De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Ἀλλὰ κᾀκείνου τὸ συνεχὲς τῷ στέρνῳ διεσεσήπει, καὶ ἦν οὕτω σαφῶς θεάσασθαι τὴν καρδίαν, ὡς κᾀν ταῖς τῶν ζώων ἀνατομαῖς, ἐπειδὰν ἑκόντες ἀναγυμνῶμεν. τὸ μὲν οὖν παιδάριον ἐσώθη, σαρκωθέντων τε τῶν περὶ τὸ στέρνον καὶ συμφύντων ἀλλήλοις, καὶ τοιοῦτον ἐπίθεμα γενομένων τῆς καρδίας, οἷόν περ ἡ ἔμπροσθεν ἦν κορυφὴ τοῦ χιτῶνος. καὶ οὐ χρὴ θαυμάζειν, εἰ, γυμνωθείσης τῆς καρδίας,

182
ἐσώθη τὸ παιδάριον. οὐδὲν γὰρ περιττότερον ἡ διάθεσις εἶχε τῶν ὁσημέραι γινομένων εἰς τὸν θώρακα συντρήσεων. οὐ μὴν οὐδὲ ὁ περικάρδιος ἴδιον ἐξαίρετον ἐπιφέρει τινὰ κίνδυνον, ὥσπερ που καὶ Ἡρόφιλος εἴρηκε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν. οὔτε οὖν τὸ παιδάριον ἐκεῖνο παρ’ ὅλην τὴν θεραπείαν ἐβέβλαπτο τὴν ἐνέργειαν, οὔτε ἄν τι ζῶον ὁμοίως ἀνατέμνωμεν. τίνος οὖν ἕνεκα ταῦτ’ εἴρηταί μοι; τοῦ τὴν καρδίαν αἵματος εἶναι μεστὴν τηνικαῦτα κατ’ ἀμφοτέρας τὰς κοιλίας. τῷ τοῦτο δῆλον; εἰ τρώσαις αὐτὴν, εὐθὺς ἐκχεῖται τὸ αἷμα. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι, κᾄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν. ἀλλ’ ἐπειδὰν ἐκκόψαντες τὸ κρανίον ἀφέλωμεν τὴν παχεῖαν μήνιγγα, καὶ γυμνώσαντες ἅπαντα τὸν ἐγκέφαλον ἐπιχειρῶμεν τιτρώσκειν ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὔτε ἐν τῷ παραχρῆμα φαίνεται κατ’ αὐτὰς αἷμα περιεχόμενον, οὔτε ὕστερον ἑπόμενον. οὕτως δὲ κᾀπὶ τοῦ τεθνεῶτος ἤδη ζώου κατὰ μὲν
183
τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας οὐκ ἔσθ’ ὅπου οὐκ ἂν εὕροις αἵματος θρόμβους, ἐν δὲ ταῖς κατὰ τὸν ἐγκέφαλον οὐχ εὑρήσεις, πλὴν εἰ θλασθέντος αὐτοῦ σὺν τῷ κρανίῳ τῶν ἐν αὐτῷ τινες ἀρτηριῶν ἢ φλεβῶν διασπασθεῖεν. οὕτω δὲ κᾀπὶ τῶν τιτρωσκομένων κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου βοῶν εὑρίσκεταί ποτε διαδιδόμενον εἴς τινα τῶν προσθίων κοιλιῶν αἷμα. καὶ οὐδὲν οὐδ’ ἐνταῦθα θαυμαστὸν, αὐτῆς τῆς ὀπισθίου κοιλίας τιτρωσκομένης, καὶ πολλῶν καὶ μεγάλων αὐτῇ συντιτρωσκομένων ἀγγείων, ἀφικνεῖσθαί ποτε καὶ μέχρι τῶν προσθίων τὸ αἷμα. δύναιτο δ’ ἂν ἐνίοτε καὶ βρόχῳ πνιγέντος τοῦ ζώου διὰ τὴν ὑπερβάλλουσαν βίαν ῥαγῆναί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἀγγείων, οἷα δὴ πολλάκις ὁρᾶται γιγνόμενα καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος ὑπὸ πλήθους αἵματος ἢ χύσεως ἀναῤῥαγέντος ἀγγείου. εἰ δ’ ἐν ὕδατι πνιγείη τὸ ζῶον, οὐκ ἂν ὁμοίως ἀγγεῖον ῥαγείη. κατὰ μέντοι τοὺς ἄλλους ἅπαντας θανάτους τῶν ζώων οὐκ ἂν εὕροις ἐν ἐγκεφάλου κοιλίᾳ περιεχόμενον θρόμβον, ὥσπερ ἐν τῇ καρδίᾳ διαπαντός. ἀλλὰ τὰ μὲν
184
ἐπὶ τῶν τεθνεώτων ἐκ περιουσίας εἰρῆσθαί μοι δοκῶ. ἐπάνειμι δ’ αὖθις ἐπὶ ζῶντα ζῶα, καὶ δείκνυμί σοι, γυμνωθείσης τῆς καρδίας, οὐ μόνον εἰ σμίλην καθείης εἰς τὴν ἀριστερὰν κοιλίαν, αἷμα προχεόμενον εὐθέως, ἀλλὰ κᾂν γραφεῖον, ἢ βελόνην, ἤ τι τοιοῦτον ἕτερον. καίτοι γε, εἴπερ ἀναγκαῖον ἦν, ἐχρῆν ἐκκενωθῆναι τὸ πνεῦμα πρότερον, ἵνα ἀκολουθήσῃ τὸ αἷμα· τὸ γὰρ στεγνὸν τῆς ὀπῆς ἂν εἰς χρόνου μῆκος οὐ σμικρὰ συνετέλεσεν. ἀλλὰ οὐχ ᾧδ’ ἔχει τἀληθές· ἕπεται γὰρ αὐτίκα μάλα τῷ τρώσαντι τὸ αἷμα, ὥστε οὐκ ἂν, οὐδ’ εἰ πάνυ σφόδρα ταχύνῃς ἐν τῇ χειρουργίᾳ, δυνήσῃ ποτὲ ἀναίμακτον ἐξαρπάσαι τὸ τρῶσαν. ᾧ δῆλον, ὡς πλήρης ἐστὶν αἵματος ἡ ἀριστερὰ κοιλία.

Τὸ γὰρ ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον λεγόμενον, ὡς πρὶν μὲν τοῦ γυμνωθῆναι πνεῦμα μόνον ἐν αὐτῇ περιείχετο, γυμνωθείσης δὲ παρεμπίπτει τὸ αἷμα, οὐδὲν ἄλλ’ ἐστὶν ἢ ἀνθρώπων λόγος ἀναισχύντων πρὸς τὸν ἔλεγχον. ἀλλὰ καὶ τοῦτ’ αὐτῶν ἐλέγξαι τὸ ἀναισχύντημα ῥᾷστόν ἐστιν. εἰ γὰρ δὴ παρὰ φύσιν εἰς τὴν πνευματικὴν

185
κοιλίαν τῆς καρδίας ἐκπέπτωκε τὸ αἷμα, πάντ’ ἐχρῆν, οἶμαι, συγκεχύσθαι τὰ κατὰ φύσιν αὐτῆς ἔργα, καὶ μήτε τὰς ἀρτηρίας ἔθ’ ὁμοίως σφύζειν, ὡς ὅτ’ ἐκ τοῦ παρ’ αὐτῆς ἐπληροῦτο πνεύματος, ἀπολωλέναι τε παμπόλλας ἐνεργείας, ὡς ἂν τῆς πηγῆς αὐτῶν οὐκέτι οὔσης. Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φασὶν εἶναι τὴν κοιλίαν ταύτην. ἀλλ’ οὐδὲν ὅλως τὸ ζῶον καταλαμβάνει σύμπτωμα. καὶ τοῦτ’ ἔνεστι τῷ βουλομένῳ μαθεῖν παρ’ ἡμῶν, ὥσπερ ἀμέλει πολλάκις ἐδείξαμεν οὐκ ὀλίγοις τῶν ἀπιστούντων, εὐθὺς ἀντιπαραβάλλοντες αὐτοῖς ἐφ’ ἑτέρου ζώου, πολλάκις δὲ καὶ καθ’ ἒν ὁτιοῦν ταὐτὸν, ὁπόσα τε καὶ ὁποῖα καταλαμβάνει τὸ σύμπαν σῶμα παθήματα, κοιλίας ἐγκεφάλου τρωθείσης. καίτοι τί λέγω τρωθείσης; εἰ γὰρ καὶ πρὶν τρῶσαι θλίψῃς ἡντινοῦν αὐτῶν, ἀκίνητόν τε καὶ ἀναίσθητον, ἄπνουν τε καὶ ἄφωνον εὐθὺς ἔσται τὸ ζῶον. οὕτω δὲ κᾀπὶ τῶν ἀνθρώπων αὐτῶν ἀνατιτραμένων φαίνεται συμπίπτον. 
186
ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν, ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφαλείας ἕνεκα τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ ἀκίνητος ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ὁ ἄνθρωπος ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν θλιβόντων. ἀλλ’ ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν αὐτὴν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη. ἀλλ’ οὐδὲν οὐδὲ τότε τὸ ζῶον ἔπασχεν, οὔτε εἰς αἴσθησιν, οὔτε εἰς κίνησιν τὴν καθ’ ὁρμὴν, ἀλλ’ ἐκεκράγει τε μεγάλα, καὶ ἀκωλύτως ἀνέπνει, καὶ πάντα ἐκίνει σφοδρῶς τὰ κῶλα. μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλάπτεται κίνησις, οὕτω διαληφθείσης τῆς καρδίας, ἄλλο δὲ οὐδὲν πάσχει τὸ ζῶον, ἀλλ’, ἄχρι περ ἂν ζῇ, καὶ κινεῖ πάντα τὰ μέλη, καὶ ἀναπνεῖ. ἐγκεφάλου δὲ οὕτω θλιφθέντος, ἔμπαλιν ἅπαντα συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ καρδίᾳ, κινεῖται δ’ οὐδὲν μέλος, οὐδὲ ἀναπνεῖ τὸ ζῶον, οὐδὲ ἐκφωνεῖ. ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον
187
ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τινὸς δεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν, μήτε τὸν ἐγκέφαλον τῆς καρδίας. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ’ ὅπως ἐπιδείξαιμι τὸ ψυχικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, ὡς μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατομῶν. Ἀριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ, παρὰ τὸ φαινόμενον ἀποφαινομένοις, ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρδίαν, ἐγκαλέσειεν ἄν τις δικαίως. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς οὐχ ἑωράκασιν, ἐξ ὧν ὑπελείποντο συνταγμάτων ἔνεστι καταμαθεῖν·
188
ὅτι δὲ ἤτοι παντάπασιν αὐτοὶ τυφλώττοντες, ἢ τυφλοῖς διαλεγόμενοι, περὶ τῆς τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις χρὴ μακροῖς κατασκευάζειν, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν ἰέναι. φαίνεται γὰρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν τῶν νεύρων ἐξ ἐγκεφάλου ἄντικρυς ἐκπεφυκότα, τὰ δ’ ἐκ τοῦ νωτιαίου μυελοῦ, νωτιαῖος δ’ αὐτὸς ἐξ ἐγκεφάλου. βέλτιον οὖν ἦν οὔθ’ ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι τὴν καρδίαν, ὅπερ Ἀριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ Πραξαγόρας. οὗτος γὰρ ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας, ἐφιλοτιμεῖτο δὲ πρὸς Ἱπποκράτην, καὶ πάντως ἐβούλετο τὸν ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύρων ἀρχῆς, οὐ σμικρὸν ἀπετόλμησε ψεύσασθαι, τὰς ἀρτηρίας φάμενος ἐν τῷ προϊέναι καὶ κατασχίζεσθαι στενὰς γιγνομένας εἰς νεῦρα μεταβάλλειν· τοῦ γὰρ δὴ σώματος αὐτῶν ὑπάρχοντος νευρώδους μὲν, ἀλλὰ κοίλου, κατὰ τὴν ἐπὶ πλέον ἐν τῷ ζώῳ σχίσιν οὕτως γιγνομένων μικρῶν τῶν κοιλοτήτων, ὡς ἐπιπίπτειν
189
ἀλλήλοις τοὺς χιτῶνας, ὁπόταν τοῦτο πρῶτον γένηται, νεῦρον ἤδη φαίνεσθαι τὸ ἀγγεῖον. Ἐρασίστρατος μὲν οὖν οὐδὲ ἀντιλογίας ἠξίωσε τὸν λόγον, ὡς ἀναισχύντως ἀποτετολμημένον.

Ἐγὼ δὲ, ἐπειδή περ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι, καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρὸς, ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. ὅτι γὰρ οὕτως ἐχρῆν ἔχειν τὸ φαινόμενον ἐκ τῶν ἀνατομῶν, ὡς ὁ Πραξαγόρας εἴρηκεν, εἰ μελλήσει τις εὐλόγως ἀρχὴν τῶν νεύρων ὑπολήψεσθαι τὴν καρδίαν, οὐδ’ ἡμεῖς ἀμφισβητοῦμεν. ὅτι δ’ οὐχ οὕτως ἔχει, μυριάκις μὲν ἤδη τοῖς βουληθεῖσι γνῶναι τἀληθὲς ἐπὶ τῶν ζώων ἐδείξαμεν, οὐκ ὀκνήσομεν δὲ κᾀνταῦθα τὴν ἀνατομὴν ἑρμηνεῦσαι τῶν ἀρτηριῶν, ὥσπερ ἔμπροσθεν τῶν νεύρων. ἐκφύεται μὲν γὰρ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἀρτηρία μεγίστη, καθάπερ τι πρέμνον ἁπασῶν τῶν κατὰ τὸ ζῶον ἀρτηριῶν. ἀποβλαστάνει δὲ ἀπ’ αὐτῆς πρῶτον μὲν ἡ

190
τὴν καρδίαν περιστέφουσα· καὶ δὴ καὶ ὀνομάζουσιν οὕτως αὐτὴν, οἷς μέλει τῶν ἀνατομῶν. ἀλλ’ οὐκ ἂν εἴποις, ὦ γενναιότατε Πραξαγόρα, μειουμένην ἐν τῷ κατασχίζεσθαι τὴν ἀρτηρίαν ταύτην εἰς νεῦρα τελευτᾷν. ἐφεξῆς δὲ τῆσδε δίχα σχισθείσης τῆς μεγάλης ἀρτηρίας, ἡ μὲν μείζων μοῖρα κατακαμφθεῖσα πρὸς τὴν ῥάχιν, ἐπὶ μέσων στηρίζεται τῶν σπονδύλων· ἡ δ’ ἑτέρα μετέωρος εὐθὺ τῶν σφαγῶν ἀναφέρεται. πρώτας οὖν ἐπίσκεψαί μοι τὰς εἰς τὸν θώρακα φερομένας ἀπ’ αὐτῶν, καὶ τόλμησον εἰπεῖν τινα μεταβάλλειν εἰς νεῦρον. εἰσὶ μὲν γὰρ δύο καὶ εἴκοσι τὸν ἀριθμὸν, ἐν ἑκάστῳ μεσοπλευρίῳ μία. συναποφύεται δ’ αὐταῖς ἀπὸ τοῦ νωτιαίου νεῦρα. καὶ φαίνεταί γε καθ’ ὅλον τὸν θώρακα συναποτεινόμενά τε καὶ συγκατασχιζόμενα ταυτὶ τὰ δύο γένη τῶν ἀγγείων εἴς τε τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα καὶ τοὺς μεσοπλευρίους μῦς, τρίτου τινὸς αὐτοῖς συναποφυομένου τε καὶ συναποτεινομένου καὶ συγκατασχιζομένου φλεβώδους ἀγγείου. ἀλλ’ οὐδὲν τό γε νῦν εἶναι δέομαι διεξέρχεσθαι περὶ φλεβῶν· ἀναμένει γὰρ οὖν κᾀκείνας 
191
ἑτέρωθι οὐ σμικρὸς λόγος. ἐπὶ δὲ τὰς ἀρτηρίας αὖθις ἐπάνειμι. καὶ καταλίπωμεν ἤδη τὰς κατὰ τὸν θώρακα, μηδ’ αὐτοῦ τοῦ Πραξαγόρου τολμήσαντος ἐν θώρακι φάναι μηδεμίαν ἀρτηρίαν εἰς νεῦρον μεταβάλλειν. καίτοι, εἴπερ ἐν θώρακι μὲν φαίνεται νεῦρα πάμπολλα, μεταβάλλει δ’ οὐδὲ μία κατ’ αὐτὸν εἰς νεῦρον ἀρτηρία, δῆλον ὡς οὐκ ἔστιν ἐκ τῶν ἀρτηριῶν ἡ γένεσις τοῖς νεύροις. ἀλλὰ γὰρ ἐπὶ τὰς ἔξω τοῦ θώρακος ἴωμεν. ὧν πρώτη μέν ἐστι συζυγία τῶν ἐπὶ τὰς ὠμοπλάτας ἀναφερομένων, ἀφ’ ὧν οὐκ ὀλίγη μοῖρα καὶ πρὸς τὸν νωτιαῖον εἴσω καταδύεται, καὶ τοῖς ἐν τραχήλῳ μυσὶ διασπείρεται, δευτέρα δὲ τῶν εἰς τὰς χεῖρας φερομένων ἀρτηριῶν, ἅς μοι καὶ μάλισθ’ ὡς ἀπονευρουμένας ὁ Πραξαγόρας αἰνίττεσθαι δοκεῖ. καίτοι φανερώτερόν γε τῶν κατὰ τὸν θώρακα καὶ ταύτας ἰδεῖν ἔστιν, ὅσῳ περ καὶ μείζους εἰσὶν, εἰς ὅλα τὰ κῶλα κατασχιζομένας ἄχρι τῶν δακτύλων. ἀλλ’ οὐδὲ τούτων οὐδὲ μία φαίνεται νεῦρον γιγνομένη. καὶ γὰρ αἱ κατὰ τοὺς καρποὺς τῶν χειρῶν, ὧν ἔθος ἡμῖν ἐστιν ἅπτεσθαι πυρετῶν διαγνώσεως ἕνεκα,
192
καὶ αἱ μεταξὺ τῶν δακτύλων λιχανοῦ τε καὶ μεγάλου μικραὶ μὲν ὑπάρχουσι παντάπασιν, ἀλλ’ οὔτε εἰς νεῦρον ἤδη μεταβεβλήκασιν, ἐναργῶς τε φαίνονται σφύζουσαι καὶ πρὸ τῆς ἀνατομῆς. ἀλλ’ ἐν ταύταις μὲν ἴσως οὐ χρὴ πικρῶς διελέγχειν τὸν Πραξαγόραν, ἀλλά τι καὶ συγγνώμης νέμειν, εἰ μικρὰς ἀρτηρίας οὐκ ἐθεάσατο. καίτοι γ’, ὅταν εἰς νεῦρα μεταβάλλειν αὐτὰς φάσκῃ τὰς σμικροτέρας, οὐκ ἀμβλυωπίαν ὑποτιμᾶται δήπουθεν, ἀλλ’ ὀξὺ βλέπειν ἐπαγγέλλεται. τῶν δὲ κατὰ τὰς μασχάλας ἀρτηριῶν, (ἔστι δὲ καθ’ ἑκατέραν χεῖρα μία,) μεγάλων τε οὐσῶν ἅμα καὶ τέτταρα ζεύγη νεύρων μεγάλων ἀμφ’ αὑτὰς ἐχουσῶν, ἀναμνῆσαι βούλομαι τοὺς τὰ τοῦ Πραξαγόρου πρεσβεύοντας. οὐδέπω μὲν γὰρ οὐδ’ ὑπήρξατο σχίζεσθαι κατὰ ταῦτα τὰ μόρια τῶν ἀρτηριῶν οὐδετέρα· μεγάλα δέ ἐστιν οὕτως ἤδη τὰ νεῦρα, ὥστ’, εἰ καὶ τυφλὸς εἴη τις, οὐκ ἂν λάθοιεν αὐτοῦ τὴν ἁφήν. πόθεν οὖν ἐγεννήθη ταῦτα, καὶ τίνων ἀρτηριῶν ἀπεβλάστησε, δίκαιος λέγειν ὁ Πραξαγόρας ἐστί. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον, ἐνὸν ἡμᾶς εἰπεῖν
193
ἤδη τἀληθές; ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει, καθὰ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ, μεταξὺ τοῦ πέμπτου τε καὶ ἕκτου, καὶ δὴ καὶ ἡ τρίτη μὲν, ἵνα συμβέβληκεν ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δ’ ἐπ’ αὐτῇ. τὸ δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ τοῦ πρώτου τῶν ἐν τῷ θώρακι· καὶ τοῦτό ἐστι τὸ εἰς ἄκρας ἰὸν τὰς χεῖρας. οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν πρὸ ἡμῶν ἔγραψαν, ὧν κᾀν τοῖς πρώτοις λόγοις κᾀν τοῖς νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν, πληθυντικῶς εἴ τί που παρεῖδον, ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών· ἐν ἑτέρᾳ γάρ μοι πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται. οὐκ οὖν ἀρτηρίας χρὴ ζητεῖν, ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες, ἢ τοὺς δακτύλους κινήσομεν, ἤ τι τῶν κατὰ τὰς χεῖρας ἕτερον. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω τῶν ἀρτηριῶν, οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως,
194
ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ γεγενημένα. τὰ μὲν δὴ τοῦ Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη, καὶ οὐδὲν ἔτι Πραξαγόρου γ’ ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ λόγῳ. ἀλλ’ ἐπειδήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζώου τὰ μόρια νομὴν, οὕτω καὶ νῦν ἐκδιδάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους αὖθις αὐτῶν τρέψωμεν. καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς φερομένας προσθήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς ἄνω τοῦ θώρακος, καὶ τρίτας τὰς κάτω, καὶ τετάρτας, ὅσαι τοῖς σκέλεσι διανέμονται. αἱ μὲν δὴ τῶν μασθῶν ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰς ἀναφερομένης ἀποφύονται, ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως, ὑποφέρονται διὰ παντὸς αὐτῷ, καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς τοῦ θώρακος ὑπὸ τοῦ στήθους. οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται· φαίνεται γάρ τις αὐτῶν μοῖρα δι’ ἐπιγαστρίου κατιοῦσα, κἀνταῦθ’ εἰς πλείω σχιζομένη, ταῖς ἀπὸ τῶν βουβώνων ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα. λελέξεται δὲ ὑπὲρ ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑποβάλλῃ.
195
νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς, ἀρχὴν τῷ λόγῳ τήνδε θεμένους. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ μέσην γένηται τὴν σφαγὴν ἡ ὄρθιος ἀρτηρία, δίχα σχίζεται. τοὐντεῦθεν δὲ τὸ γεννηθὲν ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομάζονται καρωτίδες, ἀλλ’ ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄνοιαν ἁπάντων μεθ’ Ἱπποκράτην φιλοσόφων τε καὶ ἰατρῶν. ἀλλ’ ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων ἀρτηριῶν εἶναι τὸν κάρον, οὔθ’ Ἱπποκράτης οὕτως ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ γε ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ’ ὀνομαζέσθωσαν ἔτι καὶ νῦν καρωτίδες. ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι θέσεώς τε ἅμα καὶ σχίσεως, ἁπάσης τε τῆς εἰς τὰ τῶν κλειδῶν ἄνω μόρια νομῆς, ἐγὼ διηγήσομαι. φέρονται μὲν ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ’ οἷον πρέμνον αὐτῶν εὐθὺ τῆς κεφαλῆς. ἀποβλαστήματα δὲ 
196
κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν. ἐπειδὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα σχίζεται. καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γενηθεῖσαι, δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον, ὅσον τε τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου, κατασχίζονται, δύο δὲ λοιπὸν διεξερχόμεναι τὸ κράνιον εἰς τὸν ἐγκέφαλον ἔρχονται. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν. οὐ σμικρὸς γὰρ οὐδ’ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδ’ ἁπλῶς, μηδ’ ὡς ἔτυχεν ἐπὶ τὸν ἐγκέφαλον ἀνιᾶσιν, ἀλλ’ ὑπὸ τῇ παχείᾳ μήνιγγι τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλήσιον ἐργάζονται. νυνὶ δ’ οὔτε τούτων τῶν ἀρτηριῶν οὔτ ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός ἐστιν οἰκειοτέρα. κατὰ δὲ τὸ παρὸν, ὅσον ὑπογράψαι χρήσιμον, ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας
197
ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφὺν ἅπασαν. ἀποφύσεις δὲ πρώτας μὲν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα, κᾄπειτ’, ἐπειδὰν ἤδη διεκπίπτῃ τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ, καὶ γαστρὶ, καὶ ἥπατι, καὶ τοῖς ἐντέροις ἅπασι, καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη. ἐξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ’ ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον σπόνδυλον ἓν ζεῦγος, ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν κατέρχονται, καί τις ἀζυγὴς εἰς μεσεντέριον. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραὶ, δύο καθ’ ἕκαστον σπόνδυλον. ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται τοὐντεῦθεν ἤδη εἰς μεγάλα μέρη. καὶ κατέρχεταί τις
198
εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα, κύστει τε καὶ τῆς μήτρας τοῖς κάτω, καὶ ξυνελόντι φάναι, τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς διανομῆς. ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ’ ἑκάτερον ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου. κατασχιζόμεναι δ’ ἐνταῦθα, ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰ τέτταρα τάδε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ. λοιπαί δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα βουβῶνα, τοῖς ἐντὸς τοῦ μηροῦ παρατέταται μέρεσιν ἄχρι τοῦ γόνατος. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δ’ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται. καὶ οὐδὲν οὐδ’ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς,
199
ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζώῳ πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τινος πρέμνον, ἐλέγομεν φύεσθαι. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δ’ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζώοις ἅπασιν, οἷς πνεύμων ἐστίν· οἷς δ’ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βρογχία. ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόν περ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῶον ἀρτηρίας, ἃς ὀλίγον ἔμπροσθεν εἶπον. οὕτως γὰρ οἶμαι καὶ τὸν Ἱπποκράτην προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι
200
περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε καὶ φλεβῶν ὁ λόγος περαίνηται. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι, καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον.

Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον, αὖθις ἐπὶ τὸν Ἀριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησιν τὰ νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς τῶν νεύρων ἀρχῆς. ἐχρῆν γὰρ, οἶμαι, τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι, πῶς εἰς ἕκαστον τοῦ ζώου μόριον ἀπ’ αὐτῆς ἔρχεται τὸ νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν. ὅθεν, ὃ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζώοις μορίων ἔγραψεν, οὐδαμῶς ἦν πρέπον Ἀριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν. Ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ 

201
ταύτης γὰρ αἱ κινήσεις. περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν καὶ ἀνιέναι. δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος. ὅτι μὲν γὰρ δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος ἐκείνῳ τῷ μέλει τοῦ σώματος, ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’ εἶναι τὸ μέλος, οὐ μόνον οὐκ ἀπέδειξεν ὁ Ἀριστοτέλης, ἀλλ’ οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν. ἀλλ’ οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν, ἔνθα ᾖ νεῦρα πολλὰ, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα. ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν
202
καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ σῶμα τοῦ ζώου νεύρων. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλὰ, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ Ἀριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαφύσεις, οὐ μὴν ἤδη γέ πω καὶ νεῦρα. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν τὸν Ἀριστοτέλη. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευὴν, ἐπειδὰν, ὅ τί ποτέ ἐστιν αὐτὸ τὸ εἶναι, σκοπώμεθα. τῷ γοῦν ὀφθαλμῷ ἵνα ᾖ, τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθα ὀργάνῳ ὀπτικῷ. οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ Ἀριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται. νυνὶ δ’ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ Ἀριστοτέλους δοξάζοντος οὕτως. εἰ μὲν γὰρ πρὸς ἄλλον τινὰ τὸν λόγον ἐποιούμην, ἐπειρώμην ἂν ἐπιδεικνύειν, ὡς ταῖς
203
ἐνεργείαις τε καὶ χρείαις ἕκαστον τῶν μορίων, οὐ τῇ τοῦ σώματος ἰδέᾳ, κρίνεται. ἐπειδὴ δὲ πρὸς Ἀριστοτέλη διαλέγομαι, τὸν αὐτὸν οὕτως γινώσκοντα πολὺ πρότερον ἡμῶν, ἀναμνῆσαι χρὴ μόνον ὧν αὐτὸς ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς κᾀν τῷ περὶ μορίων ἀπεφήνατο, τὸ ταὐτὸν καὶ τὸ ἕτερον ὄργανον ἐκ τῶν ἐνεργειῶν, οὐκ ἐκ τῆς τοῦ σώματος ἰδέας, κρίνεσθαι βουλόμενος. εἰ μὲν γὰρ ὀπτικὸν εἴη τὸ ὄργανον, ὀφθαλμός ἐστι, κᾂν ἑτέρως ἔχῃ κατεσκευασμένον ἄνθρωπός τε καὶ καρκῖνος· εἰ δὲ βαδιστικὸν, σκέλος, ἄν τ’ ἐλέφαντος, ἄν τ’ αἰγὸς, ἄν τ’ οἰὸς, ἄν τ’ ἀνθρώπου τύχῃ. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, κρινέσθω σοι τὸ νεῦρον, Ἀριστότελες φίλτατε, μὴ τῇ τοῦ σώματος ἰδέᾳ, καθάπερ τοῖς πολλοῖς καὶ ἀγυμνάστοις περὶ λόγον, ἀλλ’ ἐνεργείᾳ τε καὶ χρείᾳ.

Τρία γάρ ἐστιν ὄργανα παραπλήσια μὲν ἀλλήλοις τὴν μορφὴν τοῦ σώματος, οὐκ ὀλίγον δ’ ἐνεργείαις τε καὶ χρείαις διαλλάττοντα· προσαγορεύεται δ’ αὐτῶν

204
τὸ μὲν νεῦρον, τὸ δὲ σύνδεσμος, τὸ δὲ τένων. τὸ μὲν δὴ νεῦρον ἐξ ἐγκεφάλου πάντως ἢ νωτιαίου πέφυκεν, αἴσθησιν, ἢ κίνησιν, ἢ τὸ συναμφότερον οἷς ἂν ἐμφύηται παράγον. ὁ σύνδεσμος δ’ ἀναίσθητος μέν ἐστιν, ἡ χρεία δὲ αὐτοῦ κατὰ τοὔνομα. λοιπὸς δὲ τένων πέρας ἐστὶ νευρῶδες μυὸς, ἐκ συνδέσμου καὶ νεύρου γεννώμενος, ὡς ἔν τε τοῖς περὶ μυῶν κινήσεως ἡμῖν ἐπιδέδεικται κᾀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι. νεῦρον μὲν δὴ πᾶν ἀκριβῶς ἐστι στρογγύλον, οἱ τένοντες δ’ οὐχ ἅπαντες, ἔτι δὲ μᾶλλον οἱ σύνδεσμοι· πλατύνονται γὰρ οἱ πλείους αὐτῶν εἰς ὑμένος ἰδέαν. ἀλλ’ ὑμὴν μὲν ἅπας ἀκριβῶς ἐστι λεπτὸς καὶ μαλακὸς, σύνδεσμος δὲ καὶ σκληρὸς, καὶ παχὺς τοὐπίπαν. ἔνιοι μὲν αὐτῶν νευροχονδρώδεις ὀνομάζονταί τε καί εἰσιν· οὔτε δὲ ὑμὴν, οὔτε νεῦρον, οὔτε τένων εἰς τοσαύτην ποθ’ ἥκει σκληρότητα. ἀλλὰ τῶν μὲν νεύρων ἔνια καὶ πάνυ μαλακὰ τὴν φύσιν ἐστὶν, εἰς αἴσθησιν ἐπιτήδεια μόνην, ἔνια δ’, εἰ καὶ σκληρότερα τούτων ὑπάρχει κατὰ
205
τὴν τοῦ σώματος οὐσίαν, ἀλλὰ παμπόλλῳ γε ἀπολείπεται συνδέσμου σκληρότητος. οὕτω δὲ καὶ οἱ ὑμένες, εἰ καὶ διαφέρουσι ἀλλήλων κατὰ σκληρότητα, συνδέσμων ἀπολείπονται πάμπολυ. οἱ τένοντες δὲ σύγκεινται μὲν ἔκ τε τῶν συνδέσμων καὶ τῶν νεύρων τῶν σκληροτέρων, ἐν τῷ μέσῳ δὲ εἰκότως ἀμφοῖν εἰσι, τοσούτῳ νεύρου σκληρότεροι τὴν οὐσίαν ὑπάρχοντες, ὅσῳ συνδέσμου μαλακώτεροι. ἅπαντα δὲ ταῦτά ἐστι τὰ τρία γένη λευκὰ, καὶ ἄναιμα, καὶ ἀκοίλια, καὶ εἰς ἶνας εὐθείας λυόμενα, πλὴν τῶν πάνυ σκληρῶν συνδέσμων· οὐ γὰρ οἷόν τε τούτους ἀναλῦσαι εἰς ἶνας. εἰ γοῦν οὕτως ὀνομάζειν ἐθέλεις, ὡς Ἱπποκράτης ὠνόμασε, τὸ μὲν αἴσθησίν τε καὶ κίνησιν παρέχον ἤτοι νεῦρον, ἢ τόνον, (ἄμφω γὰρ αὐτὸ προσαγορεύει,) τὸ δὲ ἀναίσθητον σύνδεσμον, εἰς ὃν δὲ ὁ μῦς τελευτᾷ, τένοντα, δείξω σοι σαφῶς οὐκ ἔχουσαν πλῆθος νεύρων τὴν καρδίαν. εἰ δὲ καὶ συγχεῖν βούλοιο τὰς προσηγορίας, ὡς οἱ πλεῖστοι τῶν μεθ’ Ἱπποκράτη, κάλει μὲν ἅπαντα νεῦρα, διαφορὰς δ’ ἐν αὐτοῖς λέγε τριττὰς, αἰσθητικὰ μὲν καὶ προαιρετικὰ 
206
τὰ ἐξ ἐγκεφάλου καὶ νωτιαίου πεφυκότα, συνδετικὰ δὲ τὰ ἀναίσθητα, καὶ τρίτα ἔτι πρὸς τούτοις τὰ ἐκ τῶν μυῶν ἀπονευρουμένων φυόμενα.

Καὶ οὕτως δὲ δείξομεν οὐκ ἔχουσαν ἀξιόλογα τὸ μέγεθος ἢ τὸ πλῆθος αἰσθητικά τε καὶ προαιρετικὰ νεῦρα τὴν καρδίαν ἐναργῶς, ἀλλ’, ὡς ἔμπροσθεν εἴρηται, σμικρὸν ἀπ’ ἐγκεφάλου κατιὸν εἰς αὐτὴν ἐμφύεται. τί ποτε οὖν ἐστι τὸ πρὸς Ἀριστοτέλους εἰρημένον, ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία; οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ, οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις, ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον, ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν. ἐμοὶ μὲν δοκεῖ τὰς ὑπὸ Ἡροφίλου νευρώδεις διαφύσεις ὠνομασμένας, αὐτὰς οὐ νευρώδεις, ἀλλ’ ἄντικρυς εἰρηκέναι νεῦρα. πέρατα δ’ ἐστὶ ταῦτα τῶν ἐπὶ τοῖς στόμασι τῆς καρδίας ὑμένων, ὑπὲρ ὧν Ἐρασίστρατος μὲν ἀκριβῶς ἔγραψεν, Ἡρόφιλος δ’ ἀμελῶς. συμφύονται δὲ καὶ συνδοῦνται δι’ αὐτῶν πρὸς τὴν καρδίαν οἱ ὑμένες οὗτοι, καὶ ἡ χρεία γε κατὰ τοὺς συνδέσμους

207
αὐτοῖς, οὐ κατὰ τὰ νεῦρα. ἀλλ’ εἰ καὶ νεῦρά τις εἶναι συγχωρήσειεν αὐτὰ, καὶ μὴ νευρώδη σώματα, τό γε τὴν καρδίαν ὑπάρχειν νεύρων ἀρχὴν οὐκ ἐξ ἀνάγκης ἕπεται, μὴ δυναμένων ἡμῶν ἐπιδεῖξαι μηδὲν νεῦρον εἰς μηδὲν μόριον τοῦ σώματος ἀπ’ αὐτῆς φερόμενον, ὡς ἔμπροσθεν ἐδείξαμεν ἀπ’ ἐγκεφάλου τε καὶ νωτιαίου. δοκεῖ δή μοι δύο μὲν ἐνταῦθα ὑποθέμενος ὀρθῶς ὁ Ἀριστοτέλης, ἓν μὲν, ὡς ἰσχύος δεῖ τινος οὐκ ἀγεννοῦς εἰς τὰς κατὰ προαίρεσιν ἐνεργείας, ἕτερον δ’, ὡς οὐδὲ μιᾶς τοιαύτης ἰσχύος ἐγκεφάλῳ μέτεστιν, ἐπ’ αὐτοῖς δὲ τρίτον ἐξ αἰσθήσεως προσλαβὼν, τὸ πλῆθος τῶν ἐν τῇ καρδίᾳ νευρωδῶν συνδέσμων, οὐκ ἔθ’ ὑπομεῖναι περὶ τὴν κατὰ μέρος ἀνατομὴν ἀσχοληθῆναι καὶ ζητῆσαι, πῶς εἰς ἕκαστον τοῦ σώματος μόριον ἐκ καρδίας ἀφικνεῖται νεῦρον, ἀλλ’ ὡς ἄντικρυς ἑπόμενον ἐν οἷς εἶπον ἀποφήνασθαι. πολλὰ γὰρ δὴ τοιαῦτα καὶ παρὰ τοῖς ἰατροῖς ἔστιν εὑρεῖν ἀνατομικὰ θεωρήματα μοχθηρῶς γεγραμμένα, μὴ βουληθέντων αὐτῶν ἀναμεῖναι τὸ φαινόμενον
208
ἐκ τῆς ἀνατομῆς, ἀλλ’ ἐξ ἀκολουθίας μέν τινος ἐλπισάντων ὡς ἑωρακότων. οὕτω δή μοι καὶ ὁ Ἀριστοτέλης ἐσφάλθαι φαίνεται, δύο μὲν ἀληθῆ θέμενος λήμματα, τὸ δὲ τρίτον ἐγγὺς ἀληθείας πιθανόν. ἀληθῆ μὲν οὖν εἶναί φημι τό τε δεῖν ἰσχύος τινὸς τοῖς κινήσουσιν ὀργάνοις τὰ τοῦ ζώου μέλη, καὶ τὸ μηδὲν ἀπ’ ἐγκεφάλου φαίνεσθαι τοιοῦτον, πιθανὸν δὲ, οὐκ ἀληθὲς, ὡς ἐν τῇ καρδίᾳ πλῆθος εἴη νεύρων. ἀλλ’ ἡμεῖς γε δεῖξαι δυνάμεθα τὸ καλῶς μὲν ὑπ’ αὐτοῦ τῷ λόγῳ γνωσθὲν ὄργανον, ὑφ’ οὗ χρὴ κινεῖσθαι τὰ τοῦ ζώου μέλη, διότι δ’ ἠμέλησε ζητῆσαι κατὰ τὰς ἀνατομὰς αὐτὸ, διὰ τοῦτ’ ἐκφεύγοντος τὴν διὰ τῶν αἰσθήσεων εὕρεσιν, ἄγνωστόν τε μεῖναν τἀνδρί. τῶν μὲν γὰρ νεύρων οὐδέν ἐστι τοιοῦτον, οἱ δὲ ὀνομαζόμενοι μύες ὑποδεχόμενοι ταῦτα κινοῦσι τὰ μέλη. καὶ δόξειεν ἂν οἷον μοχλοῦ τινος ἔχειν δύναμιν ὁ μῦς ὡς πρὸς τὸ νεῦρον. ὥσπερ γὰρ, ὅσα ταῖς χερσὶν οὐχ οἷοί τ’ ἐσμὲν κινῆσαι βάρη, διὰ τῶν μοχλῶν αὐτὰ κινοῦμεν, οὕτω καὶ τὰ τοῦ σώματος μέλη τοῖς νεύροις ἀδυνατοῦντες κινεῖν τοὺς μῦς
209
προσεκτησάμεθα. λυόμενον γὰρ εἰς ἶνας ἐν ἑκάστῳ μυῒ τὸ νεῦρον ἀναμίγνυταί τε καὶ διαπλέκεται ταῖς ἐκ τῶν συνδεσμῶν ἰσὶν, εἶτ’ ἐξ ἀμφοῖν ἕν τι νευρῶδες σῶμα γεννηθὲν ἐκφύεται τοῦ σώματος τοῦ μυὸς ὁ προσαγορευόμενος τένων· οὕτως γὰρ οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ Ὅμηρος αὐτὸν ὀνομάζουσιν. ὅστις τένων ὀργάνων ἐκφυόμενος ἀνάλογον ἕξει τῷ τοῦ μοχλοῦ πέρατι τῷ ψαύοντι τῶν βαρῶν. οὐδ’ ἔστιν οὐδὲν εὑρεῖν ἐν τῷ σώματι μέλος, ὃ κατὰ μὲν τὴν ἡμετέραν κινεῖται προαίρεσιν, οὐ προτέτακται δ’ αὐτοῦ τις μῦς ἀπ’ ἐγκεφάλου δεχόμενος νεῦρον. ὅστις δὲ καὶ περὶ τοῦδε πεισθῆναι ἐθέλοι βεβαίως, τούτῳ γέγραπται πρὸς ἡμῶν ὑπομνήματα δύο, κατὰ μόνας ἑκάτερον, ἓν μὲν, ἅπαντας τοὺς μῦς, ὁποία τ’ ἐστὶν ἐνέργεια καθ’ ἕκαστον, ἀκριβῶς διδάσκον, ἕτερον δὲ, τὴν τῶν νεύρων εἰς αὐτοὺς νομὴν διηγούμενον. οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων διέξιμεν. ὥστ’ οὐδενὸς ἔτι προσδεῖν ἡμῖν ἔοικεν, ἀλλ’ ὁμολογουμένως
210
ἑαυτῷ τε καὶ τοῖς ἐναργῶς φαινομένοις ὑπάρχει πᾶσιν ἀρχὴν τῶν νεύρων ἐγκέφαλον τιθέμενος. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν ἐπεδείξαμεν ἀρχὴν ὑπάρχουσαν τὴν καρδίαν. ὅτι δὲ καὶ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπάρ ἐστιν, ἐν τοῖς ἐφεξῆς ἀποδειχθήσεται. ἐνταῦθ’ οὖν ἤδη καταπαύσας τὸ πρῶτον βιβλίον, ἐπὶ τὰ συνεχῆ τοῖς ἀποδεδειγμένοις ἐν αὐτῷ κατὰ τὸ δεύτερον τρέψομαι.

211

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενος ἀπὸ τοῦ πρώτου κατὰ τὴν δύναμιν ὑπηρξάμην, ᾧ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ κατὰ μέρος ἀκολουθεῖν ἔδειξα. τοῦτο δέ ἐστι τὰ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι τὸν ἀριθμὸν, ὁποία τέ τις ἑκάστη, καὶ τόπον ὅντιν’ ἐν τῷ ζώῳ κατείληφεν. ἠξίουν τε μηδὲν οὕτω φυλάττεσθαι κατὰ τὸν λόγον,

212
ὡς τὸ τοῖς ἐναργῶς φαινομένοις ἐναντία τίθεσθαι, καθάπερ οἵ τε μηδὲν ἄλογον ζῶον ἐπιθυμεῖν ἢ θυμοῦσθαι φάσκοντες, οἵ τε τὴν ἀρχὴν τῶν νεύρων ὑπάρχειν ἐν τῇ καρδίᾳ. ἀποτετόλμηται γὰρ ἅπαντα τὰ τοιαῦτα πρὸς ἀνθρώπων ἀνατρέψαι φιλονεικούντων, ὅσα καλῶς εἴρηται τοῖς παλαιοῖς, ὑπὲρ τοῦ νεωτέραν αἵρεσιν ἰδίαν συστήσασθαι. τὰ μὲν οὖν τοιαῦτα τῶν ψευσμάτων ἐν τῷ πρώτῳ βιβλίῳ διήλεγξα· νυνὶ δὲ ἐπὶ θάτερον εἶδος λόγων ὧν ποιοῦνται ἔγνωκα μεταβὰς ἐπιδεῖξαι σαφῶς, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πῇ ποτε σφάλλονται.