὶ καταψυχομένου καὶ τρέμοντος, ὡς ἐν τοῖς φόβοις φαίνεται γιγνόμενον, ἔστιν ὅτε δ’ ἐρυθριῶντός τε καὶ θερμαινομένου καὶ σφοδρῶς ἐντεινομένου, καθάπερ ἐν τοῖς θυμοῖς, οὐδενὸς μὲν ἄλλου μέμνηται μορίου, μόνων δὲ τῶν κατὰ τὸν θώρακα· ἔπειτα δ’, ὅτι, κᾂν συγχωρηθῇ μειζόνως ἡ καρδία τῶν ἄλλων τοῦ ζώου μορίων ἐξισταμένη τοῦ κατὰ φύσιν ἐν φόβοις τε καὶ λύπαις, ἀγωνίαις τε καὶ θυμοῖς, ἅπασί τε τοῖς ἄλλοις πάθεσιν, οὐ τὸ λογιζόμενον τῆς ψυχῆς, 
271
ἀλλὰ τὸ θυμούμενον ἢ ἐπιθυμοῦν ἐνταῦθα ὑπάρχειν ἐνδείξεται· ὥστε πλέον θάτερον, ἢ ὅπερ αὐτὸς βούλεται, περαίνεσθαι διὰ τοῦ λόγου. εἰ γὰρ ἐν μὲν τῷ διανοεῖσθαί τε καὶ μανθάνειν ἢ διδάσκειν οὐδεμία κίνησις ἐξαίρετος ἐμφαίνεται κατὰ τὴν καρδίαν, ἐν ἅπασι δὲ τοῖς πάθεσιν ἐναργῶς φαίνεται, δῆλον, οἶμαι, γίγνεται, τὸ μὲν λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν, τὸ δ’ ἀλόγιστόν τε καὶ παθητικὸν ὀνομαζόμενον ἐν αὐτῇ περιέχεσθαι· εἰ δ’, ἔνθα τὸ πάσχον, ἐνταῦθά φησι καὶ τὸ λογιζόμενον ὑπάρχειν, αὐτὸ τὸ ζητούμενον ἀπ’ ἀρχῆς ἐξ ἑτοίμου λήψεται. πολλῷ δ’ ἦν ἄμεινον ἀπόδειξίν τινα ἡμᾶς διδάξαι τοῦ λαβεῖν ἐκ προχείρου τὸ ζητούμενον, ἀλλ’ οὔτ’ ἐν τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς, οὔτ’ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθα τὸ ἄλογόν ἐστιν, ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει, καίτοι Πλάτωνος ἐνίας μὲν ἀποδείξεις ἐν τῷ τετάρτῳ τῆς πολιτείας γράψαντος, ἐνίας δ’ αὖθις ἐρεῖν ἀναβαλομένου, περὶ ὧν ἐνδείκνυται κατὰ τὸν
272
Τίμαιον, ἃς κᾀγὼ διὰ τῶν ἑξῆς ὑπομνημάτων ἁπάσας γράψω. νυνὶ δ’ οὔπω μοι πρόκειται τοῦτο δεικνύειν, ἀλλ’ ὅτι τὸ λογιζόμενον τῆς ψυχῆς, ὃ δὴ καὶ ἡγεμονικόν τε καὶ διάνοιαν καὶ κύριον αὐτὸς ὁ Χρύσιππος ὀνομάζει, κατὰ τὸν ἐγκέφαλόν ἐστι. τούτου γὰρ ἀποδειχθέντος, ἐάν τις ἑτέρα δύναμις ἐν τῇ καρδίᾳ φαίνηται περιεχομένη, μηδαμόθεν ἑτέρωθεν ὁρμωμένη, τὰς δύο μὲν ἀρχὰς ἤδη σαφῶς ἕξομεν, ἐφεξῆς δὲ καὶ τὴν τρίτην ὁμοίως ἐξευρήσομεν. ἀλλὰ τοῦτο μὲν εἰς τὸν μέλλοντα λόγον ἀναβεβλήσθω. νυνὶ δ’ ἐπανέλθωμεν αὖθις ἐπ’ ἐκεῖνον τὸν λόγον, ὅθεν εἰς τοῦτον ἐξέβημεν, ὡς ἄρα ὁ Χρύσιππος ἐναντιολογούμενος ἑαυτῷ παρὰ πόδας οὐκ αἰσθάνεται, καθάπερ ἐπεδείξαμεν, διά τε τοῦ περὶ τῆς φωνῆς λόγου καὶ τοῦ φάσκειν, ἐνίοτε μὲν οὐδεμίαν αἴσθησιν ἡμῖν γίγνεσθαι τοῦ περιέχοντος τόπου τὸ ἡγεμονικὸν, ἐνίοτε δὲ φαίνεσθαι λέγειν αὐτόν. ἀλλὰ γὰρ οὐδὲ τοῦτ’ αὐτὸ πρόκειταί μοι νῦν ἀποδεικνύειν, ὅτι μὴ πάρεργον.

273

Ἀλλ’ ἦν ἐξ ἀρχῆς τὸ προκείμενον ἐν τούτῳ τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι τῶν λημμάτων. ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν τε καὶ ἀποδεικτικὸν, τὸ δὲ δεύτερον γυμναστικόν τε καὶ, ὡς Ἀριστοτέλης ὀνομάσειε, διαλεκτικὸν, τὸ δὲ τρίτον πιθανόν τε καὶ ῥητορικὸν, τὸ δὲ τέταρτον σοφιστικὸν, ἐπεδείκνυόν τε, τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ μόνον αὐτὸ τὸ ζητούμενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων, τὰ δ’ ἄλλα σύμπαντα διαλεκτικὰ, τὰ δ’ ἀπὸ τῶν ἔξωθεν μαρτύρων ῥητορικὰ, τὰ δ’ ὁμωνυμίαις τισὶν ἢ τοῖς τῆς λέξεως σχήμασι πεπανουργημένα σοφιστικά. τὰ μὲν οὖν ἐπιστημονικὰ καθ’ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε καὶ εὐαρίθμητ’ ἐστὶ, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ’ ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς. ὡσαύτως δ’ ἔχοντα

274
εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως. ἐναργῶς μὲν γὰρ ἡ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρὸς, οἱ δ’ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν. οἳ μὲν οὖν, ὅτι πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρὸς, διὰ τοῦτ’ ἀπ’ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν. οἳ δ’ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν δάκνεσθαι, πάμπολυ σφάλλονται. κάτω μὲν γὰρ τοῦ θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ, ἡ καρδία δ’ ἐν μέσῳ τέτακται τῷ θώρακι, καὶ οὐδεὶς ᾔσθετο πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ’ ἐν λύπαις οὔτ’ ἐν ἄλλῳ πάθει ψυχῆς ἢ σώματος. οὐ μὴν οὐδ’ ἡ καρδιαλγία τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν ὀδυνᾶσθαι δηλοῖ, ἀλλ’ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα τῶν ὡμιληκότων ἀρχαίων γράμμασι. ὥσπερ γὰρ τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ, καὶ πάμπολύ γε τοὔνομά ἐστι παρ’ αὐτοῖς. ἀλλ’ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι
275
τὸ σημαινόμενον ἐκ τῆς λέξεως. ὁ μὲν δὴ Νίκανδρος ᾧδέ πως φησίν·

  • — — ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην
  • Κλείουσι στομάχοιο.
  • Θουκυδίδης δ’ ᾧδε· καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν, ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι, ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι, ἐπῄεσαν. ὁ δ’ Ἱπποκράτης· γυνὴ ἐκαρδιήλγεε, καὶ οὐδὲν καθίστη πλὴν ἐς ῥοιῆς χυλὸν ἄλφιτον ἐπιπάσσουσα, καὶ μονοσιτεῖν ἤρκεσε, καὶ ἀνεῖλκεν οἷα τὰ κηρίωνος. ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς, τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δ’, ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέποτε γίγνεται. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται. τοῦτο δ’ αὐτὸ συμβαίνει ὲν ταῖς λύπαις· διὸ 

    276
    καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐνίοις δ’ ὑπέρχεται κάτω, καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρα τὰ χολώδη διαχωρεῖ. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν, ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα, καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συῤῥεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι καρδιαλγοῦσιν. οὐδ’ ἐστὶν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι, δι’ ἣν τοῦτο συμβαίνει. μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν, ὡς οὐκ ἔστι τῆς καρδίας, τοῦ σπλάγχνου, τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρὸς, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ Ἱπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ
    277
    Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ κατὰ τὴν καρδίαν. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστήμην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν λόγον, ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ, οἶμαι, καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζώου διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν, ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζώου μορίων αὐτὴν, ὑστάτην δὲ παύεσθαι, τῶν ἀποδεικτικῶν ἐστι λημμάτων. ἐνδείκνυται γὰρ, ἀρχὴν εἶναι κινήσεως αὐτὴν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμοὺς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην, οὔθ’ ὑστάτην
    278
    παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι. περαίνοιτ’ ἂν οὖν κᾀκ τούτου τοῦ λήμματος, οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ Ἱπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου τὴν καρδίαν. ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον. ἐπ’ αὐτοῖς δέ ἐστι καὶ τὸ τοῦ Ἀριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δ’ ὑφ’ ἡμῶν, ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ. κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν. ὥστ’ οὐδὲν ἔτι περὶ τῶν
    279
    αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζώοις ὑπείληπται. λέγουσι γὰρ, ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴ, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ψεύδονται δ’ ἐν ἀμφοτέροις τοῖς λήμμασιν. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζώοις εἶναι συγχωροῦμεν, ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, (οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν,) οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κᾀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσι οὐδεμίαν ἀπόδειξιν προτιθέντες. ὅμοιον δὲ τι ποιοῦσι κᾀπειδὰν, ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν, ἐνταῦθ’ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικὸν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν, ὡς ἐν τῇ
    280
    καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή. οὔτε γὰρ τοῦτ’ ἀληθὲς, ἀρχὴ γὰρ τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος, κοιλίη, φησὶν Ἱπποκράτης, οὔτ’, εἰ καὶ παντὸς μᾶλλον, ἂν ἠκολούθει ἐξ ἀνάγκης, καθ’ ὃ μόριον ἡ ἀρχὴ τῆς τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο γὰρ ἕν τι τῶν ζητουμένων ἐστὶ, τὸ δ’ ἕτερον τῶν ζητουμένων ψεῦδος. ἡ μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ στόμα, στόμαχος, κοιλίη, ἡ δευτέρα δ’ αἱ ἐξ ἥπατος εἰς κοιλίην καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, ἡ τρίτη δὲ τὸ ἧπαρ αὐτὸ, ἡ τετάρτη δὲ μετὰ τὸ ἧπαρ ἡ κοίλη φλὲψ, ἐν ᾗ πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται τὸ αἷμα, παρὰ ταύτης δ’ ἤδη τῆς φλεβὸς, ὥσπερ τἄλλα τοῦ ζώου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον ἡ καρδία λαμβάνει τὴν τροφήν. οὐ μὴν οὐδ’, ὅταν εἴπωσιν, ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κᾀνταῦθα πάλιν, εἰ μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι, 
    281
    τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικὸν, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν. Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικὸν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα. εἰ δ’ οὐδέτερον μὲν τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι, τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον ὑλικὸν, ἀκούσονται καὶ περὶ τοῦδε παρ’ Ἱπποκράτους· ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος, πνεύμων καὶ ἡ ἄλλη διαπνοή. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδεὶς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικὸν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία. τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν γὰρ ὡς ὄργανον πρῶτον, οὐδαμῶς ἡ καρδία τροφῆς καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν στόμα,
    282
    στόμαχος, κοιλίη, πνεύματος δὲ στόμα, ῥῖνες, βρόγχος, πνεύμων· εἰ δ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ δευτέρου δ’ ἀντιληψόμεθα, φάσκοντες αὐτὸ τὸ ζητούμενον ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως, ἐπειδὰν ἐσθίειν, ἢ πίνειν, ἢ ἀναπνεῖν βουλώμεθα. ὁ Διογένης δὲ τοῦτο λαβών χωρὶς ἀποδείξεως ἀμφισβήτησιν πεποίηκεν ἰδίαν. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. τὸ, φησὶ, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν οὖν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς, εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα, περὶ δὲ τοῦ, ταὐτὸν εἷναι τὸ κινοῦν
    283
    πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον, ἀντιληψόμεθα. τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες *** καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχὴν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει, καὶ Χρυσίππῳ, καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσας τὴν ψυχὴν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα; ὥστε πρὸς τοῖς ἄλλοις ἀτόποις καὶ ἀπέραντός ἐστιν ὁ τοῦ Διογένους λόγος. ὃ γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ ἀνάγκης ἕπεται. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι,
    284
    τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων, ὧν δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς, ἡ ἀρχὴ τῆς συστάσεώς ἐστιν;